Πέμπτη 15 Ιουνίου 2017

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΥΠΕΡΑΓΙΑΝ ΘΕΟΤΟΚΟΝ ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ


ΕΙΣ  ΤΗΝ  ΥΠΕΡΑΓΙΑΝ  ΘΕΟΤΟΚΟΝ


ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ


 ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ

 




*
*
*   *   *   *   *
*
*



ΑΘΗΝΑΙ   2015



ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ


ΕΙΣ  ΤΗΝ  ΥΠΕΡΑΓΙΑΝ  ΘΕΟΤΟΚΟΝ


ΤΗΝ ΥΠΟ ΕΠΤΑ ΣΠΑΘΩΝ


 ΤΙΤΡΩΣΚΟΜΕΝΗΝ ΤΗΝ ΚΑΡΔΙΑΝ

ΧΑΡΙΝ ΕΧΟΥΣΑΝ ΑΠΑΛΥΝΑΙ ΣΚΛΗΡΑΣ ΚΑΡΔΙΑΣ

Ποίημα Δρος  Χαραλάμπους Μ. Μπούσια


*****************************************************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ  Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν ἁπαλύνουσαν πιστῶν τὰς καρδίας
κεχερσωμένας καὶ σκληρὰς καὶ ἀνίκμους
ἐξ ἁμαρτίας μέλψωμεν, Παρθένον ἁγνήν,
ἧς ἑπτὰ τιτρώσκουσι σπάθαι θείαν καρδίαν
καὶ αὐτῆς προσπέσωμεν τῇ εἰκόνι βοῶντες·
Θεογεννῆτορ, λύτρωσαι δεινῶν,
ἀτυχημάτων καὶ θλίψεων δούλους σου.

Δόξα.  Καὶ νῦν.

Οὐ σιωπήσομέν ποτε, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·

" Ἁπάλυνον, Μῆτερ, ἡμῶν σκληρὰς καρδίας. Χ."

ᾨδὴ α΄. Ὑγρὰν διοδεύσας.

πάλυνον, Μῆτερ, ἡμῶν σκληρὰς
καρδίας εὐχαῖς σου,
Θεοτόκε, σπάθαι ἑπτὰ
καρδίαν ἡμῶν ἀγνοημάτων
ἧς καὶ δεινῆς συνηθείας τιτρώσκουσι.

Προβλήματα λῦσον, Μῆτερ Θεοῦ,
ἐγγάμων καὶ πλάνης
ἀποδίωξον τὴν ἀχλὺν
ἐκ πάντων μορφὴν τιτρωσκομένην
ὑπὸ σπαθῶν νῦν ἑπτὰ προσκυνούντων σου.

ντίληψις δούλων σου κραταιὰ
ὑπάρχουσα, Μῆτερ,
ἐπευλόγει προσκυνητὰς
μορφῆς σου καρδίαν τετρωμένης
ὑπὸ σπαθῶν νῦν ἑπτά, παντευλόγητε.

Λαμπὰς προστασίας Χριστιανῶν,
διάλυσον ζόφον
βασκανίας, ἀδικιῶν
καὶ νόσων ἡμῶν ἀσπαζομένων
τὴν σὴν εἰκόνα ἑπτὰ σπάθας φέρουσαν.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

περεύχου σῶν δούλων,
Μῆτερ Θεοῦ, ἄχραντε,
κατασπαζομένων εἰκόνα
σὴν πανσεβάσμιον,
ἐν ᾗ καρδία ἡ σὴ
ὑπὸ σπαθῶν τετρωμένη
νῦν ἑπτά, Παντάνασσα,
δείκνυται, πάναγνε.

Νικητὰς σοὺς οἰκέτας
κατὰ παθῶν, Δέσποινα,
δεῖξον τοὺς πιστῶς προσκυνοῦντας
θείαν εἰκόνα σου,
ὑπὸ σπαθῶν τὴν ἑπτὰ
τιτρωσκομένην καρδίαν,
ἐξ’ ἡμῶν, Μητρόθεε,
φεῦ, ἀμπλακήματος.


Οἱ πιστοί, Θεοτόκε,
τὴν σὴν μορφήν, ἄχραντε,
ὑπ’ ἑπτὰ σπαθῶν τετρωμένην
κατασπαζόμενοι
σοὶ ἐκβοῶμεν τρανῶς·
Τοῦ πονηροῦ ἐπηρείας
καὶ δεινῶν διάσωσον
τοὺς εὐφημοῦντάς σε.


Νέκρωσόν μου τὰ πάθη
τὰ ζοφερά, Δέσποινα,
τοῦ ἀσπαζομένου μορφήν σου,
τὴν ἁπαλύνουσαν
σκληρὰς καρδίας πιστῶν
ἐκ βλαβερᾶς συνηθείας,
ψυχικοῦ νοσήματος
καὶ ἀτυχήματος.

πάλυνον
σκληρὰς καρδίας, Παρθένε, τῶν ὑμνητῶν σου
προσκυνούντων πανευλαβῶς μορφήν σου τὴν πάνσεπτον
σπαθῶν ὑπ’ ἑπτὰ τὴν τιτρωσκομένην.

πίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Καρδίας σκληράς, ἁγνή, ἡ ἁπαλύνουσα
τῶν σῶν οἰκετῶν, μὴ παύσῃ ἐποπτεύουσα
τοὺς σοὶ καταφεύγοντας,
Θεοτόκε, καρδίαν ἡ ἔχουσα
ὑπὸ παθῶν ἑπτὰ ἡμῶν παθῶν
δεινῶς τετρωμένην, Μητροπάρθενε.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

Μακαρίζειν σε πάντοτε
Ἄξιον, Παρθένε, Ἐστίν, ἧς δίστομος
τὴν καρδίαν τῆς σταυρώσεως
σοῦ Υἱοῦ ῥομφαία, Μῆτερ, ἔτρωσε.

ἑτοίμη ἀντίληψις
τῶν ἐγγάμων, Μῆτερ, αὐτῶν στειρότητος
σπάθη ἔτρωσε καρδίαν σου,
συμπαθοῦσαν πάντας τοὺς ὑμνοῦντάς σε.

Τὴν καρδίαν, πανύμνητε,
ἡ τιτρωσκομένη, Θεογεννήτρια,
ὑπ’ ἑπτὰ σπαθῶν, κατάστρεψον
βέλη καθ’ ἡμῶν τοῦ πολεμήτορος.

πευλόγει με, Δέσποινα,
ἧς καρδίαν πάλαι ῥομφαία δίστομος
σὴν καρδίαν, Μῆτερ, ἔτρωσε,
ὅτε σὸν Υἱὸν εἶδες σταυρούμενον.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ῦσαι συμφορῶν,
βασκανίας, πλάνης, θλίψεων
καὶ μαγείας, Θεοτόκε, ἧς ἑπτὰ
σπάθαι ἔτρωσαν καρδίαν σου τὴν πάναγνον.

καταφυγὴ
εὐσεβῶν ἐν περιστάσεσι,
Θεοτόκε, ἐκ σπαθῶν ἡμῶν παθῶν
τετρωμένας νῦν καρδίας τάχος ἴασαι.

Μέμνησο ἡμῶν,
προσκυνούντων τὴν εἰκόνα σου,
ἐν ᾗ ἔχεις τετρωμένην ἐξ ἑπτὰ
νῦν σπαθῶν καρδίαν, Μῆτερ παντευλόγητε.

ς ἡμῶν θερμὴν
ἀρωγὸν σὲ μεγαλύνοντες
προσκυνοῦμεν σὴν μορφὴν τὴν ὑπ’ ἑπτὰ
νῦν σπαθῶν τιτρωσκομένην, Παμμακάριστε.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Νικήτορας κατ’ ἐχθρῶν ἀνάδειξον
ἀοράτων τοὺς πιστῶς προσκυνοῦντας
τὴν σὴν μορφὴν ὑπ’ ἑπτὰ τετρωμένην
σπαθῶν, σεμνὴ Θεοτόκε, πανύμνητε,
σῶν οἰκετῶν ἁμαρτιῶν,
βασκανίας καὶ πλάνης αἰρέσεων.

Σκληρότητα καρδιῶν ἁπάλυνον
προσευχῶν σου διαθέρμων ἀρότρῳ,
Θεογεννῆτορ, ἑπτὰ ἧς καρδίαν
κατατιτρώσκουσι σπάθαι τῶν δούλων σου
παθῶν δεινῶν, ἀδικιῶν,
ἀσθενείας, μαγείας καὶ θλίψεων.

Κατάπαυσον οἰκετῶν σου τάραχον,
προσκυνούντων εὐλαβῶς σὴν εἰκόνα,
ἐν ᾗ τιτρώσκεται σοῦ ἡ καρδία
ὑπὸ σπαθῶν νῦν ἑπτά, Μητροπάρθενε,
ἡμῶν κακίας καὶ παθῶν
χαμαιζήλων, θεόνυμφε Δέσποινα.

Λαμπάδα μοι μετανοίας ἄναψον
τῷ πιστῶς ἀσπαζομένῳ μορφήν σου,
ὀδυνομένην πικρῶς, Θεοτόκε,
καὶ ὑπ’ ἑπτὰ νῦν σπαθῶν, πανσεβάσμιε,
τιτρωσκομένην ἀληθῶς
ἐξ ἡμῶν ἁμαρτάδων καὶ πτώσεων.

πάλυνον
σκληρὰς καρδίας, Παρθένε, τῶν ὑμνητῶν σου
προσκυνούντων πανευλαβῶς μορφήν σου τὴν πάνσεπτον
σπαθῶν ὑπ’ ἑπτὰ τὴν τιτρωσκομένην.

χραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Τὴν σὴν μορφὴν εὐλαβῶς ἀσπαζόμενοι
ὑπὸ σπαθῶν νῦν ἑπτά, Μητροπάρθενε,
τιτρωσκομένην θερμῶς ἐκβοῶμέν σοι·
Θραῦσον σῇ σπάθῃ εὐχῶν βέλη, Δέσποινα,
τὰ καθ’ ἡμῶν τοῦ δεινοῦ πολεμήτορος.

Προκείμενον
 Μνησθήσομαι τοῦ ὀνόματός Σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Στίχος. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.

Εὐαγγέλιον κατὰ Λουκᾶν. (Κεφ. α΄ 39 - 49, 56 )
Ζήτει τῇ ΙΕ΄ Αὐγούστου.

   Ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ἁγίου ἡ Ἐλισάβετ καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυνατός, καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα.

Ταῖς ὑπὸ διστόμου
ῥομφαίας τετρωμένης
λιταῖς καρδίαν, Σῶτερ,
Σῆς Μητρός, φρούρει πάντας.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου 
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Δεῦτε προσκυνήσωμεν
ὀδυνομένης εἰκόνα
νῦν Θεογεννήτορος
χοϊκῶν οἱ σύλλογοι
διὰ πταίσματα,
πτώσεις, νοσήματα,
πλάνην, ἀδικίαν,
βασκανίαν καὶ φαυλότητα
καὶ ἐκβοήσωμεν·
Κεχαριτωμένη Μητρόθεε,
ἑπτὰ ἧς σπάθαι, Δέσποινα,
σὴν σεπτὴν καρδίαν τιτρώσκουσι,
σύντριψον τὰ βέλη
ἐχθροῦ τὰ καθ’ ἡμῶν σῶν προσευχῶν
σπάθαις καὶ ῥῦσαι στενώσεων
σὲ τοὺς μακαρίζοντας.

Ὁ Ἱερεύς·  Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

ς καρδία διῆλθε,
Συμεὼν ὡς προεῖπε,
ῥομφαία δίστομος,
ὁ γηραιὸς πρεσβύτης,
Παρθένε, Θεοτόκε,
ὅτι εἶδες σταυρούμενον
σὸν Τόκον, σμῆξον ἡμῶν
τὰ δάκρυα εὐχαῖς σου.

ῦσαι νόσων παντοίων,
προβλημάτων τοῦ γάμου,
δεινῶν αἱρέσεων,
συμπτώσεων, κινδύνων
καὶ πάσης ἐπηρείας
τοῦ ἐχθροῦ, Μῆτερ, δούλους σου,
ἧσπερ ῥομφαία δεινὴ
διῆλθε τὴν καρδίαν.

νωτέρους συντήρει
ἐχθρικῆς ἐπηρείας
καὶ βίου θλίψεων
τοὺς πίστει προσκυνοῦντας
τὴν σπάθαις τετρωμένην
νῦν ἑπτά, Μητροπάρθενε,
μορφήν σου τὴν ἱεράν,
ὦ Κεχαριτωμένη.

Σὴν εἰκόνα προθύμως
οἱ πιστοὶ προσκυνοῦντες,
Θεογεννήτρια,
ὑπὸ σπαθῶν, Παρθένε,
ἑπτὰ τὴν τετρωμένην,
ἐκδεχόμεθα χάριν σου,
δι’ ἧς ἐχθροῦ μιαροῦ
συντρίβομεν παγίδας.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Κόπασον σάλον
ἡμῶν παθῶν, προσκυνούντων
σὴν μορφὴν ὑπ’ ἑπτὰ τετρωμένην,
Κεχαριτωμένη,
σπαθῶν, Θεογεννῆτορ.

νωθεν, Μῆτερ,
ἡμᾶς εὐλόγει, Παρθένε,
προσκυνοῦντας μορφὴν τετρωμένην
ὑπ’ ἑπτά, Παρθένε,
σπαθῶν τὴν σὴν γλυκεῖαν.

εόντων πάντας
δεῖξον ἡμᾶς ὑπερόπτας,
προσκυνοῦντας μορφήν σου ἁγίαν,
ὑπ’ ἑπτά, Παρθένε,
σπαθῶν τὴν τετρωμένην.


Δεῦτε εἰκόνα
κατασπασώμεθα πίστει
σὴν σεπτήν, ἀγαθή, τετρωμένην
ὑπ’ ἑπτὰ τῷ ὄντι
σπαθῶν, Θεογεννῆτορ.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

δεῖν μορφῆς το κάλλος
σοῦ Υἱοῦ, Παρθένε,
τοὺς προσκυνοῦντας μορφήν σου ἀξίωσον
ὑπὸ σπαθῶν τετρωμένην ἑπτά, Μητρόθεε.

γίασον σοὺς δούλους
πίστει προσκυνοῦντας
τὴν ὑπ’ ἑπτὰ τετρωμένην εἰκόνα σου
σπαθῶν, πανάχραντε Μῆτερ, Θεογεννήτρια.

Σὲ πόθῳ, Θεοτόκε,
ἀνυμνολογοῦντες
κατασπαζόμεθα θείαν εἰκόνα σου,
ὑπὸ σπαθῶν τετρωμένην ἑπτά, πανύμνητε.

Χριστὸν ἐκδυσωποῦσα
μὴ ἐλλείπῃς, Μῆτερ,
ὑπὲρ ἡμῶν προσκυνούντων εἰκόνα σου,
ὑπὸ σπαθῶν τετρωμένην ἑπτά, Πανάχραντε.

Ἄξιόν ἐστι ...... καὶ τὰ παρόντα Μεγαλυνάρια.

Χαίροις, Μῆτερ ἄχραντε τοῦ Χριστοῦ,
ἡ τιτρωσκομένη
τὴν καρδίαν σπάθαις ἑπτὰ
διὰ τὰς μαγείας
ἡμῶν καὶ βασκανίας
καὶ συμφορὰς καὶ πλάνας
καὶ ἀσθενήματα.

Δεῦτε προσκυνήσωμεν εὐλαβῶς
σὴν σεπτὴν εἰκόνα,
Θεοτόκε, τὴν τὰς σκληρὰς
χοϊκῶν καρδίας
ἐκ πάσης ἁμαρτίας
πιαίνουσαν εὐχῶν σου
ῥείθροις, πανεύφημε.
 
Μῆτερ, τὴν καρδίαν σπάθαι ἑπτά,
Κεχαριτωμένη,
ἧς διέρχονται ἐξ ἡμῶν
τῶν ἀμπλακημάτων
καὶ πάσης ἀνομίας,
τοὺς προσκυνοῦντας σκέπε
θείαν εἰκόνα σου.

Λύτειρα στειρότητος γυναικῶν,
Κεχαριτωμένη,
διὰ σπάθης τῶν σῶν εὐχῶν
πέφηνας τῶν πίστει
προσκυνουσῶν μορφήν σου,
ἣν δίστομος ῥομφαία
πάλαι κατέτρωσεν.

Μῆτερ, τετρωμένην ὑπὸ σπαθῶν
σὴν σεπτὴν εἰκόνα,
Μητροπάρθενε, νῦν ἑπτὰ
καὶ ὀδυνομένην
διὰ τὰς ἁμαρτίας
ἡμῶν ἐν κατανύξει
κατασπαζόμεθα.

Δίστομος ῥομφαία καρδίαν σήν,
πάναγνε, διῆλθεν,
ὅτε εἶδες τὸν σὸν Υἱόν,
Κεχαριτωμένη,
σταυρούμενον, πρεσβύτης
ὡς Συμεὼν προεῖπε
σοὶ ὁ σεβάσμιος.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Θεοτόκε Παρθένε, ῥομφαία δίστομος
διῆλθε σοῦ τὴν καρδίαν,
προφήτης ὡς Συμεὼν
σοὶ προεῖπεν, ὅτε Τόκον σου σταυρούμενον
εἶδες καὶ σπάθαι νῦν ἑπτὰ
τῶν ἡμῶν ἁμαρτιῶν
τιτρώσκουσι σὴν καρδίαν,
τὴν τὰς ξηρὰς καὶ ἀνίκμους
ἡμῶν καρδίας ἁπαλύνουσαν.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Πάντων οἰκετῶν σου τὰς σκληρὰς
πίανον καρδίας εὐχαῖς σου,
Μῆτερ τοῦ Λόγου Θεοῦ,
σπάθαι ἧς τιτρώσκουσιν
ἑπτὰ καρδίαν σου,
ἣν ῥομφαία, πανύμνητε,
διῆλθε σὸν Τόκον
ὅτε εἶδες, Δέσποινα
σεμνή, σταυρούμενον,
Συμεὼν ὡς σοὶ ὁ Προφήτης
ἀληθῶς προεῖπέ σοι, ὕμνοις
ἵνα μεγαλύνωμεν τὴν χάριν σου.

Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.


Ἁπάλυνον σκληρὰς καρδίας σῶν δούλων,
Μῆτερ, δέεταί σου Χαραλάμπης πόθῳ.

Τ Ε Λ Ο Σ

Κ Α Ι   Δ Ο Ξ Α

Τ ῼ   Μ Ο Ν ῼ   Α Λ Η Θ Ι Ν ῼ 

Θ Ε ῼ   Η Μ Ω Ν


Ἀριθμ. Καταλ. Π   660 / 25-7-15

3 σχόλια:

  1. Παναγία μου.....Παναγία μου....σώσε και μένα τόν άθλιο αμαρτωλό.
    Βοήθησέ με Παναγία μου,νά αντιμετωπίσω τούς εχθρούς μου καί τούς αδύναμους συνανθρώπους μου πού μέ εχθρευονται μέ υπομονή,προσευχή καί αμνησικακία....
    Παναγία μου,βοήθησέ με νά ολκληρώσω τά έργα μου καί νά είναι ευάρεστα σέ Σένα καί στόν Υιό σου.

    ΑπάντησηΔιαγραφή
  2. Απαντήσεις
    1. Την ημερα της Υπαπαντης 2 Φεβρουαριου ας εχομε την πρεσβειαν της.

      Διαγραφή