Σάββατο 24 Σεπτεμβρίου 2016

Aκολουθία Παναγίας Μυρτιδιώτισσας (24 Σεπτεμβρίου)


Τῇ ΚΔ΄ Σεπτεμβρίου ἀνάμνησης ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας.
Ο ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετά τὸν Προοιμιακὸν Ψαλμόν, εἰς τὸ «Κύριε, ἐκέκραξα» ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μίαν συγκροτήσαντες, σὺν τοῖς Ἀγγέλοις χορείαν, τὴν τοῦ Κόσμου Δέσποιναν, ἀρρυπώτοις χείλεσιν, εὐφημήσωμεν, πρὸς Αὐτὴν ἔνθεον, ἐκβοῶντες ὕμνον, Χαῖρε Κόρη παντευλόγητε, Κυθήρων σέμνωμα, καὶ τῶν Κυθηραίων διάσωσμα˙ λιμὴν καὶ καταφύγιον, τῶν ἐν τοῖς κινδύνοις καὶ θλίψεσι. Χαῖρε ἡ ἀρρήτως, Εἰκόνα φανερώσασα τὴν Σήν, ἐν Μυρτιδίοις καὶ χάριν Σου, ἐκ ταύτης προχέουσα.
λβον ἀναφαίρετον, τῶν Κυθηραίων ἡ Νῆσος, θησαυρόν τε Πάντιμον, τὴν σεπτὴν Εἰκόνα Σου, κατεπλούτησε˙ δαψιλῶς βρύεις γάρ, ἐξ αὐτῆς Παρθένε, τὰ ἰάματα τοῖς κάμνουσι, καὶ χάριν ἄφθονον, πᾶσι τοῖς ἐν πίστει προστρέχουσι, Τεμένει τῷ πανσέπτῳ Σου, ὅπερ κατὰ χρέος ἀνήγειραν, παῖδες Κυθηραίων, εἰς δόξαν Σου Παρθένε καὶ τιμήν, καὶ τῆς ἀχράντου Εἰκόνος Σου, λαμπρὸν ἐνδιαίημα.
Νὲαν συστησάμενοι καὶ πανυπὲρλαμπρον ὄντως ἑορτὴν δοξάζομεν, τῆς σεπτῆς Εἰκόνος Σου, τὴν φανέρωσιν· μυρσινῶν τόπῳ γάρ, πρὸ μακροῦ Παρθένε, κεκρυμμένην θείοις κρίμασι, ποιμένι σώφρονι, ποίμνην ἐν ἐρήμοις ποιμαίνοντι ἀρρήτως ἀπεκάλυψας, τούτῳ ὑπὲρ φύσιν φωνήσασα˙ ὧδε που εὑρήσεις, Εἰκόνα Μου τὴν θείαν καὶ δραμών, τοῖς Κυθηραίοις ἀνάγγελλε, χαρᾶς εὐαγγέλια.
γειρας παράλυτον, ἐν τῷ πανσέπτω Ναῷ Σου, Μυρτιδίων Δέσποινα, παρὰ Σοῦ τὴν ἴασιν, ἐξαιτούμενον· ἐν νυκτὶ μόνος γάρ, παρὰ των οἰκείων, κατελείφθη καὶ δεόμενος, φωνὴν ἀκήκοεν, ἐκ τῆς σεβασμίας Εἰκόνος Σου, τὴν ἴασιν βραβεύουσαν, τούτῳ τῆς ψυχῆς καὶ τοῦ σώματος˙ ὅθεν ἐξανέστη, εὐθέως καὶ σκιρτῶν ὥσπερ δορκάς τὸ ὑπὲρ ἔννοιαν θαῦμά Σου, τρανῶς διεκήρυττε.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. β΄.
Δεῦτε ψυχικῶς ἀγαλλόμενοι, ὕμνον τῇ Παρθένῳ βοῆσωμεν, καὶ τὴν Αὐτῆς σεβασμίαν Εἰκὸνα χείλεσιν ἁγνοῖς προσκυνὴσωμεν λέγοντες· Χαῖρε ἡ Πολιοῦχος καὶ Προστάτις τῶν Κυθηραίων˙ Χαῖρε ἡ τῶν ἐν λύπαις χαρά, καὶ τῶν νοσούντων ἡ ἵασις˙ Χαῖρε ἡ Νῆσον πᾶσαν ἀεὶ εὐεργετοῦσα, καὶ δυσχερῶν καὶ κινδύνων ἀεὶ διασώζουσα. Μὴ διαλείπῃς ἱκετεύειν Χριστὸν τὸν Θεόν, ὑπὲρ ἡμῶν Θεοτόκε δεόμεθα, τῶν Σὲ Προστάτιν εἰδότων, καὶ ἐλπίδα ἀκαταίσχυντον.
Ἀπόστιχα
Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Χαρμονικῶς σύν Ἀγγέλοις πανηγυρίζοντες, οἱ Κυθηραῖοι δεῦτε, τήν ἡμῶν Πολιοῦχον Φύλακα καί Σκέπην, ὕμνων ὡδαῖς, καὶ ἀσμάτων τιμήσωμεν, καὶ τό Αὐτῆς προσκυνήσωμεν εὐλαβῶς, χαριτόβρυτον Εἰκόνισμα.
Στίχος. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικιλμένη.
Ταίς τῶν θαυμάτων ἀκτῖσι Θεοχαρίτωτε, τὴν Κυθηραίων Νῆσον, ὑπὲρ φύσιν αὐγάζεις, σκότος ἀπελαύνεις, νόσων δεινῶν, καταργεῖς τὰ συμπτώματα, καὶ τοῖς αἰτοῦσι παρέχεις ὑπερφυῶς, σωτηρίας τὰ δωρήματα.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Τερατουργοῦσα ἰᾶσαι Θεογεννήτρια, ἀποπληξίας πάθος, ὧ δεινῶς συνεσχέθη, δοῦλός Σου καί τούτῳ, ρῶσιν ψυχῆς χορηγεῖς καὶ τοῦ σώματος, ἐπικαμφθεῖσα δεήσει γονυκλινεῖ, τοῦ Λαοῦ πρὸ τῆς Εἰκόνος Σου.
Δόξα. Καὶ νῦν. Ἦχος πλ. δ΄.
Δεῦτε Κυθηραίων τὸ ἅθροισμα χεῖρας κροτήσωμεν, καὶ τὴν ἡμῶν Πολιοῦχον ἐν εὐσήμῳ ἡμέρᾳ, ἑορτής, χρεωστικῶς ἀνυμνήσωμεν˙ Αὕτη γάρ πρός τὴν ἡμῶν ταπεινότητα ἐπιβλέψασα, δόξης ἀρρήτου τήν Νῆσον ἐπλήρωσεν, ἐκ μυρσινῶν τὴν σεπτὴν Αὐτῆς Εἰκόνα φανερώσασα˙ Ἥν προσκυνοῦντες ἐν πίστει δοξάσωμεν, τὴν τῆς Παρθένου πρός ἡμᾶς συγκατάβασιν.
Ἀπολυτίκιον.Ψάλλομεν ἐκ τρίτου. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.
Καὶ Ἀπόλυσις.
Ο ΜΕΓΑΛΟΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ ἱερέως, μετὰ τὸν Προοιμιακὸν καὶ τὴν πρώτην στάσιν τοῦ πρώτου Καθίσματος τοῦ Ψαλτηρίου, εἰς τὸ Κύριε, ἐκέκραξα ἱστῶμεν στίχους ἔξ καὶ τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος α΄. Ὤ τοῦ παραδόξου θαύματος.
τοῦ παραδόξου θαύματος, ἑορτῶν ἑορτὴ, Κυθηραίοις σήμερον, ἀνέτειλε φωταυγὴς, καὶ πανυπέρλαμπρος˙ εὐφράνθητε Οὐρανοὶ, καὶ γλυκασμὸν εὐφροσύνης σταλάξατε˙ Ἀγγέλων αἱ Στρατιαὶ, σὺν Κυθηραίων χορείαις βοήσατε, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.
τοῦ παραδόξου θαύματος, ἀνεσπέρου φωτός, τὰς ἀκτῖνας δέχεται, τὸ θαῦμά Σου τὸ σεπτόν, πανηγυρίζουσα, Παρθένε Μῆτερ Θεοῦ, τῶν εὐσεβῶν Κυθηραίων ὁμήγυρις, καὶ πάντες οἱ γηγενεῖς, συνεκλαμπρύνονται πίστει καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.
τοῦ παραδόξου θαύματος, ὢ εὐνοίας πολλῆς, ἧς ἡ Νῆσος ἔτυχε, Κυθήρων τῆς παρὰ Σοῦ, Θεοχαρίτωτε, ἠγάπησας γὰρ αὐτήν, ὥσπερ φιλόστοργος Μήτηρ καὶ δέδωκας, Εἰκόνα Σου τὴν σεπτὴν, ἥν εὐλαβῶς προσκυνοῦσα κραυγάζει Σοὶ Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.
τοῦ παραδόξου θαύματος, ἀδοξίας τῆς πρὶν, λυτρωθέντες ἤρθημεν, εἰς δόξαν περιφανῆ, Παρθένε Ἄχραντε, Εἰκόνα Σου τῆς σεπτῆς, ἐν τῇ εὑρέσει καὶ ταύτην κατέχοντες, ὡς πάντιμον θησαυρόν, τὰς δωρεάς Σου λαμβάνομεν κράζοντες, Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.
τοῦ παραδόξου θαύματος, ὁ παράλυτος πρὶν, νῦν σκιρτᾷ ὡς ἔλαφος, κηρύττων τὴν ὑπὲρ νοῦν, θαυματουργίαν Σοῦ, Παρθένε τῶν γὰρ δεσμῶν, Σοῦ τῇ φρικτῇ προσταγῇ ἠλευθέρωται, σκιρτῶσι δὲ σὺν αὐτῷ τῶν ἰαθέντων τὰ πλήθη καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.
τοῦ παραδόξου θαύματος, ἱκεσίαν λαοῦ, δεξαμένη πάνδημον, θερμήν τε γονυκλινῆ, πρὸ τῆς Εἰκόνος Σου, ἐξήλειψας θαυμαστῶς, ἀποπληξίας δεινῆς τὰ συμπτώματα, ἀπὸπληκτον ὑγιᾶ, ὑπερφυῶς ἀναδείξασα μέλποντα· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ διὰ Σοῦ τὸ μέγα ἕλεος.
Δόξα. Καὶ νῦν.
Ὀκτώηχον
Ἦχος α΄.
Τῷ σεπτῷ Τεμένει Σου, πάντοθεν τῶν Κυθηραίων συστήματα, πηγὴν Σε ὄντως θαυμάτων γινώσκοντα, Θεοχαρίτωτε συντρέχουσι, καὶ Σοῦ τὴν σεπτὴν Εἰκόνα, ἐξόχως ἀσπάζονται˙ καὶ ταῖς τοῦ Πνεύματος Θεουργικαῖς ἀκτῖσιν, ὑπερφυῶς Θεοτόκε καταλαμπόμενα, Σέ τὴν Παντάνασσαν καὶ Προστάτιν τοῦ Κόσμου δοξάζουσιν, ἐν πίστει γεραίροντα ὑπερκοσμίως δὲ ὑμνοῦσί Σε, καὶ εὐχαρίστως βοῶσι, μετ’ εὐφροσύνης λαμπροφοροῦντα˙ ἰδοὺ ἐπεσκέψατο ἡμᾶς ἡ πάντων Ἄνασσα· χεῖρας κροτήσωμεν πάντες, ἐν ἀρρυπώτοις δὲ τοῖς χείλεσι, Ταύτης προσκυνήσωμεν τὴν Εἰκόνα˙ διὰ ταύτης ἡ τοῦ Κόσμου γάρ, παγγενὴς σωτηρία γέγονε˙ κίνδυνοι, νόσοι ἀπελαύνονται, καί ἀσθενοῦσιν ἡ ρῶσις, ὑπὲρ λόγον χαρίζεται· Ταύτης γὰρ τὸ ὑπερβάλλον, ὑπερέχει πᾶσαν ἔννοιαν. Διὸ Ἄχραντε Θεοτόκε, ἀεὶ σὺν ζωηφόρῳ Βασιλεῖ καὶ Τόκῳ ζῶσα, πρέσβευε διηνεκῶς, περιφρουρῆσαι καὶ σῶσαι, ἀπὸ πάσης ἀπειλῆς, ἐναντίας τοὺς Σὲ δοξάζοντας τὴν γὰρ Σὴν προστασίαν κεκτήμεθα, εἰς τοὺς αἰῶνας ἀγλαοφανῶς μακαρίζοντες.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας.
ΑΝΑΓΝΩΣΜΑΤΑ
Γενέσεως τὸ Ἀνάγνωσμα. Κεφάλαιον ΚΗ΄(28): 1Ο-18.
ξῆλθεν Ἰακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἐπορεύθη εἰς Χαρράν. Καὶ ἀπήντησεν τόπῳ καὶ ἐκοιμήθη ἐκεῖ, ἔδυ γὰρ ὁ ἥλιος, καὶ ἔλαβεν ἀπὸ τῶν λίθων τοῦ τόπου καὶ ἔθηκεν πρὸς κεφαλῆς αὐτοῦ καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ. καὶ ἐνυπνιάσθη, καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη ἐν τῇ γῇ, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανόν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον καὶ κατέβαινον ἐπ αὐτῆς. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ αὐτῆς καὶ εἶπεν Ἐγὼ Κύριος ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου καὶ ὁ Θεὸς Ἰσαάκ, μὴ φοβοῦ, ἡ γῆ, ἐφ ἧς σὺ καθεύδεις ἐπ αὐτῆς, σοὶ δώσω αὐτὴν καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς γῆς καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἐπὶ λίβα καὶ ἐπὶ βορρᾶν καὶ ἐπ ἀνατολάς, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγὼ μετὰ σοῦ διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὗ ἐὰν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην, ὅτι οὐ μή σε ἐγκαταλίπω ἕως τοῦ ποιῆσαί με πάντα, ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ καὶ εἶπεν ὅτι Ἔστιν κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη καὶ εἶπεν Ὡς φοβερὸς ὁ τόπος οὗτος, οὐκ ἔστιν τοῦτο ἀλλ’ ἢ οἶκος θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ.
Προφητείας Ἰεζεκιὴλ τὸ Ἀνάγνωσμα. Κεφάλαιον ΜΓ΄(43): 27 καὶ ΜΔ΄(44): 1-4.
σται ἀπὸ τῆς ἡμέρας τῆς ὀγδόης καὶ ἐπέκεινα ποιήσουσιν οἱ ἱερεῖς ἐπὶ τὸ θυσιαστήριον τὰ ὁλοκαυτώματα ὑμῶν καὶ τὰ τοῦ σωτηρίου ὑμῶν. καὶ προσδέξομαι ὑμᾶς, λέγει κύριος. Καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατὰ ἀνατολάς, καὶ αὕτη ἦν κεκλεισμένη. καὶ εἶπεν κύριος πρός με Ἡ πύλη αὕτη κεκλεισμένη ἔσται, οὐκ ἀνοιχθήσεται, καὶ οὐδεὶς μὴ διέλθῃ δἰ αὐτῆς, ὅτι κύριος ὁ θεὸς τοῦ Ισραηλ εἰσελεύσεται δἰ αὐτῆς, καὶ ἔσται κεκλεισμένη, διότι ὁ ἡγούμενος, οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον κυρίου, κατὰ τὴν ὁδὸν αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται. καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου, καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος κυρίου, καὶ πίπτω ἐπὶ πρόσωπόν μου.
Παροιμιῶν τὸ Ἀνάγνωσμα. Κεφάλαιον Θ΄(9): 1-11.
σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισεν στύλους ἑπτά, ἔσφαξεν τὰ ἑαυτῆς θύματα, ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν, ἀπέστειλεν τοὺς ἑαυτῆς δούλους συγκαλούσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα λέγουσα Ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με, καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν Ἔλθατε φάγετε τῶν ἐμῶν ἄρτων καὶ πίετε οἶνον, ὃν ἐκέρασα ὑμῖν, ἀπολείπετε ἀφροσύνην, καὶ ζήσεσθε, καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε, καὶ κατορθώσατε ἐν γνώσει σύνεσιν. Ὁ παιδεύων κακοὺς λήμψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν ἀσεβῆ μωμήσεται ἑαυτόν. μὴ ἔλεγχε κακούς, ἵνα μὴ μισῶσίν σε, ἔλεγχε σοφόν, καὶ ἀγαπήσει σε. δίδου σοφῷ ἀφορμήν, καὶ σοφώτερος ἔσται, γνώριζε δικαίῳ, καὶ προσθήσει τοῦ δέχεσθαι. ἀρχὴ σοφίας φόβος κυρίου, καὶ βουλὴ ἁγίων σύνεσις, τὸ γὰρ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς, τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον, καὶ προστεθήσεταί σοι ἔτη ζωῆς σου.
Εἶτα ἡ Ἐκτενής. Καταξίωσον Κύριε, Πληρωτικὰ καὶ ἡ ἐκφώνησις Εἴη τὸ κράτος τῆς Βασιλείας Σου εὐλογημένον.
Εἰς τὴν Ἀρτοκλασίαν ψάλλεται τὸ ἑπόμενον Ἰδιόμελον τῆς Λιτῆς
Ἦχος α΄
Σήμερον ἐνθέως ἀγάλλονται, τὰ τῶν Κυθηραίων συστὴματα, σήμερον πρὸς ἑόρτιον συγκαλοῦσι πανήγυριν τῶν Ὀρθοδόξων τὰ πλήθη σὺν αὐτοῖς πανηγυρίσαι˙ σήμερον Κυθηραίων ἡ Νῆσος, Οὐρανίῳ φωτὶ καταυγάζεται, καὶ τὰ θαυμάσια τῆς Παναγίας Ἀχράντου Μητρὸς τοῦ Θεοῦ ἡμῶν, λαμπροφανῶς ἑορτάζει˙ σήμερον Κυθηραῖοι τῇ τοῦ Ἁγίου Πνεύματος ἁθροιζόμενοι χάριτι, ἐν τῷ Πανσέπτῳ τῶν Μυρτιδίων Ναῷ ἐν ἀγαλλιάσει τὸν ὕμνον τῇ Παρθένῳ μέλπουσι· χαῖρε Κεχαριτωμένη, Μῆτερ τῆς ζωῆς, ὁ Κύριος μετά Σου καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Ἀπόστιχα
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις τῶν Κυθηραίων χαρά, Θεοχαρίτωτε καὶ τεῖχος ἀκράδαντον, Κυθήρων τὸ μέγα κλέος, καὶ προστασία θερμή, εὐφροσύνη σκέπη καὶ κραταίωμα· πηγὴ ἡ πηγάζουσα δαψιλῶς τὰ ἰάματα, ὁ χρυσοπτέρυξ, ἀετὸς καὶ περίδοξος, θείαις πτέρυξιν, ὁ σκεπάζων τὸν κόσμον Σου. Χαίροις Θεογεννήτρια, πταιόντων συγχώρησις, τῶν παραλύτων ἡ ρῶσις, τῶν ἀποπλήκτων ἡ ἴασις˙ Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχος. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν Σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη πεποικοιλμένη.
Χαίροις ἡ τὴν Εἰκόνα τὴν Σὴν ἐν Μυρτιδίοις θαυμαστῶς φανερώσασα, τοῖς κλάδοις φυτοῦ μυρσίνης, στεφανουμένην λαμπρῶς, ἐναργὲς ὡς δεῖγμα τῆς εὐνοίας Σου· χαρᾶς τε πληρώσασα, Κυθηραίων γῆν ἄπασαν, τῇ ἐισκέψει, καὶ θερμῇ, προστασία Σου, ὧν τυγχάνουσα, τῶν κινδύνων ἀπήλλακται. ῞Οθεν εὐχαριστοῦσα Σοι, ἐφύμνια μέλπει Σοι, τὴν εὔνοιάν Σου κηρύττει, καὶ γηθομένη κραυγάζει Σοι˙ Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στίχος. ᾽Εξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθὸν.
Χαίροις ἡ τῶν θαυμάτων πηγή, τῶν Κυθηραίων ἀδιάσειστον ἔρεισμα, προστάτις τῶν ἐν κινδύνοις, καὶ ταχεινὴ βοηθὸς, τῶν ἐν λύπαις μέγα παραμύθιον· ἐλέους ἡ ἄβυσσος, εὐσπλαχνίας τε πέλαγος, ναυτιλλομένων, ἡ ἑτοίμη ἀντίληψις, καὶ ἀντίπαλος, πειρατῶν ἀπροσμάχητος. Χαίροις ἡ τὴν Οὐράνιον, Εἰρήνην παρέχουσα, τοῖς ὑμνηταῖς Σου καὶ πάντας, ἐπευλογοῦσα τοὺς μέλποντας· Χριστὸν ἐκ δυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα. Καὶ νῦν. Ἦχος πλ α΄.
τοῦ Προφήτου φωνή, ῾Ησαΐου τοῦ ἐνδόξου, πεπλήρωται ἡ λέγουσα· «ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονίζης, ἀναβήσεται μυρσίνη.» ᾽Ανέβη γάρ ὄντως καὶ ὑπερύψωται, μυρσίνη ἡ ταπεινὴ, ὑπὲρ πάντα τὰ ξύλα τοῦ ἀγροῦ. ᾽Εκ μυρσινῶν γὰρ εὐόσμων ἀνέτειλε τοῖς Κυθηραίοις, ἡ τῆς Πανάγνου Εἰκὼν, Θεοσεβείας ὡς γέρας, καὶ τῆς εὐνοίας τεκμήριον. ῞Απαντες οὖν χαρμονικῶς, κλάδους μυρσίνης ἐν χερσὶ κατέχοντες, τὴν Θεοτόκον ἐν εὐσημῳ ἡμέρᾳ ἑορτῆς ἀνυμνήσωμεν, καὶ τὴν Αὐτῆς Εἰκόνα, εὐλαβῶς προσκυνήσωμεν λέγοντες· Χαῖρε Κυθηραίων δόξα, καὶ χαρὰ Παρθένε Ἄχραντε.
Νῦν ἀπολύεις. Τὸ Τρισάγιον Καὶ τὸ Ἀπολυτίκιον ἐκ τρίτου.
Ἀπολυτίκιον.Ψάλλομεν ἐκ τρίτου. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.
Καὶ Ἀπόλυσις.
Η ΛΙΤΗ
Εὐλογήσαντος τοῦ ἱερέως, μετὰ τὸν Βασιλεῦ Οὐράνιε, τὸ Τρισάγιον καὶ τὸν Ν΄ Ψαλμόν, ψάλλομεν τὰ παρόντα Ἰδιόμελα, ὧν ἀκροστιχὶς τὸ ὄνομα τοῦ συγγραφέως Σοφοκλῆς.
Ἦχος α΄
Σήμερον ἐνθέως ἀγάλλονται, τὰ τῶν Κυθηραίων συστὴματα, σήμερον πρὸς ἑόρτιον συγκαλοῦσι πανήγυριν τῶν Ὀρθοδόξων τὰ πλήθη σὺν αὐτοῖς πανηγυρίσαι˙ σήμερον Κυθηραίων ἡ Νῆσος, Οὐρανίῳ φωτὶ καταυγάζεται, καὶ τὰ θαυμάσια τῆς Παναγίας Ἀχράντου Μητρὸς τοῦ Θεοῦ ἡμῶν, λαμπροφανῶς ἑορτάζει˙ σήμερον Κυθηραῖοι τῇ τοῦ Ἁγίου Πνεύματος ἁθροιζόμενοι χάριτι, ἐν τῷ Πανσέπτῳ τῶν Μυρτιδίων Ναῷ ἐν ἀγαλλιάσει τὸν ὕμνον τῇ Παρθένῳ μέλπουσι· χαῖρε Κεχαριτωμένη, Μῆτερ τῆς ζωῆς, ὁ Κύριος μετά Σου καὶ διὰ Σοῦ μεθ’ ἡμῶν.
Ἦχος β΄
ἐν ἐρήμοις ποιμαίνων προβάτων τὰ ποίμνια, καὶ νοερῶς μόνος μόνῳ Θεῷ συγγιγνόμενος, ὁ τῶν Ἀγγέλων τὸν βίον ἐν σαρκὶ μετερχόμενος, ἀγγελικῆς ἠξίωται σήμερον χαρᾶς. Αὐτήκοος γὰρ τῆς φωνῆς Σου γέγονεν «εἰ μὲ ζητήσῃς, ὧδέ που εὐρήσεις τὴν Εἰκόνα Μου». Καὶ ἐρευνήσας ἐν μέσῳ εὐόσμων μυρσινῶν, ὡς ἐν θρόνῳ Χερουβικῷ, ἀνεῦρε ταύτην. Ὤ δόξης ἄκραιφνοῦς ἧς ἠξίωται, καὶ χαρμονῆς ἀϊδίου! Ὤ μακαρίων ὀμμάτων οἶς εἶδεν! ὤ πανολβίων χειρῶν αἷς ἐβάστασεν! Ὤ ἁγνοτάτων χειλέων οἷς πρῶτος ἠσπάσατο τὴν σεβασμίαν Εἰκόνα Σου! Ὤ ποδῶν ὡραίων, οἷς τρέχων εὐηγγελίζετο Κυθηραίοις, ἀρρήτου χαρᾶς εὐαγγέλια! Ἀλλὰ Δέσποινα Θεοτόκε, ὡς ποτὲ τὸν ποιμένα, οὕτω καὶ ἦμᾶς τοὺς ὑμνοῦντάς Σὲ, χαρᾶς ἐνθέου καὶ εὐφροσύνης πλήρωσον, καὶ Οὐρανῶν Βασιλείας, ταῖς πρεσβείαις Σου ἀξίωσον.
Ἦχος γ΄
Φερόμενος ἐν κραββάτῳ παράλυτος, τὸν ἐν Μυρτιδίοις Ναὸν Σου κατέλαβε, τὴν ἄχραντον Εἰκόνα Σου, πρό τοῦ θανεῖν σπουδάζων ἀσπάσασθαι. Μέσης δὲ νυκτός, μόνος ἐν τῷ Ναῷ Σου καταληφθείς, ἐλεινά Σοι προσῆγε δάκρυα. Καὶ ἱκετεύων θερμῶς, φωνὴν ἀκήκοεν, ἐκ τῆς σεβασμίας Εἰκόνος Σου, ἐντελῆ τὴν ἴασιν αὐτῷ βραβεύουσαν. Ἐγερθεὶς δὲ καὶ σκιρτῶν θαυμαστῶς, Σοῦ τὸ ὑπέρλαμπρον θαῦμα ἐκήρυττε ὑμνολογῶν καὶ δοξάζων τὴν εὐσπλαχνίαν σου.
Ἦχος δ΄
ρῶν ὁ Κυθηραίων λαός, τὸν παρὰ πᾶντων ἀγαπώμενον ἱκέτην Σου, ἀποπληξίᾳ δεινῇ συσχεθέντα, καὶ ἡμιθανῆ τυγχάνοντα, Σοὶ τῇ ἐλπίδι ἀπηλπισμένων κατέφυγε· καὶ γόνυ κλίνας πρὸ τῆς Εἰκόνος Σου, ἐν πανδήμῳ δεήσει μετᾶ δακρύων, τὴν τοῦ κινδυνεύοντος ἠτήσατο ἴασιν, Σὺ δὲ Παρθένε, εὐσπλαχνίας ὑπάρχουσα πέλαγος, καὶ ἰαμάτων πηγὴ ἀνεξάντλητος, ὑγιᾶ ἐν αὐτῇ τῇ ὥρᾳ τοῦτον ἐποίησας, ἀποπληξίας τὰ συμπτώματα, ὁλοτελῶς ἐξαλείψασα. Ἀλλὰ Δέσποινα Θεοτόκε ὡς τότε τούτῳ, καὶ ἡμῶν πᾶσαν νόσον θεράπευσον Σαῖς πρεσβείαις, ψυχῆς τε καὶ σώματος.
Ἦχος πλ α΄
Κήρυκες τῶν Σῶν ὑπὲρ φύσιν θαυμάτων γνωρίζονται, οἱ ἐν κινδύνοις θαλάσσης ἀρωγόν Σε εὐρίσκοντες· ἐν γὰρ νυξὶ ζοφεραῖς, ἐν μέσῳ τοῦ πελάγους, τρικυμίαις κυμάτων καὶ καταιγῖσι παλαίοντες, τὴν Σὴν βοήθειαν ἐπικαλοῦνται ὀφθαλμοφανῶς δὲ ὁρῶσί Σε ἐν μέσῳ αὐτῶν, τοὺς τῶν πλοίων οἴακας χειριζομένην, καὶ ἀσφαλῶς ὁδηγοῦσαν, πρὸς λιμένα Σου τὸν εὔδιον· ὑπερφυῶς δὲ σωζόμενοι, τῇ σεβασμίᾳ Εἰκόνι Σου ἐν Μυρτιδίοις προσπίπτουσι, δάκρυσιν εὐγνωμοσύνης αὐτὴν καταβρέχοντες. Ἀλλὰ καὶ ἡμᾶς τοὺς ὑμνοῦντάς Σε, Πανύμνητε Θεοτόκε, τρικυμιῶν καὶ κλυδώνων, αἰσθητῶν καὶ νοητῶν ἐξάρπασον, καὶ πρὸς θείους καὶ εὐδίους λιμένας, τὰς ψυχὰς ἡμῶν ὀδήγησον.
Ἦχος πλ β΄
Λοιμὸν τὸν πανώλευρον, τὸν ἐν τῇ Νήσῳ Κρήτῃ ἐνσκήψαντα, θαυματουργοῦσα ἐκώλυσας, καταλαβεῖν τὰ Κύθηρα. Μαρτυρεῖ ἀψευδῶς γὰρ τὸ μέγα Σου θαῦμα, ὁ ἐν τῷ Φρουρίῳ φυλάττων τὴν σεβασμίαν Εἰκόνα Σου, ἀξιωθεὶς παραδόξου ὁράματος. Ὀφθαλμοφανῶς γὰρ κατεῖδε, φλόνα μεγάλην πυρός, ἐκ Κρήτης ὁρμωμένην, καὶ πρὸς τὴν Νῆσον σπεύδουσαν. Σὲ δὲ πανένδοξε Θεοτόκε, τῇ μορφῇ σεβασμίαν καὶ μελανειμονοῦσαν, πανσθενεῖ Σου νεύματι, τῆς Νήσου ταύτην μακράν ἀπελαύνουσαν. Ὅθεν τὸ θαῦμά Σου γέγονε τοῖς Κυθηραίοις πολυθρύλητον, ὡς τῆς εὐνοίας Σου δεῖγμα, καὶ προστασίας τεκμήριον. Ἀλλὰ καὶ νῦν ὡς τότε, ἐκ πάσης λοιμῶν καὶ κινδύνων ἀπειλῆς, τὸν κόσμον Σου διαφύλαττε, ταῖς εὐπροσδέκτοις πρὸς Κύριον πρεσβείαις Σου.
Ἦχος Βαρὺς
γάπησας Θεοτόκε, ὥσπερ φιλόστοργος Μήτηρ τὴν Νήσον ἡμῶν, καὶ ταύτῃ, τὴν κραταιάν Σου, κατὰ βαρβάρων παρέσχες ἀντίληψιν, Πειρατῶν, τὴν ἀήττητον, ἐκπλαγέντων ἰσχύν Σου˙ ἀπειλὰς γὰρ τὰς τούτων ἀπράκτους ἀπέδειξας καὶ κακοὺς ἐκ τῆς Νήσου, κακῶς ἐξεδίωξας θαυματουργοῦσα δὲ ξένως, τὸ ἀργυροῦν τῆς σεπτῆς Σου Εἰκόνος περίβλημα, ἐξ ἱεροσύλων αὐτῶν χειρῶν διεφύλαξας. Ἀλλὰ καὶ νῦν ὥσπερ πάλαι, εὐλογημένη Παρθένε Ἄχραντε, ἐπιβουλὰς ὁρατῶν τε καὶ ἀοράτων ἐχθρῶν, τὰς καθ’ ἡμῶν διασκέδασον, καὶ τὴν ἐξ ὕψους δύναμιν, παράσχου ταῖς ψυχαῖς ἡμῶν.
Δόξα. Καὶ νῦν. Ἦχος πλ δ΄.
Στέφανον ἐξ ἀκηράτων ἀνθέων, καὶ μυρσινῶν πανευόσμων, τῇ Σῇ, προσφέρομεν πανσέπτῳ Εἰκόνι, οἱ Σὲ Προστάτιν εἰδότες Θεοχαρίτωτε· καὶ πνευματικῶν ἐκ λειμώνων, τὰ τοῦ Πνεύματος ἄνθη δρεψάμενοι, τῇ ἱερᾷ Σου προσάγομεν ἐορτῇ, καὶ ἀνυμνοῦντες Σε μέλπομεν· Χαῖρε ἡ Εὐεργέτις καὶ Προστάτις ἡμῶν καὶ παντὸς τοῦ Κόσμου˙ Χαῖρε τῆς εὐσπλαχνίας τὸ πέλαγος, καὶ τοῦ θείου ἐλέους ἡ ἄβυσσος· Χαῖρε ἡ τῶν θαυμάτων ἀένναος κρήνη, καὶ ἰαμάτων πηγὴ ἀνεξάντλητος· Χαῖρε ἡ πᾶν δώρημα τέλειον, ἄνωθεν ἡμῖν καταπέμπουσα, ἡ καὶ τὴν Νῆσον ἡμῶν κινδύνων καὶ λυπηρῶν διασώζουσα. Μὴ διαλείπῃς πρεσβεύειν τῷ σῷ Υἱῷ καὶ Θεῷ εἰρήνην τῷ Κόσμῳ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Εἶτα τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον, αἱ συνήθεις παρὰ τοῦ ἱερέως εὐχαί. Ἀπόλυσις τῆς Λιτῆς.
Ο ΟΡΘΡΟΣ
Μετὰ τὴν πλήρωσιν τοῦ Ἐξάψαλμου, ψάλλομεν τὸ Θεός Κύριος τετράκις εἰς ἦχον Τέταρτον ἐπείσακτον εἱρμολογικόν μετὰ τῶν στίχων αὐτοῦ.
(1) Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἄγιον αὐτοῦ.
(2) Πάντα τὰ ἔθνη ἐκύκλωσαν με καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτοῦς.
(3) Παρὰ Κυρίου έγένετο αὔτη καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Ἀπολυτίκιον.Ψάλλομεν ἐκ τρίτου. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.
ΚΑΘΙΣΜΑΤΑ
Τῆς Πρῶτης Στιχολογίας.
Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
νατέταλκεν ἰδού, σήμερον ἔαρ νοητόν, ἐν εὐσήμῳ ἑορτῇ τῆς Θεοτόκου καὶ τερπνῶς, εὐωδιάζει τὴν Νῆσον τῶν Κυθηραίων· χάριν ἐφαπλοῖ, τὴν Οὐράνιον, πᾶσι τοῖς φαιδρῶς ἐορτάζουσι, καὶ τὴν Αὐτῆς Εἰκόνα προσκυνοῦσι, τὴν σεβασμίαν καὶ μέλπουσι· Παρθένε χαῖρε, τῶν Κυθηραίων, δόξα τεῖχος καὶ σκἐπη.
Δόξα. Ὀμοιον.
Κολυμβήθρα Σιλωάμ, τοῖς Κυθηραίοις ἀληθῶς, ἀνεδείχθη καὶ πηγὴ, τῶν ἰαμάτων ὁ Ναός, τῆς Παναγίας ΠαρΘένου ἐν Μυρτιδίοις, λύσιν γὰρ ἐκεῖ, ὁ παράλυτος, νόσου τῶν δεσμῶν ἐκομίσατο, καὶ σὺν αὐτῷ σκιρτῶσιν αἱ χορεῖαι, τῶν ἰαθέντων καὶ μέλπουσι· Παρθένε χαῖρε, τῶν ἰαμάτων, κρῆνη ὄντως πλουσία.
Καὶ νῦν. Ὀμοιον.
ξ εὐνοίας Σου πολλῆς, τῷ Κυθηραίων εὐσεβεῖ, ἀπεκάλυψας λαῷ τὴν Σὴν Εἰκόνα θαυμαστῶς, στεφανουμένην τοῖς ἄνθεσι τῆς μυρσίνης, κρήνην δαψιλῆ τῶν ἰάσεων, χάριτος πηγήν, ὡς ἀκένωτον˙ εὐχαριστοῦντες ὅθεν Σοι τὸν ὕμνον χαρμονικῶς ἀναμέλπομεν· Παρθένε χαῖρε, τῶν Κυθηραίων, θεῖον ἄφθιτον κλέος.
Τῆς Δευτέρας Στιχολογίας.
Ἦχος γ΄. Τὴν ὡραιότητα.
Σήμερον ἅπασα, Νῆσος ἀγάλλεται, τῆ πανηγύρει Σου, Θεοχαρίτωτε, καὶ ἐν κυμβάλοις ψαλμικοῖς, βοᾶ Σοι εὐφραινομένη˙ Χαῖρε ἡ ἀπόπληκτον, θαυμαστῶς θεραπεύσασα, Χαῖρε ἡ τοῖς κάμνουσι, δωρουμένη τὴν ἴασιν· Κυθήρων χαῖρε δόξα καὶ κλέος, χαῖρε ἡ Κεχαριτωμένη.
Δόξα. Ὀμοιον.
Νῦν προφητόφθεγκτος, ρῆσις πεπλήρωται, ἀντὶ κονίζης γάρ, ἀνέβη εὔοσμος, μυρσίνη δεῖγμα θεϊκῆς, εὐνοίας Κυθήρων Νήσῳ˙ αὕτη εὐσεβείᾳ γάρ, κοσμουμένη ἠξίωται, ὄλβον ὡς Οὐράνιον, τὴν Εἰκόνα Σου δέξασθαι, Παρθένε καὶ συμφώνως βοᾶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Καὶ νῦν. Ὀμοιον.
πισκιάσει Σου, ἡ πρώην ἄσημος, νησὶς δεδόξασται, Ἄχραντε Δέσποινα, τῶν Κυθηραίων ταύτῃ γάρ, παρέσχες τὴν Σὴν Εἰκόνα· θεῖον ὡς θησαύρισμα, καὶ πηγὴν ἁγιάσματος, ὄθεν Ἀειπάρθενε, συγκαλεῖ, Κτίσιν ἄπασαν, συμφώνως Σοι τὸν ὕμνον βοῆσαι· Χαῖρε ἡ Κεχαριτωμένη.
ΠΟΛΥΕΛΕΟΣ
Ὡς Πολυέλεος ψάλλεται ὁ 44ος ψαλμὸς τοῦ Ψαλτηρίου, ἢ ἀντὶ τούτου ἡ Ἐκλογὴ (Θεοδώρου Φωκαέως †1851)
Λόγον ἀγαθόν. Ἀλληλούϊα.
ξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Χαῖρε Παντάνασσα Πανύμνητε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ. Ἀλλυλούϊα.
Λέγω ἐγὼ τὰ ἔργα μου τῷ βασιλεῖ. Χαῖρε Βασίλισσα τῶν Ἀγγέλων, Δέσποινα τοῦ Κόσμου. Ἀλλυλούϊα.
γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Χαῖρε τῶν Προφητῶν τὸ κήρυγμα, Πατριαρχῶν ἡ δόξα. Ἀλλυλούϊα.
ραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Χαῖρε ἀγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα. Ἀλλυλούϊα.
ξεχύθη χάρις ἐν χείλεσίν σου. Χαῖρε ἄσπιλε, ἀμόλυντε, ἄφθορε Παναγία. Ἀλλυλούϊα.
Διὰ τοῦτο εὐλόγησέν σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε ἡ ἀπηλπισμένων ἐλπὶς καὶ τῶν πολεμουμένων βοήθεια. Ἀλλυλούϊα.
Περίζωσαι τὴν ῥομφαίαν σου ἐπὶ τὸν μηρόν σου, Δυνατέ. Χαῖρε Κεχαριτωμένη ὁ Κύριος μετὰ Σοῦ καὶ διὰ Σοῦ μεθ’ ἡμῶν. Ἀλλυλούϊα.
Τῇ ὡραιότητί Σου καὶ τῷ κάλλει Σου. Χαῖρε εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου.
Καὶ ἔντεινον καὶ κατευοδοῦ καὶ βασίλευε. Χαῖρε Παρθένε Θεοτόκε ἐν γυναιξὶν εὐλογημένη. Ἀλλυλούϊα.
νεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης. Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, ὁ Κύριος μετὰ Σοῦ τῶν Δυνάμεων. Ἀλλυλούϊα.
Διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς εἰς τὸν αἰῶνα. Χαῖρε Θρόνε πυρίμορφε τῶν τετραμόρφων ὑπερενδοξοτέρα. Ἀλλυλούϊα.
λαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους Σου. Χαῖρε Μαρία Κυρία πάντων ἡμῶν, Χαῖρε Μῆτερ τῆς ζωῆς. Ἀλλυλούϊα.
Παρέστη ἡ Βασίλισσα Ἐκκλησίας δεξιῶν Σου. Χαῖρε ὑπερευλογημένη, ὑπερδεδοξασμένη. Ἀλλυλούϊα.
Περιβεβλημένη, πεποικιλμένη. Χαῖρε Ἄχραντε Θεοτόκε, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν. Ἀλλυλούϊα.
κουσον θύγατερ καὶ ἴδε καὶ κλῖνον τὸ οὗς Σου. Χαῖρε Παράδεισε ἁγιώτατε, χαῖρε Νύμφη ἀνύμφευτε. 'Αλληλούϊα.
Καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ πατρός Σου. Χαῖρε ἁγία, ἁγίων μείζων, χαῖρε Νύμφη ἀνύμφευτε. ᾽Αλληλούϊα.
Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Παναγία Παρθένε ἐπάκουσον, τῆς φωνῆς τοῦ ἀχρείου ἱκέτου Σου, στεναγμοὺς τῆς καρδίας προσφέρειν Σοι, ἁεννάως εὐόδωσον Δέσποινα. ᾽Αλληλούϊα.
Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. Παναγία Παρθἐνε Θεόνυμφε, τὴν οἰκτρὰν λειτουργίαν μου πρόσδεξαι, καὶ Θεῷ τῷ εὐσπλάχνῳ προσάγαγε, ὄπως χαίρων δοξάζω Σε Πάναγνε. ᾽Αλληλούϊα.
Δόξα Πατρί καὶ Υἱῷ καὶ ῾Αγίῳ πνεύματι, καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων, Ἀμήν. Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς ἀπὸ πάσης ἁνάγκης καὶ θλίψεως.
λληλούϊα. Ἀλληλούϊα. Ἀλληλούϊα.
ΚΑΘΙΣΜΑΤΑ ΜΕΤΑ ΤΟΝ ΠΟΛΥΕΛΕΟΝ
Ἦχος πλ δ΄. Τὴν Σοφίαν καὶ λόγον.
Παραλύτῳ τὴν ρῶσιν, Μῆτερ Θεοῦ, θαυμαστῶς ἐδωρησω, καὶ τῶν δεσμῶν, αὐτὸν ἠλευθέρωσας, Μυρτιδίων ἐν Οἴκῳ Σου· καὶ τὸν ἀποπληξίᾳ νοσήσαντα ἔσωσας, ἐπικαμφθεῖσα θρήνοις, λαοῦ καὶ δεήσεσι· πλείστοις ἀσθενοῦσι, τὴν ὑγείαν παρέσχες, καὶ πάντας ἐξήγαγες, δυσχερῶν περιστάσεων, Κυθηραίους βοῶντάς Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα Σου.
Δόξα. Ὀμοιον.
Πειρατῶν ἁπεκρούσω, τὰς προσβολάς. Ἀνομβρίας τε ἔλυσας τὸν αὐχμόν, καὶ θαύματι Φρούριον, τῶν Κυθῆρων διέσωσας, τῆς κεραυνῶν μανίας, λιμοὺς ἀπεσόβησας, ἐπιδρομῆς τε Τούρκων, τὴν Νῆσον ἐφύλαξας, νόσων λοιμικῶν τε. Παραδόξως ἐρύσω, δι' ὃ χαριστήρια, Σοὶ κροτοῦμεν ἐφύμνια, ἐκ βαθέων βοῶντές Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἰκόνα Σου.
Καὶ νῦν. Ὀμοιον.
Τὴν ἁγίαν Σου κλῆσιν Μῆτερ Θεοῦ εὐσεβεῖς Κυθηραῖοι πανευλαβῶς, ἐν χείλεσιν ἔχομεν, καὶ φωνοῦντες Σε πάντοτε, δυσχερειῶν τοῦ βίου, κινδύνων καὶ θλίψεων, ἀσθενειῶν ποικίλων, καὶ νόσων λυτρούμεθα· Σὲ γάρ προστασίαν, ἐν νυκτὶ καὶ ἡμέρᾳ Παρθένε γινώσκομεν, καὶ ταχεῖαν ἀντίληψιν, καὶ συμφώνως βοῶμέν Σοι· πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς εὐλαβῶς προσκυνοῦσι, τὴν σεπτὴν Εἱκόνα Σου.
ΟΙ ΑΝΑΒΑΘΜΟΙ
Τὸ πρῶτων Ἀντίφωνον τοῦ Τετάρτου ἤχου.
Προκείμενον: Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου, ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη.
Στίχος: Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εῖτα τὸ Πᾶσα πνοή Εὖαγγέλιον τὸῦ Ὄρθρου, Ἐκ τοῦ κατὰ Λουκᾶν. Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μριάμ. Εἶτα ὁ Ν΄ Ψαλμὸς χῦμα. Δόξα. Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεήμων. Καὶ νῦν. Τὸ αὐτό.
Στίχος: Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἰδιόμελον. Ἦχος πλ β΄.
Σήμερον ἡ Οἰκουμένη πᾶσα, ταῖς τῆς Θεοτόκου αὐγάζετε ἁκτῖσι, καὶ τῶν Κυθηραίων ἡ Νῆσος, τοῖς ἄνθεσι ὡραϊζομένη, μυρσίνης ἀναμέλπει· Παρθένε Ἁγνή, Ὀρθοδόξων τὸ καύχημα, μὴ διαλείπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς τὸν Κύριον.
Εἷτα: Σῶσον ὁ Θεὸς τὸν λαόν Σου. Ἐκφώνησις. Ἐλέει καὶ ὁἰκτιρμοῖς.
Ο ΚΑΝΩΝ
Οὖ ἡ Ἀκροστιχὶς, ἄνευ τῶν Εἱρμῶν, Κυθηραίων ὑμνῶ Μυρτιδιώτισσαν κλέος.
Ἦχος α΄.
ᾨδὴ α΄. Ὁ Εἱρμὸς.
Πεποικιλμένη τῇ θείᾳ δόξῃ, ἡ ἱερὰ καὶ εὐκλεής, Παρθένε Μνήμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστούς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ἄδοντας Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.
Καλλιεπείας παράσχου λόγον, ὁ τῆς Σοφίας χορηγός, ἐξ ὕψους πέμπων μοι, Θρόνου τοῦ ἀστέκτου Σου, Σοφίαν πάρεδρον Χριστέ, ὅπως ἄσω ἐν ὠδαῖς, τὴν Κυθηραίων Προστάτιν, καὶ Σὴν Ἄχραντον ὑπερφυῶς, Μητέρα ὅτι δεδόξασται.
μνολογεῖ Σε Κυθήρων Νήσου, ὁ ευλαβέστατος λαός, ἐνθέοις ἄσμασιν, ὅτι τὴν Εἰκόνα Σου, νῦν ἐφανέρωσας αὐτῷ, καὶ ἐξίσταται ὁρῶν, τὴν ἐπ’ αὐτῷ εὔνοιάν Σου· πηγήν Σε γάρ πάντων ἀγαθῶν, γινώσκει Ἄχραντε Δέσποινα.
Δόξα.
Θαυματουργοῦσα βραβεύεις ρῶσιν, τῷ παραλύτῳ ὑπὲρ νοῦν, Παρθένε Ἄχραντε, πίστει δεομένῳ Σου, ἐν Μυρτιδίων τῷ Ναῷ καὶ ὡς ἔλαφος σκιρτῶν, ὑμνολογεῖ Σου τὸ θαῦμα πηγὴν ἄφθονον τῶν δωρεῶν, κηρύττων καὶ μεγαλύνων Σὲ.
Καὶ νῦν.
μφιεσμένη τὴν θείαν δόξαν, τῶν Κυθηραίων ἡ νησίς, ἡ πρώην ἄδοξος, ὤφθη τῆς Εἰκὁνος Σου, τῆ φανερώσει θαυμαστῶς, καὶ κινδύνων διὰ Σοῦ, καί πειρασμῶν ἐκλυτροῦται· διὸ ὕμνον Σοι ἀναβοᾷ ἐνδόξως ὅτι δεδόξασται.
ᾨδὴ γ΄. Ὁ Εἱρμὸς.
δηιμιουργικὴ καὶ συνεκτικὴ τῶν ἀπάντων, Θεοῦ Σοφία καὶ Δύναμις ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ˙ μόνος γὰρ εἶ Ἅγιος, ὁ ἐν Ἁγίοις ἀναπαυόμενος.
Ρωσθεὶς ὑπερφυῶς ὁ ἀποπληξίᾳ νοσήσας, λαοῦ πανδήμοις δεήσεσιν, ἐκβοᾷ σὺν δάκρυσιν, εὐγνωμοσύνης δόξα Σοι Χριστὲ, ὅτι τὴν Τεκοῦσαν Σὲ, τῶν ἰαμάτων πηγὴν ἀνέδειξας.
νάσσουσα τῆς Γῆς καὶ τῶν Οὐρανῶν ἐν Ὑψίστοις, τῇ Σῇ προνοίᾳ ἡὐδόκησας, Κυθηραίων Δέσποινα, ἐπισκιᾶσαι Νῆσον ταπεινήν, ὅθεν Σὲ γεραίρουσα ὑμνολογεῖ Σου τὴν συγκατάβασιν.
Δόξα.
ᾶσαι θαυμαστῶς, τῆς παραφροσύνης ἱκέτην, τὴν Σὴν αἰτοῦντα βοήθειαν˙ Σὲ γὰρ εἶδεν Ἄχραντε ὑπερφυῶς κατ’ ὄναρ ἐν νυκτὶ, σώφρων ὅθεν γέγονεν, ἐγκωμιάζων τὴν εὐσπλαχνίαν Σου.
Καὶ νῦν.
λώλυξε δεινῶς τῶν πειρατευόντων τὰ στίφη, τῇ Σῇ δυνάμει ὀλλύμενα· ἡ δὲ Νῆσος ἅπασα εὐγνωμονοῦσα ὕμνους Σοι βοᾷ, τεῖχος ἀπροσμάχητον, κατ’ ἐναντίων ὁμολογοῦσα Σε.
Μικρὰ Συναπτὴ καὶ Ἐκφώνηισις Ὅτι Σὺ εἶ ὁ Θεὸς ἡμῶν.
Ἡ Ὑπακοή
Μακαρίζομέν Σε πᾶσαι αἱ γενεαὶ Κυθηραίων Παρθένε, την Σὴν γάρ χαριτόβρυτον Εἰκόνα ἡμῖν φανερῶσαι ηὐδόκησας. Μακάριοι ἐσμέν κραταιὰν προστασίαν Σε ἔχοντες· ἡμέρας γὰρ καὶ νυκτὸς πρεσβεύεις ὑπέρ ἡμῶν, καί χαρίτων Σου ἡμᾶς πάντας πληροῖς, ὥσπερ Μήτηρ φιλόστοργος· δι’ ὃ ἀνυμνοῦντες βοῶμεν Σοι· Χαῖρε Κεχαριτωμένη, ὁ Κύριος μετὰ Σοῦ.
ᾨδὴ δ΄. Ὁ Εἱρμὸς.
Ρήσεις Προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωοιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ Σοι ἄβυσσος ἐν ἀγαλλιάσει· τῇ δυνάμειΣου δόξα Φιλάνθρωπε.
Ναύτας ἐλυτρώσω τοῦ κλύδωνος, πρὸς ὅρμον ὁδηγήσασα, τῶν Μυρτιδίων θαυμαστῶς Μήτηρ γὰρ ὑπάρχεις, Χριστοῦ τοῦ λύοντος κλύδωνας, πανισχύρῳ νεύματι. Ὧπερ ἐκβοῶμεν· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
δωρ γῇ διψώσῃ κατήγαγες, αὐχμόν τε διεσκέδασας, λιτανευόντων Σου πιστῶς, πάνσεπτον Εἰκόνα, Ἁγνὴ Θεόνυμφε Δέσποινα, Κυθηραίων πάντοτε καὶ δοξολογούντων, ὡς πηγήν Σε θαυμάτων ἀείρροον.
Δόξα.
Μέλαιναν μορφὴν τῆς Εἰκόνος Σου, πολλάκις ἐνεφάνισας, ἀλλοιουμένην θαυμαστῶς, κύκλῳ τοὺς ἐστῶτας γλυκὺ προσβλέπουσαν Δέσποινα καὶ πίστῶς τὸν ὕμνον Σοι μέλποντας ἐν φόβῳ· τῇ δυνάμει Σου δόξα Θεόνυμφε.
Καὶ νῦν.
Νέαν ἑορτὴν, συστησάμενοι, φαιδρῶς, ἀνευφημοῦμέν Σε, την φανερώσασαν ἡμῖν, δεῖγμα ὡς εὐνοίας, τὴν Σὴν Εἰκόνα τὴν Ἄχραντον, προσκυνοῦντες ταύτην δὲ ἀνυμνολογοῦμεν, τὴν πολλὴν πρὸς ἡμᾶς εὐσπλαγχνίαν Σου.
ᾨδὴ ε΄. Ὁ Εἱρμὸς.
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν Σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον καὶ ἐνυπόστατον. Λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ σωματωθεὶς ἀνέτειλας ἥλιος.
ς θεῖον κειμήλιον ὄντως, τὴν ἱεράν Σου Εἰκόνα κεκτήμεθα, τῶν Κυθηραίων τὰ πλήθη καὶ διάσωσμα, ἣν ἐν μυρσίναις ἡμῖν ἀπεκάλυψας, καὶ ἐδωρήσω θαυμαστῶς· ὅθεν ὕμνοις και ὠδαῖς, πνευματικαῖς ὑμνοῦμέν Σε Δέσποινα.
Μυρσίνης φυτὸν τὸ ὡραῖον, νῦν ἐπαγάλλου σὲ γὰρ ἡρετίσατο, ἡ Θεοτόκος ὡς Θρόνον καὶ παλάτιον, τοῦ παναγίου Αὐτῆς Εἰκονίσματος, καὶ θαυμαστῶς ἁγιασθέν, τὴν Βασίλισσαν φαιδρῶς, τῷ τῶν σῶν κλάδων ἤχῳ μεγάλυνε.
Δόξα.
ψόθεν πεσὼν ἑπὶ λίθων, «Μυρτιδιώτισσα» κράζει «βοήθει μοι», ὁ παιδιαῖς ταῖς ποικίλαις ριπταζὸμενος, καὶ θαυμαστῶς διασώζεται Δέσποινα, Σὺ γὰρ ἐπέστης ταχεινή, εἰς βοήθειαν αὑτοῦ, ὄθεν ὑμνῶν κηρύττει τὸ θαῦμά Σου.
Καὶ νῦν.
Ρημάτων Προφήτου Παρθένε, νῦν ἐπ’ ἐσχατων ὁρῶμεν τὴν ἔκβασιν, ὑπερυψώθη φυτὸν γάρ τὸ πανεύοσμον τῶν μυρσινῶν τὴν Εἰκόνα δεξάμενον τὴν ἱεράν Σου καὶ λαμπρόν, οἰκητήριον αὐτῆς, ἀναδειχθὲν καὶ θρόνος καὶ σύμβολον.
ᾨδὴ ς΄. Ὁ Εἱρμὸς.
λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ τῆς τριημέρου ταφῆς Σου τὸ προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται· σεσωσμένος γάρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα˙ θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.
Τάραχον βιωτικῶν φροντίδων ἐκκλίνωμεν νῦν, τῶν Κυθηραίων τὰ πλήθη καὶ πρὸς τὸν Ἅγιον, δεῦτε Ναὸν Μυρτιδίων ἀναδράμωμεν· ἑστιάτωρ γὰρ ἡ Χαριτώνυμος, δαψιλής ὑπαρχει, ἅπασι προτιθεμένη χάριν την ἄφθονον.
ασιν ἀσθενειῶν, καὶ νόσων πηγάζεις ἀεί, τοῖς ἀσθενοῦσι Παρθένε καὶ τῷ πανσέπτῳ Σου, πίστει ναῷ Μυρτιδίων καταφεύγουσι˙ σεσωσμένοι δὲ τῇ εὐσπλαγχνίᾳ Σου, ἀνιάνων νόσων, ὕμνον Σοι μετὰ φωνῆς αἰνέσεως ἅδουσι.
Δόξα.
Δάκρυσιν ὑμνολογεῖ, το θαῦμα ἐγγύθεν βληθείς, τῇ πυροβόλου βολίδι ὁ εὐλαβέστατος, οὗ τῆς φωνῆς ἐπακούσασα διέσωσας˙ ἡ βολὶς γὰρ μόνου τοῦ ἐνδύματος, ἀψαμένη μόλις, ἄθικτον ὑπερφυῶς Παρθένε κατέλιπε.
Καὶ νῦν.
θυνον πρὸς τοῦ Θεοῦ, τὰς τρίβους, πορείας ἡμῶν, τῶν Σὲ προστάτιν εἰδότων Θεοχαρίτωτε, θείῳ φωτί διανοίας καταυγάζουσα, Οὐρανῶν τε δόξης καταξίωσον, τοὺς θερμῇ τῇ πίστει, ὕμνον Σοι μετά φωνῆς αἰνέσεως ἄδοντας.
Μικρὰ Συναπτὴ καὶ Εκφώνησης Σὺ γὰρ εἶ ὁ Βασιλεύς.
ΚΟΝΤΑΚΙΟΝ
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
ς λαμπρὸν διάδημα, καὶ θεοδώρητον στέφος, τὴν σεπτὴν Εἰκόνα Σου, τῶν Κυθηραίων ἡ Νὴσος, κέκτηται τὴν ἐν μυρσίναις φανερωθεῖσαν Δέσποινα Θεοχαρίτωτε καί συμφώνως, Σοὶ τὸν ὕμνον ἀναμέλπει· Παρθένε χαῖρε πάντων ἡμῶν ἡ χαρά.
Ο ΟΙΚΟΣ
Πειρωμένῳ μοι νῦν διηγήσασθαι Τά κλεινά Σου Παρθένε τεράστια, Οὐρανόθεν σοφίαν κατάπεμψον Ἡ ἀσόφους ἐνθέως σοφίζουσα Καὶ πηγὴ τῆς σοφίας ὑπάρχουσα, Καὶ σαφῶς ἐν ἀνοίξει του στόματος Χάριν λόγου παράσχου μοι Δέσποινα, Ὅπως ἄσω ἐν ὕμνοις γηθόμενος Τῆς σεπτῆς Σου Εἰκόνος τὴν εὕρεσιν, Ἥν εὐνοίας ὡς δεῖγμα δεδώρησαι
Κυθηραίων τῇ Νήσῳ Θεόνυμφε. Καὶ παράσχου ἐξ ὕψους μοι δύναμιν Παραλύτου ὑμνεῖν τὴν ἀνόρθωσιν, Ἀποπλήκτου τὴν ἄρρητον ἴασιν, Ναυτικῶν ἐν κινδύνοις διάσωσιν,
Κεραυνῶν καὶ πυρὸς τὴν κατάσβεσιν, Λοιμικῶν νοσημάτων ἀπέλασιν, Πειρατῶν προσβολῶν τὴν ἀπόκρουσιν, Ἀνομβρίας αὐχμοῦ τὴν κατάπαυσιν, Ἀνιάτως νοσούντων τὴν ἴασιν. Καὶ τὸ πλῆθος ἑτέρων θαυμάτων Σου, Δι' ὧν σκέπη, Προστάτις καὶ Πρόμαχος,
Πολιοῦχος στερρὰ καὶ Προπύργιον, Εὐεργέτις καὶ Μήτηρ φιλόστοργος Κυθηραίων Λαοῦ ἀναδέδειξαι. Ὅθεν πίστει καὶ πόθῳ τὴν ἄπειρον Ἀνυμνῶν πρὸς ἡμᾶς εὐσπλαγχνίαν Σου,
Ἐν ψυχῆς κατανύξει κραυγάζω Σοι.
Παρθένε χαῖρε, πάντων ἡμῶν ἡ χαρά.
ΜΗΝΟΛΟΓΙΟΝ
Τῇ ΚΔ΄ τοῦ Μηνός Σεπτεμβρίου , ἀνάμνησιν ποιούμεθα τῆς θαυμαστῆς ἐν Μυρτιδίοις τῶν Κυθήρων εὑρέσεως τῆς ἱερᾶς καὶ σεβασμίας Εἰκόνος τῆς Παναγίας, Ἀχράντου, Ὑπερευλογημένης, Ἔνδόξου, Δεσποίνης ἡμῶν Θεοτόκου καὶ Ἀειπαρθένου Μαρίας, ἐξ οὖ καὶ Μυρτιδιωτίσσης, τῆς ὑπερφυοῦς ἰάσεως τοῦ Παραλύτου καὶ πάντων τῶν ἀπείρων θαυμάτων, ἅτινα δι' αὐτῆς πᾶσι τοῖς Κυθηραίοις καὶ λοιποῖς μετὰ πίστεως ἐπικαλεσαμένοις τὴν χάριν Αὐτῆς κατὰ καιροὺς ἐτελέσθησαν.
Στίχος. Πόθῳ καὶ χαρᾷ ὁ λαὸς Κυθηραίων
Τὴν τῆς Νήσου ἄγρυπνον ὑμνεῖ Προστάτιν.
Πηγὴν θαυμάτων εἰκάδι ἀοίδῳ ἀμφὶ τετάρτῃ.
ᾨδὴ ζ΄. Ὁ Εἱρμὸς.
ταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ δρόσιζε, τῷ θυμῷ δέ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν Ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
σαννά Σοι κράζει ὁ λαός, Νήσου πάσης Θεοχαρίτωτε, ἐν τῇ θείᾳ μνήμῃ Σου, τὰ βαΐα κατέχων, τῆς μυρσίνης ἐν χερσί, καὶ τὴν Εἰκόνα τὴν Σήν ἐν πίστει κατασπαζόμενος· καὶ Χριστῷ τὸν ὕμνον συμφώνως βοᾷ· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Τεραστίου ξένου καὶ φρικτοῦ, κήρυξ γέγονε Θεονύμφευτε, ὁ νοσῶν ἱκέτης Σου, Σὲ γὰρ εἴδε κατ’ ὅναρ, Οὐρανίῳ Δικαστῇ προσφθεγγομένην ἐν παρρησίᾳ καὶ τὴν ἀπόφασιν, τοῦ θανάτου φεύγει καὶ χαίρων βοᾷ˙ ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Δόξα.
ταμῶς προσψαύει τὴν μορφήν, Σῆς Εἰκόνος τὴν παναιδέσιμον, τῷ δακτύλῳ ἄπιστος, καὶ ἀχρεῖός Σου δοῦλος, ὅν εὐθέως τιμωρεῖς, ἀκατασχέτῳ ροῇ αἱμάτων τῇ ἐκ του τραύματος· μετανοίᾳ ὅθεν βοᾷ συσχεθείς· ὁ δεδοξασμένος τῶν Πατερων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Καὶ νῦν.
Στρατιώτας σώζεις ἀσινεῖς, Φρούριόν τε τὸ ἐν τῇ, Πόλει Σου, κεραυνοῦ πεδήσασα, τὸ πυρίπνοον μένος ὡς Μητρὶ γὰρ τοῦ Θεοῦ, καὶ τῶν ἀψύχων στοιχείων φύσις καθυπακούει Σοι καὶ βοᾷ Κυθήρων λαὸς ἐν χαρᾷ· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄. Ὁ Εἱρμὸς.
Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δὲ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι· τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι καὶ υπερυψοῦμεν, εἰς πάντας τοῦς αἰῶνας.
Στόλους ἀπίστων ἐκδιώκεις, καὶ πληρώματα Πανύμνητε, σώζουσα τὴν Νῆσον θαυμαστῶς πᾶσαν ἀσινῆ τῶν Κυθηραίων δεινοῦ ὀλέθρου καὶ λεῃλασίας, χαρὰν δὲ πᾶσιν, ὑπὲρ νοῦν, βλυστάνουσα τοῖς μέλπουσι˙ τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ναιαν θαύματι ἰᾶσαι, καὶ μανίαν ἐπικίνδυνον, δείξασα Παρθένε θαυμαστῶς δοῦλόν Σου τὸν πρίν, ἐν τοῖς ἄβατοις κρημνοῖς πλανώμενον νῦν σωφρονοῦντα, Εἰκόνος ἔμπροσθεν τῆς Σῆς, καὶ πίστει ἀναμέλποντα τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν καὶ Ἅγιον Πνεῦμα, τὸν Κύριον.
Νᾶμα ζωῆς καὶ σωτηρίας δαψιλῶς Θεοχαρίτωτε βρύει Σου ὀ Πάντιμος Ναὸς πᾶσι τοῖς πιστοῖς, ὃν εὐλαβῶς Σοι λαὸς ἀνὴγειρε τῶν Κυθηραίων, ἐν ὧ ἐστῶτες, ἐν θερμῇ τῇ πίστει ἀναμέλπομεν τὸν Δημιουργὸν μόνον ὑμνοῦμεν οἱ λελυτρωμένοι καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καὶ νῦν.
Κήρυξ τρανὸς τοῦ τεραστίου, Θεοτὸκε ἀναδέδεικται, νεύρων ὁ τῇ νόσῳ συσχεθεὶς ἔτεσι τρισί, καὶ θαυμαστῶς ὑγιὴς γενόμενος ἐν τῷ Ναῷ Σου, χαρᾶς τε θείας ἐμπλησθείς, τὸ θαῦμά Σου ἐδόξαζε, τὸν Δημιουργὸν μέλπων ὑμνοῦμεν, οἱ λελυτρωμένοι, καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
ΚΑΤΑΒΑΣΙΑΙ
ᾨδὴ α΄.
Πεποικιλμένῃ τῇ θείᾳ δόξῃ, ἡ ἱερά καὶ εὐκλεής Παρθὲνε μνὴμη Σου, πάντας συνηγάγετο, πρὸς εὐφροσύνην τοὺς πιστοὺς, ἐξαρχούσης Μαριάμ, μετὰ χορῶν καὶ τυμπάνων, τῷ Σῷ ἄδοντας, Μονογενεῖ, ἐνδόξως ὅτι δεδόξασται.
ᾨδὴ γ΄.
δημιουργικὴ καὶ συνεκτικὴ τῶν ἀπαντων, Θεοῦ Σοφία καὶ δύναμις, ἀκλινῆ ἀκράδαντον, τὴν Ἐκκλησίαν στήριξον Χριστέ· μόνος γὰρ εἷ Ἅγιος, ὁ ἐν Ἀγίοις ἀναπαυόμενος.
ᾨδὴ δ΄.
Ρήσεις προφητῶν καὶ αἰνίγματα, τὴν σάρκωσιν ὑπέφηναν, τὴν ἐκ Παρθένου Σου Χριστέ, φέγγος ἀστραπῆς Σου, εἰς φῶς ἐθνῶν ἐξελεύσεσθαι, καὶ φωνεῖ Σοι ἄβυσσος ἐν ἀγαλλιάσει· τῇ δυνάμει Σου δόξα Φιλάνθρωπε.
ᾨδὴ ε΄.
Τὸ θεῖον καὶ ἄρρητον κάλλος, τῶν ἀρετῶν Σου Χριστὲ διηγήσομαι· ἐξ ἀϊδίου γὰρ δόξης συναΐδιον καὶ ἐνυπὸστατον λάμψας ἀπαύγασμα, παρθενικῆς ἀπὸ γαστρός, τοῖς ἐν σκότει καὶ σκιᾷ, σωματωθεὶς ἀνέτειλας ἥλιος.
ᾨδὴ ς΄.
λιον ποντογενές, κητῷον ἐντόσθιον πῦρ, τῆς τριημέρου Ταφῆς Σου τὸ προεικόνισμα, οὗ Ἰωνᾶς ὑποφήτης ἀναδέδεικται, σεσωσμένος γὰρ ὡς καὶ προυπέποτο, ἀσινὴς ἐβόα· θύσω Σοι μετὰ φωνῆς αἰνέσεως Κύριε.
ᾨδὴ ζ΄.
ταμῷ θυμῷ τε καὶ πυρί, θεῖος ἔρως ἀντιταττόμενος, τὸ μὲν πῦρ ἐδρόσιζε, τῷ θυμῷ δὲ ἐγέλα, θεοπνεύστῳ λογικῇ, τῇ τῶν Ὁσίων τριφθόγγῳ λύρᾳ ἀντιφθεγγόμενος, μουσικοῖς ὀργάνοις ἐν μέσῳ φλογός· ὁ δεδοξασμένος τῶν Πατέρων καὶ ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ᾨδὴ η΄.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Φλόγα δροσίζουσαν Ὁσίους, δυσσεβεῖς δέ καταφλέγουσαν, Ἄγγελος Θεοῦ ὁ πανσθενὴς ἔδειξε Παισί· ζωαρχικὴν δὲ πηγὴν εἰργάσατο τὴν Θεοτόκον, φθορὰν θανάτου, καὶ ζωὴν βλυστάνουσαν τοῖς μέλπουσι· τὸν Δημιουργὸν μὸνον ὑμνοῦμεν, οἱ λελυτρωμένοι καὶ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ἡ Τιμιωτέρα οὐ στιχολγεῖται ἀλλ’ ἀντὶ ταῦτης ψάλλεται ἡ ἐννάτη ᾠδὴ τοῦ Κανόνος μετὰ τῶν Μεγαλυναρίων.
ᾨδὴ θ΄.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καὶ ἐνδοξοτέραν τῶν ἄνω στρατευμάτων.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε Ἄχραντε, παρθενεύει γὰρ τόκος, καὶ ζωὴν προμνηστεύεται θάζνατος. Ἡ μετὰ τοκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σώζοις ἀεὶ Θεοτοκε, τὴν κληρονομίαν Σου.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
Λαμπρότερον ἡλίου καταυγάζει, ἐνδόξως, ἀνατείλασα, Κυθηραίων τήν Νῆσον, ἡ φαιδρά Σου καὶ θεία πανήγυρις, καὶ θυμικῆς εὐφροσύνης, ἀποπληροῖ τοὺς βοῶντας˙ σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
ξ ὕψους ἐφ ἡμᾶς ἐν εὐσπλαγχνίᾳ, Παρθένε νῦν ἐπίβλεψον, ἐφαπλοῦσα τὴν χάριν, ἰαμάτων ψυχῆς τε καὶ σώματος, καὶ συμπαθῶς δεχομένη, Σῶν ὑμνητῶν τὰς δεήσεις, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
ρθρίζοντες φαιδρῶς ἐν τῷ Ναῷ Σου μυρσίνης κλάδοις στέφομεν, τὴν σεπτήν Σου Εἰκόνα, καί αὐτὴν προσκυνοῦντες δεόμεθα· ὡς Μητρικὴν παρρησίαν, πρὸς τὸν Θεὸν κεκτημένη, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμάτων.
Σωθῆναι τοὺς Προστάτιν Σε εἰδότας, τὸν Σὸν Υἱόν ἱκέτευε, Οὐρανῶν Βασιλείας, μετὰ πότμον τυχεῖν καταξίωσον, Σοὺς ὑμνητάς ἐν Ὑψίστοις, σὺν τοῖς Ἀγγέλοις καὶ ταύτην, σῶζε ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.
Δόξα. Τριαδικὸν.
Μεγάλυνον ψυχή μου, τὴν Θεαρχικωτάτην, Τριάδα ἐν Μινάδι, Πατέρα Λόγον Πνεῦμα.
Συμφώνως τὴν ὑπέρθεον Τριάδα, Πατέρα τὸν προάναρχον, τὸν Συνάναρχον Λόγον, καὶ τὸ Ἅγιον Πνεῦμα ὑμνήσωμεν, τῶν Κυθηραίων τὰ πλήθη, ἐν εὐφροσύνῃ, βοῶντα· σῶζε λιταῖς τῆς Παρθένου, Νῆσον τὴν τιμῶσάν Σε.
Καὶ νῦν.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων.
Κηρύττουσιν ἐν στόμασι μυρίοις, τὰ θαύματά Σου Δέσποινα, τιμαλφέστατοι λίθοι, ἡρμοσμένοι τῇ, θείᾳ Εἰκόνι Σου, ἀναθημάτων τε πλήθη, ὡς γὰρ φιλόστοργος Μήτηρ, σώζεις ἀεὶ Θεοτόκε, Νῆσον τὴν τιμῶσάν Σε.
Καταβασία θ΄ ᾠδῆς.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε Ἄχραντε, παρθενεύει γὰρ Τόκος, καὶ ζωὴν προμνηστεύεται θάνατος. Ἡ μετά τόκον Παρθένος, καὶ μετὰ θάνατον ζῶσα, σώζοις ἀεὶ Θεοτόκε τὴν κληρονομίαν Σου.
Μικρὰ Συναπτὴ καὶ Ἐκφώνησις Ὅτι Σὲ αἰνοῦσι πᾶσαι αἱ Δυνάμεις.
Ἐξαποστειλάριον ψάλλομεν ἐκ τρίτου.
Ἦχος γ΄. Ἀπόστολοι ἐκ περάτων.
Φωτί Σου λαμπρυνομένη, τῶν Κυθηραίων ἡ Νῆσος, καὶ τὴν λαμπρὰν ἑορτήν Σου, πανηγυρίζουσα πόθῳ Παρθένε χαῖρε Μαρία, ἐν εὐφροσύνη βοᾷ Σοι.
ΟΙ ΑΙΝΟΙ
Εἰς τοὺς αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ παρόντα προσόμπια.
Ἦχος δ΄. Ὡς γενναίον ἐν Μάρτυσιν.
σματόπλοκον στέφανον, τῇ. Παρθένῳ προσοίσωμεν, Κυθηραῖοι σήμερον ἀγαλλόμενοι, Ταύτης φαιδρῶς ἑορτάζοντες, Εἰκόνος τὴν εὕρεσιν, ἣν κειμήλιον σεπτόν, κεκτημένοι βοήσωμεν, ἀναμέλποντες· τοὺς τιμῶντάς Σε σῶζε Κυθηραίους, ταῖς ἁγίαις Σου πρεσβείαις Θεοχαρίτωτε Δέσποινα.
δοξίας τῆς πρότερον, ἐλυτρώσω τὴν Νῆσόν Σου, καὶ εἰς δόξαν ἔνθεον ἀνεβίβασας, ταύτῃ τὴν θείαν Εἰκόνα Σου, λαμπρῶς φανερώσασα, ἐξ εὐόσμων μυρσινῶν, καὶ θαυμάτων ταῖς λάμψεσι, καταυγάζουσα, Κυθηραίους Προστάτιν Σε εἰδότας, καὶ φαιδρῶς Σέ ἀνυμνοῦντας, Θεοχαρίτωτε Δέσποινα.
Παραλύτῳ ἀνόρθωσιν, ἀποπλήκτῳ τὴν ἴασιν, θαυμαστῶς ἐβράβευσας τῇ Εἰκόνι Σου· Νήσου μακρὰν ἀπεδίωξας, λοιμὸν τὸν πανώλεθρον, καὶ βουλὰς τῶν Πειρατῶν, ὡς ὰρά Πειρατῶν, ὡς ἀράχνην διέλυσας, εὐτεκνίαν τε, γυναιξὶ στειρευούσαις ἐδωρήσω, καὶ νοσοῦσι τὴν ὑγείαν, Θεοχαρίτωτε Δέσποινα.
σπερ Μήτηρ φιλόστοργος, εὐσπλαγχνίας τε πέλαγος, καὶ ἐλέους ἄβυσσος τοὺς προστρέχοντας, πίστει Ναὸν εἰς τὸν Θεῖόν Σου, πληροῖς εὐφροσύνης τε, καὶ γαλήνης ψυχικῆς, ἐφαπλοῦσα τὴν χάριν Σου τὴν σωτήριον, ἐπὶ πάντας τοὺς πόθῳ προσκυνοῦντας, τὴν ἁγίαν Σου Εἰκόνα, Θεοχαρίτωτε Δέσποινα.
Δόξα. Καὶ νῦν. Ἦχος πλ α΄.
ν εὐσήμῳ ἡμέρᾳ τῆς ἐνδόξου Σου Μνήμης, Κεχαριτωμένη Θεόνυμφε, κυθηραῖοι ἅπαντες οἵ τε ἐν τῇ Νήσῳ καὶ οἱ πόρρῳ αὐτῆς διατρίβοντες, ἐν τῷ πανσέπτῳ τῶν Μυρτιδίων Σου Ναῷ οἱ μὲν αἰσθητῶς, οἱ δέ νοερῶς παρίστανται· καὶ κλάδους αἴροντες μυρσινῶν πανευόσμων, τῆς Τιμίας Εἰκὸνος Σου σύμβολα, ταύτην τε μετ’ εὐλαβείας κυκλοῦντες, ἐν ἀγαλλιάσει ψυχῆς ἀναμέλπουσι· Χαῖρε ἡ ὡς ἀετὸς χρυσοπτέρυξ ἡμᾶς ὑπὸ τὰς πτέρυγάς Σου ἐπισυνάγουσα καὶ περιθάλπουσα· Χαῖρε ἡ τὴν σεπτήν Σου Εἰκόνα ὡς Οὐράνιον ὄλβον ἡμῖν δωρησαμένη, καὶ δι’ αὐτῆς τὰς δωρεάς Σου ἡμῖν ἀεννάως προχέουσα· Χαῖρε ἡ πληθὺν ἰαμάτων καὶ τῶν θαυμάτων ἡμῖν, ὑπερφυῶς ἐπομβρίζουσα, καὶ τοὺς θερμῶς Σε φωνοῦντας παντὸς κινδύνου ἐξαίρουσα. Ἀλλ’ ὦ Πανύμνητε Θεοτόκε Παρθένε, Κυθηραίων ἡ δόξα, ὑπὲρ ἡμῶν τὸν ἐκ Σοῦ γεννηθέντα ἱκέτευε, ὅπως δωρήσηται ἡμῖν ἱλασμὸν τῶν πταισμάτων, καὶ Βασιλείαν τὴν Οὐράνιον.
Δοξολογία Μεγάλη. Ἀπολυτίκιον Λαοὶ νῦν κροτήσωμεν.
Ἀπὀλυσις τοῦ Ὄρθρου.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Ἀντίφωνα τῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου.
Ἀντίφωνον Α΄.
Ταῖς πρεσβείαις τῆς Θεοτόκου Σῶτερ σῶσον ἡμᾶς.
Ἀλαλάξατε τῷ Κυρίῳ πᾶσα ῆ γῆ.
Ἐξομολογεῖσθε Αὐτῷ, αἰνεῖτε τὸ ὄνομα Αὐτοῦ.
Ἐν πόλει Κυρίου τῶν Δυνάμεων, ἐν πὸλει τοῦ Θεοῦ ἡμῶν.
Ἐγεννήθη ἐν εἰρήνῃ ὁ τόπος Αὐτοῦ, καὶ τὸ κατοικητὴριον Αὐτοῦ ἐν Σιών.
Δόξα. Καὶ νῦν.
Ἀντίφωνον Β΄.
Σῶσον ἡμᾶς Υἱὲ Θεοῦ ὁ ἐν Ἁγίοις θαυμαστός, ψάλλοντας Σοι Ἁλληλούϊα.
Ἀγαπᾶ Κύριος τάς πύλας Σιών ὑπέρ πάντα τὰ σκηνώματα Ἰακῶβ.
Δεδοξασμένα ἐλαλήθη περὶ Σοῦ ἡ πόλις τοῦ Θεοῦ.
Ὁ Θεὸς ἐθεμελίωσεν αὐτὴν εἰς τὸν αἰῶνα.
Ἡγίασε τὸ σκήνωμα Αὐτοῦ ὁ Ὕψιστος.
Δόξα. Καὶ νῦν.
Ὁ Μονογενὴς Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ.
Ἀντίφωνον Γ΄.
τοίμη ἡ καρδία μου ὁ Θεός, ἑτοίμη ἡ καρδία μου.
Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέ μοι;
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχύ προκατάλαβε.
Λαοί νῦν κροτήσωμεν, δεῦτε τὰς χεῖρας πιστῶς, καὶ ἄσωμεν ἄσμασι, τῇ Θεομήτορι, ἐν πόθῳ, κραυγάζοντες˙ Χαῖρε ἡ προστασία πάντων τῶν δεομένων, Χαῖρε ἡ σωτηρία, τῶν τιμώντων Σε πόθῳ, Χαῖρε ἡ τῷ παραλύτῳ, τὴν ἴασιν βραβεύσασα.
Μικρὰ Εἴσοδος. Δὲῦτε προσκυνήσωμεν. Μετὰ τὴν Εἴσοδον ἀπολυτίκιον τὸ ἀνωτέρω.
Κοντάκιον τῆς Λειτουργείας
Ἦχος γ΄. Ἡ Παρθένος σήμερον.
ς λαμπρὸν διάδημα, καὶ θεοδώρητον στέφος, τὴν σεπτὴν Εἰκόνα Σου, τῶν Κυθηραίων ἡ Νὴσος, κέκτηται τὴν ἐν μυρσίναις φανερωθεῖσαν Δέσποινα Θεοχαρίτωτε καί συμφώνως, Σοὶ τὸν ὕμνον ἀναμέλπει· Παρθένε χαῖρε πάντων ἡμῶν ἡ χαρά.
Εἶτα τὸ Τρισάγιον καὶ ὁ Ἀπόστολος.
Προκείμενον.
Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι μου.
Στίχος. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης Αὐτοῦ, ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαὶ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα (θ΄ 1-7).
δελφοί, εἶχεν ἡ πρώτη σκηνὴ δικαιώματα λατρείας τό τε Ἅγιον κοσμικόν. σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία καὶ ἡ τράπεζα καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. μετὰ δὲ τὸ δεύτερον καταπέτασμα σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον καὶ τὴν κιβωτὸν τῆς διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσῆ ἔχουσα τὸ μάννα καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα καὶ αἱ πλάκες τῆς διαθήκης, ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον· περὶ ὧν οὐκ ἔστι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων εἰς μὲν τὴν πρώτην σκηνὴν διὰ παντὸς εἰσίασιν οἱ ἱερεῖς τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Ἀλληλουάριον Ἀποστόλου, ἦχος πλάγιος δ΄.
Παρέστη ἡ Βασίλισσα Ἐκκλησίας δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλιμένη πεποικιλμένη.
Στίχος. Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.
Εὐαγγέλιον κατά Λουκᾶν ι΄ 38-42
Τῷ καιρῷ εἰσῆλθεν ὁ Ἰησοῦς εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἴκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε· Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς· Μάρθα Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.
Εἰς τὸ Ἐξαιρέτως Καταβασία τῆς θ΄ ᾠδῆς τοῦ Κανόνος μετὰ τοῦ Μεγαλυναρίου ὡς ἑξῆς:
Ἦχος α΄.
Μεγάλυνον ψυχή μου, τὴν τιμιωτέραν, καί ἑνδοξοτέρα τῶν ἄνω στρατευμύτων.
Νενίκηνται τῆς φύσεως οἱ ὅροι, ἐν Σοὶ Παρθένε Ἄχραντε, παρθενεύει γάρ Τόκος, καὶ ζωην προμνηστεύεται θάνατος· μετὰ Τόκον Παρθένος καὶ μετὰ θάνατον ζῶσα, σώζοις ἀεὶ Θεοτόκε, τὴν κληρονομίαν Σου.
Εἰς τὰ Δίπτυχα τὸ ἑπόμενον
ΜΕΓΑΛΥΝΑΡΙΟΝ
Χαῖρε ἡ ἐν πόαις τῶν μυρσινῶν, τὸ Εἰκόνισμά Σου, φανερώσασα θαυμαστῶς, ἄγκυραν ἐλπίδος πηγὴν θείων θαυμάτων καὶ καύχημα Κυθήρων Ἄχραντε Δέσποινα.
Κοινωνικόν. Ποτήριον σωτηρίου λήψομαι, καὶ τῷ ὄνομα Κυρίου ἐπικαλέσομαι.
Εἴδομεν τὸ φῶς τὸ ἀληθινὸν.
Εἴη τὸ ὄνομα Κυρίου εὐλογημένον.
ΑΠΟΛΥΣΙΣ
http://analogion.gr/glt/texts/Sep/24b.uni.htm


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου