Παρασκευή, 26 Οκτωβρίου 2012

Παναγία Γουμενίσσης Κιλκίς,Παρακλητικός Κανών


  (1ή 2 Κυριακή Μαρτίου)
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.

Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος ὡς συνήθως, καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ παντίμῳ Εἰκόνι, τῆς Γουμενίσσης ὁ Χριστώνυμος δῆμος, προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα Γουμένισσα, ἀπὸ πάσης ἀνάγκης, λύτρωσαι τοὺς σπεύδοντας, τῇ θερμῇ ἀρωγῇ σου, καὶ τῷ παρόντι κλήρῳ σου Ἁγνή, δίδου εἰρήνην, καὶ χάριν καὶ ἔλεος.

Δόξα, καὶ νῦν. Ὅμοιον.

Τοῖς προσιοῦσι τῷ ἁγίῳ ναῷ σου, καὶ ἐξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν, Θεογεννῆτορ μόνη Ἀειπάρθενε, δίδου ὡς φιλάγαθος, τὰ αἰτήματα πάντα, καὶ παθῶν ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν· σὺ γὰρ ἡμῶν θερμὴ καταφυγή, καὶ προστασία, καὶ μέγα προσφύγιον.

Ὁ Ν´. καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·

Δέχου ἡμῶν τὰς δεήσεις Κόρη. Γερασίμου.

Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ἀνέδειξας μυστικόν, τῆς σῆς προμηθείας τὴν Εἰκόνα σου τὴν σεπτήν, ᾗ πίστει Παρθένε προσιόντες, πάσης χαρᾶς καὶ εἰρήνης πληρούμεθα.

Ἐν πάσῃ ἀνάγκῃ καὶ συμφορᾷ, σπεύδομεν Παρθένε, τῷ ναῷ σου τῷ ἱερῷ, ὡς ἐν ἀσφαλεῖ Κόρη λιμένι, καὶ τρικυμίας ἁπάσης λυτρούμεθα.

Χαράκωμα πέφηνας καὶ ἰσχύς, Κεχαριτωμένη, Γουμενίσσῃ τῇ εὐσεβεῖ· διὸ κατὰ χρέος μεγαλύνει, τῆς σῆς θερμῆς προστασίας τὰς χάριτας.

Ὁ οἶκος ὁ θεῖος σου καὶ σεπτός, ἐν ᾧ ἡ Εἰκών σου, ὥσπερ ῥόδον ἀειθαλές, παρέχει τὴν θείαν εὐωδίαν, καὶ δυσωδίαν παθῶν λύει Ἄχραντε.

Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα τῶν ἄνω, Ἀγγελικῶν τάξεων, ὤφθης ἀσυγκρίτως Παρθένε, Χριστὸν κυήσασα· ὅθεν ὑπέρτερον, δεῖξον τὸν νοῦν ἡμῶν πάσης, χαμαιζήλου σχέσεως, φόβῳ τῷ κρείττονι.

Ἡ ἁγία Εἰκών σου, ἁγιασμὸν βλύζουσα, πάντας ἁγιάζει Παρθένε, καὶ τὴν ἑξάγιστον, ἐχθροῦ ἐπήρειαν, ἀποσοβεῖ ἐκ τῶν πίστει, προσιόντων πάντοτε, τῇ ἀντιλήψει σου.

Μεγαλύνομεν Κόρη, τὴν πρὸς ἡμᾶς σκέπην σου· ὅτι ἐκ μεγάλων κινδύνων, καὶ περιστάσεων, λυτροῦσαι πάντοτε, τοὺς ἀκλινῶς ἀφορῶντας, πρὸς τὴν ταχυτάτην σου, Ἁγνὴ βοήθειαν.

Ὡς ηὐδόκησας Κόρη, ἐπανελθεῖν τάχιστα, τὴν σὴν ἁρπαγείσαν Εἰκόνα, ἡμῖν τοῖς δούλοις σου, οὕτως εὐδόκησαν, μένειν αὐτὴν ἐν τῷ μέσῳ, τοῦ λαοῦ σου πάντοτε, τοῦ πεποιθότος σοι.

Διάσωσον, Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ σου προσπίπτοντας, καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.

Παρακλητικός Κανών Νέστωρ Μάρτυς


Γερασίμου μοναχοῦ Μικραγιαννανίτου
Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. X4

Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Καταπαλαίσας τὸν ἀρχέκακον ὄφιν, ἀθλητικῶς παρὰ Χριστοῦ ἐδοξάσθης, ὦ Ἀθλοφόρε Νέστωρ παναοίδιμε, ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐν βίῳ πειρασμῶν, τοὺς καταφεύγοντας, Μάρτυς τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου.
Ωδὴ α΄. Ὑγρὰν διοδεύσας.

Τὸν δρόμον τὸν θεῖον τετελεκώς, ἐνίσχυσον Νέστωρ, ὡς ἀήττητος Ἀθλητής, ἡμᾶς διανύειν ἀπροσκόπτως, τῆς εὐσεβείας ὁδὸν τὴν σωτήριον.
Ἡνίκα ἐπέλθῃ ἐπιφορά, δεινῶν ἀδοκήτων, τοῖς οἰκέταις σου Ἀθλητά, τότε ἡμῖν φάνηθι ὑψόθεν, καὶ τῶν παθῶν λῦσον Νέστωρ τὸν τάραχον.
Νεκρώσας Λυαῖον τὸν δυσμενῆ, Χριστοῦ τῇ δυνάμει, ἀπονέκρωσον Ἀθλητά, τῇ σῇ ζωτικῇ ἐπιστασίᾳ, τὴν καθ’ ἡμῶν τοῦ Βελίαρ ἐπήρειαν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτήν, Χριστὸν τὸν Δεσπότην, κόσμον σώσαντα ἐκ φθορᾶς, ῥῦσαί με ἁγνὴ Θεογεννῆτωρ, φθοροποιῶν παθημάτων καὶ θλίψεων.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.

Ἡ σὴ ἄθλησις Μάρτυς τὸν δυσμενῆ ἤσχυνεν, ὅθεν τῆς αὐτοῦ πανουργίας καὶ δολιότητος, ἡμᾶς ἀπάλλαξον, Νέστωρ Χριστοῦ Ἀθλοφόρε, ταῖς πρὸς τὸν Οἰκτίρμονα, Θεὸν πρεσβείαις σου.
Νεανίας ὡραῖος καὶ εὐπρεπὴς πέφηνας, σῶμα καὶ ψυχὴν προσενέγκας, τῷ Παντοκράτορι, ὅθεν ὡράϊσον, τὸ εἰδεχθὲς τῆς ψυχῆς μου, Νέστωρ τῇ δοθείσῃ σοι, θεόθεν χάριτι.
Χαρισμάτων πλουσίων παρὰ Θεοῦ ἔτυχες, οἷα Ἀθλητὴς τοῦ Σωτῆρος, Νέστωρ περίδοξος, ὅθεν χαρίτωσον, καὶ χαρᾶς πλήρωσον θείας, Μάρτυς τοὺς παλαίοντας, βίου ταῖς θλίψεσι.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, Κεχαριτωμένη Παρθένε Θεοχαρίτωτε, δύναμιν δίδου μοι, τῶν τοῦ ἐχθροῦ κυριεύειν, προσβολῶν ἑκάστοτε, καὶ ἐπιθέσεων.

Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Παναγίας Παλλιουριώτισσας-Παρακλητικός κανών


Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παλλιουριώτισσαν Κύπρου

(Ὑπὸ Γεωργίου Πανδούλου)
Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ψαλμοῦ ΡΜΒ´.
Μετὰ τοῦτο τό: Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημενος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου... (τετράκις)
Καὶ τὸ ἑξῆς.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τὴν Εἰκόνα προσπέσωμεν, ἐν κατανύξει καὶ Αὐτῇ ἐκβοήσωμεν, οἱ ἐν πολλαῖς ἁμαρτίαις πανάθλιοι· Χαῖρε Παλουριώτισσα Παναγία Παρθένε, τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως Κόρη, Σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Θεοτοκίον
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου...

Ὁ Ν´. Ψαλμός.
Ωδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Θαυμάτων τῶν θείων Σου τὴν πληθύν, καὶ τῶν τεραστίων εὐφημήσαι ἐπιχειρῶν, Σοῦ δέομαι Παρθένε Παναγία, Παλουριώτισσα χάριν παράσχου μοι.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε Κόρη εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί, καὶ βλάβης με πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον ὄφεως.
Ἁγίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη μολυνθεῖσάν μου τὴν ψυχήν, καὶ τῆς χαλεπῆς μου ἁμαρτίας, ὡς ἐλεήμων ἀπάλλαξον Ἄχραντε.
Συνέτισον τὸν δοῦλόν Σου Μαριάμ, ἄνοιξόν μοι πύλας μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ Σου ῥῦσαί με Δέσποινα.

Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταφύγιον κόσμου καὶ ἀῤῥαγὲς στήριγμα, Κεχαριτωμένη Παρθένε τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ δολίου δράκοντος σκέπε καὶ φύλαττε.
Ὡς Πανάμωμος Μήτηρ τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων Σὺ Παλουριώτισσα, ὡς πάντων Ἄνασσα, Εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνούντας Σε ἀειμακάριστε.
Τὸν ἐν βυθῷ ἁμαρτίας διηνεκῶς κείμενον, δούλῳ Σου ἀθλίῳ Παρθένε εὐσπλάγχνως ἔγειρον, σῶσόν με οἴκτειρον, Σὺ γὰρ λιμὴν τῶν ἐν ζάλῃ, καὶ τῶν πεπτωκότων θεία ἀντίληψις.

Τετάρτη, 17 Οκτωβρίου 2012

ΠΑΝΑΓΙΑΣ ΚΟΥΤΣΟΥΡΙΩΤΙΣΣΗΣ ΕΡΑΤΕΙΝΗΣ ΦΩΚΙΔΟΣ ΠΑΡΑΚΛΗΣΙΣ


(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)

Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ψαλμοῦ ΡΜΒ´.

Μετὰ τοῦτο τό: Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημενος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου... (τετράκις)

Καὶ τὸ ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τῇ θαυμαστῇ Σου καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς προστρέχοντες ἑκάστοτε, ἐξ Αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σῦ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαρίτωτε Κόρη τὴν χάριν Σου.
Δόξα. Καὶ νῦν.

Διὰ φωτὸς ἐπουρανίου Παρθένε, τῷ μοναστῇ τὴν Σὴ Ἁγίαν Εἰκόνα, ὡς ἠβουλήθης Κόρη ἐφανέρωσας, νῦν ἐξ Ἄθω δέδωκας, ἀντὶ ταύτης σοῖς δούλοις, θεῖον ἀφομείωμα, χαριτόβρυτον ὄντως, ὦ προσιόντες πίστει ἀκλινεῖ, τῶν αἰτημάτων, τὸ πέρας λαμβάνομεν.

Ὁ Ν´. Ψαλμός.

Ωδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Κυκλοῦντες Παρθένε πανευλαβῶς, πιστῶν αἱ χορεῖαι τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἧν περ Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς ἡμᾶς Σου ὑμνοῦμεν ἀντίληψιν.

Ὁλόφωτον σκήνωμα τοῦ Θεοῦ, Κεχαριτωμένη τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς προνοίας, δέδωκας πᾶσιν ἡμῖν Κουτσουριώτισσα.

Ὑμνοῦντες ἐν πίστει τῇ πρὸς ἡμᾶς, πολλῆς Σου εὐνοίας Θεοτόκε τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν Εἰκόνι, καὶ ἐξ Αὐτῆς θείαν χάριν καρπούμεθα.

Τὸν πάντων κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ Αὐτοῦ Ἁγνή, διδόναι ἡμῖν πταισμάτων λύσιν, καὶ πειρασμῶν Θεοτόκε ἐκλύτρωσιν.

Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Σωτηρίας ἐλπίδα καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν παναγίαν Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἡ Φωκὶς πᾶσα σπεύδει, καὶ πληροῦται Δέσποινα τῆς Σῆς χρηστότητος.

Ὀμβροφόρος νεφέλη ὡς ἀληθῶς δέδεκται, δρόσον εὐφροσύνης ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ παναγία Εἰκών Σου, ἧ πιστῶς προσπίπτοντες ἁγιαζόμεθα.

Ὑπὸ πλήθους πταισμάτων περισχεθεὶς Ἄχραντε, τῇ Σῇ καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι· θᾶττόν με λύτρωσαι, τῆς συνεχούσης ἀνάγκης, καὶ παθῶν μου κόπασον Κόρη τὸν τάραχον.

Σωστικὴν νέμει χάριν ἡ Σὴ Εἰκὼ Ἄχραντε, ὅθεν τῆς Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες, ἀναβοῶμέν Σοι· ῥύου ἡμᾶς πάσης βλάβης, ὡς ἡμῶν βοήθεια Κουτσουριώτισσα.

Διάσωσον, Κουτσουριώτισσα Κόρη τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ...

Οσίου Χαρίτωνος του ομολογητού. Παράκλησις


(28 Σεπτεμβρίου)
(Χ. Μπούσια. Ἀθήνα, 1996, Ἱκέσιος Βίβλος)

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε Εἰσάκουσον, μεθ’ ὅ τό· Θεὸς Κύριος, ὡς συνήθως καὶ τὸ ἑξῆς. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Ὡς ἐναρέτου βιοτῆς ἐκμαγεῖον, καὶ θησαυρὸν ὁμολογίας σε πάντες, τιμῶμεν παναοίδιμε Χαρίτων σοφέ, ὅτι χάριν εἴληφας χορηγεῖν τοῖς τιμῶσι, σοῦ τὰ κατορθώματα τὴν κατ’ ἄμφω ὑγείαν, καὶ θεραπεύειν πάθη ζοφερά, ταῖς σαῖς ἀόκνοις, πρὸς Κτίστην πρεσβείαις σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε…


Ὁ Ν΄ ψαλμός.

Ὁ κανών, οὗ ἡ ἀκροστιχίς: Χαρίτων μακάριε, χαρίτωσον Χαραλάμπη.

Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.

Χαρίτων τοῦ Πνεύματος ἐραστά, θεόφρον Χαρίτων, τὸν αἰτοῦντα πανευλαβῶς, ταῖς σαῖς πρὸς Θεὸν θερμαῖς πρεσβείαις, καὶ ἀσιγήτοις ἐν τάχει χαρίτωσον.

Ἀπαύστως ἱκέτευε τὸν Θεόν, τῆς χάριτος ῥεῖθρα, χαριτώνυμε ἀσκητά, ἡμῖν ἐπομβρῆσαι τοῖς ἐν ὕμνοις, σὲ ὡς κρουνὸν θείας χάριτος μέλπουσι.

Ῥανίσι δακρύων ἀσκητικῶν, Χαρίτων ἀρδεύσας, τὴν Φαράν τε καὶ τῆς Σουκᾶν, τὴν ἔρημον τάχος ἄρδευσόν μου, τὸ τῆς καρδίας πετρῶδες καὶ ἄγονον.

Θεοτοκίον.

Ἰάτρευσον νόσους παντοδαπάς, Παρθένε Μαρία, τρυχομένων Σου οἰκετῶν, ὡς Μήτηρ τοῦ πάντων δυναμένου, τὰ ἀλγεινὰ θεραπεύειν νοσήματα.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.

Τῶν Παθῶν μου Χαρίτων τὸν ζοφερὸν τάραχον πράϋνον, ὁ χάριτι θείᾳ ἀποταξάμενος, τὰς χαμαιζήλους ὁρμάς, καὶ νουνεχῶς ἐνασκήσας, ὡς βροτὸς ἰσάγγελος, ὅπως δοξάζω σε.

Ὡς Μαρτύρων ἀκρότης τοῦ βδελυροῦ ἄρχοντος, τὴν ὀφρὺν συνέτριψας σθένει μάκαρ τοῦ Πνεύματος, καὶ νῦν Χριστῷ παρεστώς, Αὐτῷ πρεσβεύεις ἀπαύστως, ῥῦσαι ἐκ τῆς δαίμονος, πλάνης σοὺς πρόσφυγας.

Νικηφόρως τελέσας τὸν ἐπὶ γῆς βίον σου, ὡς συγκοινωνὸς Ἀθλοφόρων, καὶ πνευματέμφορος, Ὁσίων ὑφηγητής, Χαρίτων χάρισαι νίκαις, κατ’ ἐχθρῶν τῆς πίστεως, τοῖς σὲ γεραίρουσι.

Θεοτοκίον.

Τῶν ἁγίων 40 γυναικῶν μαρτύρων, Ακολουθία (1 Σεπτεμβρίου)


 ΑΣΜΑΤΙΚΗ ΑΚΟΛΟΥΘΙΑ
ΤΩΝ ΑΓΙΩΝ ΤΕΣΣΑΡΑΚΟΝΤΑ
ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΡΩΝ
ΓΥΝΑΙΚΩΝ

ποιηθεῖσα ὑπὸ μητροπολίτου Μηθύμνης κυροῦ 'Ιακώβου
ψαλλομένη τῇ 1ῃ σεπτεμβρίου μετὰ τῆς ἀκολουθίας τῆς ἰνδίκτου


Εις τον Εσπερινόν

    Στιχολογοῦμεν τὴν α΄ στάσιν τοῦ «Μακάριος ἀνήρ».  εἰς τὸ «Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους ι΄ καὶ ψάλλομεν στιχηρὰ προσόμοια τῆς ἰνδίκτου δ΄ καὶ ἕτερα τῶν ἁγίων στ΄.

Τῆς ἰνδίκτου. ἦχος α΄. Τῶν οὐρανίων.

Τῆς αὐτολέκτου καὶ θείας διδασκαλίας Χριστοῦ τὴν προσευχὴν μαθόντες, καθ᾿ ἑκάστην ἡμέραν βοήσωμεν τῷ κτίστῃ· Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς κατοικῶν,
τὸν ἐπιούσιον ἄρτον δίδου ἡμῖν παρορῶν ἡμῶν τὰ πταίσματα.

Ὡς τῶν Ἑβραίων τὰ κῶλα ἐν τῇ ἐρήμῳ ποτέ, ἀπειθησάντων ὄντως σοὶ τῷ πάντων δεσπότῃ, ἀξίως κατεστρώθη, οὕτω καὶ νῦν τὰ ὀστᾶ διασκόρπισον τῶν δυσσεβῶν καὶ ἀπίστων Ἀγαρηνῶν ψαλμικῶς παρὰ τὸν ᾅδην Χριστέ.

Ὁ ἐν Σιναίῳ τῷ ὄρει τὰς πλάκας γράψας ποτέ, αὐτὸς καὶ νῦν ἐν πόλει Ναζαρὲτ κατὰ σάρκα βιβλίον κατεδέξω προφητικὸν ἀναγνῶναι, Χριστὲ ὁ Θεός· καὶ τοῦτο πτύξας ἐδίδασκες τοὺς λαοὺς πεπληρῶσθαι τὴν Γραφὴν ἐπὶ σοί.

Στιχηρὰ προσόμοια τῶν ἁγίων. ἦχος δ΄. 'Ως γενναῖον ἐν μάρτυσι.

Τὸν 'Αμμοὺν τὸν διάκονον, 'Αθηνᾶν 'Αντιγόνην τε, 'Ελπινίκην, Μόσχω, Χάιδω, Χαρίκλειαν, Καλλίστην, Λάμπρω. Πανδώραν ὁμοῦ, Τρωάδα Δωδώνην τε, 'Ερασμίαν, 'Ερατώ, Κλεονίκην καὶ Θάλειαν ἐπαινέσωμεν Μαριάνθην, Εὐτέρπην, 'Αριβοίαν,
'Ακριβῆ καὶ 'Ασπασίαν ταῖς τῶν ᾀσμάτων τερπνότησι.

Τῶν παρθένων ὁ σύλλογος 'Αφροδίτην Διόνην τε, Πηνελόπην ἅπαντες Θεονύμφην τε, τὴν Μαργαρίταν Σαπφὼ ὁμοῦ, Κλειὼ Κλεοπάτραν τε, Πολυμνίαν, Θεανώ,
Μελπομένην ὑμνήσατε Κοραλίαν τε, Καλλιρρόην ὁμοῦ καὶ Θεανόην, Πολυνίκην, Τερψιχόρην ἐν ἱεροῖς μελῳδήμασιν.

῾Ερμηνείαν αἰνέσωμεν, Οὐρανίαν ὑμνήσωμεν, Θεοφάνην ἅμα τε φιλομάρτυρες,
᾿Αδαμαντίνην, γεραίροντες Χριστὸν τὸν Θεὸν ἡμῶν τὸν καλέσαντα αὐτάς,
παρθενίᾳ καὶ αἵματι, πρὸς οὐράνια τῶν ἁγίων σκηνώματα, πρεσβεύειν ὑπὲρ τῶν ἐν εὐσβείᾳ αὐτὰς τιμώντων καὶ ᾄσμασιν.

῞Ετερα.  ἦχος ὁ αὐτός. ῎Εδωκας σημείωσιν.
 Δεῦτε τὰ μνημόσυνα ἀθλητριῶν τεσσαράκοντα εὐσεβῶς νῦν τελέσωμεν· αὗται γὰρ φοιτήσασαι τῷ 'Αμμούν, προσῆλθον μιᾷ τῇ καρδίᾳ καὶ ὡμολόγησαν Χριστὸν
ἀνδρειοφρόνως καθυπομείνασαι τὸ πῦρ σφαγὴν καὶ θάνατον τὸν βιαιότατον ἅπασαι·
διὸ νῦν συναπέλαβον τὴν ζωὴν τὴν οὐράνιον.

Ὄντως ἀνεδείχθητε, ὦ τεσσαράκοντα ἅγιαι, ἐκκλησίας καυχήματα, Εὐτέρπη,  Χαρίκλεια, Τερψιχόρη, Μόσχω, Σαπφὼ Οὐρανία, ἀκολουθήσασαι ᾿Αμμοὺν
τοῖς λόγοις ἔργοις καὶ τοῖς παθήμασι, καὶ πᾶσαι αἱ ἀθλήτριαι ἀσκητικῶς συνδεσμούμεναι διπλῷ στέφει ἐστέφθητε ἐπαξίως, μακάριαι.

Θρᾴκη ἐπαγάλλεται ἁγιασθεῖσα τῷ αἵματι μαρτυρίου, πανένδοξοι, ὑμῶν, καὶ πρὸς Κύριον ἀναπέμπει αἶνον· δόξα σοι, βοῶσα, τῷ αἰωνίῳ βασιλεῖ δωρησαμένῳ μοι πλοῦτον ἄσυλον χορείαν τεσσαράκοντα ἀσκητριῶν καὶ πρὸς ἄθλησιν ὁμοθύμως χωρήσασαν τοῦ λαβεῖν στέφος ἄφθαρτον.

Δόξα.  ἦχος πλ. β΄.

Μέγας εἶ, Κύριε, καὶ δεδοξασμένος εἰς αἰῶνας· ἰδοὺ γὰρ ἡ πληθὺς τῶν τεσσαράκοντα παρθένων καὶ ἀσκητριῶν, προσέρχεταί σοι τῷ μόνῳ Θεῷ, ἐν παρρησίᾳ ὁμολογήσασα, τὴν καλὴν ὁμολογίαν· Κύριε πρεσβείαις τῶν μαρτύρων σου κατάμπεμψον ἡμῖν τὴν ἄφεσιν.

Καὶ νῦν. τῆς ἰνδίκτου. ἦχος πλ. β´. Βυζαντίου.
Ὁ Πνεύματι ἁγίῳ συνημμένος, ἄναρχε Λόγε καὶ Υἱέ, ὁ πάντων ὁρατῶν καὶ ἀοράτων
συμπαντουργὸς καὶ συνδημιουργός, τὸν στέφανον τοῦ ἐνιαυτοῦ εὐλόγησον, φυλάττων ἐν εἰρήνῃ τῶν ὀρθοδόξων τὰ πλήθη, πρεσβείαις τῆς θεοτόκου καὶ πάντων τῶν ἁγίων σου.

    Εἴσοδος, «Φῶς ἱλαρόν», τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ παρόντα ἀναγνώσματα (δύο τῆς ἰνδίκτου καὶ ἓν τῶν ἁγίων).

Προφητείας ᾿Ησαΐου τὸ ἀνάγνωσμα (61,1-10)

Σάββατο, 6 Οκτωβρίου 2012

Οσία Ματρώνα η Ρωσίδα η αόμματος . Κανών Παρακλητικός (2 Μαίου)


 Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

Ευλογήσαντος του Ιερέως το Κύριε εισάκουσον
Μεθ' ο το Θεός Κύριος, ως συνήθως και το εξής

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ

Την εν Ρωσία διαλάμψασαν άρτι  υπομονή εν τοις εκάστοτε πόνοις, αγάπη προς τους πάσχοντας και προς τον Θεόν, ταπεινώσει, μέλψωμεν, απαθεία και νήψει μελιρρύτοις άσμασι, θεοφόρον Ματρώναν, αυτής λιτάς αόκνους ευλαβώς  προς τον Δεσπότην Χριστόν εξαιτούμενοι

Δόξα. Το αυτό. Και νυν. Θεοτόκιον

Ου σιωπήσομεν ποτέ, Θεοτόκε, τας δυναστείας Σου λαλείν οι ανάξιοι, Ει μη γαρ Συ προϊστασο πρεσβεύουσα, τις ημας ερρύσατο εκ τοσούτων κινδύνων; Τις δε διεφύλαξεν εως νυν ελευθέρους; Ουκ αποστώμεν, Δέσποινα, εκ Σου Σους γαρ δούλους σώζεις αει εκ παντοίων δεινών.

Είτα ο Ν΄Ψαλμός και ο Κανών, ου η Ακροστιχίς
«Ματρώνα, λιταίς Σου σκότη μου διάλυσον. Χ.»

Ωδή α΄Ήχος πλ.δ΄. Υγράν διοδεύσας
Οσία του Θεού, πρέσβευε υπέρ ημών
Ματρώνα, δικαίως υπό σεπτού η ονομασθείσα, στύλος όγδοος αχανούς, Ρωσίας, Κροστάνδης Ιωάννου, εν ευσεβεία ημας πάντας στήριξον.

Οσία του Θεού πρέσβευε υπέρ ημών
Αγίασον πάντας σε ευλαβώς, Ματρώνα, τιμώντας ώσπερ κρήνην αγιασμού θεόβρυτον και πηγήν θαυμάτων την εν Ρωσία αρτίως εκβλύσασαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Του κόσμου ασκήστρια θαυμαστή, Ματρώνα οσία, δυσχειμέροις εν τοις καιροίς δεινής αθεϊας εν Ρωσία η διαλάμψασα ρύσαι με θλίψεων.

Και νυν... Θεοτόκιον
Ροαίς, Μητροπάρθενε, ρυπτικών  ευχών Σου προς Κτίστην και Υιόν σου ημών παθών κατάσβεσον φλόγα χαμαιζήλων, Θεόγεννητορ, μερόπων διάσωσμα.


Ωδή γ΄. Ουρανίας αψίδος.
Οσία του Θεού πρέσβευε υπερ ημών
Ως πυξίον σοφίας και αρετής μέλπομεν  Σε των ευσεβών αι χορείαι, χάριτος σκήνωμα, Ματρώνα, και δωρεών  παντοδαπών εκμαγείον οι εν δίναις σπεύδοντες  τη μεσιτεία Σου.

Οσία του Θεού πρέσβευε υπερ ημών
Νυν, αόμματε μήτερ, η της ψυχής όμματα έχουσα σαφώς εστραμμένα προς τον ουράνιον Νυμφίον και Λυτρωτήν, Ματρώνα άνοιξον κόρας τας ημών θεάσασθαι τα υπέρ έννοιαν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι
Ασκουμένων γυναίων θεοειδές έκτυπον, η οφθείσα Πνεύματος θείου κατοικητήριον, τω σω Νυμφίω Χριστώ, Ματρώνα πρέσβευε, σώφρον, δούναι τοις τιμώσι Σε χάριν και έλεος.

Και νυν.. Θεοτόκιον
Λυμεώνος αϋλου γένους βροτών, Δέσποινα, Κεχαριτωμένη Μαρία, θεία ολέτειρα, εξ επηρείας αυτού, απαλλαξόν με εν τάχει τον ψυχή και χείλεσι Σε μακαρίζοντα.


Διάσωσον, από κινδύνων, Ματρώνα τους Σε τιμώντας ως νεόφωτον αρετών παντοίων απαύγασμα και άστρον προς στένοντας συμπαθείας.

Επίβλεψον εν ευμενεία πανύμνητε Θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν και ίασαι της ψυχής μου το άλγος.

Πέμπτη, 4 Οκτωβρίου 2012

Κανών παρακλητικός ψαλλόμενος εν τω Σπηλαίω των Μάγων της Ιεράς Μονής Αββά Θεοδωσίου του Κοινοβιάρχου


(Χ. Μπούσια)


Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν ψαλμὸν ΡΜΒ᾿ (142)

Εὐθύς, τὸ Θεός Κύριος, ὡς συνῄθως, καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐν τῷ σπηλαίῳ τῆς πανσέπτου μονῆς σου, κοινοβιάρχα Θεοδόσιε θεῖε, ἐν ᾧ διενυκτέρευσαν μετὰ τὴν Χριστοῦ, εὐλαβῆ προσκύνησιν οἱ τρεῖς Μάγοι τοὺς τάφους, πίστει ἀσπαζόμενοι ἀσκητῶν θεοφίλων, ἀναβοῶμεν σὺν αὐτοῖς Χριστόν, δυσώπει σῶσαι ἡμᾶς Πάτερ Ὅσιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
  
Εἶτα ὁ Ν´ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
«ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ, ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ, Χ.»
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἁγίων τὰ μνήματα τὰ σεπτά, ἐν ἄντρῳ τῶν Μάγων ἀσπαζόμενοι τῆς μονῆς, ὁσίου Θεοδοσίου πόθῳ, αὐτῶν λιτὰς πρὸς Θεὸν ἐξαιτούμεθα.

Γηθόμενοι πόνους ἀσκητικούς, οὓς ἔτλης ὑμνοῦμεν Θεοδόσιε πρὸς κοινόν, ἀζύγων ἐν μάνδραις βίον δεῖξον, ἡμῖν βοῶμεν ὁδοὺς ταπεινώσεως.

Ἰδεῖν Θεοδόσιε τὸν Θεόν, βλεφάροις ἰδίοις, καταξίωσον τοὺς πιστῶς, τὸ ἄντρον τῶν Μάγων προσκυνοῦντας, προσκυνησάντων ὡς βρέφος τὸν Κύριον.

Θεοτοκίον.
Ὁδήγησον πάντας τοὺς γηγενεῖς, πρὸς τρίβους εὐθείας, Θεομῆτορ τοὺς εὐλαβῶς, σπηλαίου τῶν Μάγων τὰς βαθμίδας, κατερχομένους ψυχῆς πρὸς ἀνάτασιν.

Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰταμῶς ἐν τῇ μάνδρᾳ, χερσὶν ἐχθρῶν πίστεως, ταύτῃ κατεσφάγῃτε θεῖοι, Ὁσιομάρτυρες, οἱ δυσωποῦντες Χριστόν, ὑπὲρ τῶν νῦν προσκυνούντων, τὰ ὑμῶν ὑπέρτιμα, πάνσεπτοι λείψανα.

Τῶν κλεινῶν Ἀναργύρων, μητρὸς σεπτὸν ἅπαντες, νῆμα Θεοδότης τῆς πάνυ κατασπαζόμενοι, ἀναβοῶμεν ἐχθροῦ, ἐπιβουλῆς ἡμᾶς ῥῦσαι, Μῆτερ ταῖς πρὸς Κύριον, θείαις πρεσβείαις σου.

Οὐρανίων χαρίτων, προσκυνητὰς ἔμπλησον, τάφου Εὐλογία σοῦ θείου, μῆτερ θεόφιλε, Θεοδοσίου κλεινοῦ, κοινοβιάρχου καὶ ταύτης, τῆς μονῆς δομήτορος, σαῖς παρακλήσεσι.

Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, σὺν τῷ σεπτῷ Τόκῳ Σου, Μάγων τῶν τριῶν δεξαμένη, θείαν προσκύνησιν, προσκυνητῶν εὐλαβῶν, τῆς κρύπτης ταύτης δεήσεις, δέξαι καὶ ἀπάλλαξον, πάντας κακώσεων.

Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ἡμᾶς ἐκ τοῦ πλάνου δεινῆς μανίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Εὐχή γιά παρέμβαση τοῦ Θεοῦ στά ἀδιέξοδα τῆς πατρίδας μας

    Κύριε ησο Χριστ Θες μν, ζντες τς τραγικς συνέπειες τς μαρτωλς ζως μας κα τν φρόνων πράξεών μας, ασθανόμαστε τι χουμε φθάσει σ διέξοδα τομικ κα θνικά.
μαρτήσαμε, Κύριε, κα νομήσαμε κα δν εμαστε ξιοι ν σηκώσουμε τ μάτια μας κα ν κοιτάξουμε στ ψος το ορανο, διότι γκαταλείψαμε τν δ τς δικαιοσύνης Σου κα πορευόμαστε στ μαρτωλ θελήματά μας. λλ κετεύουμε τν νεξιχνίαστόν Σου γαθότητα κα παρακαλομέν Σε:
    Μνήσθητι, Κύριε, τ γένος μν τ λληνικόν, γι τ ποο Σ Κύριε επες θ Σ δοξάσει, ταν κατ τν πίγεια ζωή Σου λληνες πρόγονοί μας ζήτησαν ν Σ δον.
Μνήσθητι, Κύριε, τι στν λλάδα πρν π’  λα τ θνη λαμψε τ ζωηφόρο φς το Εαγγελίου Σου, τι πλθος γίων λλήνων διέδωσε στν κόσμο τ φς τς διδασκαλίας Σου κα τι λληνες Ποιμένες μ τν ποιμαντικ ράβδο τους ξόρισαν τος αρετικος λύκους π τν κκλησία Σου…
   Μνήσθητι, Κύριε, κα τι στν λληνικ γλώσσα γράφησαν τ Εαγγέλια κα τι λληνικ γλώσσα χρησιμοποιθηκε γι ν κφραστον ο ψηλς ννοιες τς Πίστεώς μας.
    Χάριν λων ατν, λλ κα χάριν τν «δέκα» γίων πο ναλογικ πάρχουν σήμερα στν Πατρίδα μας, ζητομε ναξίως κα ταπεινς τ σωτηρία πέμβασή Σου, πειδ πιστεύουμε κράδαντα τι κατ’ ξοχν χρόνος πεμβάσεώς Σου εναι τ διέξοδα τν νθρώπων· τ διέξοδα στ ποα χουμε περιέλθει ς κράτος κα ς θνος.
    Γι’ ατος τος λόγους μες ο νάξιοι δολοι Σου μ δάκρυα Σ θερμοπαρακαλομε. Φεσαι μν, Κύριε, κατ τ πλθος τν οκτιρμν Σου κα σσε τ θνος μας δι τ νομά Σου τ γιον, π τν πνευματική, κοινωνικ κα οκονομικ ξαθλίωση· ποτε θέλεις κα πως ΕΣΥ θέλεις.
Σήκωσέ το π τν κοπρίαν τς πνευματικς δουλείας, σσε μας π τν «αχμαλωσία» κα δήγησέ μας δι τς μετανοίας π τν σταυρ στν νάσταση.
    Κα ἐὰν ο φωνές μας δν Σ παρακινον ν μς εσπλαγχνιστες, λόγ τν πολλν μαρτιν μας, ς Σ παρακινήσουν ο φωνς κα ο παρακλήσεις το πλήθους τν γίων τς Πατρίδας μας.
    λπίζουμε, Κύριέ μας κα Θεέ μας, τι νακαινιζόμενοι μ τ σωτήρια πέμβασή Σου, χι μόνο ν νανήψουμε πνευματικά, λλ κα τι θ μας καθοδηγήσεις, τ νέο περιούσιο ΕΘΝΟΣ ΣΟΥ, ν συνεχίσουμε μες  τ Σχέδιο τς Θείας Οκονομίας Σου, στε ν προκύψει μι μεγάλη Καθολικ κα πολύπλευρη ρθόδοξη Χριστιανικ ναγέννηση πρς δόξαν το γίου νόματός Σου, το Πατρς κα το Υο κα το γίου Πνεύματος, πρεσβείαις τς πανενδόξου Δεσποινης μν Θεοτόκου καί πάντων τν Αγίων, μήν.
Γένοιτο!
Πηγή: Περιοδικό “Παρακαταθήκη” • Μάρτιος – πρίλιος 2012, τ. 83 – ρθόδοξος Λόγος

Τετάρτη, 3 Οκτωβρίου 2012

Τυπικόν προσευχής για καρκινοπαθείς, για στήριξη και θεραπεία του γέροντος Παϊσίου.


Εἰς τό ὄνομα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ Ἁγίου Πνεύματος . Ἀμήν.
Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος ἐλέησον ἠμᾶς. (τρεῖς φορές) Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία τριάς, ἐλέησον ἠμᾶς. Κύριε ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμῶν. Δέσποτα, συγχώρισον τάς ἀνομίας ἠμίν. Ἅγιε, ἐπισκεψε καί ἴασαι τάς ἀσθενείας ἠμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
 Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν, ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά Σου, ἐλθέτω ἡ βασιλεία Σου, γεννηθήτω τό θέλημά Σου ὡς ἐν οὐρανό καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίν σήμερον, καί ἅφες ἠμίν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν, καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.
Θεοτόκε Παρθένε, χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετά Σου. Εὐλογημένη Σύ ἐν γυναιξί, καί εὐλογημένος ὁ καρπός τῆς κοιλίας Σου, ὅτι Σωτήρα ἔτεκες, τῶν ψυχῶν ἠμῶν.
Βαπτιστά τοῦ Χριστοῦ, πάντων ἠμῶν μνήσθητι, ἴνα ρυσθῶμεν τῶν ἀνομιῶν ἠμῶν, σοί γάρ ἐδόθη χάρις, πρεσβεύειν ὑπέρ ἠμῶν.
Βίον ἔνθεον, καλῶς ἀνύσας, σκεῦος τίμιόν του Παρακλήτου, ἀνεδείχθης θεοφόρε Ἀρσένιε, καί τῶν θαυμάτων τήν χάριν δεξάμενος, πάσι παρέχεις ταχείαν βοήθειαν, πάτερ Ὅσιε, Χριστόν τόν Θεόν ἱκέτευε,δωρήσασθαι, ἠμίν τό μέγα ἔλεος.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Χριστό τῷ Βασιλεῖ ἠμῶν Θεῶ.
Δεῦτε προσκυνήσομεν καί προσπέσωμεν Αὐτῶ Χριστῷ τῷ Βασιλεῖ καί Θεῶ ἠμῶν.

Ψαλμός 37
Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με. ὅτι τὰ βέλη σου ἐνεπάγησάν μοι, καὶ ἐπεστήριξας ἐπ᾿ ἐμὲ τὴν χεῖρά σου· οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου ἀπὸ προσώπου τῆς ὀργῆς σου,οὐκ ἔστιν εἰρήνη ἐν τοῖς ὀστέοις μου ἀπὸ προσώπου τῶν ἁμαρτιῶν μου. ὅτι αἱ ἀνομίαι μου ὑπερῇραν τὴν κεφαλήν μου, ὡσεὶ φορτίον βαρὺ ἐβαρύνθησαν ἐπ᾿ ἐμέ. προσώζεσαν καὶ ἐσάπησαν οἱ μώλωπές
μου ἀπὸ προσώπου τῆς ἀφροσύνης μου· ἐταλαιπώρησα καὶ κατεκάμφθην ἕως τέλους, ὅλην τὴν ἡμέραν σκυθρωπάζων ἐπορευόμην. ὅτι αἱ ψόαι μου ἐπλήσθησαν ἐμπαιγμάτων, καὶ οὐκ ἔστιν ἴασις ἐν τῇ σαρκί μου· ἐκακώθην καὶ ἐταπεινώθην ἕως σφόδρα, ὠρυόμην ἀπὸ στεναγμοῦ τῆς καρδίας μου. Κύριε, ἐναντίον σου πᾶσα ἡ ἐπιθυμία μου, καὶ ὁ στεναγμός μου ἀπὸ σοῦ οὐκ ἀπεκρύβη. ἡ καρδία μου
ἐταράχθη, ἐγκατέλιπέ με ἡ ἰσχύς μου, καὶ τὸ φῶς τῶν ὀφθαλμῶν μου, καὶ αὐτὸ οὐκ ἔστι μετ᾿ ἐμοῦ. οἱ φίλοι μου καὶ οἱ πλησίον μου ἐξ ἐναντίας μου ἤγγισαν καὶ ἔστησαν, καὶ οἱ ἔγγιστά μου ἀπὸ μακρόθεν ἔστησαν· καὶ ἐξεβιάζοντο οἱ ζητοῦντες τὴν ψυχήν μου, καὶ οἱ ζητοῦντες τὰ κακά μοι ἐλάλησαν ματαιότητας, καὶ δολιότητας ὅλην τὴν ἡμέραν ἐμελέτησαν. ἐγὼ δὲ ὡσεὶ κωφὸς οὐκ ἤκουον καὶ ὡσεὶ ἄλαλος οὐκ
ἀνοίγων τὸ στόμα αὐτοῦ· καὶ ἐγενόμην ὡσεὶ ἄνθρωπος οὐκ ἀκούων καὶ οὐκ ἔχων ἐν τῷ στόματι αὐτοῦ ἐλεγμούς. ὅτι ἐπὶ σοί, Κύριε, ἤλπισα· σὺ εἰκακούσῃ, Κύριε ὁ Θεός μου. ὅτι εἶπα· μήποτε ἐπιχαρῶσί μοι οἱ ἐχθροί μου· καὶ ἐν τῷ σαλευθῆναι πόδας μου ἐπ᾿ ἐμὲ ἐμεγαλοῤῥημόνησαν. ὅτι ἐγὼ εἰς μάστιγας ἕτοιμος, καὶ ἡ ἀλγηδών μου ἐνώπιόν μού ἐστι διαπαντός. ὅτι τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ καὶ μεριμνήσω
ὑπὲρ τῆς ἁμαρτίας μου. οἱ δὲ ἐχθροί μου ζῶσι καὶ κεκραταίωνται ὑπὲρ ἐμέ, καὶ ἐπληθύνθησαν οἱ μισοῦντές με ἀδίκως· οἱ ἀνταποδιδόντες μοι κακὰ ἀντὶ ἀγαθῶν ἐνδιέβαλλόν με, ἐπεὶ κατεδίωκον ἀγαθωσύνην. μὴ ἐγκαταλίπῃς με, Κύριε· ὁ Θεός μου, μὴ ἀποστῇς ἀπ᾿ ἐμοῦ· πρόσχες εἰς τὴν βοήθειάν μου, Κύριε τῆς σωτηρίας μου.

Ευαγγέλιο Κατά Ματθαίον, Κεφάλαιο 8,5-17
Εἰσελθόντι δὲ αὐτῷ εἰς Καπερναοὺμ προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν καὶ λέγων· Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος. καὶ λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· ἐγὼ ἐλθὼν θεραπεύσω αὐτόν. καὶ ἀποκριθεὶς ὁ ἑκατόνταρχος ἔφη· Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς· ἀλλὰ μόνον εἰπὲ λόγῳ, καὶ ἰαθήσεται ὁ παῖς μου. καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν, ἔχων ὑπ᾿ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ, ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ποίησον τοῦτο, καὶ ποιεῖ.
ἀκούσας δὲ ὁ ᾿Ιησοῦς ἐθαύμασε καὶ εἶπε τοῖς ἀκολουθοῦσιν· ἀμὴν λέγω ὑμῖν, οὐδὲ ἐν τῷ ᾿Ισραὴλ τοσαύτην πίστιν εὗρον. λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ ᾿Αβραὰμ καὶ ᾿Ισαὰκ καὶ ᾿Ιακὼβ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. καὶ εἶπεν ὁ ᾿Ιησοῦς τῷ
ἑκατοντάρχῳ· ὕπαγε, καὶ ὡς ἐπίστευσας γενηθήτω σοι. καὶ ἰάθη ὁ παῖς αὐτοῦ ἐν τῇ ὥρᾳ ἐκείνῃ. Καὶ ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὴν οἰκίαν Πέτρου εἶδε τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν· καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετὸς καὶ ἠγέρθη καὶ διηκόνει αὐτῷ. ᾿Οψίας δὲ γενομένης προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλε τὰ πνεύματα λόγῳ καὶ πάντας τοὺς κακῶς
ἔχοντας ἐθεράπευσεν, ὅπως πληρωθῇ τὸ ρηθὲν διὰ ῾Ησαΐου τοῦ προφήτου λέγοντος· αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβε καὶ τὰς νόσους ἐβάστασεν.

Κομβοσχοίνι: Το «Κύριε Ιησού Χριστέ, ελέησόν με» και «Άγιε Αρσένιε, πρέσβευε υπέρ ημών»
Απολυτίκιο Οσίου Παταπίου
Θείας κλήσεως, ιχνηλατήσας, εκ νεότητας, τας επιδόσεις, δι' ασκήσεως τω κόσμω εξέλαμψας και δοξασθείς απάθειας ταις χάρισι, 
πάθη ποικίλα ίασαι Πατάπιε, Πάτερ Όσιε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.
Απολυτίκιο Αγίων Αναργύρων
Ἅγιοι Ἀνάργυροι καὶ θαυματουργοί, ἐπισκέψασθε τὰς ἀσθενείας ἡμῶν· δωρεὰν ἐλάβατε, δωρεὰν δότε ἡμῖν.
Απολυτίκιο Αγίου Παντελεήμονος
Ἀθλοφόρε Ἅγιε, καὶ ἰαματικὲ Παντελεῆμον, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς. Ἀμήν.