(Γερασίμου μοναχοῦ Μικραγιαννανίτου)
Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ψαλμοῦ ΡΜΒ´.
Μετὰ τοῦτο τό: Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημενος ὁ
ἐρχόμενος ἐν ὀνόματι Κυρίου... (τετράκις)
Καὶ τὸ
ἑξῆς. Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῇ θαυμαστῇ Σου
καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς
προστρέχοντες ἑκάστοτε, ἐξ Αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης
λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σῦ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαρίτωτε
Κόρη τὴν χάριν Σου.
Δόξα. Καὶ νῦν.
Διὰ φωτὸς
ἐπουρανίου Παρθένε, τῷ μοναστῇ τὴν Σὴ Ἁγίαν Εἰκόνα, ὡς ἠβουλήθης Κόρη
ἐφανέρωσας, νῦν ἐξ Ἄθω δέδωκας, ἀντὶ ταύτης σοῖς δούλοις, θεῖον ἀφομείωμα,
χαριτόβρυτον ὄντως, ὦ προσιόντες πίστει ἀκλινεῖ, τῶν αἰτημάτων, τὸ πέρας
λαμβάνομεν.
Ὁ Ν´.
Ψαλμός.
Ωδὴ α´.
Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Κυκλοῦντες
Παρθένε πανευλαβῶς, πιστῶν αἱ χορεῖαι τὴν Εἰκόνα Σου τὴν σεπτήν, ἧν περ
Κουτσουριώτισσαν καλοῦμεν, τὴν πρὸς ἡμᾶς Σου ὑμνοῦμεν ἀντίληψιν.
Ὁλόφωτον σκήνωμα
τοῦ Θεοῦ, Κεχαριτωμένη τὴν Εἰκόνα Σου τὴν σεπτήν, ὡς λύχνον λαμπρὸν τῆς Σῆς
προνοίας, δέδωκας πᾶσιν ἡμῖν Κουτσουριώτισσα.
Ὑμνοῦντες ἐν
πίστει τῇ πρὸς ἡμᾶς, πολλῆς Σου εὐνοίας Θεοτόκε τὰς δωρεάς, τῇ Σῇ καταφεύγομεν
Εἰκόνι, καὶ ἐξ Αὐτῆς θείαν χάριν καρπούμεθα.
Τὸν πάντων
κυήσασα Ποιητήν, Αὐτὸν ἐκδυσώπει οἷα Μήτηρ Αὐτοῦ Ἁγνή, διδόναι ἡμῖν πταισμάτων
λύσιν, καὶ πειρασμῶν Θεοτόκε ἐκλύτρωσιν.
Ωδὴ γ΄.
Οὐρανίας ἁψῖδος.
Σωτηρίας ἐλπίδα
καὶ ἀσφαλῆ ἄγκυραν, τὴν Σὴν παναγίαν Εἰκόνα ἡμῖν δεδώρησαι, Παρθένε Ἄχραντε, ἡ
Φωκὶς πᾶσα σπεύδει, καὶ πληροῦται Δέσποινα τῆς Σῆς χρηστότητος.
Ὀμβροφόρος νεφέλη
ὡς ἀληθῶς δέδεκται, δρόσον εὐφροσύνης ἁγίας ἡμῖν ὀμβρίζουσα, Κουτσουριώτισσα, ἡ
παναγία Εἰκών Σου, ἧ πιστῶς προσπίπτοντες ἁγιαζόμεθα.
Ὑπὸ πλήθους
πταισμάτων περισχεθεὶς Ἄχραντε, τῇ Σῇ καταφεύγω Εἰκόνι καὶ ἀνακράζω Σοι· θᾶττόν
με λύτρωσαι, τῆς συνεχούσης ἀνάγκης, καὶ παθῶν μου κόπασον Κόρη τὸν τάραχον.
Σωστικὴν νέμει
χάριν ἡ Σὴ Εἰκὼ Ἄχραντε, ὅθεν τῆς Δωρίδος ὁ δῆμος ταύτῃ προστρέχοντες,
ἀναβοῶμέν Σοι· ῥύου ἡμᾶς πάσης βλάβης, ὡς ἡμῶν βοήθεια Κουτσουριώτισσα.
Διάσωσον,
Κουτσουριώτισσα Κόρη τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς
προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.
Ἐπίβλεψον, ἐν
εὐμενείᾳ...
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβεία τῇ Σῇ
προσπίπτοντες Πανύμνητε, καὶ πίστει θερμῇ τῇ Σῇ Εἰκόνι σπεύδοντες, ἐπιφορῶν καὶ
θλίψεων, καὶ κινδύνων πολλῶν λυτρωθείημεν. Σὺ γὰρ παρέχεις ἀπαύστως ἡμῖν,
βοήθειαν Ἄχραντε καὶ δύναμιν.
Ωδὴ δ΄.
Εἰσακήκοα Κύριε.
Ἰσχὺν δίδου
δεόμεθα, ἐν παντὶ τῷ βίῳ ἡμῖν Πανύμνητε, κατισχύειν ἐν ταῖς θλίψεσι, καὶ
πληροῦν Κυρίου τὰ προστάγματα.
Ὣσπερ θεῖον
ἁγίασμα, ἡ Φωκὶς κατέχουσα τὴν Εἰκόνα Σου, Κουτσουριώτισσα Πανύμνητε, προσφωνεῖ
Σοι αἶνον χαριστήριον.
Τοὺς πιστῶς
καταφεύγοντας, τῇ σεπτῇ Μονῇ Σου Κουτσουριώτισσα, ῥύου πάσης περιστάσεως,
τούτων ἐκπληροῦσα τὰ αἰτήματα.
Ἴασαί μου τὸν
καύσωνα, τῆς ψυχῆς Παρθένε δρόσῳ τῆς χάριτος, καὶ κακίστης συνηθείας με,
λύτρωσαι ἀφάτῳ συμπαθείᾳ Σου.
Ωδή ε΄.
Φώτισον ἡμᾶς.
Σκέπη ἀῤῥαγής,
Δωριεῦσι πέλεις Ἄχραντε, τοῖς προστρέχουσι τῇ θείᾳ Σου Μονῇ, καὶ δοξάζουσι τὰ
θεῖα μεγαλεῖά Σου.
Σύντριψον Ἁγνή,
Κουτσουριώτισσα δεόμεθα, τοῦ βελίαρ καθ’ ἡμῶν τὰς μηχανάς, καὶ εἰρήνην ἡμῖν
δίδου ἀστασίαστον.
Ἅπας εὐλαβῶς,
προσκυνῶν Σου τὸ ἐκτύπωμα, ἀθυμίας ἀπαλλάττεται πικρῶς, καὶ κηρύττει Θεοτόκε τὰ
Σὰ θαύματα.
Χαίρει ἀληθῶς, ἡ
Δωρὶς τῇ προστασίᾳ Σου, καὶ προσπίπτει Θεοτόκε εὐλαβῶς, τῷ ἐξ Ἄθωνος σεπτῷ Σου
ἐκτυπώματι.
Ωδὴ
στ´. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.
Ἀγγέλων, ἡ
Βασιλὶς καὶ Κυρία, καὶ ἀνθρώπων ἀληθὴς σωτηρία, σῶζε ἡμᾶς Παναγία Παρθένε,
ἐπιφορῶν καὶ δεινων περιστάσεων, τοὺς προσιόντας εὐλαβῶς, τῇ σεπτῇ καὶ ἁγίᾳ
Εἰκόνι Σου.
Ἰάσεις,
ἐπισκιάσει Σου θείᾳ, Κουτσουριώτισσα ἡ θεία Εἰκών Σου, ἀναπηγάζει ἀεὶ καὶ
ἰᾶται, ψυχῶν ὁμοῦ καὶ σωμάτων νοσήματα, τῶν προσιόντων εὐλαβῶς, καὶ τὴν Σὴν
ἐξαιτούντων βοήθειαν.
Ῥημάτων,
ἱκετηρίων Παρθένε, ἡμῶν δέχου συμπαθῶς τὰς δεήσεις, Κουτσουριώτισσα Κόρη καὶ
πλήρου, ὡς συμπαθείας πηγὴ ἀνεξάντλητος, τὰς ἱκεσίας τῶν πιστῶς, προσπιπτόντων
τῇ θείᾳ Εἰκόνι Σου.
Ἐξ Ἄθῳ, ὡς
θεοδώρητον δῶρον, τῆς πολλῆς Σου πρὸς ἡμᾶς συμπαθείας, ἡ Σὴ Ἁγία Εἰκὼ Θεοτόκε,
ἐν εὐλαβείᾳ θερμῇ μετενήνεκται, Κουτσουριώτισσα Ἁγνή, καὶ χαρᾶς τὴν Φωκίδα
πεπλήρωκε.
Διάσωσον,
Κουτσουριώτισσα Κόρη τοὺς Σοὺς ἱκέτας, ἀπὸ πάσης ἐπιφορᾶς καὶ κακώσεως, τοὺς
προσιόντας ἐν πίστει τῇ Σῇ Εἰκόνι.
Ἄχραντε...
Κοντάκιον.
Ἦχος β´. Τοῖς τῶν αἱμάτων Σου.
Ὣσπερ κειμήλιον
θεῖον κτησάμενοι, τὴν Σὴν Εἰκόνα Ἁγνὴ Κουτσουριώτισσα, ἁγιασμὸν ἐξ Αὐτῆς
κομιζόμεθα, καὶ φωτισμὸν καὶ ὑγείαν καὶ λύτρωσιν, ὑμνοῦντες τὴν ἄφθονον χάριν
Σου.
Προκείμενον: Τὸ πρόσωπόν Σου λιτανεύουσιν οἱ πλούσιοι
τοῦ λαοῦ.
Στίχος: Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ
γενεᾷ καὶ γενεᾷ.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις
ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν
Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ
ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν
τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ
μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς
κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ
ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν
ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς
λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν
Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ
τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ
γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ
Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Δόξα. Ἦχος β´:
Ταῖς τῆς Θεοτόκου
πρεσβείαις Ἐλεῆμον, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν:
Ταῖς τῆς Παναχράντου πρεσβείαις Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα
ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος
πλ. β´. Ὅλην ἀποθέμενοι.
Ὄλβον τῆς Σῆς
χάριτος, τὴν Σὴν ἁγίαν Εἰκόνα, Κόρη ἐδεξάμεθα, καὶ τῆς Σῆς χρηστότητος στήλην
ἔνθεον, χορηγεῖ πᾶσι γάρ, πᾶσαν θείαν δόσιν, τῇ σεπτῇ ἐπισκιάσει Σου, ἧ
καταφεύγοντες, πάντες Δωριεῖς μετὰ πίστεως, λαμβάνουσιν ἰάματα, καὶ τῶν
αἰτημάτωντὴν πλήρωσιν, Κόρη Παναγία, κηρύττοντες τὴν Σὴν ἐπισκοπἠν, καὶ τῆς
πολλῆς εὐσπλαγχνίας Σου, τὰς ἐκφάνσεις πάντοτε
Ωδὴ ζ΄.
Οἱ ἐκ τῆς Ἰουδαίας.
Καταφύγιον Κόρη
καὶ λιμὴν σωτηρίας πρόκειται ἅπασι, Μονή Σου ἡ Ἁγία, Παρθένε Παναγία, ἧ
προστρέχοντες ψάλλομεν· χαῖρε ἡμῶν προσφυγή, καὶ κόσμου σωτηρία.
Ὁ τὸ φῶς
ἐπαλλήλως μοναστὴς ὁ θεόφρων ἰδὼν ἀνεύρατο, τὴν θείαν Σου Εἰκόνα, ἐν τῷ κορμῷ
τοῦ δένδρου, καὶ αὐτὴν Κουτσουριώτισσαν, ὠνόμασε προσφυῶς, Παρθένε Θεοτόκε.
Ῥῦσαι πάσης
ἀνάγκης καὶ πικρῶν νοσημάτων καὶ πάσης θλίψεως, τοὺς πίστει προσιόντας, τῇ
σκέπῃ Σου τῇ θείᾳ, Θεομῆτορ καὶ ψάλλοντας· χαῖρε Παρθένε Ἁγνή, ἡμῶν ἡ
προστασία.
Ἡ Ἁγία Εἰκών Σου
παραμύθιον δέδοται καὶ προσφύγιον, πάσῃ τῇ ἐπαρχίᾳ, Παρθένε τῆς Δωρίδος, πρὸς
αὐτὴν γὰρ προστρέχοντες, πληροῦται πάσης χαρᾶς, τῇ Σῇ ἐπιστασίᾳ.
Ωδὴ η´.
Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γενοῦ Παρθένε,
Κουτσουριώτισσα πᾶσι, ὅρμος ἄκλυστος καὶ τεῖχος ἀσφαλείας, τοῖς ἐν εὐλαβείᾳ,
σπεύδουσι τῇ Μονῇ Σου.
Ἔχει Φωκίς Σε,
Κουτσουριώτισσα Κόρη, θεῖον στήριγμα καὶ ἔφορον καὶ σκέπην, ὅθεν καὶ
προστρέχει, τῇ θείᾳ Σου Εἰκόνι.
Ῥῶσιν παράσχου
κατὰ ψυχήν τε καὶ σῶμα, Κόρη Πάναγνε καὶ ἄλυπον ὑγείαν, τοῖς ὑπερυψοῦσι, τὸν
ἄφραστόν Σου Τόκον.
Ἀφ’ ὗψους δίδου,
Κουτσουριώτισσα Κόρη, τῆς προνοίας Σου τὰς θείας διαδόσεις, τοῖς δοξολογοῦσι,
τὴν ἄῤῥητόν Σου δόξαν.
Ωδὴ θ´.
Κυρίως Θεοτόκον.
Σκηνὴ τοῦ θείου
Λόγου, Κεχαριτωμένη, Ὑπεραγία Παρθένε Πανύμνητε, σκέπε καὶ φρούρει ἀπαύστως
ἡμᾶς καὶ φύλαττε.
Ἰάτρευσον τὴν
νόσον, Πάναγνε Παρθένε, τῆς ἀσθενούσης ψυχῆς μου καὶ ῥῦσαί με, τῆς πονηρᾶς
δυναστείας τοῦ κοσμοκράτορος.
Μονῇ Σου τῇ ἁγίᾳ,
σπεύδοντες Παρθένε, τῇ Σῇ παντίμῳ Εἰκόνι προσπίπτομεν, Κουτσουριώτισσα Κόρη καὶ
Σὲ γεραίρομεν.
Οἱ πίστει
προσιόντες, τῇ σεπτῇ Μονῇ Σου, τὸν γλυκασμὸν τῆς Σῆς χάριτος δέχονται,
Κουτσουριώτισσα Κόρη καὶ Σὲ δοξάζουσιν.
Ὑπέρτερον τὸν
νοῦν μου, δεῖξον Θεοτόκε, χαμαιπετῶν ἐννοιῶν τῇ Σῇ χάριτι, καὶ πρὸς οὐράνιον
πόθον αὐτὸν ἀνύψωσον.
Ἄξιόν ἐστὶν ὡς
ἀληθῶς...
Εἶτα τὰ
ἑπόμενα μεγαλυνάρια.
Φῶς τὴν Σὴν
Εἰκόνα τὴν θαυμαστήν, μοναστῇ τῷ θείῳ, καθυπέδειξε Μαριάμ, ἧν εὑρὼν εν πίστει,
ἐν τῷ κορμῷ τοῦ δένδρου, προσφόρως Κουτσουριώτισσα ἐπωνόμασε.
Ὡσπερ θεῖον δῶρον
καὶ ἱερον, ἐξ Ἄθω Παρθένε ἐδεξάμεθα εὐλαβῶς, τὴν Σὴν παναγίαν, Εἰκόνα
ἀνυμνοῦντες, τὴν δόξαν Σου τὴν θείαν Κουτσουριώτισσα.
Χαίρει ἡ Μονή Σου
ἡ εὐαγής, ἔχουσα ἐν κόλποις τὴ Εἰκόνα Σου τὴν σεπτήν, βρύουσαν τοῖς πᾶσι,
χάριτος θεῖα ῥεῖθρα, Παρθένε Θεοτόκε Κουτσουριώτισσα.
Πλήρου τὰς
αἰτήσεις τῶν εὐλαβῶν, Κόρη προσκυνούντων Σου, τὴν Εἰκόνα Σου τὴν σεπτήν, καὶ τῇ
μητρικῇ Σου, πρεσβείᾳ πρὸς τὸν Κτίστην, πταισμάτων δίδου λύσιν ἡμῖν Πανύμνητε.
Χαίρει Θεοτόκε ὡς
ἀληθῶς, πᾶσα τῆς Δωρίδος ἐπαρχία ἡ εὐσεβής, ἔχουσα ἐν κόλποις, τὴν θείαν Σου
Εἰκόνα, καὶ χαῖρέ Σοι κραυγάζει Κουτσουριώτισσα.
Δίδου κἀμοὶ Κόρη
τῷ ταπεινῷ, χάριν οὐρανόθεν καὶ πταισμάτων ἀπαλλαγήν, ἐν ὥρᾳ δίκης, παράστηθί
μοι Κόρη, καὶ ῥῦσαι αἰωνίου με κατακρίσεως.
Πᾶσαι τῶν Ἀγγέλων
αἱ στρατιαί...
Τρισάγιον.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου
Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα, καὶ πᾶσα ἡ
Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου
ἐπισκοπῇ, Παρθένε ἀνακράζοντες· δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς
θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε.
Ὲκτενὴς,
ἀπόλυσις, μεθ᾿ ἥν τὸ ἑξῆς: Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου
Πάντας, τοὺς
προσπίπτοντας πιστῶς, τῇ Σῇ ὑπερτίμῳ Εἰκόνι, Κουτσουριώτισσα, πλήρου τῆς Σῆς
χάριτος, ὡς προστασία ἡμῶν, καὶ παθῶν ἀπολύτρωσιν, καὶ πάσης ἀνάγκης, καὶ
ποικίλων θλίψεων δίδου ἑκάστοτε. Σὺ γὰρ προστασία τοῦ κόσμου, καὶ πρὸς τὸν Υἱὸν
καὶ Θεόν Σου, πρέσβυς καὶ μεσῖτις ἡμῶν Ἄχραντε.
Δι’ εὐχῶν.
Ἀπολυτίκιον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Τὴν σεπτήν Σου
Εἰκόνα Κουτσουριώτισσα Δέσποινα, ὡς ἁγίασμα θεῖον εὐλαβῶς ἐδεξάμεθα, καὶ πᾶσα ἡ
Φωκὶς τῇ Σῇ Μονῇ, προστρέχει καὶ λαμβάνει ἐξ αὐτῆς, τὰς αἰτήσεις τῇ θερμῇ Σου
ἐπισκοπῇ, Παρθένε ἀνακράζοντες· δόξα τῇ Σῇ χρηστότητα Ἁγνή, δόξα τοῖς
θαυμασίοις Σου, δόξα τῇ πρὸς ἡμᾶς Σου ἀρωγῇ Πανύμνητε.
Κοντάκιον.
Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως.
Τῇ θαυμαστῇ Σου
καὶ Ἁγίᾳ Εἰκόνι, ἧν Κουτσουριώτισσαν προσφόρως καλοῦμεν, μετὰ σπουδῆς
προστρέχοντες ἑκάστοτε, ἐξ αὐτῆς λαμβάνομεν, τὰ αἰτήματα πάντα, καὶ πάσης
λυτρούμεθα, δυσχερείας καὶ λύπης. Σὺ γὰρ παρέχεις πᾶσι δαψιλῶς, Θεοχαριτῶτε
Κόρη τὴν χάριν Σου.
Μεγαλυνάριον.
Δέδωκας Εἰκόνα Σου τὴν σεπτήν, Κεχαριτωμένη Κουτσουριώτισσα
Μαριάμ, πάσῃ τῇ Φωκίδι, θησαύρισμα ὡς θεῖον, ἁγιασμὸν καὶ χάριν πᾶσι παρέχουσαν.
Πηγή:http://xristianos.gr
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου