Σάββατο, 25 Μαΐου 2019

ΟΣΙΟΥ ΙΩΑΝΝΟΥ ΤΟΥ ΡΩΣΟΥ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ


(ποίημα Δανιὴλ Μοναχοῦ)

Ψαλμὸς ῥμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνῃ σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι.Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ΄ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα. Γνώρισόν μοι Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλός σού εἰμι.

Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. (Τετράκις)

Ἦχος δ' (Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ)
Τῷ Ἰωάννῃ, οἱ πιστοὶ νῦν προσδράμωμεν, οἱ ἐν δεινοῖς καὶ συμφοραῖς, καὶ προσπέσωμεν, ἐν εὐσεβείᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Ὅσιε, βοήθησον, ἐφ' ἡμῖν σοῖς ἱκέταις, πρόφθασον καὶ λύτρωσαι τῆς παρούσης ἀνάγκης, μὴ παραβλέψῃς δέησιν οἰκτρὰν τῶν προσφευγόντων τῇ σκέπῃ σου, Ἅγιε.
Δόξα πατρί…. «Ἀπολυτικὸν»
Ἦχος δ' (Ταχὺ προκατάλαβε)
Ἐκ γῆς ὁ καλέσας σε, πρὸς οὐρανίους μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ σκῆνός σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε σωθῆναι τάς ψυχὰς ἡμῶν.

Δευτέρα, 30 Ιουλίου 2018

Ἀκολουθία ΠΑΝΑΓΙΑΣ ΔΑΜΑΝΔΡΙΟΥ Λέσβου

Ψαλλομένη τῇ 23η Αὐγούστου

Ποίημα Γεωργίου Γαλανόπουλου
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Εἰκόνος δ΄. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἀνέτειλε σήμερον φαιδρῶς, ἡμέρα ἑόρτιος, ἐν ᾗ πιστῶν σπεύδει ἄθροισμα, ψαλμοῖς τιμήσασθαι, ἐν τῇ Δαμανδρίου, μάνδρᾳ θαυματόβρυτον, Εἰκόνα Θεοτόκου τὴν ἔνθρονον, φωτὶ ἀστράπτουσαν, πόθῳ κράζον· Μητροπάρθενε, μὴ ἐλλίπῃς Υἱῷ Σου πρεσβεύουσα.(Δίς).
Πανήγυριν ἄγει ἱεράν, Δαμανδρίου πάνσεπτος, Μονὴ τιμῶσα ἐν ᾄσμασιν, Εἰκόνα πάντιμον, τῆς Μητρὸς Κυρίου, καὶ πίστοι φιλέορτοι, προστρέχουσιν αὐτὴν κατασπάσασθαι, καὶ ἐξαιτήσασθαι, καρδιῶν πόθων ἐκπλήρωσιν, καὶ τὰ κρείττω, ἃ δωρεῖ Πανύμνητε.
Εἰκών Σου Ἁγνὴ ἡ θαυμαστή, τὰς βαθμίδας κλίμακος, τοῖς ποθητῶς ἀναβαίνουσι, πρὸς θείαν μάνδραν Σου, ἀσπασθῆναι ταύτην, βρύει τὰ ἰάματα, ἰᾶται τοὺς νοσοῦντας καὶ δαίμονας, ἐλαύνει τάχιστα, ἐπομβρίᾳ τῶν χαρίτων Σου· διὸ ὕμνοις Σὲ Παρθένε μέλπομεν.
Δόξα. Ἦχος δ΄.
Δεῦτε ἅπαντες φιλέορτοι, τιμήσωμεν θεοτερπέσιν ᾠδαῖς, τὴν πανθαύμαστον Εἰκόνα τῆς Θεομήτορος, ἐν τῇ Δαμανδρίου Μονῇ, τὸ χαῖρε τοῦ Ἀρχαγγέλου ἀνακράζοντες, τῇ Κεχαριτωμένῃ Κόρῃ· καὶ γὰρ Αὕτη παρέχει τοῖς πιστοῖς, πλουσιόδωρον χάριν, εὐλογίαν καὶ ἁγιασμόν, ὡς εὐσυμπάθητος τῷ βροτείῳ φυράματι· διὸ ἀσπασώμεθα ταύτην, καὶ ἀρυσώμεθα ἐξ αὐτῆς, νοσημάτων θεραπείαν, πειρασμῶν ἐκλύτρωσιν, θλίψεων μάκρυσιν, καὶ πάντων τῶν δυσμενῶν ἀπαλλαγήν, αἰτούμενοι εὐλαβῶς, τὴν πρὸς τὸν μονογενῆ Της Υἱὸν πρεσβείαν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Δεῦτε ἀνυμνήσωμεν λαοί, τὴν Παναγίαν Παρθένον ἁγνήν, ἐξ ἧς ἀρρήτως προῆλθε, σαρκωθεὶς ὁ Λόγος τοῦ Πατρός, κράζοντες καὶ λέγοντες· εὐλογημένη Σὺ ἐν γυναιξί, μακαρία ἡ γαστήρ, ἡ χωρήσασα Χριστόν. Αὐτοῦ ταῖς ἁγίαις χερσί, τὴν ψυχὴν παραθεμένη, πρέσβευε Ἄχραντε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Δεῦτε τὴν ἱεράν, Εἰκόνα τῆς Παρθένου, τιμήσωμεν ἐν ὕμνοις, χορεῖαι φιλεόρτων, τὸ χαῖρε ταύτῃ κράζοντες.
Στ. Ἡγίασε τὸ σκήνωμα αὐτοῦ ὁ Ὕψιστος.
Μάνδρα Σου ἡ σεπτή, τοῦ Δαμαδρίου Κόρη, ὑμνεῖ Σε γηθοσύνως· διὸ αὐτὴν μὴ παύσῃ, ἀεὶ τηρεῖν ἀσάλευτον.
Στ. Τὸ πρόσωπόν Σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Χάριν Σου δὸς ἡμῖν, τοῖς κατασπαζομένοις, Ἁγνὴ τὴν Σὴν Εἰκόνα, πανευλαβῶς ἐκ πόθου, καὶ Ὀρθοδόξους φύλαττε.
Δόξα.
Τάξεων νοερῶν, πασῶν ἁγιωτέρα, ὑπερενδοξοτέρα, Παρθένε τοὺς τιμῶντας, Εἰκόνα Σου διάσωζε.
Καὶ νῦν. Τῆς Ἑορτῆς.
Πάντες Χριστιανοί, Σὴν Κοίμησιν ὑμνοῦσιν, Μητρόθεε Παρθένε, καὶ τὴν σεπτὴν μορφήν Σου, περιχαρῶς ἀσπάζονται.
Νῦν ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος γ΄. Θείας πίστεως.
Χαίροις ἄσπιλε, Παρθενομῆτορ, μάνδρας ἔφορε, τοῦ Δαμανδρίου, καὶ μοναζόντων χαρὰ πανευφρόσυνος, χειμαζομένων προστάτις ἀκοίμητε, πιστῶν ἐλπὶς καὶ πενήτων βοήθεια· ὅθεν δώρησαι, ψυχῆς τὰ κρείττω πρεσβείαις Σου, Θεὸν ἡμῶν εὐμενίζουσα, τοῖς μέλπουσιν ἐν ὕμνοις τὴν Εἰκόνα Σου.
Δόξα. Ἕτερον. Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου Εἰκόνα ὥσπερ δώρημα ἔνθεον, ὄλβον τῆς Μονῆς Δαμανδρίου, ἀσπαζόμεθα Ἄχραντε· θαυμάτων γὰρ ἐκβλύζει τοὺς κρουνούς, καὶ ῥύεται νοσοῦντας χαλεπῶς, καὶ τὴν ἴασιν παρέχει ἄμφω πιστοῖς, τοῖς χαῖρε ἐκβοῶσί Σοι· χαῖρε τῶν Ὀρθοδόξων ἡ χαρά, χαῖρε ἡμῶν ἡ μεσίτρια, χαῖρε σωτήριος ἐλπὶς τῶν τόκον προσκυνούντων Σου.
Καὶ νῦν. Ὁ αὐτός. Τῆς Ἑορτῆς.
Ἐν τῇ Γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ Κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε. Μετέστης πρὸς τὴν ζωήν, μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος τοῦ Ἱερέως ὁ Προοιμιακός καὶ τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια γ’ τῆς Ἑορτῆς. Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ παραδόξου θαύματος! ἡ πηγὴ τῆς ζωῆς, ἐν μνημείῳ τίθεται, καὶ κλῖμαξ πρὸς οὐρανόν, ὁ τάφος γίνεται. Εὐφραίνου Γεθσημανῆ, τῆς Θεοτόκου τὸ ἅγιον τέμενος. Βοήσωμεν οἱ πιστοί, τὸν Γαβριὴλ κεκτημένοι ταξίαρχον· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.
Βαβαὶ τῶν Σῶν μυστηρίων Ἁγνή! τοῦ Ὑψίστου θρόνος, ἀνεδείχθης Δέσποινα, καὶ γῆθεν πρὸς οὐρανόν, μετέστης σήμερον. Ἡ δόξα Σου εὐπρεπής, θεοφεγγέσιν ἐκλάμπουσα χάριτι· Παρθένοι σὺν τῇ Μητρὶ τοῦ Βασιλέως πρὸς ὕψος ἐπάρθητε. Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος. 
Τὴν Σὴν δοξάζουσι Κοίμησιν, Ἐξουσίαι θρόνοι, Ἀρχαὶ Κυριότητες, Δυνάμεις καὶ Χερουβίμ, καὶ τὰ φρικτὰ Σεραφίμ. Ἀγάλλονται γηγενεῖς ἐπὶ τῇ θείᾳ Σου δόξῃ κοσμούμενοι. Προσπίπτουσι βασιλεῖς, σὺν Ἀρχαγγέλοις Ἀγγέλοις καὶ μέλπουσι· Κεχαριτωμένη χαῖρε, μετὰ Σοῦ ὁ Κύριος, ὁ παρέχων τῷ κόσμῳ, διὰ Σοῦ τὸ μέγα ἔλεος.

Τρίτη, 17 Ιουλίου 2018

Παρακλητικός κανών Εις τον Άγιον Ιερομάρτυρα Ερμόλαον τον Ιαματικόν


υπό Αρχιμ. Νικόδημου Παυλοπούλου
Ηγουμένου I. Μ. Λειμώνος ΚαλλονήςΛέσβου

ερεύς: Ελογητός Θεός μν πάντοτε, νν καί εί καί ες τούς αώνας τν αώνων.
ναγνώστης: μήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε, εσάκουσον τς προσευχς μου, νώτισαι τήν δέησίν μου ν τή ληθεία σου, εσάκουσόν μου ν τή δικαιοσύνη σού• καί μή εσέλθης ες κρίσιν μετά το δούλου σου, τι ο δικαιωθήσεται νώπιόν σου πς ζν. τι κατεδίωξεν χθρός τήν ψυχήν μου, ταπείνωσεν ες γν τήν ζωήν μου, κάθισε μέ ν σκοτεινος ς νεκρούς αἰῶνος καί κηδίασεν π μέ τό πνεμά μου, ν μοί ταράχθη καρδία μου. μνήσθην μερν ρχαίων, μελέτησα ν πάσι τος ργοις σου, ν ποιήμασι τν χειρν σου μελέτων. διεπέτασα πρός σέ τάς χεράς μου, ψυχή μου ς γ νυδρος σοί. Ταχύ εσάκουσόν μου, Κύριε, ξέλιπε τό πνεμά μου μή ποστρέψης τό πρόσωπόν σου π μο, καί μοιωθήσομαι τος καταβαίνουσιν ες λάκκον. κουστόν ποίησον μοί τό πρωί τό λεός σου, τι πί σο λπισα• γνώρισον μοί, Κύριε, δόν, ν πορεύσομαι, τι πρός σέ ρα τήν ψυχήν μού• ξελού μέ κ τν χθρν μου, Κύριε, τι πρός σέ κατέφυγον. δίδαξον μέ το ποιεν τό θέλημά σου, τι σύ ε Θεός μού• τό πνεμά σου τό γαθόν δηγήσει μέ ν γ εθεία. νεκεν το νόματός σου, Κύριε, ζήσεις μέ, ν τή δικαιοσύνη σου ξάξεις κ θλίψεως τήν ψυχήν μου καί ν τ λέει σου ξολοθρεύσεις τούς χθρούς μου καί πολες πάντας τούς θλίβοντας τήν ψυχήν μου, τι γώ δολός σου εμι.

Θεός Κύριος, καί πέφανεν μίν, ελογημένος ρχόμενος ν νόματι Κυρίου.
Στίχος
΄. ξομολογεσθε τ Κυρίω, καί πικαλεσθε τό νομα τό γιον ατο.
Θεός Κύριος, καί
πέφανεν μίν, ελογημένος ρχόμενος ν νόματι Κυρίου.
Στίχος β΄. Πάντα τά
θνη κύκλωσαν μέ, καί τ νόματι Κυρίου μυνάμην ατούς.
Θεός Κύριος, καί
πέφανεν μίν, ελογημένος ρχόμενος ν νόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου
γένετο ατη, καί στι θαυμαστή ν φθαλμος μν.
Θεός Κύριος, καί
πέφανεν μίν, ελογημένος ρχόμενος ν νόματι Κυρίου.


Ετα τά παρόντα Τροπάρια.
χος δ΄. ψωθες ν τ Σταυρ.
Των Ιερέων τον κλεινόν πρωτοστάτην και Παντολέοντος γενναίον  αλείπτην Ιερομάρτυρα γεραίρομεν νυν ότι εμαρτύρησεν έν τοις έμπροσθεν χρόνοις και υπερεδόξασε Θαυμαστόν εν Αγίοις, τον αρχηγόν της πίστεως Χριστόν, ω και πρε­σβεύει υπέρ των ψυχών ημών.

Τετάρτη, 11 Ιουλίου 2018

ΑΚΟΛΟΥΘΙΑ ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ ΤΩ ΑΓΙΩ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ

Του Υμνογράφου Χαράλαμπου  Μπούσια

ΑΚΟΛΟΥΘΙΑ
 ΤΟΥ ΑΡΤΙΦΑΝΩΣ ΕΝ ΤΩ ΑΓΙΩ ΟΡΕΙ ΕΚΛΑΜΨΑΝΤΟΣ ΟΣΙΟΥ ΚΑΙ ΘΕΟΦΟΡΟΥ ΠΑΤΡΟΣ ΗΜΩΝ  ΠΑΪΣΙΟΥ ΤΟΥ ΝΕΟΥ
(12 Ιουλίου)
[ Ποίημα: Δρος Χαραλάμπους Μ. Μπούσια ]
Αθήναι 1995
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εις το “Κύριε εκέκραξα” ιστώμεν στίχους δ καὶ ψάλλομεν τα εξής Προσόμοια.
Ήχος α . Των ουρανίων ταγμάτων.
Αρτιφανώς τον ασκήσει, στερρά εκλάμψαντα, εν τω Αγίω Όρει, και φωτίσαντα πλήθη, αυτού ταις νουθεσίαις ταις πατρικαίς, επαινέσωμεν κράζοντες· υπέρ ημών εκδυσώπει τον Λυτρωτήν, ασκητά σοφέ Παΐσιε.
Των Καππαδόκων το κλέος, αζύγων καύχημα, μοναζουσών προστάτην, και πιστών ποδηγέτην, προς θέωσιν εν ύμνοις μελωδικοίς, αρετών ως απαύγασμα, και μαργαρίτην της πίστεως τιμαλφή, επαινέσωμεν Παΐσιον.
Τον εκ νεότητος κόσμου, τερπνά ως σκύβαλα, σποδόν τε και ατμίδα, λογιζόμενον πάντες, Παΐσιον τον νέον εν ασκηταίς, θεοφόροις τιμήσωμεν, αναφωνούντες· τα άρρευστα σαις λιταίς, αγαπάν ημάς αξίωσον.
Τρωθείς Χριστού τη αγάπη, εκ βρέφους Όσιε, αγάπης ώφθης σκεύος, διαυγές άχρι τέλους, Παΐσιε κουφίζον τους ευλαβώς, ση καλύβη προστρέχοντας, και αναψύχον τους στένοντας εν σκια, ζοφερά παντοίων θλίψεων.
Δόξα. Ήχος πλ. δ .
Των φιλοσίων τα πλήθη, και των εν Άθω ασκουμένων η ομήγυρις, συνέλθωμεν σήμερον επί τη μνήμη, του αρτιφανούς φωστήρος της πίστεως, Παϊσίου, αξίως αυτού ανευφημήσαι τα σκάμματα· ούτος γαρ ως των πεπλανημένων φέγγος, των μονοτρόπων αλείπτης, και των χειμαζομένων ακέστωρ, αχλύν δυσθυμίας απάντων εσκέδασε, τη του Φωτοδότου Χριστού και Σωτήρος του γένους ημών χάριτι· και νυν συν αγγέλων χορείαις, και οσίων τοις τάγμασιν αγαλλιώμενος, τω Παμβασιλεί της δόξης πρεσβεύει, διδόναι τοις αυτού, την μνήμην γεραίρουσι, κατ’ άμφω υγίειαν και ειρήνην αστασίαστον.
Και νυν. Θεοτοκίον.
Δεσποινα πρόσδεξαι, τας δεήσεις των δούλων σου, και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.
Απόστιχα.
Ήχος β . Οίκος του Εφραθά.
Δεύτε Αθωνιτών, οι δήμοι συνελθόντες, εν ύμνοις επαξίως, την μνήμην Παϊσίου, τιμήσωμεν του μάκαρος.
Στιχ. Τίμιος εναντίον Κυρίου ο θάνατος του οσίου Αυτού.
Λάμψας αρτιφανώς, ως άστρον φωτοβόλον, εφώτισας καρδίας, εζοφωμένας πάτερ, θεόφιλε Παΐσιε.
Στιχ. Μακάριος ανήρ ο φοβούμενος τον Κύριον.
Τάφον σου τον σεπτόν, ως κρήνην ιαμάτων, Μονή του Θεολόγου, κατέχει και σον πνεύμα, οι ουρανοί Παΐσιε.
Δόξα. Τριαδικόν.
Σώζε από παντός, κακού τους Σε υμνούντας, θεότης Τρισαγία, λιταίς του Παϊσίου, του συναγαλλομένου Σοι.
Και νυν. Θεοτοκίον.
Ρύσαι Χριστιανούς, εκ της εχθρού απάτης, ομού συν Παϊσίω, τω εν τω σω λειμώνι, ασκήσαντι Θεόνυμφε.
Νυν απολύεις,… το Τρισάγιον, το Απολυτίκιον εκ του Μεγάλου Εσπερινού και Απόλυσις.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετά τον Προοιμιακόν το “Μακάριος ανήρ”. Εις δε το “Κύριε εκέκραξα” ιστώμεν στίχους η καὶ ψάλλομεν τα εξής Προσόμοια.
Ήχος α . Πανεύφημοι μάρτυρες.

Τρίτη, 10 Ιουλίου 2018

Akathist to our Holy Father Paisius the Athonite



Kontakion 1
Let us believers with one voice all praise him who was sent by God in these times of trial for our comfort and guidance, Paisius the wonderful, who struggled graciously and pleasingly for the Master, burning with love for the whole world and pledged his heart for us and for our salvation. And let us call out to him in thanksgiving, saying: Rejoice, Blessed Father Paisius, enlightener of the latter times!
Ikos 1
God ordained that thou wast born in the blessed land of Cappadocia, the cradle of a countless multitude of saints, to whom thou too wast added in perfect worthiness, shining forth together with them and unceasingly guiding us to repentance. Therefore we praise thee with great joy, saying:
Rejoice, for thou didst make thyself a precious follower of the saints of Cappadocia!
Rejoice, for thou didst wholly liken thyself to them as a true bearer of God!
Rejoice, most fair and fragrant flower, who hast blossomed for our enlightenment!
Rejoice, wellspring of heavenly grace, who refreshest the whole world!
Rejoice, sweetest food, who fillest the souls that are starved of right teaching!
Rejoice, receptacle that hast gathered all our weaknesses, troubles and sorrows!
Rejoice, pillar of fire, who art the unshakable support of those that desire to gain salvation!
Rejoice, star that shinest in the firmament of the Church, guiding us to the everlasting mansions!
Rejoice, for thou wast shown to be a blessing of God and a sign of His ineffable mercy!
Rejoice, Blessed Father Paisius, enlightener of the latter times!
Kontakion 2
O Blessed Father, thou wast chosen from thy mother's womb to give thyself up to God in all things and thus become a precious vessel unto Him, for the salvation and guidance of all that put their hope in thee. To Him, Who worked great wonders and mercy through thee, for such a blessing we all sing with joy the song: Alleluia!
Ikos 2
The baptism which thou, O Father, didst receive from the hands of the saint of God, Arsenius, was a sign of God’s grace resting on thee. For seeing thy many gifts in spirit, from thine early infancy he blessed thee to be his disciple and bear his name. Therefore, despite our unworthiness, we honour thee, saying:
Rejoice, for thou wast found worthy to be baptized by Saint Arsenius the Cappadocian!
Rejoice, for he foresaw all that was to come to pass with thee!
Rejoice, for his spirit rejoiced, seeing such blessed fruit sprung forth from the flock that he shepherded!
Rejoice, for on account of this he cared for thee unceasingly through all his earthly life!
Rejoice, for even after departing to heaven he did not forsake thee, but all the more interceded for thee!
Rejoice, for thou too didst honour him as befitting, piously reckoning him to be thy father in Christ!
Rejoice, for thou didst struggle heartily for his glorification, gathering testimonies of his wondrous life!
Rejoice, for the Saint of God blessed thee to find his most beloved relics, which became a fount of countless healings!
Rejoice, for lovingly thou didst lay his revered body in the monastery founded by thee at Souroti!
Rejoice, Blessed Father Paisius, enlightener of the latter times!
Kontakion 3
Moving to Greece because of the tyrannical Turkish persecution, thy parents came to the land of Konitsa, and, sacrificing thyself, O father, thou didst begin to ascend the godly ladder of perfection. For even since childhood, thou wast shown to be to be a guiding light for all those around thee, who, seeing thy precious gifts, glorified God, saying: Alleluia!
Ikos 3
Instructed by the example of thy parents, from a young age thou didst strive with burning zeal for the love of Christ, showing the deeds of a perfect man. For following thy blessed mother, before long thou didst begin to fast strictly and pray unceasingly to God, a hermit by life, yet a child by age. Wondering at the manliness of thy heart, with joy we sing to thee thus:
Rejoice, for still young thou didst wholly forsake the fleeting lusts of this world!
Rejoice, for through perfect fasting thou didst preserve unspoiled the crown of virginity!
Rejoice, for thy youth did not prevent thee from acquiring unceasing prayer in solitude!
Rejoice, for instead of revelling in childish games, thou didst delight in ever being with Christ and His saints!
Rejoice, for on account of this thou didst avoid the friendship of those that sundered thee from thine ardent love!
Rejoice, for thou didst not only strive for outward things, but also adorned thy soul with all virtue!
Rejoice, for thou didst follow the kindness and devoutness of thy blessed mother!
Rejoice, for she set thee an unspoiled example of love and utter self-sacrifice!
Rejoice, for we all wonder at the courage with which thou didst begin to fight the good fight!
Rejoice, Blessed Father Paisius, enlightener of the latter times!
Kontakion 4
Called to battle to defend thy country from the unbelievers, O Father, thou didst shine forth in thy boundless courage. For, wholly forsaking the love of self, thou didst ever seek to be amidst peril, in order to spare those that fought together with thee. And seeing this, they all thanked God for such support, saying: Alleluia!
Ikos 4

Παρακλητικός κανών στόν Ἅγιο Παΐσιο τον Ἁγιορείτη



  Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσον μου εν τη δικαιοσύνη σου. Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιοθήσεται ενώπιόν σου πάς ζών. ΄Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. Εταπείνωσε εις γήν την ζωήν μου. Εκάθισέ με εν σκοτεινοίς ως νεκρούς αιώνος, και ηκηδίασεν επ΄ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου. Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τας χείρας μου, η ψυχή μου ως γη άνυδρός σοι. Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου. Μην αποστρέψης το πρόσωπόν σου απ΄ εμού και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον. Ακουστόν ποίησόν μοι το πρωί το έλεός σου, ότι πρός σε ήρα την ψυχήν μου. Εξελού με εκ των εχθρών μου, Κύριε, προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου. Το πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία, ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με. Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου, και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλος σου ειμί.

Θεός Κύριος και επέφανεν ημίν,ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου (4 φορές )

Τω Αγίω του Χριστού Παϊσίω, τω δοξασθέντι δωρεαίς ουρανίους, προσπέσωμεν εκ βάθους ψυχής, Άγιε Παϊσιε, Ορθοδόξων Προστάτα, πάσης ημάς λύτρωσε συμφοράς και ανάγκης και πειρασμών και νόσων χαλεπών, τους καταφεύγοντας Πάτερ, τη σκέπη σου.

Δόξα….

Ως ειληφώς παρά Θεού εξουσίαν του θεραπεύειν τας δεινάς καχεξίας Πάτερ, ίασαι δεόμεθα τους δεινώς θλιβομένους, νόσοις και παθήμασι και πκραίς αλγηδόσι και εν ειρήνη φύλαττε ημάς, ταις σαις πρεσβείες Πάτερ Όσιε.

Και νυν. Θεοτοκίον
Ου σιωπήσομέν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. Ει μη γαρ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν έως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ σου· σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Είτα τον Ν΄ Ψαλμόν

Ελέησον με ο Θεός, κατά το μέγα έλεός σου και κατά το πλήθος των οικτιρμών σου εξάλειψον το ανόμημά μου. Επί πλείον πλύνον με από της ανομίας μου και από της αμαρτίας μου καθάρισον με. Ότι την ανομίαν μου εγώ γινώσκω, και η αμαρτία μου ενώπιον μου εστί διά παντός. Σοι μόνω ήμαρτον και το πονηρόν ενώπιον σου εποίησα, όπως αν δικαιωθής εν τοις λόγοις σου, και νικήσης εν τω κρίνεσθαί σε. Ιδού γαρ εν ανομίαις συνελήφθην και εν αμαρτίαις εκίσσησε με η μήτηρ μου. Ιδού γαρ αλήθειαν ηγάπησας, τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι. Ραντιείς με υσσώπω και καθαρισθήσομαι, πλυνείς με, και υπέρ χιόνα λευκανθήσομαι. Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην, αγαλλιάσονται οστέα τεταπεινωμένα. Απόστρεψον το πρόσωπον σου από των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον. Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου. Μη απορρίψης με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλης απ΄ εμού. Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου και πνεύματι ηγεμονικώ στήριξόν με. Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι. Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου, αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου. Κύριε τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσιν σου. Ότι ει ηθέλησας θυσίαν, έδωκα αν, ολοκαυτώματα ουκ ευδοκήσεις. Θυσία τω Θεώ πνεύμα συντετριμμένον, καρδίαν συντετριμμένην και τεταπεινωμένην ο Θεός ουκ εξουδενώσει. Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ. Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα, τότε ανοίσουσιν επί το θυσιαστήριον σου μόσχους.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.
Πολλοίς συνεχόμενος πειρασμοίς, προς σε καταφεύγω, αναβοών ως μεσίτη προς τον Θεόν· ειρήνευσον, πάτερ, την ζωήν μου και την κατ΄άμφω υγείαν μοι δώρησαι.

Άγιε του Θεού, πρέσβευε υπέρ ημών.
Οσίως ανύσας σου την ζωήν, αεί αγιάζεις και λυτρούσαι παντός κακού Παϊσιε Πάτερ Θεοφόρε τους προσιόντας τη σκέπη σου.

Θεοτοκίον.

Δευτέρα, 9 Ιουλίου 2018

ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΚΑΝΩΝ ΑΓΙΟΥ ΑΜΦΙΛΟΧΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΙΚΟΝΙΟΥ

(Ποίημα Ἱσιδώρας Μοναχής)

Εἰς τὸ ὄνομα τοῦ Πατρόςτοῦ Υἱοῦ καὶ τοῦ ἁγίου ΠνεύματοςἈμήν.
Ὁ ἱερεύς·
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰώνας τῶν αἰώνων.
Ὁ χορός·
Ἀμήν.
Ψαλμός ρμβ΄ (142)
Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ σου, εἰσάκουσόν μου ἐν τῇ δικαιοσύνην σου. Καὶ μὴ εἰσέλθεις εἰς κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισε μὲ ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος, καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδίαν μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διαπέτασα  πρὸς σὲ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωὶ τὸ ἔλεός σου, ὅτι ἐπὶ σοὶ ἤλπισα· γνώρισόν μοι κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς σὲ ᾖρᾳ τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου Κύριε, πρὸς σὲ κατέφυγον,δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὃτι  σύ εἶ  Θεός μου. Τὸ Πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει μὲ ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τῇ δικαιοσύνῃ σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου, καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου. Καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου, ὅτι ἐγὼ δοῦλος σοῦ εἰμι.

Καὶ εὐθὺς τὸ Θεὸς Κύριοςμετὰ τῶν στίχων αὐτοῦ ἐξ ἑκατέρων τῶν χορῶν.
Ἦχος δ΄
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. α´. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. β´. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στιχ. γ´. Παρὰ Κυρίου ἐγένετο αὔτη, καί ἐστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν. 
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Χρηματισθεὶς ὡς καθαρὸς μετ’ Ἀγγέλου, καὶ μυηθεὶς χερου-βικῶς Ἱεράρχα, ἐν σεαυτῷ τὸν ὕμνον τὸν τρισάγιον, Πάτερ Ἀμφιλόχιε ἱερούργησας ὃντως, Τριάδα ὁμόθρονον, ὀρθοδόξως κηρύξας· καὶ νῦν Χριστὸν μὴ παύσῃ δυσωπῶν, ὑπὲρ τῶν πίστει ὑμνούντων σὰς χάριτας.
Δόξα. Ὅμοιον.
ν φωταυγίᾳ μυστικῇ θεηγόρε, τὸ Εὐαγγέλιον λαβὼν ὑπ’ ἀΰλων, θεοβουλήτως ἤστραψας ἰσάγγελε, Πάτερ Ἀμφιλόχιε, ὡς ποιμὴν Ἰκονίου, ψυχὰς ἐκκαθαίρων νῦν, τῇ θερμῇ σου πρεσβείᾳ· διὸ τοῖς χρῄζουσι μὴ παύσῃ χορηγῶν, ὡς ἐλεήμων, δωρήματα πρόσφορα.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτὲ θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι. Εἰ μὴ γὰρ σὺ προίστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοὺ σοὺς γὰρ δούλους σώζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

ΨΑΛΜΟΣ Ν'. 50.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.Ἐπὶ πλεῖον πλῦνον μὲ ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστι διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας· τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.
Ῥαντιεῖς μὲ ὑσσώπω καὶ καθαρισθήσομαι· πλυνεῖς με καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιείς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα.
Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψης με ἀπὸ τοῦ προσώπου σου, καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου, καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι.
Ῥῦσαὶ μὲ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιὼν καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ.  Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.

Καί  κανών, οὗ  ἀκροστιχίς : Ἀμφιλόχιε, τὸ φῶς λόχευσόν μοι. Ἰσιδώρα.
Ὠδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
κτῖνας φωτὸς τοῦ τρισολαμποῦςσεπτὲ ἹεράρχαἈμφι-λόχιε θεωρῶνδιάλυσον σκότωσιννοός μου καὶ ἐπιλάμψεως θείας ἀξίωσον.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Μερίμνῃ τῇ ἄνωθεν λοχευθείςΠοιμὴν Ἰκονίουἐπὶ χλόην ζωοποιόνἐποίμαινας Πάτερ ἐντοῖς κρίνοιςἀρωμάτων ἐν κήποις χρηστότητος.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Φαιδρὸς εἰσελήλυθας εἰς ναόνοὐράνιον Πάτερεἰς ἀθέατα ἐντρυφῶνκαὶ νῦν Ἀμφιλόχιεκαρδίαςκαὶ ψυχὰς ἡμῶν πάντων οὐράνωσον.
Θεοτοκίον.
λέωσαι Κόρη τὸν σὸν Ὑἱόνσυγχώρησιν δοῦναιἐπταισμέ-νων ἵνα ὑμνῶνοΐ καθαρῷ σὰςἀντιλήψειςΠαρθενομῆτορ ἐμόν ἀγαλλίαμα.
Ὁ Ἱερεύς
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός Σουδεόμεθά Σουἐπάκουσον καὶ ἐλέησον.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν  (δείνοςκαὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶνἀδελφότητος.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέουςζωῆςεἰρήνηςὑγείαςσωτηρίαςἐπισκέψεωςσυγχωρήσεωςκαὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦπάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξωνχριστιανῶντῶν κατοικούντων καὶ παρε-πιδημούντων ἐν τῇ (κώμῃπόλεινήσῳ) ταύτῃτῶνἐνοριτώνἐπιτροπῶνσυνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Ἔτι δεόμεθα ὑπὲρ τῶν δούλων τοῦ Θεοῦ,  (ὀνόματα).
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχειςκαὶ σοὶ τὴν δόξαν ἀναπέμπομεντῷΠατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματινῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ὠδὴ γ΄. Οὐρανίας ἁψῖδος
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Λαμπαδοῦχος ἐφάνης, πυριστεφὴς Ὅσιε, τῆς θεολογίας τρανώσας τὴν γνῶσιν ἅπασι, διὸ ὑπάναψον ἐν ταῖς ψυχαῖς ἡμῶν φλόγα, θείας ἀγαπήσεως, Ἀμφιλόχιε.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
δυνῶν τῶν παθῶν μου καὶ προσβολῶν δράκοντος, ῥῦσαὶ με πρεσβείᾳ σου Πάτερ, τῇ πανοικτίρμονι, πόμα τὸ ᾔδιστον, βλύζων ἐμοὶ ἀπαθείας, Πάτερ Ἀμφιλόχιε, καὶ κατανύξεως.
Ἅγιε τοῦ Θεοῦ πρέσβευε ὑπὲρ ἡμῶν.
Χριστοκλήτως ἐκφαίνων ποιμαντικὰς χάριτας, πύλας ἐννοιῶν ἀθανάτων, ἤνοιξας Ἅγιε, διὸ σωτήριον ἡμῖν λοχείαν παρέχεις, Πάτερ Ἀμφιλόχιε, ἀγαλλιάσεως.
Θεοτοκίον.
ατῆρα δυσώπει, ὃν ἐν γαστρὶ ἔφερες, δύσμορφον εἰκόνα ὦ Μῆτερ, καθωραΐσαι μου· καὶ γὰρ σὲ εὕρηκε πάντερπνον σφόδρα ὁ κάλλει, ἐν βροτοῖς ὑπέρκαλος καὶ ὡραιότατος.
Διάσωσον, ἡμᾶς ἐκ πλάνης καὶ θλίψεως ψυχοφθόρου, Ἀμφι-λόχιε σεπτὲ Ἱεράρχα, τοὺς τιμῶντάς σου χάριτας, πίστει, καὶ εὐλαβείᾳ.