Πέμπτη 7 Απριλίου 2011
ΠΑΡΑΚΛΗΣΙΣ ΠΑΝΑΓΙΑΣ ΓΟΡΓΟΫΠΗΚΟΟΥ.
Ἱερεὺς.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σέ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπιςα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγώ δοῦλός Σού εἰμι.
Λαὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Λαὸς καὶ τὰ Προσόμοια. Ἦχος δ΄.
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν ἐν μετανοίᾳ, κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα, βοήθησον ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον, ἀπολλύμεθα ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Λαὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς Θεοτόκου τῇ εἰκόνι προσδράμωμεν, οἰ ἐν κινδύνῳ καὶ αὐτῇ νῦν προσπέσωμεν, ἀπὸ βαθέων κράζοντες καὶ πόνου ψυχῆς· Τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως Κόρη, ὡς Γοργοϋπήκοος φερωνύμως κληθεῖσα, σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.
Λαὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Οὐ σιωπήσωμέν ποτε, Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα, τὶς ἡμᾶς ἐρρύσατο ἐκ τοσούτων κινδύνων; Τὶς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ· σοὺς γὰρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Λαὸς Ὁ Νʹ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσιν. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Λαὸς Καὶ εὐθὺς ψάλλομεν τὸν Κανόνα. Ἦχος Δ΄.
Ωδὴ α΄. Ἦχος δ΄. Ὑγρὰν διοδεύσας.
Παντοίας ἐκ βλάβης καὶ συμφορῶν, Πανύμνητε Κόρη, σαῖς πρεσβείαις ἀντιβολῶ, ὦ Γοργοϋπήκοε σοὺς δούλους, ἐκλυτρωθῆναι πιστῶς προσιόντας σοι.
Μαρία Παρθένε Μῆτερ Θεοῦ, τοὺς σοὺς δούλους ῥῦσαι, πολυτρόπων ἐκ πειρασμῶν, γοργὸς γὰρ ὑπήκοος ἐκλήθης, τοῖς μετὰ πόθου ναῷ σῷ προστρέχουσι.
Ποικίλα μὲ πάθη κατακρατεῖ, δεινῶς ὁ ἀλάστωρ, δι’ αὐτῶν μὲ ἀποσοβῶν, τῆς δόξης Κυρίου ὦ Παρθένε, ἀλλ’ ἐξ αὐτῶν ἐλευθέρωσον δέομαι.
Παγίδας ἡτοίμασεν ὁ δεινός, ποσί μου Παρθένε, καὶ ἐνέδρας ὁ δυσμενής, γοργὸς δὲ ὑπήκοος γενοῦ μοι, καὶ ἐξ αὐτῶν σῇ ἰσχύϊ ἐξάρπασον.
Λαὸς Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.
Ἀσθενείαις ποικίλαις, περιπεσὼν Ἄχραντε, σαῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις, Γοργοϋπήκοε, ὡς ταχινὸς ἰατρός, ἐκ τούτων πάντων με ῥῦσαι, καὶ ὑγείαν δώρησαι ψυχῆς καὶ σωμάτος.
Εὐσπλαγχνίας πηγήν σε, παναληθῶς ἔγνωμεν, ὦ Γοργοϋπήκοε Κόρη, ταχὺ ἐπάκουσον, τῶν δεομένων ἡμῶν, καὶ ῥῦσαι πάντας κινδύνων, τοῦ δεινοῦ ἀλάστορος καὶ περιστάσεων.
Τῶν τοῦ βίου σκανδάλων, καὶ τῶν δεινῶν ἅπαντας, ὦ Γοργοϋπήκοε Κόρη, τάχος ἀπάλλαξον, ὡς Μήτηρ ἄφθορος γάρ, τοῦ φιλανθρώπου Δεσπότου, ὅπως σοῦ δοξάζωμεν τὸ θεῖον ὄνομα.
Παναγία Παρθένε, ἡ τοὺς πιστοὺς σκέπουσα, τέκνα σου ὑπάρχομεν πάντες, ὦ Μῆτερ εὔσπλαγχνε, ὑπὸ τὴν σκέπην τὴν σήν, φύλαξον Ἄχραντε Κόρη, καὶ ὑγείαν δώρησαι ψυχῆς καὶ σώματος.
Λαὸς
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς ὦ Γοργοϋπήκοε, θερμῶς ἱκετεύομεν ῥῦσαι τάχος.
Λαὸς
Ἐπίβλεψον, ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων
των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ
παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.
Λαὸς
Ἀμήν.Μετὰ τὴν ἐκφώνησιν τὸ παρὸν Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαις ταῖς σαῖς ἀπαύστοις πρὸς τὸν Κύριον, παντοίων δεινῶν κινδύνων τε καὶ θλίψεων, δούλους σου ἀπάλλαξον Θεοτόκε Γοργοϋπήκοε, καὶ τῶν παγίδων ῥῦσαι τοῦ ἐχθροῦ, τηροῦσα τὴν ποίμνην σου ἀπήμαντον.
Λαὸς ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τῶν νοσούντων ἀκέστορα, ὁ Χριστὸς ἁπάντων Γοργοϋπήκοε, ἔδειξέ σε ὡς Μητέρα του, τοῦ ἰᾶσθαι πάντων τὰ νοσήματα.
Ἀσθενοῦντά με ἴασαι, ἐν κινδύνοις ὄντα Γοργοϋπήκοε, σαῖς πρεσβείαις ἐλευθέρωσον, καὶ φρικτῆς κολάσεως ἐξάρπασον.
Σαῖς πρεσβείαις τὴν ποίμνην σου, τῶν βελῶν ἐχθίστων Γοργοϋπήκοε, εὐπροσδέκτοις πρὸς τὸν Κύριον, διατήρει ἄτρωτον Θεόνυμφε.
Ἱλασμόν σε ἐπέγνωμεν, καὶ πρεσβείαν ἄμαχον πρὸς τὸν Κύριον, Μαριὰμ Γοργοϋπήκοε, καὶ ἡμῶν σῶν δούλων ἀντιλήπτορα.
Λαὸς Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Πρόφθασον ταχύ, καὶ βοήθησον τοῖς δούλοις σου, τοῖς ἐκζητοῦσι δεήσεσι θερμαῖς, Γοργοϋπήκοε τὴν σὴν θερμὴν ἀντίληψιν.
Ῥῦσαι ἀγαθή, τοὺς σοὺς δούλους πάσης θλίψεως, νόσου καὶ λογισμῶν τῶν φθοροποιῶν καὶ πανολβίου εὐφροσύνης καταξίωσον.
Δεῖξον ἀγαθή, τὴν σὴν κλῆσιν ἀληθεύουσαν, γοργῶς πληροῦσα τὰς αἰτήσεις ἡμῶν, τῶν ἀδιστάκτου ἐκ καρδίας προσιόντων σοι.
Λύπης με δεινῆς, καὶ παθῶν παρενοχλούντων με, Γοργοϋπήκοε ἀπάλλαξον νῦν, καὶ ἀπαθείας τὴν λαμπρὰν στολήν με ἔνδυσον.
Λαὸς Ωδὴ στ΄. Τὴν δέησιν ἐκχεώ.
Κακώσεως, καὶ φθορὰς ἀπάλλαξον, τοὺς τῷ σῷ μετ’ εὐλαβείας τεμένει, ἐπιφοιτᾶν, ἀγαπῶντας Παρθένε, Γοργοϋπήκοε Μῆτερ Πανάμωμε, καὶ πάσης ἄλλης ἐκ δεινῆς, λοιμικῆς ἀσθενείας καὶ θλίψεως.
Ἐχθίστων, ἐκ τῶν διττῶν ἐξάρπασον, νοητῶν καὶ αἰσθητῶν τοὺς σοὺς δούλους, Γοργοϋπήκοε, Ἄνασσα πάντας, τοὺς τῷ ναῶ σου τῷ θείῳ προστρέχοντας, καὶ δώρησαι διττὴν αὐτοῖς, τὴν ὐγείαν ψυχῆς τε καὶ σώματος.
Ἐλπίδα, μετὰ Θεὸν οὐ κέκτημαι, παρεκτὸς τῆς σῆς πρεσβείας Παρθένε, ὁ ἐν δειναῖς ἀσθενείαις διάγων, Γοργοϋπήκοε Κόρη ἀπείρανδρε, ἀλλ’ οἴκτειρον ὡς ἀγαθή, καὶ τῆς κλίνης ἀνάστησον δέομαι.
Προστάτιν σε, τῶν ἀνθρώπων δέδωκε, ὁ Χριστὸς Γοργοϋπήκοε πάντων, καὶ ἀσφαλές, περιφρούρησον Κόρη, περιτειχίζον τοὺς δούλους σου Πάναγνε, παντοίων ἐκ τοῦ πονηροῦ, πειρασμῶν ἀνηκέστων καὶ θλίψεων.
Λαὸς
Διάσωσον, ἀπὸ κινδύνων τοὺς δούλους σου Παναγία, ὅτι πάντες οἱ ἐν δεινοῖς ὦ Γοργοϋπήκοε, θερμῶς ἱκετεύομεν ῥῦσαι τάχος.
Λαὸς
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικὴν παρρησίαν.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον
καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν
Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων
των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ
παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν
ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ
καὶ εἰς τους αἰῶνας των αἰώνων.
Λαὸς
Ἀμήν. Τὸ παρὸν Κοντάκιον. Ἦχος β ΄. Προστασία τῶν Χριστιανῶν.
Θλιβομένων καὶ τῶν ἀσθενῶν ἀρωγώτατον, ὁ Χριστὸς ἰατρόν σε πιστῶν ἐδωρήσατο, ἰατρεύειν τὰς νόσους τῶν φοιτώντων εὐλαβῶς, σῷ τεμένει ὦ Γοργοϋπήκοε Παντάνασσα, λιταῖς γοῦν ταῖς σαῖς περισώζουσα, πρόφθασον ἐν ἀνάγκαις, βοήθησον ἐν κινδύνοις, καὶ τῶν ἐχθρῶν τὰς μηχανάς, καὶ βουλεύματα διάλυσον.
Λαὸς. Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Λαὸς.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Λαὸς.
Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἱερεὺς.
Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου
Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Λαὸς.
Κύριε, ἐλέησον (γ').
Ἱερεὺς.
Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Λαὸς.
Καὶ τῶ Πνεύματί σου.
Ἱερεὺς.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν!
Λαὸς.
Δόξα σοί, Κύριε, δόξα σοί.
Ἱερεὺς.
Ἐν ταῖς ἡμέαις ἐκείναις, ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τὴ κοιλίᾳ Αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη Σῦ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοὶ τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πvεύμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴv ταπείvωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦv μακαριοῦσί με πᾶσαι αἱ γεvεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυvατός, καὶ ἅγιοv τὸ τὸ ὄvομα Αὐτού. Ἔμεινε δὲ Μαριὰμ σὺv αὐτῇ ὡσεὶ μῆvας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκοv αὐτῆς.
Λαὸς
Δόξα σοι, Κύριε, δόξα σοι.
Λαὸς.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ἦχος Β΄.
Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Λαὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Γοργοϋπήκοου ταῖς θείαις ἱκεσίαις, ἐξάλειφον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Λαὸς.
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. Β΄. Ὅλην άποθέμενοι.
Πάντων τὰ αἰτήματα, Γοργοϋπήκοε Κόρη, πλήρωσον τῶν δούλων σου, τῶν εἰς σὲ ἐκ πίστεως, προσιόντων σοι, καὶ τὴν σὴν Ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὀμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα σὲ ὑμνῶμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, ὅν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.
Λαὸς. Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Μὴ ἀπώσῃ Παρθένε, τὰς δεήσεις τῶν σῶν δούλων τῶν πεποιθότων εἰς σέ, ἀλλ’ οἴκτειρον καὶ σῶσον, γοργῶς ἐκ πάσης βλάβης, ὑπακούουσα δέησιν, τῶν ἀνυμνούντων Θεόν, τὸν τῶν Πατέρων ἡμῶν.
Τῶν ἐχθρῶν τὰς ἐνέδρας, ἡπλωμένας δολίως σῶν οἰκετῶν τοῖς ποσί, δεόμεθα Παρθένε, ἀνάδειξον ἀπράκτους καὶ γοργῶς αὐτοὺς τήρησον, ὑπὸ τὴν σκέπην τὴν σήν, ὑμνοῦντάς σου τὴν χάριν.
Ἡῶν αἱ ἁμαρτίαι, ἐπληθύνθησαν σφόδρα, καὶ ἐξ αὐτῶν ἀγαθή, ποικίλαις ἀσθενείαις πεσόντες ἐκβοῶμεν, κατοικτείρησον ἅπαντας, Γοργοϋπήκοε Κόρη, σώζουσα σοὺς δούλους.
Θαυμάτων παραδόξων, σῷ τεμένει ἐμπλήσω τοῖς προσιοῦσι πιστῶς, αὐτῷ τὰς ἀσθενείας, κουφίζουσα Παρθένε, καὶ τὴν ῥῶσιν χαρίζουσα, καὶ αἰωνίου δόξης αὐτοὺς καταξιοῦσα.
Λαὸς. ᾨδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γοργοϋπήκοε, Θεοτόκε σοὺς δούλους, μὴ ἐλλίπῃς φρουροῦσα ἐκ πάσης, φθορᾶς καὶ κινδύνων, ψυχῶν τε καὶ σωμάτων.
Τῶν ἀσθενούντων, ὁ σὸς ναὸς ἰατρεῖον, ἀνεδείχθη Παρθένε καὶ λύτρον, πάσης ἀσθενείας, σοὺς δούλους ἀπαλλάττον.
Ἐν σοὶ Παρθένε, Γοργοϋπήκοε πάντες, ἐγκαυχόμεθα οἱ σοὶ οἰκέταις, καὶ ἐν σοὶ θαῤῥοῦμεν, σωθῆναι πάσης βλάβης.
Μὴ οὖν παρίδης, σῶν οἰκετῶν τὰς δεήσεις, τῶν πρὸς σὲ ἐκβοώντων ἀπαύστως, ῥῦσαι Παναγία, σοὺς δούλους πάσης βλάβης.
Λαὸς. ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Κατάβρωμα δαιμόνων, πάντες γεγονότες, ὡς παραβάται Θεοῦ ἐνταλμάτων Ἁγνή, ἐν σοὶ θαῤῥοῦμεν σωθῆναι Γοργοϋπήκοε.
Γοργὸς γενοῦ Παρθένε, ῥύστις τοῖς σοῖς δούλοις, ἐξ ἀσθενείας παντοίας καὶ λύμης δεινῆς, καὶ ἐκ φθορᾶς καὶ κακώσεως ἀπαλάττουσα.
Παρθένε Θεοτόκε, Μῆτερ χριστωνύμων, μὴ διαλίπῃς φρουροῦσα σοὺς δούλους Ἁγνή, ἐκ πάσης βλάβης καὶ νόσων Γοργοϋπήκοε.
Εὐπρέπειαν σου οἴκου, τοὺς ἠγαπηκότας, ἐκ πειρασμῶν διατήρει καὶ δεῖξον Ἁγνή, τοῦ Παραδείσου ἀξίους Γοργοϋπήκοε.
Λαὸς
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν
ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν .Τὴν
τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ
μεγαλύνομεν.
Λαὸς Τα Μεγαλυνάρια.
Τὴν Γοργοϋπήκοον οἱ πιστοί, δεῦτε συνελθόντες, εὐφημήσωμεν εὐσεβῶς, ὡς ῥῦστιν παντοίων, ποικίλων νοσημάτων, καὶ πάσης ἐπηρείας τοῦ πολεμήτορος.
Λαὸς
Πάντες οἱ καμόντες νόσον διττήν, σώματος ψυχῆς τε, τῷ τεμένει Μητρὸς Θεοῦ, προσδράμωμεν πόθῳ, τοῖς ῥῶσιν ἀμφοτέρων, βοῶντες δὸς τοῖς πᾶσι Γοργοϋπήκοε.
Λαὸς
Πάντας τοὺς σοὺς δούλους τῷ σῷ ναῷ, λύτρωσαι Παρθένε, ἐκ παντοίων ἐπηρειῶν, ἐμμένοντας πόθῳ, καὶ χάριν ἐκζητοῦντας, τὴν σὴν Παρθενομῆτορ Γοργοϋπήκοε.
Λαὸς
Δεῖξον τὴν σὴν χάριν Μῆτερ Θεοῦ, πᾶσι τοῖς φοιτῶσι, σῷ τεμένει πανευλαβῶς, παντοίας ἀνάγκης, αὐτοὺς ἐλευθεροῦσα, καὶ ῥῶσιν πᾶσι δίδου, Γοργοϋπήκοε.
Λαὸς
Δέξαι τὰς δεήσεις σῶν οἰκετῶν, τῶν πρὸς σὲ βοῶντων, ἐν κλαυθμῷ τε καὶ στεναγμοῖς, καὶ ῥῦσαι παντοίας, ἐκ βλάβης τῆς κατ’ ἄμφω, ψυχῶν τε καὶ σωμάτων Γοργοϋπήκοε.
Λαὸς
Πάσης ἐπηρείας τῶν δυσμενῶν, λύτρωσαι Παρθένε, τοὺς προσφεύγοντας σῷ ναῶ, καὶ πάσης τε ἐκ βλάβης, ψυχῶν τε καὶ σωμάτων, καὶ θείας βασιλείας αὐτοὺς ἀξίωσον.
Λαὸς
Δέχου τὰς δεήσεις ἡμῶν γοργῶς, ὦ Παρθενομῆτορ, παντευλόγητε Μαριάμ, οὕτω γὰρ κληθεῖσα, ἀφ’ἑαυτῆς Παρθένε, φιλάγαθος ὡς οὖσα Γοργοϋπήκοος.
Λαὸς
Φερωνύμως Κόρη βραβεύεις νῦν, αἰτήματα ὅθεν, δυσωποῦμεν τὴν εὐαγῆ, Μονήν σου συντήρει, τήν δε Δοχειαρίου, σὲ ὕμνοις προσκυνοῦσαν Γοργοϋπήκοε.
Λαὸς .
Πᾶσαι τῶν, Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Λαὸς .
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἱερεὺς.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν. Ἀπολυτίκιον.
Πάντας τοὺς τὴν θείαν καὶ σεπτῆν, σοῦ ἀσπαζομένους εἰκόνα, Γοργοϋπήκοε σύ, νόσων ἐλευθέρωσον ψυχῆς καὶ σώματος· ἐξ ἐθνῶν ἐπιθέσεως, λιμοῦ λοιμοῦ Κόρη, ἀκρίδος χαλάζης τε καὶ πάσης μάστιγος, ἵνα ἐκ παντοίων κινδύνων, πάντοτε λυτρούμενοι πάντες, σοῦ τὸ θεῖον ὄνομα δοξάζομεν.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός.
Ἀμήν. Ἦχος πλ. Δ΄
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος Β΄
Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ἱερεὺς.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἱερεὺς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Λαός.
Ἀμήν.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου