Ψαλλομένη τῇ 11ῃ μηνὸς Ἰουνίου
Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ.
Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια
Ἦχος δ΄. Ὡς
γενναῖον ἐν μάρτυσι.
Ὥσπερ ἄνθος μυρίπνοον, τῆς ἐρήμου τὴν ἄφατον, εὐωδίαν κόσμῳ πάτερ τοῦ
Πνεύματος, ἐκ τῆς Ῥωσσίας ἐσκόρπισας, ποτίσας τοῖς δάκρυσι, τὴν καρδίαν σου
Λουκᾶ, καὶ πυρὶ τῆς ἀσκήσεως, τὰ ζιζάνια, κατακαύσας παθῶν σου ἐν ἐρήμῳ, γῇ
ψυχρᾷ τε καὶ ἀβάτῳ, τῆς ἐξορίας ἀοίδιμε.
Ἐγκωμίοις καὶ ᾄσμασιν, ἐπαινεῖ τὰ συστήματα, πάτερ ὀρθοδόξων τὴν σὴν
πολύαθλον, ὑπομονὴν ἐν ταῖς θλίψεσιν, ἥν ὅλως ὑπέμεινας, θαυμαστῶς ὡς ὁ Ἰώβ,
χαίρων ᾅμα καὶ πᾶσαν σου, εἰς τὸν Κύριον, τὴν ἐλπίδα ἑκάστοτε ὡς δοῦλος, ἀγαθὸς
Λουκᾶ τρισμάκαρ, ἀνατιθεὶς θεοτίμητε.
Καθελὼν τὰ φρυάγματα, ἀσεβῶν ὡμολόγησας, οὐκ ἐν λόγοις μόνον ἀλλὰ καὶ ἔργοις
σου, τὸν σταυρωθέντα θεσπέσιε, Χριστὸν καὶ τριήμερον, ἀναστάντα ἐκ νεκρῶν, ὡς
βαστάσας ἐπ’ ὤμων σου, τὸ μαρτύριον, συνειδήσεως ὅθεν ἡγιάσθης, κοινωνὸς Αὐτοῦ
τῆς δόξης, καὶ παθημάτων γενόμενος.
Ἰατρόν σε θεότιμε, τελεσφόρον τοῖς θαύμασιν, τὸ τῆς Ἐκκλησίας εὕρατο πλήρωμα,
ὡς ἀφειδῶς τὰ ἰάματα, παρέχοντα πάσχουσιν, ὥσπερ ἕτερος Λουκᾶ, Ἱεράρχα ἀνάργυρος,
ὅθεν τάχυνον, εἰς ψυχῶν καὶ σωμάτων θεραπείαν, τῶν ἐν πίστει ἐκτελούντων, τὴν
ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος δ΄.
Ὢ τῆς πολυπράγμονός σου βιοτῆς, καὶ πολυστεφοῦς σου πολιτείας ἅγιε! Χριστοῦ
τὰ πρόβατα ἐποίμανας, ὡς Ἱεράρχης ἄριστος, καὶ Αὐτὸν ὡμολόγησας, ὡς ἀθλητὴς τῆς
πίστεως· τὴν Ἐκκλησίαν διηκόνησας, ὡς ὑποφήτης τῆς χάριτος· πόνους ἐβάστασας,
ὡς μάρτυς συνειδήσεως· θλίψεις ὑπήνεγκας ὡς ἀσκητής· λαὸν εὐηγγελίσω, ἐν
ἐξορίαις ὡς ἀπόστολος· ἀσθενεῖς ἐθεράπευσας, ὡς ἰατρὸς ἀνάργυρος καὶ τέκνα
ἐστήριξας, ὥσπερ φιλόστοργος πατήρ· καὶ τούτων πάντων ἕνεκεν, Θεὸν ἐδόξασας, ὡς
λύρα ἡ εὐήχητος. Ὅθεν καὶ νῦν ὡς φίλος τοῦ Παντάνακτος, καὶ ὡς ἔχων παρρησίαν
τῇ Παναγίᾳ Τριάδι, πρέσβευε τοῦ σωθῆναι, τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ παντοίων κινδύνων, τοὺς δούλους σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα σὲ
δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἀπόστιχα
Ἦχος β΄. Οἶκος
τοῦ Ἐφραθᾶ.
Ῥῶσιν πολυπαθῶν, μελῶν τοῦ σώματός μου, τῶν ἔνδον καὶ τῶν ἔξω, Λουκᾶ μου μὴ
βραδύνῃς, δωρήσασθαί μοι ἅγιε.
Στίχος. Τὸ στόμα μου λαλήσει σοφίαν καὶ ἡ μελέτη τῆς καρδίας
μου σύνεσιν.
Τμήσας χειρουργικῇ, τοῦ Πνεύματος λεπίδι, ἁμαρτωλὴν καρδίαν, ἄφελε
κακοήθεις, ὄγκους παθῶν μου ἅγιε.
Στίχος. Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν
ἐπίστανται χάριτας.
Πᾶσαν ἐπωφελῆ, καὶ ἀγαθήν τε δόσιν, ἐκ τοῦ Πατρὸς τῶν φώτων, αἴτησαι ὑπὲρ
πάντων, Λουκᾶ τῶν γεραιρόντων σε.
Δόξα. Τριαδικόν.
Λῦσον τὰ ἀσθενῆ, ψυχῆς καὶ σώματός μου, λιταῖς τοῦ Ἱεράρχου, Τριὰς ἡ ἐν
Μονάδι, πανσθενουργῷ Σου χάριτι.
Καὶ νῦν.
Θεοτοκίον.
Λάμψον κἀμοὶ τὸ φῶς, ἡμέρας ἀνεσπέρου, λαμπρύνουσα Παρθένε, τὸ ἔνδυμα ψυχῆς
μου, εὐχαῖς Λουκᾶ ἀκέστορος.
Νῦν ἀπολύεις, τὸ Τρισάγιον,
τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ
καὶ Ἀπόλυσις
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.
Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια
Ἦχος α΄. Ὢ τοῦ παραδόξου
θαύματος.
Ὢ τῆς εὐφροσύνης σήμερον! Ὁ εὐτλήμων ποιμήν, τοῦ Χριστοῦ παρίσταται, τῷ
θρόνῳ καὶ οὐρανῶν, δυνάμεις χαίρουσι· κυκλώσατε οἱ χοροί, τῶν ἀναργύρων ὑμῖν
τὸν ὁμότεχνον· χορεύσατε οἱ πιστοί, τῷ θεηγόρῳ Λουκᾷ ἐκβοήσαντες· Ἱεράρχα μέγα χαῖρε,
τοῦ Κυρίου ἔνδοξε, τοῦ παρέχοντος κόσμῳ, σαῖς λιταῖς τὸ μέγα ἔλεος.
Ὢ τοῦ πολυάθλου βίου σου! Αἰκισμοὺς καὶ εἱρκτάς, καὶ διώξεις ἅγιε, βασάνους
καρτερικῶς, πολλὰς ὑπήνεγκας, καὶ ἄρας τὸν σὸν Σταυρόν, ἐπὶ τῶν ὤμων Χριστὸν
ὡμολόγησας. Εὐφραίνου ὅτι καλῶς, πρὸς σωτηρίαν τὸν δρόμον τετέλεκας, καὶ ὡς
στεφηφόρος χαῖρε, ὅτι σὲ ἐδόξασεν, ὁ παρέχων τῷ κόσμῳ, σαῖς λιταῖς τὸ μέγα
ἔλεος.
Ὢ τῶν ἐμφανῶν χαρίτων σου! Πῶς ψυχῆς ὀφθαλμούς, καὶ καρδίας Πνεύματος, μαχαίρᾳ
ἀποτεμών, τούτων ἠφάνισας, τοὺς ὄγκους χειρουργικῶς, τῆς ἁμαρτίας καὶ πώρωσιν
ἔλυσας· πῶς ἴασας θαυμαστῶς, τοὺς προσδραμόντας ἐπὶ τοῖς λειψάνοις σου· Ὦ
θεράπον μέγα χαῖρε, τοῦ Χριστοῦ πανάριστε, τοῦ παρέχοντος κόσμῳ, σαῖς λιταῖς τὸ
μέγα ἔλεος.
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ἅπαντας διδάσκεις ἐμφανῶς, τῇ ὁμολογίᾳ Κυρίου, Λουκᾶ μακάριε, καὶ εἰς
ὑπερκόσμιον, γνῶσιν τοῦ κρείττονος, ὡς διδάκτωρ τῆς πίστεως, σεμνῇ βιοτῇ σου,
ἐκμυεῖς τὸ πλήρωμα, τῶν ὀρθοδόξων σοφέ, οὕς χειραγωγῶν μὴ ἐλλίπῃς, εἰς
δικαιοσύνης τὰς τρίβους, καὶ εἰς σωτηρίαν παναοίδιμε.
Σήμερον ὁ πάνσεπτος χορός, προσαναπληροῦται θεόφρον, σεπτῇ κοιμήσει σου,
ἀναργύρων ἔνδοξε, καὶ θαυμαστῶν ἰατρῶν, ὡς καλῶς ἡγησάμενος, τὸν ἄνθρωπον
εἶναι, πάντων χρῆμα ἴασας, ἀφιλαργύρως Λουκᾶ, τοὺς ἐν ἀρρωστίᾳ καὶ πόνοις,
μάκαρ ἐπὶ σοὶ προσδραμόντας, ὡς Χριστοῦ θεράπων γνησιότατος.
Δεῦτε ἀρυσώμεθα πιστοί, τὴν ὥσπερ ἐκ πέτρας τὸ ὕδωρ, ἀλήκτως βλύζουσαν,
χάριν τῶν ἰάσεων, ἐκ τῶν τοῦ θείου Λουκᾶ, πανιέρων ἁγίων τε, λειψάνων εἰδότες,
ὅτι ἐθαυμάστωσεν, αὐτῷ ὁ Κύριος, νέμων τὴν κατ’ ἄμφω ὑγείαν, σώματος ψυχῆς τε
καὶ ῥῶσιν, τοῖς αὐτῶν τυχεῖν θερμῶς ἐλπίζουσιν.
Δόξα.
Ἦχος πλ. β΄.
Πολλὰ θαυμαστά, προετύπωσαν αἱ ἐξορίαι σου, Ἱεράρχα Λουκᾶ. Ἐν Σιβηρίᾳ
κατεῖδες, σέλας νυκτοφαὲς αἰσθητόν, ὅπερ ἐστί, ἡλιακὸν φαινόμενον· σκοτισθέντων
σοῦ δὲ τῶν ὀφθαλμῶν, τὸ νοητὸν καὶ ἀείφωτον, καὶ ὑπερκόσμιον ἐνεῖδες σέλας,
ὅπερ ἐστὶν Ἡλίου δικαιοσύνης, τὸ τέλειον δώρημα. Πατρίδα καὶ συγγενεῖς, ἄκων
κατέλιπες, ἀλλ’ ἐν ξενιτίαις σου, τούτων ἐμνημόνευες ἐν προσευχαῖς· ξενωθεὶς δὲ
τοῦ κόσμου, εἰς ποθεινὴν πατρίδα ἐξεδήμησας, καὶ νῦν μνημονεύεις ἡμῶν ἐν
πρεσβείαις. Ἴασας ἐν πολέμῳ, τοὺς τετρωμένους μαχητάς· νῦν δὲ περιθάλπεις τὰ
τραύματα, τῶν πολεμουμένων στρατιωτῶν τοῦ Χριστοῦ. Ἐκομίσω βραβεῖον, παρὰ τοῦ
ἀθέου πολιτεύματος, ὡς καὶ παρὰ Κυρίου τὸ βραβεῖον, τῆς εὐσεβοῦς πολιτείας σου.
Ἀνεκλήθης ἀπὸ τῆς ἐξορίας, καὶ ὁ Δεσπότης σὲ ἐκάλεσεν εἰς οὐρανούς, ἵνα
συμβασιλεύσῃς Αὐτῷ, εἰς τοὺς αἰῶνας.
Καὶ
νῦν. Ἦχος ὁ αὐτός.
Τίς μὴ μακαρίσῃ σέ, Παναγία Παρθένε, τίς μὴ ἀνυμνήσῃ σου τὸν ἀλόχευτον
τόκον; Ὁ γὰρ ἀχρόνως ἐκ Πατρός, ἐκλάμψας Υἱὸς μονογενής, ὁ Αὐτὸς ἐκ σοῦ τῆς
Ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος
ἄνθρωπος δι’ ἡμᾶς· οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ’ ἐν δυάδι φύσεων,
ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, Σεμνὴ Παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς
ἡμῶν.
Εἴσοδος·
Φῶς ἱλαρόν· τὸ Προκείμενον τῆς ἡμέρας
καὶ
τὰ Ἀναγνώσματα
Παροιμιῶν
τὸ Ἀνάγνωσμα
(κεφ.
10, 7)
Μνήμη δικαίου μετ’ ἐγκωμίων καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος
ἄνθρωπος, ὃς εὗρε σοφίαν καὶ θνητός, ὃς οἶδε σύνεσιν. Κρεῖσσον γὰρ αὐτὴν
ἐμπορεύεσθαι ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων
πολυτελῶν· πᾶν δὲ τίμιον οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς
ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ
μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ. Καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει.
Αἱ γὰρ ἔξοδοί μου ἔξοδοι ζωῆς καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο
παρακαλῶ ὑμᾶς καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία
κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν· ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ
ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ ἱσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ
ζητοῦντες εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι
ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ· καὶ ἀνοίγω ἀπὸ
χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον μου
χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου, οὐδὲν ἐν αὐτοῖς
σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν καὶ
πλησθήσεσθε Πνεύματος.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ.
4, 7)
Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ
πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ
ἡλικία γήρως βίος ἀκηλίδωτος. Εὐάρεστος τῷ Θεῷ γενόμενος ἠγαπήθη καὶ ζῶν μετὰ
ἁμαρτωλῶν μετετέθη. Ἡρπάγη μὴ κακίᾳ ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν
αὐτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας
μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ
γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ
ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ
ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ.
3, 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτοῖς βάσανος. Ἔδοξαν ἐν
ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν
πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν
κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. καὶ ὀλίγα παιδευθέντες, μεγάλα
εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ.
Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο
αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ
διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος
εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν
ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα.
Ἦχος
α΄.
Ἀγάλλου ἐν Κυρίῳ ἡ Συμφερούπολις· Εὗρες γὰρ παρὰ Θεοῦ τοῦ ὑψίστου χάριν, ὅτι
κατηξίωσαι ἁγίου ποιμένος, τοῦ θεομάκαρος Λουκᾶ, τοῦ δόντος ἑαυτὸν ὑπὲρ τῶν
προβάτων σου· Καὶ ἦν γάρ σοι πρὸς συμφέρον, τὸ παθεῖν αὐτόν, καὶ ὑπομεῖναι
αἰκισμοὺς καὶ μάστιγας. Οὐκ ἂν εἶχες τοῦτον κλέος, εἰ μὴ οὗτος ἐποίει, τὸ τῆς
πίστεως χρέος. Οὐκ ἂν εἶχες τοῦτον, τῆς ἀθεΐας λυτῆρα, εἰ μὴ οὗτος ὑπὲρ Χριστοῦ
ἐδεσμεῖτο. Οὐκ ἂν ἐνεκωμιάζου, εἰ μὴ οὗτος ὠνειδίζετο. Ὅθεν τέρπου καὶ χόρευε,
ὡς ἔχουσα ἐν κόλποις σου, θησαυρὸν ἀδαπάνητον, αὐτοῦ τὰ πανίερα λείψανα, δι’ ὧν
προχεῖται τῷ κόσμῳ, παντοδαπῶς τὰ θεῖα χαρίσματα.
Ἦχος
β΄.
Ἴδετε οἱ Χριστομάχοι, καὶ σύνετε οἱ ἀσεβεῖς· πῶς ἐκ γυμνῶν ὀστέων, ἰάσεις
πηγάζουσι; πῶς ἐκ τεθνηκότος, ῥῶσις ζῶσι δωρεῖται; πῶς ἐξ ἀφθόρου καρδίας, οἱ φθόροι
τῶν νόσων ἀποδιδράσκουσιν; πῶς λείψανα σιγῶντα, ὑμᾶς στομῶσιν; Μηκέτι οὖν
ἀνοηταίνετε, μηκέτι ἀποληρεῖτε, ἀλλὰ μεθ’ ἡμῶν μεγαλύνατε, τὸν θεῖον Λουκᾶν,
τῶν πιστῶν τὸ στήριγμα, καὶ τοῦ Χριστοῦ τὸ ἐγκαλλώπισμα.
Ἦχος
γ΄.
Ἔπαθλον τῆς ζωγραφίας ὑπουράνιον, τὸ ὑπέργειον βραβεῖον προετύπωσεν, τῆς σῆς
ἄνω θεοφόρητε κλήσεως, καὶ τῶν φιλοτέχνων ὁ ἔπαινος, τῶν φιλαγίων τὸ ἐγκώμιον,
ὅ καὶ μελῳδοῦντες σοὶ προσάγομεν, φαεσφόρε Ἱεράρχα, ὅτι γέγονας Χριστοῦ τὸ
ἐξεικόνισμα. Οὗτος γὰρ προετέθη ὡς προτύπωμα, τὴν μῖξιν ἐποιήσατο, τῶν χρωμάτων
ὁ Παράκλητος, μεμειχὼς τὸ χρυσοῦν τῆς χάριτος, φοινικοβάπτοις σου δάκρυσι, καὶ
τῷ μέλανι τῶν θλίψεων, τὸ λευκὸν τῆς ἀμιάντου σου ψυχῆς, καὶ τῷ πρασίνῳ τῆς
εὐκάρπου μετανοίας σου, τὸ κυανοῦν τῶν οὐρανίων φρονημάτων σου, χεὶρ δὲ πατρική
σε ἐζωγράφισεν, καὶ ἔδειξέ σε τύπον, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἦχος
δ΄.
Ἠχήσατε σήμαντρα, οὐρανοὶ ἀγαλλιᾶσθε, πιστοὶ προϋπαντήσατε· ὁ Ἱεράρχης πάρεστι·
Δεῦτε ἱερεῖς σὺν διακόνοις, καιρὸν λαβόντες τῆς μετανοίας, χεῖρα δεσποτικὴν
ἀσπάσασθε, καὶ περιβάλετε αὐτόν, ἐν ἀμφίοις διαχρύσοις, τῆς ὑμνωδίας καὶ τοῦτον
πολυτίμῳ, καταστέψατε μίτρᾳ τῶν ἐγκωμίων, καὶ ἐπιδόντες ταῖς χερσὶν αὐτοῦ,
ῥάβδον παρακλήσεως τοῦ λαοῦ, σὺν αὐτῷ εἰσοδεύσατε εἰς τὰ Ἅγια τῶν Ἁγίων· ὁ δὲ
Θεοῦ ἐν εὐφημίαις, λαὸς καὶ ᾄσμασι ψαλάτω· Λουκᾶ τοῦ θεοφόρου Ἱεράρχου, μακαρία
ἡ μνήμη.
Ἦχος
πλ. α΄. Δόξα.
Κατέπλευσας σήμερον Λουκᾶ, εἰς Παραδείσου τὸν εὔδιον λιμένα, ἀγρεύσας πλῆθος
ἰχθύων πολύ, δικτύοις τοῦ Σωτῆρος. Οὐκ ἴσχυσαν οἱ ζοφεροὶ πειραταί, συλῆσαί σου
τὸν νοῦν, οὐκ ἠδυνήθη ὁ βύθιος δράκων, καταποντίσαι σε, ὅτι ἑλιγμοῖς ἐπιδεξίοις
σου, τούτων διέφυγες, ὡς οἰακοστρόφος ἐμπειρότατος, τῆς σωστικῆς νηός, καὶ
θαλασσοκρατήσας ἐν τῷ πελάγει τῶν θλίψεων, εἰς ποθεινὴν πατρίδα ἀπενόστησας, ἧς
τοῦ τυχεῖν ἡμᾶς σεβασμιώτατε, ἱκέτευε Χριστὸν τὸν Θεόν, ἀπαύστως πάτερ ἀοίδιμε.
Ἦχος
ὁ αὐτός. Καὶ νῦν.
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν
πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν
τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον, Στιχηρὰ Προσόμοια
Ἦχος
πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις ὁ τῆς Ῥωσίας βλαστός, καὶ τῆς Κριμαίας ὁ προστάτης καὶ ἔφορος, τῆς
πίστεως ὁ ἀμύντωρ, καινοφανὴς δὲ ἀστήρ, τῆς Ὀρθοδοξίας καὶ ἀνάλωτον, δογμάτων
προπύργιον, ἀθεΐας τὸ σύντριμμα, τῆς Ἐκκλησίας στρατιώτης ὁ δύσμαχος, καὶ
αἱρέσεων, ἀλεξήτωρ ὁ ἄτρυτος, νόσων τὸ ἐξουδένωμα, νοσούντων τὸ ἄκεσμα,
Ἱεραρχῶν μέγα κλέος, καὶ ἰατρῶν τὸ ὑπόδειγμα, δαιμόνων ὁ θρῆνος, καὶ χαρὰ τῶν
σὲ ὑμνούντων, Λουκᾶ σεβάσμιε.
Στίχος.
Οἱ ἱερεῖς Σου, Κύριε, ἐνδύσονται δικαιοσύνην...
Χαίροις ὁ δωρεὰν εἰληφώς, ἐκ Παρακλήτου ἰαμάτων χαρίσματα, καὶ τούτων
ἀφιλαργύρως, πιστοῖς νοσοῦσι Λουκᾶ, ἀντιδωρηθέντων ἰασάμενος, σαρκὸς τὰ
νοσήματα, καὶ ψυχῆς ἀσθενήματα, τῶν ἱκετῶν σου, ὡς ἀκέστωρ εὐπρόσιτος· Χαίροις
ἔνδοξε, Ἀναργύροις ὁμότροπε· Χαίροις ὁ ἐκδεξάμενος, ἀμάραντον στέφανον,
ὑπομονῆς καὶ Κυρίου, ὁμολογίας καὶ πίστεως, παρὰ τοῦ Σωτῆρος, τοῦ παρέχοντος τῷ
κόσμῳ, τὸ μέγα ἔλεος.
Στίχος.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος...
Πάλην πρὸς τὰς τοῦ κόσμου ἀρχάς, καὶ ἐξουσίας διεξήγαγες ἅγιε, καὶ ἄρχοντι
μεγαλαύχῳ, αὐτοῦ ἀντέστης στερρῶς, καὶ ῥοῇ ματαίων παναοίδιμε, καὶ τούτων ἁπάντων
δέ, ταπεινῷ σου φρονήματι, ἐπικρατήσας, τῆς ἀλήκτου ἠξίωσαι, ἀπολαύσεως, τῶν
ἀφθάρτων μακάριε. Ὅθεν σὲ μακαρίζομεν, τὰς χεῖρας κροτήσαντες, καὶ μελῳδοῦντες
τὸ Χαίροις, τήνδε προσάγομεν δέησιν· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν
δοθῆναι, τὸ μέγα ἔλεος.
Δόξα.
Ἦχος πλ. δ΄.
Βαβαὶ τῆς ὑμῶν παραφροσύνης, οἱ τῆς ἀληθείας ἀρνηταί, καὶ τῷ ὄντι θεομάχοι!
Εἴπατε ἡμῖν καὶ πιστεύσομεν· ἆρα τυχόντως τὰ συντεταγμένα σύμπαντα; ἆρα ἐξ
ἀταξίας, ἡ τῆς φύσεως τάξις; καὶ πῶς αὕτη νενίκηται; πῶς μὴ ἄναρχος, ἡ τῶν
κτιστῶν ἀρχή; πῶς ἀνυπόστατος ὁ λόγος, τῶν ἐλλόγων ὑποστάσεων; πόθεν ὁ τρεπτὸς
ὑμῶν νοῦς, εἰ μὴ ἐξ ἀτρέπτου νοός; πῶς ἀβουλήτως βούλησις ἀνθρώποις; πόθεν καὶ
ὑμῖν τὸ αὐτεξούσιον, τοῖς μὴ αὐτεξουσίως γεγεννημένοις; πόθεν τὸ ἐνεργεῖν τὰ
ἀνθρώπινα, εἰ μὴ ἐκ φιλανθρώπου θείας ἐνεργείας; πῶς αὐτόπλαστον τὸ αὐτοβλαβές;
πῶς καὶ ἀειγενὲς τὸ φθαρτόν; Πλὴν οὐκ εἴδατε Λουκᾶν, ὅν ὑμεῖς ἐδιώξατε, καὶ πῶς
οὗτος ἐνεργεῖ τὰς ἰάσεις; πῶς διερμηνεύετε λοιπὸν αὐτοῦ τὰς θεραπείας; τυφλοὶ
γὰρ ἀναβλέπουσι, παράλυτοι ἐξίστανται ἀπὸ κλίνης, χωλοὶ περιπατοῦσι, λεπροὶ
καθαρίζονται καὶ κωφοὶ ἀκούουσι. Σύνετε οὖν, καὶ μὴ ματαιολογεῖτε, ἀλλὰ σὺν
ἡμῖν βοήσατε· Ὦ τοῦ Χριστοῦ μακάριε Ἱεράρχα, Λουκᾶ θεοφόρητε, πρέσβευε τῷ ἐν
Τριάδι Θεῷ, ἐλεηθῆναι πάντας ἡμᾶς.
Καὶ
νῦν. Ἦχος ὁ αὐτός. Θεοτοκίον.
Ἀνύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μῆτερ Θεοῦ τοῦ
Ὑψίστου, σῶν οἰκετῶν παρακλήσεις δέχου, Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν
τῶν πταισμάτων· νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Νῦν
ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον
Ἦχος
πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Ἰατρῶν τὸ ἀγλάϊσμα
καὶ τὸ καύχημα, Ἱεραρχῶν
καὶ τὸ κλέος
τῆς Ἐκκλησίας Χριστοῦ, τὸν
Ποιμένα τὸν καλὸν Συμφερουπόλεως, θεῖον Λουκᾶν τὸν ἰατρόν, ἐν ᾠδαῖς πνευματικαῖς, ὑμνήσωμεν γηθοσύνως, ὅτι πηγάζει
πλουσίως, τῶν
ἰαμάτων τὰ χαρίσματα.
Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος· χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς
σέ· χαῖρε ἀχείμαστε λιμὴν καὶ
ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν ποιητήν σου καὶ Θεόν. Πρεσβεύουσα μὴ
ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν τόκον σου.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Κάθισμα
Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Προστρέχοντες Λουκᾶ, ἐπί σοὶ οἱ νοσοῦντες, αἰτοῦνται παρὰ σοῦ, καθαρθῆναι
πταισμάτων, ἰσχύϊ τῆς πρεσβείας σου, πρὸς Χριστὸν καὶ κομίσασθαι, θεῖον ἔλεος,
καὶ τὴν κατ’ ἄμφω ὑγείαν, καὶ ἐπίγνωσιν, τῶν ἐντολῶν τοῦ Σωτῆρος, τυχεῖν τε
θεώσεως.
Δόξα.
Ὅμοιον.
Ὡς ἄστρον φωταυγές, καὶ ὡς ἄσβεστος λύχνος, ἐμφαίνεις τοῖς πιστοῖς, τὸ
ἀνέσπερον φάος, αὐτοῦ γὰρ ἡ ἀΐδιος, καὶ ἀείφωτος δύναμις, ἐν ὀμμάτων σου, τῇ
ἀσθενείᾳ θεόπτα, πάτερ ἔνδοξε, ἐτελειώθη καὶ ὅλως, Λουκᾶ σε ἐθέωσεν.
Καὶ
νῦν. Ὅμοιον.
Ἀγγέλων οἱ χοροί, ἐν παρθένῳ λοχείαν, ἰδόντες καὶ μητρί, παρθενίαν ὡς ἔδει,
ἡδέως ἐξεπλάγησαν, καὶ εὐθέως ἐπῄνεσαν, τὰ θαυμάσια, ἐν σοὶ καὶ τὴν ὑπὲρ
κόσμου, θείαν πρόνοιαν, τοῦ σοῦ Υἱοῦ Θεοτόκε, συμφώνως ἐδόξασαν.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα
Ἦχος δ΄.
Ταχὺ προκατάλαβε.
Ὡς ὄμβρος πολύδροσος, ἐκ τῶν λειψάνων τῶν σῶν, ἡ χάρις ἰάσεων, ἐπὶ τὸν χοῦν
τὴν σαρκός, ἡμῶν καταβαίνουσα, σώματος τὴν ὑγείαν, εὐσκεδάστως δωρεῖται, ἅγιε καὶ
ποτίζει, τὰς ψυχὰς πρὸς πλουσίαν, ταλάντων πολυτοκίαν, πάτερ θεόπλουτε.
Δόξα.
Ὅμοιον.
Διδάκτωρ τῆς πίστεως, ἐλπίδος ὑφηγητής, ἀγάπης τε πρύτανις, γέγονας πάτερ
Λουκᾶ, διὸ καταξίωσον, πάντας σοὶ μαθητεῦσαι, καὶ εὐσκόπως σπουδάσαι, μάκαρ
περὶ τὰ θεῖα, ἵνα γνῶσιν κρειττόνων, ζωήν τε τὴν αἰωνίαν, κατακτησώμεθα.
Καὶ
νῦν. Ὅμοιον.
Ῥομφαία διεῖλέ σου, τὴν παναγίαν ψυχήν, τὸ σπλάχνον σου Δέσποινα, ὅτε ἀνῄρθη
Σταυρῷ, διὸ ἐννοήσασα, πόνους τῶν ἀπ’ αἰῶνος, ἕως τῆς συντελείας, κόσμου πασῶν
μητέρων, ὑπὲρ τέκνων ἰδίων, ἐξ ᾍδου πρεσβείαις πάντας, ταῖς σαῖς ἐξάγαγε.
Μετὰ
τὸν Πολυέλεον, Κάθισμα
Ἦχος δ΄. Ἡ Παρθένος σήμερον.
Ἀτεκνίας ἔλυσας, τὸ πολυδάκρυον ἄχθος, καὶ καρκίνου ἅγιε, τὸ πολυώδυνον
ἄλγος, πλείστοις μέν, τὴν εὐτεκνίαν δωροτελέσας, ἄλλοις δέ, καὶ τὴν ὑγείαν
Λουκᾶ ὡς μέγας, ἰατρὸς θαυματοφόρος, καὶ τοῦ Σωτῆρος, θεράπων ἔνδοξος.
Δόξα.
Ὅμοιον.
Διωγμοὺς καὶ μάστιγας, καρτερικῶς ὑπομείνας, πάτερ εὐηρέστησας, Λουκᾶ
Χριστὸν ὑπεράγαν· Τοῦτόν γε, ὁμολογήσας ἐσταυρωμένον, ἔδειξας, τῇ οἰκουμένῃ πῶς
Ἐκκλησία, πολιτεύεται ἐν κόσμῳ, καὶ πῶς ἰσχύει, αὐτῆς τὸ πλήρωμα.
Καὶ
νῦν. Ὅμοιον.
Ὥσπερ ἱκεσίας σου, οὐ παρορᾷ ὁ Υἱός σου, οὕτω καὶ τὴν δέησιν, ἡμῶν Ἁγνὴ μὴ
παρίδῃς. Ἔθος γάρ, προσδεχομένοις τὸ βασιλέως, ἔλεος, ἐπὶ μεσίτας
προκαταφεύγειν, τελεσφόρους ἵνα τάχει, πληροῦται Κόρη, τοιοῦτον αἴτημα.
Τὸ
α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·
Τίμιος
ἐναντίον Κυρίου ὁ θάνατος τοῦ Ὁσίου αὐτοῦ.
Στίχ.
Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον
τὸ ἐν τῷ Ὄρθρῳ τοῦ ἁγίου Χρυσοστόμου.
Ὁ
Ν΄ ψαλμός.
Δόξα.
Ταῖς τοῦ Ἱεράρχου...
Καὶ
νῦν. Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄.
Καθελὼν Λουκᾶ, τοῦ σατὰν τὸ φρύαγμα, γέγονας εἰς χεῖρας τοῦ Κτίσαντος, τὸ
εὔπλαστον φύραμα· Εἶτα δὲ προσεκομίσθης Πατρὶ τῷ Ἐπουρανίῳ, ὡς ἄρτος
προσδεδεγμένος, εἰς τὸ ἀναίμακτον Αὐτοῦ θυσιαστήριον. Οἱ δὲ εὐλαβεῖς χριστιανοί,
μεταλαβόντες τῶν σῶν δωρεῶν, καὶ τῆς ἀκεστικῆς σου χάριτος, μετ’ εὐχαριστίας
σοὶ βοῶμεν· Χαίροις τοῦ Χριστοῦ ὁ Ἱεράρχης, ὁ πρεσβεύων ἀεί, τοῦ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Εἶτα
ὁ κανὼν τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς:
«Ἀκεσιμβρότῳ
Λουκᾷ ᾆσμα συντίθεται.
Σ(τυλιανοῦ)
Π(ρεσβυτέρου)».
ᾨδὴ
α΄. Ἦχος
δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀνοίξω τὸ στόμα μου, καὶ τοῦ Χριστοῦ τῷ θεράποντι, Λουκᾷ τῷ θεόφρονι, καὶ
θαυμαστῷ ἰατρῷ, τὸ ἐγκώμιον προφρόνως ἀναμέλπων, αὐτοῦ διηγήσομαι, τὰ
ὑπερένδοξα.
Καθήλωσας ἅγιε, τὸν παλαιὸν ἐν σοὶ ἄνθρωπον, ἐν τόπῳ καρδίας σου, τοῦ
Γολγοθᾶ σταυρικῶς, καὶ ἀνέστησας, τοῦτον καινὸν ᾧ τέκμαρ, ὑπάρχει περίδηλον,
καρδία ἄφθαρτος.
Ἑσμὸς κατηγόρων σου, τὴν πολιτείαν σου μέμψασθαι, Λουκᾶ τὴν πανέντιμον, οὐκ
ἰσχυκὼς ἀψευδῶς, ἐβουλεύετο, βουλὴν παρανομίας, τοῦ ἐξουδενῶσαί σε, ἐν ἐξορίᾳ
σου.
Θεοτοκίον.
Σαλπίσασα σάλπισμα, τῆς μετανοίας κυκλόθεν μου, τὰ τείχη κατάβαλε,
συγκεκλεισμένης ἐμῆς, Παναμώμητε, Ἱεριχοῦς ψυχῆς μου, Ῥαὰβ τὴν καρδίαν μου,
Ἁγνὴ ζωγρήσασα.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Ἰθύνας ζωήν σου πρὸς Κυρίου, προστάγματα ἕνεκεν Αὐτοῦ, λυτρωτικῶς ἀπώλεσας,
αὐτὴν ἥν ὅλως ἔσωσας, ἐν τῷ φωτὶ τοῦ Κτίσαντος, ἐπανευρὼν ταύτην ἅγιε.
Μορφώσας ἐν σοὶ Χριστὸν τὸν μόνον, ψυχῶν καὶ σωμάτων Ἰατρόν, ὁδὸν πρὸς καθ’
ὁμοίωσιν, Αὐτῷ Λουκᾶ διέδραμες, ὅθεν ἰᾶσθαι ἅπαντας, θαυματουργῶς νῦν καὶ δύνασαι.
Βασάνους διώξεις ἐξορίας, Λουκᾶ ἀνακρίσεις φυλακάς, καὶ χλευασμοὺς
ὑπέμεινας, ἀλλ’ ὑπὲρ πάντων ἅγιε, οὐκ ἔπαυσας δεόμενος, τῶν Χριστομάχων ὡς
εὔσπλαχνος.
Θεοτοκίον.
Ῥαδίως οὐ σθένω ἀποδρᾶναι, Ἁγνὴ τῆς εἱρκτῆς μου τῶν παθῶν, Μῆτερ ὡς
ᾐχμαλώτισμαι, ὑπὸ τῆς φιλαμάρτου μου, ῥαστώνης ἧς μὲ δύσθλαστα, ῥῆξαι δεσμὰ
καταξίωσον.
Κάθισμα
Ἦχος γ΄. Ἐπεφάνης σήμερον.
Τῇ ἀξίνῃ Πνεύματος, ἀποχρησάμενος πάτερ, πονηρὰ ζιζάνια, παθῶν ἐκρίζωσον ἡμῶν,
ὡς ἂν τὸν σπόρον δεξώμεθα, καρποφοροῦντα, ῥημάτων τοῦ Κτίσαντος.
Δόξα. Ὅμοιον.
Κλίνης ἐξανάστησον, τῆς ῥαθυμίας λιταῖς σου, νοῦν μου τὸν παράλυτον, ἵνα εἰς
τρίβον ἀσφαλῆ, τῶν ἐντολῶν τοῦ Δεσπότου μου, ἐγηγερμένος, Λουκᾶ μου πορεύσωμαι.
Καὶ νῦν. Θεοτοκίον. Ἡ Παρθένος σήμερον.
Τίς ὑμνῆσαι δύναται, τῶν γηγενῶν ἐπαξίως, σοῦ τὰ ὑπερένδοξα, καὶ θαυμαστὰ
μεγαλεῖα; Μήτηρ γάρ, Θεοῦ ὑπάρχεις καὶ παρθενεύεις, κάμπτεις τε, πρὸς ἱκεσίαν
γόνυ Υἱῷ σου, εἰ καὶ πάντων βασιλεύεις, ὡς τῶν ἀγγέλων, καὶ κόσμου Ἄνασσα.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὁ φωτὸς ἐστερημένος, τῶν σαρκίνων ὀμμάτων σου, πρὸ κοιμήσεώς σου, λῦσον
σκοτοδίνην τοῦ δούλου σου, ὑπερκοσμίῳ φωτί σου, πρὶν εἰς ἔρεβος, ἐμπεσόντος ἐμοῦ,
Λουκᾶ εἰς τέλος ἀπόλωμαι.
Τεθεικὼς ὑπὲρ προβάτων, τοῦ Χριστοῦ ὥσπερ γνήσιος, ποιμὴν τὴν ψυχήν σου,
ἀμισθὶ ὡδήγεις τὸ ποίμνιον, εἰς σωτηρίους νομὰς ἐκπλήττων ἅγιε, ῥάβδῳ
Πνεύματος, τὰς ἐπιόρκους ἀλώπεκας.
Ὧν ἐθαύμασας τὸν βίον, καὶ μορφὰς ἐζωγράφησας, τὰς ὑπερκοσμίους, ὤφθης ἐν
ἀσκήσει ἐφάμιλλος, ὅτι Χριστοῦ μορφωθέντος ἐν σοὶ ἅγιε, τὸ φιλότεχνον, Αὐτοῦ
ἀπείκασμα γέγονας.
Θεοτοκίον.
Λογισμοὺς τῆς ἀπιστίας, εἰς τὸν Κύριον μάκρυνον, ἀπ’ ἐμοῦ ἡ πλάνην, παύσασα
εἰδώλων καὶ λύσασα, δικαιοσύνης Ἡλίου ἀνατείλαντος, Παναμώμητε, τῆς ἀθεΐας τὴν
ζόφωσιν.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Ὑνίεως Πνεύματος, χρησάμενος ὀξύτητι, ἔσκαψας τὴν γῆν ψυχῶν ἀγόνων, Λουκᾶ
καὶ λόγον, Χριστοῦ κατέσπειρας, πέτρας ἀθεΐας ἀφελών, πρὸς τὸν θερισμὸν Αὐτοῦ,
ὡς ἐργάτης φιλότιμος.
Ὁ ὢν ἡ ἀλήθεια, ἐρωτηθεὶς ἐν βήματι, αὕτη τί ἐστιν ὑπὸ Πιλάτου, καὶ
σιωπήσας, ἤνεγκε τὴν ἑαυτοῦ, μορφὴν εἰς ἀπόκρισιν αὐτῷ, ὡς ἐν ἀνακρίσεσι, καὶ
σὺ πάτερ ἐποίησας.
Καρκίνον καὶ τύφλωσιν, παραλυσίαν δύσπνοιαν, ἄρθρων τε κακώσεις λευχαιμίαν,
καὶ πυογόνους λοιμώξεις ἅγιε, σὺν ἐπιληψίᾳ ἀμισθί, ὡς ἀκέστωρ ἴασαι,
βαθυκάρδιος θαύμασι.
Θεοτοκίον.
Ἀλγῶ τῆς καρδίας μου, στενοπορίᾳ θάνατον, τρέμων τὸν αἰφνίδιον Παρθένε, ὅτι
θρομβοῦται, ἐξ ἰοβόλων παθῶν, τὸ αἷμά μου ὅθεν Ἀγαθή, κάθαρόν με τάχιστα, τῷ
ἰχῶρι τοῦ τόκου σου.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ἀθῷον πάτερ σὲ ἔγνωμεν, χερσὶ καὶ καθαρὸν τῇ καρδίᾳ σου, ὡς τῷ πλησίον σου, οὐκ
ἐπὶ δόλῳ μὲν ὤμοσας, κἀπὶ ματαίῳ σὴν δέ, ψυχὴν οὐκ ἔλαβες.
Συμφέρον εἶναι ἐδόκει σοι, ψυχῆς τὸ ὑπέρ πίστεως πάσχειν σε, Συμφερουπόλεως,
τὸ ἱερὸν ἀκροθίνιον, δι’ ὅπερ καὶ ἐστέφθης, ἀξίως ὄλβιε.
Μερίζων πάτερ τοῖς πένησι, ἑκὼν τὸν ἐπιούσιον ἄρτον σου, εἰ καὶ ἑκάστοτε,
τούτου ἐδέου φιλότιμε, ἄρτου ζωῆς καὶ δόξης, ὑπερκεκόρεσαι.
Θεοτοκίον.
Ἀμνοῦ ἡ μήτηρ τοῦ αἴροντος, κἀμοῦ τὰς ἁμαρτίας ἱκέτευε, σὺν τῷ ἀκέστορι, τὸν
σὸν Υἱὸν μὴ ἐρίφοις με, ἀλλ’ ἀγαθοῖς προβάτοις, συναριθμήσῃ με.
Κάθισμα
Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ὡς τῶν πατέρων Ἐκκλησίας ἰσοστάσιον, καὶ κοινωνὸν τῶν ἀναργύρων καὶ
ὁμότεχνον, ἔγνωκάν σε τὰ συστήματα ὀρθοδόξων, ὅτι πάντας τοὺς νοσοῦντας
ἐθεράπευσας, δωρεὰν καὶ τοῦ Χριστοῦ καλῶς ἐποίμανας, πάτερ πρόβατα, ὡς ποιμὴν εὐθυνέστατος.
Ὁ
Οἶκος
Ἄνω σχὼν τὴν καρδίαν, διὰ βίου σου πάτερ, τὰ ἄνω ἐκομίσω βραβεῖα, καὶ σὺν
τῶν ἀναργύρων χορῷ, καταπέμπεις χάριν δωρεὰν ἄνωθεν, ἰάσεων ἱκέταις σου, ἀκούων
παρ’ αὐτῶν τοιαῦτα·
Χαῖρε φωτὸς
μυστικοῦ σημεῖον·
Χαῖρε πασῶν ἀρετῶν
ταμεῖον·
Χαῖρε τῶν
νοσούντων πολύευκτον ἄκεσμα·
Χαῖρε τῶν ἀθέων
πολύθροον ἄκουσμα·
Χαῖρε ὅτι
ἐξουδένωσας τελωνίων τοὺς δασμούς·
Χαῖρε ὅτι καὶ
διέρρηξας ἐγκοσμίων τοὺς δεσμούς·
Χαῖρε τῆς
Ἐκκλησίας ὁ γενναῖος ὁπλίτης·
Χαῖρε τῆς
Βασιλείας οὐρανῶν ὁ πολίτης·
Χαῖρε δοτὴρ ὑγείας
ὁ πρόθυμος·
Χαῖρε φωστὴρ
Ῥωσσίας ὁ πρότιμος·
Χαῖρε δι’ ὅν
Συμφερούπολις χαίρει·
Χαῖρε ἐφ’ ὅν ἡ
Κριμαία καυχᾶται·
Χαίροις πάτερ
πανεύφημε.
Συναξάριον
Τῇ
ια΄ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Λουκᾶ, Ἀρχιεπισκόπου
Συμφερουπόλεως,τοῦ Ἰατροῦ.
Ταῖς
αὐτοῦ πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Σημειούμενος, διὰ τῆς κινναβάρεως, Γραφῆς ἐδάφια, ὑπογραμμὸν σεαυτόν, σαφῶς
παρεσκεύαζες, Λουκᾶ γενέσθαι πιστοῖς, καὶ τοῖς δάκρυσι, σοφέ σου τὴν
Χριστώνυμον, πολιτείαν ὑπογράψαι.
Ὑπεδούλωσας, παθῶν ἐπαναστάντων σου, σάρκα τῷ πνεύματι, δοὺς ἐξουσίαν αὐτῷ,
κατὰ τῆς πυρφόρου τε, καὶ φιληδόνου ῥοπῆς, καὶ κατέστησας, κόσμου δεσμῶν
θεσπέσιε, τὴν ψυχὴν σου ἐλευθέραν.
Νάει ἄφθονος, ἡ χάρις τῶν ἰάσεων, ἐκ τῶν λειψάνων σου, ὥσπερ Λουκᾶ ποταμός,
σεμνὲ ὁ ἀείρρυτος, καὶ κατασβέννυσι, τὴν πολύδιψον, τῆς ἀρρωστίας φλόγωσιν,
ὥσπερ ὕδωρ δροσοβόλον.
Θεοτοκίον.
Τὸ ἀντίπαλον, ἐπαιρομένου δράκοντος, σκοταῖον στράτευμα, ὑπερκοσμίῳ φωτί, τῷ
σοὶ ἐπιλάμψαντι, κατακεραύνωσον, Μῆτερ σώσασα, ὡς Στρατηγὸς Ὑπέρμαχος, τοῦ
Χριστοῦ τοὺς στρατιῶτας.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἴχνευσας Λουκᾶ τὸν συγγραφέα, τοῦ τρίτου Εὐαγγελίου ὡς ὁμώνυμος, τούτῳ καὶ
ὁμότεχνος, ὅτι ἐζωγράφησας, εἰδότως καὶ ἰάτρευσας, καὶ ἀναστάσεως, τὸ ἄγγελμα
ἐνήχησας πᾶσι, ἐν γραφαῖς καὶ λόγοις, τρισμάκαρ Ἱεράρχα.
Θέρμῃ προσευχῆς ὅλως παρεῖδες, τὸ ψῦχος ἐν ἐξορίαις ὡς χειμῶνα σου, τῶν
παθῶν μετήλλαξας, ἀντὶ θέρους ἅγιε, τῶν ἀρετῶν καὶ Πνεύματος, ζέσει ἀνέθαλψας,
τὸ πάντιμον ὀρθόδοξον σέβας, καὶ ὁμοπατρίων, ψυχὰς Λουκᾶ θεόφρον.
Ἔθυες θυσίαν καθ’ ἡμέραν, σφαττόμενος τὴν ψυχὴν ὑπὲρ τῆς πίστεως, εἰς ἁγίαν
τράπεζαν, τῆς καρδίας πάνσεμνε, καὶ γὰρ συμφέρον λέλεκται, εἶναι τὴν ἄδικον,
ἀπώλειαν ἑνὸς τοῖς ἑτέροις, ὅθεν εὐγνωμόνως, Λουκᾶ σὲ ἀνυμνοῦμεν.
Θεοτοκίον.
Τεῖνον οὖς εὐήκοον Παρθένε, λαοῦ σου προσδεξαμένη ὡς θυμίαμα, τῇ σεπτῇ
εἰκόνι σου, τὰς αἰτήσεις Δέσποινα, καὶ τοῖς ποσὶ τοῦ τόκου σου, ταύτας
προσάγαγε, πρεσβεύουσα ὑπὲρ τῶν ὑμνούντων, καὶ μακαριζόντων, σὲ Κόρη εἰς
αἰῶνας.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Αἵρεσιν Λουκᾶ, πρὸς ἀνατομίαν γε βροτείου σώματος, ἐσχηκὼς τοῦ Πνεύματος, μαχαίρᾳ
πάτερ μάκαρ ἀνάτεμε, ψυχήν μου τὴν ἀθάνατον, ἀφ’ ἧς τὰ δύσφορα, ἕλε πάθη, τάχει
διαγνώσει σου, ὀξυτάτῃ καὶ τούτοις με νέκρωσον.
Ἵλασαι ἡμῖν, νυνὶ δεομένοις τε τῆς λυσιπόνου σου, πάτερ ἀντιλήψεως, καὶ τοῖς
λειψάνοις τοῖς σοῖς προσπίπτουσι, καὶ τοῦ Ἀμνοῦ δεήθητι, ἡμῶν τοῦ αἴροντος,
ἁμαρτίας, ἵν’ αὐτῶν τὴν ἄφεσιν, χορηγήσῃ ἡμῖν ὡς φιλάνθρωπος.
Σκῦλα εἰληφώς, τῆς νίκης ἀπέσπασας ψυχὰς πρεσβείαις σου, τῶν χειρῶν τοῦ δαίμονος,
ἐξ ἀθεΐας ταύτας ῥυσάμενος, καὶ προσκυνεῖν παρῄνεσας, πάντας σημείοις σου, Θεὸν
Λόγον, σαρκωθέντα Τοῦτον δέ, συνδοξάζειν Πατρὶ τε καὶ Πνεύματι.
Θεοτοκίον.
Πόμμα τὸ καινόν, πιεῖν κόσμῳ δέδωκας πίστεως Ἄχραντε, ἀληθοῦς τῷ τόκῳ σου,
διὸ τὴν λύμην πάσης αἱρέσεως, εὐχαῖς Λουκᾶ θεράπευσον, ἡμῶν βοώντων σοι·
Παρελθέτω, ἀφ’ ἡμῶν ποτήριον, γέμον ὄξους τῆς πλάνης πρεσβείαις σου.
Ἐξαποστειλάριον.
Τοῖς Μαθηταῖς συνέλθωμεν.
Θαυματουργοῖς λειψάνοις σου, προσπίπτομεν ἐν πίστει, καὶ παρά σοῦ αἰτούμεθα,
ἴασιν καὶ ὑγείαν, Λουκᾶ ψυχῶν καὶ σωμάτων, τῶν σὲ μακαριζόντων· Ὑπάρχεις γὰρ
περίδοξος, ἰατρὸς ὁ θεράπων χριστιανῶν, ὡς πνευματικοῖς σου ἀποδιώκεις,
φαρμάκοις πᾶσαν ἔφοδον, νόσου καὶ ἀρρωστίας.
Θεοτοκίον.
Ἐσκοτισμένῳ λάμψον μοι, τὸ φῶς σου Θεοτόκε, ἵνα Χριστὸν θεάσωμαι, ὄμμασι τῆς
ψυχῆς μου, καὶ μὴ ἐάσῃς τῶν ἄνω, δώρων με στερηθῆναι, ἰδοῦσά με καθήμενον, ἐν
σκιᾷ πταισμάτων καὶ τῶν παθῶν μου, χώρᾳ καὶ σκοτίᾳ τῆς ἁμαρτίας, ἀλλὰ
πρεσβείαις ῥῦσαί με, σκότους τοῦ αἰωνίου.
Εἰς
τοὺς Αἴνους
Ἦχος
πλ. β. Ὅλην ἀποθέμενοι.
Δεῦτε μεγαλύνωμεν, τῆς Ἐκκλησίας ἐργάτην, τὸν ἀκαταπόνητον, τὸν σεμνὸν
ἀκέστορα καὶ περίδοξον, τὸ λαμπρὸν καύχημα, τῆς Ὀρθοδοξίας, καὶ φωσφόρον
ἀκροθίνιον, Συμφερουπόλεως, καὶ τῆς Ὑπερθέου ὑμνήτορα, θεότητος καὶ στήριγμα,
θείων τε δογμάτων καὶ πίστεως, τὸν Λουκᾶν τὸν μέγαν, ἐν θαύμασι καὶ πάσαις
ἀρεταῖς, καὶ ἐπαινέσωμεν ἅπαντες, τοῦτον ἐμφανέστατα.
Ὡς Χριστοῦ ὑπήκοον, ἄχρι θανάτου πιστόν σε, Ἱεράρχα ἔγνωμεν, ὡς προθύμως
ἅγιε προητοίμαζες, σεαυτὸν πάντοτε, εἰς σφαγὴν τεθῆναι, καὶ ψυχήν σου ὑπὲρ
πίστεως, καὶ τοῦ ποιμνίου σου, θῦσαι ὡς ποιμὴν εὐθυνέστατος, Λουκᾶ
σεβασμιώτατε, ὅθεν σοὶ Χριστὸς ἐδωρήσατο, τὴν τῆς ἀφθαρσίας, στολὴν καὶ οὐρανῶν
ἀειφεγγῆ, δόξαν καὶ στέφος ἀμάραντον, καὶ ζωὴν αἰώνιον.
Τίς ὁ προσκυνήσας σοῦ, τὸν ἀλεξίμβροτον τάφον, ἀπελθὼν οὐκ ἔλαβε, εὐχερῶς
τὴν ἄπλετον εὐλογίαν σου; τίς τοῖς σοῖς ἅγιε, ἱεροῖς λειψάνοις, προσπεσὼν τῆς
ἀκεσφόρου τε, καὶ ἀκενώτου σου, χάριτος Λουκᾶ οὐκ ἀπήλαυσεν; τίς μάκαρ
ἀσπασάμενος, τὴν σεπτὴν εἰκόνα σου πάντιμε, οὐ Χριστῷ τὴν δόξαν, ἀνέπεμψεν καὶ
σοὶ τιμητικῶς, τὸν ἀγλαόφωνον ἔπαινον, Ἱεράρχα ἔνδοξε;
Οἶκος θείου Πνεύματος, καὶ ἐνδιαίτημα Λόγου, καὶ Πατρὸς δι’ ἔργων σου,
ἀγαθῶν τὸ δόξασμα καὶ τῆς πίστεως, εὐπαγὲς ἔρεισμα, καὶ τῆς καρτερίας, ἡ ἀκλόνητος
ἀπόδειξις, καὶ ἐξακρίβωσις, τῆς ὑπομονῆς ἐν ταῖς θλίψεσι, δοχεῖον τὸ τῆς
χάριτος, καὶ τῶν ἀρετῶν τε ἡδύοσμον, γέγονας τὸ ἄνθος, εὐφραίνων τὰς καρδίας
τῶν πιστῶν, τῶν ἐκτελούντων τὴν μνήμην σου, πάτερ ἁγιώτατε.
Δόξα. Ἦχος πλ. δ΄.
Ὅτε τὸ πανίερόν σου λείψανον, εἰς τάφον ἐκηδεύετο, τότε οἱ ἀσεβεῖς ἠμηχάνουν
περὶ τοῦ πράγματος. Ὅτε δὲ ἡ ἁγία σου ψυχή, εἰς οὐρανοὺς ἐκομίζετο, τότε αἱ
νοεραὶ δυνάμεις, διηπόρουν περὶ τῆς σῆς κατατάξεως λέγουσαι· Ποῦ συγκαταλέξωμέν
σε μακαριστέ; Ὁσίοις, ὅτι τὰς πρὸς Θεὸν ὑποσχέσεις ἐφύλαξας, ὡς θεόφρων μοναχός;
Ἰατροῖς ἀναργύροις, ὅτι καὶ τοὺς Ἱπποκρατείους ὅρκους ἐτήρησας, ὡς εὐθύφρων καὶ
ἀφιλάργυρος ἰατρός; Ὁμολογηταῖς, ὅτι τὴν ἀθεΐαν κατατροπώσας, Χριστὸν ἀφόβως
ὡμολόγησας; Ἱερομάρτυσι, ὅτι πικρᾶς ὀδύνης ἐν καρδίᾳ γευσάμενος, εἱρκτὰς καὶ
μάστιγας ὑπήνεγκας διὰ τὴν εὐσέβειαν; Ἱεράρχαις, ὅτι ὑπὲρ ποιμνίου ἔθηκας τὴν
ψυχήν σου; Ἱεροῖς διδασκάλοις, ὅτι ἐξορισθείς ἐκήρυξας πανταχοῦ, τὸν τῆς ἀληθείας
λόγον; Δικαίοις, ὅτι οὐδέποτε ἠπείθησας, ταῖς εὐαγγελικαῖς ἐντολαῖς, οὔτε
παρέβης τῆς πολιτείας τοὺς νόμους; Αλλὰ πρὸς λύσιν τῆς αὐτῶν ἀπορίας, Χριστὸς ὁ
Θεός σε ἐνεκολπώσατο, ἵνα πρεσβεύῃς ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης
ἀνάγκης καὶ θλίψεως.
Δοξολογία
μεγάλη καὶ Ἀπόλυσις
ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ
τυπικά, οἱ Μακαρισμοί.
Καὶ
ἐκ τοῦ κανόνος τοῦ ἁγίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος
καὶ Εὐαγγέλιον τῆς 13ης Νοεμβρίου.
(ἁγίου
Ἰωάννου Χρυσοστόμου)
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον...
Μεγαλυνάρια.
Χαίροις
τῆς Ῥωσσίας θεῖε
βλαστέ, καὶ
τῶν ἀσθενούντων, συμπαθέστατε ἰατρέ, χαίροις ἀθεΐας, Λουκᾶ ὁ καθαιρέτης, καὶ χάριτας θαυμάτων, πᾶσι δωρούμενος.
Τοὺς προσερχομένους ἐν τῷ
σεπτῷ, ἱερῷ Ναῷ σου, ἐν Βεροίᾳ πάτερ Λουκᾶ, καὶ τὰ θαυμαστά σου, λείψανα
προσκυνοῦντας, ναοὺς δόξης Κυρίου,
γενέσθαι πρέσβευε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου