(1ή 2 Κυριακή Μαρτίου)
Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου.
Εὐλογήσαντος τοῦ Ἱερέως, τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὅ τὸ Θεὸς Κύριος ὡς
συνήθως, καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τῇ παντίμῳ Εἰκόνι, τῆς Γουμενίσσης ὁ Χριστώνυμος δῆμος,
προσπέσωμεν κραυγάζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα Γουμένισσα, ἀπὸ πάσης
ἀνάγκης, λύτρωσαι τοὺς σπεύδοντας, τῇ θερμῇ ἀρωγῇ σου, καὶ τῷ παρόντι κλήρῳ σου
Ἁγνή, δίδου εἰρήνην, καὶ χάριν καὶ ἔλεος.
Δόξα, καὶ νῦν. Ὅμοιον.
Τοῖς προσιοῦσι τῷ ἁγίῳ ναῷ σου, καὶ ἐξαιτοῦσι τὴν θερμήν σου πρεσβείαν,
Θεογεννῆτορ μόνη Ἀειπάρθενε, δίδου ὡς φιλάγαθος, τὰ αἰτήματα πάντα, καὶ παθῶν
ἐκλύτρωσιν, καὶ πταισμάτων τὴν λύσιν· σὺ γὰρ ἡμῶν θερμὴ καταφυγή, καὶ
προστασία, καὶ μέγα προσφύγιον.
Ὁ Ν´. καὶ ὁ κανών, οὗ ἡ ἀκροστιχίς·
Δέχου ἡμῶν τὰς δεήσεις Κόρη. Γερασίμου.
Ωδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Δοχεῖον ἀνέδειξας μυστικόν, τῆς σῆς προμηθείας τὴν Εἰκόνα σου τὴν σεπτήν, ᾗ
πίστει Παρθένε προσιόντες, πάσης χαρᾶς καὶ εἰρήνης πληρούμεθα.
Ἐν πάσῃ ἀνάγκῃ καὶ συμφορᾷ, σπεύδομεν Παρθένε, τῷ ναῷ σου τῷ ἱερῷ, ὡς ἐν
ἀσφαλεῖ Κόρη λιμένι, καὶ τρικυμίας ἁπάσης λυτρούμεθα.
Χαράκωμα πέφηνας καὶ ἰσχύς, Κεχαριτωμένη, Γουμενίσσῃ τῇ εὐσεβεῖ· διὸ κατὰ
χρέος μεγαλύνει, τῆς σῆς θερμῆς προστασίας τὰς χάριτας.
Ὁ οἶκος ὁ θεῖος σου καὶ σεπτός, ἐν ᾧ ἡ Εἰκών σου, ὥσπερ ῥόδον ἀειθαλές,
παρέχει τὴν θείαν εὐωδίαν, καὶ δυσωδίαν παθῶν λύει Ἄχραντε.
Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ὑπερτέρα τῶν ἄνω, Ἀγγελικῶν τάξεων, ὤφθης ἀσυγκρίτως Παρθένε, Χριστὸν κυήσασα·
ὅθεν ὑπέρτερον, δεῖξον τὸν νοῦν ἡμῶν πάσης, χαμαιζήλου σχέσεως, φόβῳ τῷ
κρείττονι.
Ἡ ἁγία Εἰκών σου, ἁγιασμὸν βλύζουσα, πάντας ἁγιάζει Παρθένε, καὶ τὴν
ἑξάγιστον, ἐχθροῦ ἐπήρειαν, ἀποσοβεῖ ἐκ τῶν πίστει, προσιόντων πάντοτε, τῇ
ἀντιλήψει σου.
Μεγαλύνομεν Κόρη, τὴν πρὸς ἡμᾶς σκέπην σου· ὅτι ἐκ μεγάλων κινδύνων, καὶ
περιστάσεων, λυτροῦσαι πάντοτε, τοὺς ἀκλινῶς ἀφορῶντας, πρὸς τὴν ταχυτάτην σου,
Ἁγνὴ βοήθειαν.
Ὡς ηὐδόκησας Κόρη, ἐπανελθεῖν τάχιστα, τὴν σὴν ἁρπαγείσαν Εἰκόνα, ἡμῖν τοῖς
δούλοις σου, οὕτως εὐδόκησαν, μένειν αὐτὴν ἐν τῷ μέσῳ, τοῦ λαοῦ σου πάντοτε,
τοῦ πεποιθότος σοι.
Διάσωσον, Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ σου
προσπίπτοντας, καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ. . .
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β´. Πρεσβεία θερμή.
Προστάτις θερμή, τῆς Γουμενίσσης πέφηνας, ἀεὶ τῇ σεπτῇ, Εἰκόνι καυχωμένης
σου, Παρθένε Παναμώμητε, ὡς βλυζούσῃ τὴν ἄφθονον χάριν σου. Ἀλλὰ ἐκ πάσης ὀργῆς
καὶ φθορᾶς, ἡμᾶς ἀνωτέρους διαφυλάττε.
Ωδὴ δ´. Εἰσακήκοα Κύριε.
Νοσημάτων ἀπάλλαξον, καὶ πολυειδῶν κινδύνων καὶ θλίψεων, Θεοτόκε
Ἀειπάρθενε, τοὺς τῇ σῇ πρεσβείᾳ καταφεύγοντας.
Τὴν ἁγίαν Εἰκόνα σου, ἣν πρῴην ἐσύλησαν χεῖρες βέβηλοι, ἐν τῷ μέσῳ ἡμῶν
ἔχοντες, εὐφροσύνης Δέσποινα πληρούμεθα.
Ἅπας σπεύδων τῷ οἴκῳ σου, πάσης ἐκλυτροῦται τάχος κακώσεως· διὰ τοῦτο
Ἀειπάρθενε, ἐν σοὶ ἐγκαυχᾶται ἡ Γουμένισσα.
Στεναγμῶν ἡμᾶς λύτρωσαι, καὶ ἀσθενειῶν καὶ πόνων Πανύμνητε, καὶ τὴν λύπην
διασκέδασον, τὴν καταλαβοῦσαν τὰς ψυχὰς ἡμῶν.
Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Δέχου εὐμενῶς, τὰς δεήσεις ἡμῶν πάντοτε, καὶ δεινῶν δυσχερειῶν ἀπαλλαγήν,
ἡμῖν δίδου Θεοτόκε ὡς φιλάγαθος.
Ἔχει ἀληθῶς, ἡ Γουμένισσα Πανάχραντε, τὴν ἁγίαν σου Εἰκόνα καὶ σεπτήν,
ὥσπερ μέγα φυλακτήριον καὶ καύχημα.
Ἤνεγκε πικρῶς, τῆς Εἰκόνος σου τὴν στέρησιν, ὁ λαός σου Θεοτόκε ὁ πιστός,
ἀλλ᾿ αὐτὴν ἀπολαβὼν χαρᾶς πεπλήρωται.
Σκέπη ἀσφαλής, Θεοτόκε ἔσο πάντοτε, τῷ λαῷ τῆς Γουμενίσσης τῷ πιστῷ, καὶ
εὐλόγει Παιονίας τὴν περίοικον.
Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.
Ἐπλήσθη, ἀγαλλιάσεως θείας, ὁ λαός σου ὁπηνίκα Παρθένε, ἐκ τῶν χειρῶν, τῶν
κλεπτῶν ἐπανῆλθεν, ἡ θαυμαστή σου Εἰκὼν καὶ ὑπερτιμος, καὶ ᾔνεσαν χαρμονικῶς,
ἐν φωναῖς εὐχαρίστοις τὴν δόξαν σου.
Ἰάσεις, ψυχῶν ὁμοῦ καὶ σωμάτων, ἀναβλύζει ἡ ἁγία Εἰκών σου, καὶ μολυσμὸν
τῶν παθῶν ἐκκαθαίρει, τῇ ἐπομβρίᾳ τῆς σῆς ἀγαθότητος· διὸ κηρύττομεν τὴν σήν,
πρὸς ἡμᾶς ἀρωγὴν Παναμώμητε.
Συνῆλθε, πᾶς ὁ λαὸς Γουμενίσσης, σὺν Ποιμένι τῷ καλῷ Θεοτόκε, καὶ ἐν χαρᾷ
ὑπεδέξαντο πάντες, τὴν σὴν ἁγίαν Εἰκόνα κραυγάζοντες· Μεῖνον Παρθένε μεθ᾿ ἡμῶν,
ὅτι σὺ τοῦ λαοῦ σου προσφύγιον.
Κυμάτων, τῶν ἐν τῷ βίῳ φροντίδων, ἐκλυτρούμεθα ταχέως Παρθένε, ὡς ἐν λιμένι
τῷ θείῳ ναῷ σου, μετ᾿ εὐλαβείας προστρέχοντες πάντοτε· ὅθεν γαλήνης ἀληθοῦς,
τὰς ψυχὰς ἡμῶν πλήρωσον Δέσποινα.
Διάσωσον Θεογεννῆτορ Γουμένισσα πάσης βλάβης, τοὺς ἐν πίστει τῇ ἀρωγῇ σου
προστρέχοντας, καὶ ἐκζητοῦντας τὴν θείαν σου προστασίαν.
Ἄχραντε ἡ διὰ λόγου. . .
Αἴτησις καὶ τὸ Κοντάκιον. Ἦχος β´. Τοῖς αἱμάτων σου.
Ὡς θησαυρὸς θεϊκῆς ἀγαθότητος, καὶ προστασία ἡμῶν καὶ ὑπέρμαχος, ἐκ πάσης
ἀνάγκης καὶ θλίψεως, τήρει ἀτρώτους ἡμᾶς Κόρη Πάναγνε, πρὸς σὲ γὰρ ἀεὶ καταφεύγομεν.
Προκείμενον: Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Στίχ.: Ἄκουσον θύγατερ καὶ ἴδε. . .
Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν:
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ
σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν
Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε
τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ
ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ
καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου
πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ
βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις
τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα: Ταῖς τῆς Θεοτόκου. . .
Καὶ νῦν: Ταῖς τῆς Παναχράντου. . .
Προσόμοιον.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Στ.: Ἐλεῆμον, Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου. . .
Χάριν πολλὴν εὕρομεν, Θεογεννῆτορ Παρθένε· ὅτι ἡμῖν δέδωκας, ὡς πλοῦτον
οὐράνιον καὶ ἀκένωτον, καὶ πηγὴν βλύζουσαν, θείαν εὐφροσυνην, τὴν Εἰκόνα σου
τὴν πάντιμον, ᾗ καταφεύγοντες, πάσης δυσχερείας λυτρούμεθα, καὶ πᾶσαν τοῦ
ἀλάστορος, καθ᾿ ἡμῶν ἐπήρειαν λύομεν· Ἀλλ᾿ ὢ Θεοτόκε, μὴ παύσῃ περιεποῦσα ἡμᾶς,
τοὺς ἀδιστάκτως προσπίπτοντας, τῇ θερμῇ πρεσβείᾳ σου.
Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὁ ναός σου Παρθένε, ὡς παράδεισος ἄλλος προκεῖται ἅπασιν, ἐν ᾧ καθάπερ
ξύλον, ζωῆς τὴν σὴν Εἰκόνα, καθορῶμεν οἱ σπεύδοντες, καὶ ἔργων νεκροποιῶν,
λυτρούμεθα τοῦ ἄχθους.
Ῥείθροις τῶν οἰκτιρμῶν σου, τῶν παθῶν ἡμῶν σβέσον Κόρη τοὺς ἄνθρακας, καὶ
ἄναψον τὴν φλόγα· τῆς θεϊκῆς ἀγάπης, ταῖς ψυχαῖς τῶν βοώντων σου· Χαῖρε Παρθένε
Ἁγνή, ἡμῶν ἡ προστασία.
Ἡ ἀνευρεσις Κόρη, τῆς κλαπείσης Εἰκόνος σου ἡμῖν γέγονεν, αἰτία
φαιδρότατης, χαρᾶς καὶ εὐφροσύνης, καὶ λαμπρὰς πανηγύρεως· σὺ γὰρ ἀφεῖλες ἡμῶν,
τῶν καρδιῶν τὴν λύπην.
Γῆ ἀνήροτος ὤφθης, γεωργήσασα Κόρη ζωῆς τὸν πρύτανιν· καὶ νῦν τὴν σὴν Εἰκόνα,
γεώργιον εἰργάσω, τῆς πολλῆς σου χρηστότητος, εἰς εὐφροσύνην ἡμῶν, Ἁγνὴ καὶ
σωτηρίαν.
Ωδὴ η´. Τὸν Βασιλέα.
Ἐπανελθοῦσα, ἐκ τῆς κλοπῆς ἡ Εἰκών σου, τρανῶς ἔδειξε τὴν πρὸς ἡμᾶς σου
χάριν, ἣν μὴ ἀντανέλῃς, ἐκ τοῦ λαοῦ σου Κόρη.
Ῥύπων κακίας, τὴν ῥυπωθεῖσαν ψυχήν μου, ἀποκάθαρον Παρθένε Θεοτόκε, νάμασιν
ἀΰλοις, τῶν θείων σου χαρίτων.
Ἀγγέλων δόξα, καὶ τῶν βροτῶν σωτηρία, Ἀειπάρθενε δεδοξασμένη Κόρη, ῥῦσαι
ἀδοξίας, ἡμᾶς τῆς τῶν χειρόνων.
Σκέπε καὶ σῷζε, ἐπιβουλῆς τοῦ Βελίαρ, τὴν Γουμένισσαν καὶ πάσης ἐπηρείας,
Κεχαριτωμένη, ἀνθρώπων κακοτρόπων.
Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Ἰσχὺν ἡμῖν παράσχου, ἐν ταῖς δυσχερείαις, ταῖς ἐν τῷ βίῳ καὶ χάριν
σωτήριον, ὡς ἂν Παρθένε τῶν πόνων ὑπερισχύσωμεν.
Μητράνανδρε Παρθένε, κλέος Γουμενίσσης, καὶ τῆς Ἑλλάδος κραταίωμα ἄσειστον
τῷ εὐσεβοῦντι λαῷ σου δίδου τὴν χάριν σου.
Οἱ σπεύδοντες Παρθένε, τῷ σεπτῷ ναῷ σου, καὶ τῆς μορφῆς σου τὸ Τύπωμα
σέβοντες, πάσης ῥυσθείημεν βλάβης καὶ περιστάσεως.
Ὑμνοῦμεν ἀσιγήτως, οἱ ἐν Γουμενίσσῃ, τὴν πρὸς ἡμᾶς σου Παρθένε χρηστότητα,
καὶ τῇ σεπτῇ σου Εἰκόνι πιστῶς προσπίπτομεν.
Ἄξιόν ἐστι καὶ τὰ μεγαλυνάρια.
Χαίρει Γουμενίσσης πᾶς ὁ λαός, ἔχων ἐν τῷ μέσῳ, τὴν Εἰκόνα σου τὴν σεπτήν,
ἥν καὶ ὀνομάζει, Γουμένισσαν Παρθένε, καὶ ἐξ αὐτῆς λαμβάνει, χάριν καὶ ἔλεος.
Ἤνεσαν τὴν δόξαν σου εὐλαβῶς, ἡνίκα ἀνεῦρον, τὴν Εἰκόνα σου τὴν σεπτήν, τῶν
πιστῶν οἱ δῆμοι, ἥνπερ βεβήλων χεῖρες, ἐσύλησαν Παρθένε, φθόνῳ τοῦ ὄφεως.
Ῥύεται κινδύνων παντοδαπῶν, καὶ πάσης ἀνάγκης, τὸν πιστόν σου Κόρη λαόν, ἡ
ἐκ τῆς Εἰκόνος· τῆς σῆς βλύζουσα χάρις· διό σε Θεοτόκε, ἀεὶ δοξάζομεν.
Πάλαι ἀοράτως ἡ σὴ Εἰκών, ἐν τῷδε τῷ τόπῳ, μετηνέχθη θείᾳ ῥοπῇ, πᾶσαν
εὐλογίαν, καὶ χάριν χορηγοῦσα, Παρθένε Θεοτόκε, τοῖς σὲ δοξάζουσι.
Ὥσπερ διεφύλαξας ἀσινῆ, πάλαι τὸν λαόν σου, ἐκ παντοίων ἐπιφορῶν, οὕτω καὶ
νῦν Κόρη, δεινῶν ἐπερχομένων, ἀτρώτους διατήρει, τούς σε δοξάζοντας.
Δίδου Γουμενίσσῃ τῇ εὐσεβεῖ, τῇ πιστῶς τιμώσῃ, τὴν Εἰκόνα σου τὴν σεπτήν,
πᾶσαν εὐπραγίαν, εἰρήνην καὶ ὑγείαν, ὡς ταύτης προστασία, Κόρη Πανάχραντε.
Πᾶσαι τῶν Ἀγγέλων...
Τὸ τρισάγιον, τὰ συνήθη τροπάρια, ἐκτενὴς καὶ ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ
ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς προσπίπτοντας πιστῶς, τῇ χαριτοβρύτῳ Εἰκόνι, τῇ σῇ Πανάχραντε,
πάσης περιστάσεως, καὶ πάσης θλίψεως, ἀσινεῖς διαφυλάττε, τῇ σῇ ἀντιλήψει,
ἴασιν καὶ λύτρωσιν, καὶ φῶς οὐράνιον, πᾶσι χορηγοῦσα Παρθένε, καὶ πλημμελημάτων
τὴν λύσιν, ταῖς πρὸς τὸν Υἱόν σου παρακλήσεσι.
Δέσποινα πρόσδεξαι. . .
Τὴν πᾶσαν ἐλπίδα μου. . .
Δίστιχον.
Γεράσιμον λύτρωσον παθῶν κακίας
Γουμένισσα Πάναγνε σοι προσπεσόντα.
Πηγή:Εδώ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου