Τρίτη 24 Μαρτίου 2020

ΕΙΣ ΤΟΝ ΦΙΛΑΝΘΡΩΠΟΤΑΤΟΝ ΥΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΥ ΖΩΝΤΟΣ ΜΟΝΟΥ ΝΙΚΗΤΟΥ ΤΟΥ ΙΟΥ ΤΗΣ ΚΟΡΩΝΗΣ


ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ


ΕΙΣ ΤΟΝ ΦΙΛΑΝΘΡΩΠΟΤΑΤΟΝ

ΥΙΟΝ ΤΟΥ ΘΕΟΥ ΤΟΥ ΖΩΝΤΟΣ


ΜΟΝΟΥ ΝΙΚΗΤΟΥ ΤΟΥ ΙΟΥ ΤΗΣ ΚΟΡΩΝΗΣ


Ποίημα Δρος  Χαραλάμπους  Μ.  Μπούσια

*******************************************************************

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ  Κύριε εἰσάκουσον,  μεθ' ὃ τὸ  Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Υἱὲ Θεοῦ, φιλανθρωπότατε Σῶτερ,
ὁ ἰατρὸς ἡμῶν ψυχῶν καὶ σωμάτων,
γλυκύτατε Θεάνθρωπε, Χριστὲ Ἰησοῦ,
ὡς σεπτὸν ἀντίδοτον τοῦ ἰοῦ τῆς κορώνης
πίστει Σὲ δοξάζομεν καὶ θερμῶς Σοὶ βοῶμεν·
Ὁ τοὺς πιστοὺς ἀεὶ εὐεργετῶν,
λοιμώδους νόσου ἡμᾶς τάχος λύτρωσαι.

Δόξα. Καὶ νῦν.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·

" Υἱὲ Θεοῦ, ἰοῦ κορώνης ἡμᾶς ἐκλύτρωσαι. Χ."

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Υἱὲ τοῦ Ὑψίστου ἡμῶν Θεοῦ,
ἰώμενος πάντας
καὶ θεόθεν εὐεργετῶν
μὴ παύσῃ τοὺς Σὲ δοξολογοῦντας
ὡς εὐσυμπάθητος καὶ πανευΐλατος.

οῦ τῆς κορώνης ὁ ὀλετὴρ
ὁ μόνος, Σοὺς δούλους
ἐκ τῆς μάστιγος τῆς αὐτοῦ
ἀπάλλαξον τάχος, Ζωοδότα,
Υἱὲ Ὑψίστου, φιλάνθρωπε Κύριε.

λέους ἡ κρήνη καὶ οἰκτιρμῶν,
Υἱὲ τοῦ Ὑψίστου,
νοσημάτων ἐκ λοιμικῶν
ἀπάλλαξον τάχους Σοὺς οἰκέτας,
δοξάζοντάς Σε πανδήμως, Θεάνθρωπε.

Θεοτοκίον.

Θεράπευσον νόσους τὰς λοιμικὰς
ἡμῶν, Ἐλεοῦσα,
δεομένων σου ἐκτενῶς,
Κυκκώτισσα Κεχαριτωμένη,
τῇ οὐρανόθεν δοθείσῃ σοι χάριτι.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

Εὐλαβῶς Σοὶ βοῶμεν·
Υἱὲ Θεοῦ εὔσπλαγχνε,
ἰατρὲ ψυχῶν καὶ σωμάτων
μόνε τῶν δούλων Σου,
τῆς πανδημίας ἡμᾶς
ἐκ τοῦ ἰοῦ τῆς κορώνης
πανδημίας λύτρωσαι
Σὲ τοὺς δοξάζοντας.

Οὐρανόθεν ἐλέους,
Υἱὲ Θεοῦ ἄχραντε,
πέμψον ὑετὸν τοῖς ἐν πίστει
δοξολογοῦσί Σε
καὶ ἐξ ἰοῦ ζοφεροῦ
ἀπαλλαγῆς τῆς κορώνης
ὄμβρον, πολυεύσπλαγχνε
Σῶτερ καὶ Κύριε.  

περύμνητε Λόγε
Θεοῦ, Χριστέ, θέρμανον
Σῆς φιλανθρωπίας ἀκτῖσι
δούλων Σου, Κύριε,
καρδίας, τοῦ ἀγαπᾶν
τοὺς ἐνδεεῖς καὶ διώκειν
τὸν ἰὸν ψυχρότητος, φεῦ, τὸν ψυχόλεθρον.

Θεοτοκίον.

κετῶν σου ἀκέστορ,
Χριστιανῶν σέμνωμα,
Μῆτερ τοῦ Θεοῦ, Ἐλεοῦσα,
πάντας ἀπάλλαξον
ἐπιδημίας δεινῆς
ἐκ τοῦ ἰοῦ τῆς κορώνης,
θαυμαστὴ ὀλέτειρα
νόσων καὶ θλίψεων.

πάλλαξον,
Υἱὲ Ὑψίστου, ἐκ μάστιγος Σοὺς οἰκέτας
ἐνσκηψάσης, ἡμᾶς ἰοῦ κορώνης, φιλάνθρωπε,
ὁ πάντων ἰώμενος ἀσθενείας. 

πίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα·
Ἦχος β΄. Πρεσβεία  θερμή.

Υἱὲ τοῦ Θεοῦ, Θεὲ φιλανθρωπότατε,
ὁ πᾶσαν δραξὶ κατέχων τὴν ὑφήλιον,
ἐξ ἰοῦ ἀπάλλαξον
τῆς κορώνης, οἴμοι, τῆς μάστιγος
τοὺς ἐκζητοῦντας φάρμακον λαβεῖν
ἐκ Σοῦ, Ἰησοῦ, τὸ ζωοπάροχον.

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.



Οὐρανόθεν ἀσθένειαν
ἴδε οἰκετῶν Σου, Υἱὲ καὶ Κύριε,
καὶ τὴν ἔμπονον κατάπαυσον
Σὴν παιδαγωγίαν ὡς φιλεύσπλαγχνος.

μνητάς Σου ἐξάρπασον
ἐξ ἰοῦ κορώνης πανδήμου μάστιγος,
Ἰησοῦ, Υἱὲ φιλάνθρωπε
τοῦ εὐσυμπαθήτου Παντοκράτορος.

Καταπράϋνον δούλων Σου
ἄλγη ἐκ κορώνης ἰοῦ, Θεάνθρωπε,
μόνε πάντων ὁ δυνάμενος
θεραπεύειν ἄλγη τὰ δυσίατα.

Θεοτοκίον.

ρμον πρὸς τὸν ἀχείμαστον
ὑγιείας ἴθυνον καὶ δυνάμεως,
Ἐλεοῦσα, τοὺς ἑκάστοτε
σὲ ὑμνοῦντας, ἄχραντε Κυκκώτισσα.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

ῦσαι τοῦ ἰοῦ
τῆς κορώνης τοὺς δοξάζοντας
Σέ, Υἱὲ Θεοῦ, καὶ πίστει ἀκλινεῖ
ποτηρίου τῆς ζωῆς μεταλαμβάνοντας.

ς θεραπευτὴν
Σέ, Υἱὲ Θεοῦ, δοξάζομεν
νοσημάτων λοιμικῶν καὶ τοῦ ἰοῦ
τῆς κορώνης ταχινόν, μόνε φιλάνθρωπε.

Νῦν, Υἱὲ Θεοῦ,
δυσωποῦμέν Σε· Παράβλεψον
τὴν ἡμῶν ἀποστασίαν ἀπὸ Σοῦ
καὶ ἰοῦ ἡμᾶς κορώνης ἀπολύτρωσαι.

Θεοτοκίον.


μαρ ὑγιές,
Ἐλεοῦσα, ἐξανάτειλον
τοῖς καθεύδουσι κορώνης ἐν ἰοῦ
τῇ νυκτί, Θεογεννήτρια Κυκκώτισσα.

ᾨδὴ στ΄. Τὴν δέησιν.

Συνέτισον ἀσυνέτους δούλους Σου,
καὶ μὴ σπεύσῃς, Σῶτερ, παιδαγωγῆσαι
ἡμᾶς, Χριστέ, δι’ ἰοῦ πανδημίας
κορώνης θανατηφόρου, εὐΐλατε
Υἱὲ Παντάνακτος Θεοῦ,
λοιμικῶν ἰατρὲ νόσων τάχιστε.

χάρις Σου πανσθενὴς καὶ ἄμεσος
πέλει, Σῶτερ, εὐσυμπάθητε Λόγε
Θεοῦ Ὑψίστου, ἁπάντων νοσούντων
ὁ ἰατρὸς ὁ ταχύς, πολυέλεε,
καὶ τῆς κορώνης τοῦ ἰοῦ
ὁ ὀλέτης, ὑπέρθεε Κύριε.

Μανίας με, τὸν δοξολογοῦντά Σε,
ἀπολύτρωσαι ἰοῦ τῆς κορώνης,
Υἱὲ Θεοῦ πανοικτίρμον, καὶ πάντας
εἰς Σὲ πιστεύοντας, Σῶτερ πανάγαθε,
ἀλλ’ ἀγαθότητα τὴν Σὴν
παροργίζοντας λόγοις καὶ πράξεσι.

Θεοτοκίον.

πέλασον ἀφ’ ἡμῶν, Κυκκώτισσα
Ἐλεοῦσα, Θεοτόκε Παρθένε,
ἐπιδημίαν ἐκ τοῦ τῆς κορώνης
ἰοῦ καὶ πᾶσαν ἀσθένειαν, Δέσποινα,
ἀνίατον καὶ λοιμικήν,
κατατρύχουσαν, φεῦ, τοὺς οἰκέτας σου.

πάλλαξον,
Υἱὲ Ὑψίστου,  ἐκ μάστιγος Σοὺς οἰκέτας
ἐνσκηψάσης ἡμῖν ἰοῦ κορώνης, φιλάνθρωπε,
ὁ πάντων ἰώμενος ἀσθενείας. 

χραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

Μὴ ἀφ’ ἡμῶν ἀποστρέψῃς Σὸν πρόσωπον,
Υἱὲ καὶ Λόγε Θεοῦ, δι’ ἀσέβειαν
καὶ ἐξ ἰοῦ τῆς κορώνης τῆς μάστιγος
ἡμᾶς ἀπάλλαξον ὡς εὐσυμπάθητος
πατήρ, ὁ θέλων σωθῆναι τὰ τέκνα Σου.

Προκείμενον. Ἦχος δ΄. Πᾶσαι αἱ ὁδοὶ Κυρίου ἔλεος καὶ ἀλήθεια.
Στίχος. Ὁδήγησόν με, Κύριε, ἐπὶ τὴν ἀλήθειάν Σου.

Εὐαγγέλιον·  Κατὰ Ἰωάννην (Κεφ. ιδ΄ 1 - 11 ).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Μὴ ταρασσέσθω ὑμῶν ἡ καρδία...
Ζήτει τῇ Παρασκευῇ τῆς στ΄ Ἑβδομάδος.

Δόξα.

ξ ἰοῦ κορώνης
ἀπάλλαξον Σοὺς δούλους,
Σὲ δοξολογοῦντας,
Υἱὲ Θεοῦ Ὑψίστου.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ β΄. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

ησοῦ γλυκύτατε,
Υἱὲ Θεοῦ τοῦ Ὑψίστου,
ἰατρὲ ἀνάργυρε
πάντων τῶν ἐν ᾄσμασι
δοξαζόντων Σε,
τοῦ ἰοῦ μάστιγος
τῆς κορώνης ῥῦσαι
τοῦ θανατηφόρου ἅπαντας
ὡς εὐσυμπάθητος
καὶ παντελεήμων, τοὺς σπεύδοντας
τῇ παναλκεῖ δυνάμει Σου
καὶ ἰσχύϊ, Λόγε τοῦ Κτίσαντος,
ὁ ἐν γῇ τὸν βίον
ἰώμενος τοὺς πάντας διελθών,
εὐεργετῶν καὶ νοσήματα
ἐκδιώκων ἅπαντα.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου...

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

Σέ, Υἱὲ τοῦ Ὑψίστου,
ὁλοθύμως δοξάζων
πιστῶς κραυγάζω Σοι·
Ἰοῦ ἡμᾶς κορώνης
θανατηφόρου ῥῦσαι,
ἀπελαύειν νοσήματα
Θεὸς ὡς μόνος ἰσχὺν
καὶ δύναμιν κατέχων.

Εὐσυμπάθητε Σῶτερ,
δέξαι πάντων δεήσεις,
φιλανθρωπότατε,
τρανῶς Σὲ δοξαζόντων
καὶ ἐκ τῆς πανδημίας
τοῦ ἰοῦ ἀπολύτρωσαι
κορώνης πάντας δεινῶς
τοὺς κατατρυχομένους.

Καταπράϋνον ἄλγη
ἐξ ἰοῦ τῆς κορώνης
τῶν δοξαζόντων Σε,
Υἱὲ Θεοῦ Ὑψίστου,
καὶ κοινωνούντων πίστει
τοῦ ἀχράντου Σου Σώματος

καὶ Αἵματός Σου σεπτοῦ
ὑγίειαν πρὸς ἄμφω.

Θεοτοκίον.

Λαμπηδόσιν εὐχῶν σου,
Ἐλεοῦσα Παρθένε,
σεμνὴ Κυκκώτισσα,
ἀπέλασον τὰ σκότη
τῶν λοιμωδῶν σῶν δούλων
νοσημάτων καὶ δώρησαι
ἦμαρ ἡμῖν ὑγιές,
Κυρία Θεοτόκε.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

μνολογῶν Σε,
Υἱὲ Θεοῦ, δυσωπῶ Σε·
Ὁ λεπροὺς καθαρίσας, ἐκ νόσων
κάθαρόν με, Σῶτερ,
τῶν λοιμικῶν ταχέως.

Τῶν νοσημάτων
ὁ ἰατρός, Θεοῦ Λόγε,
πανδημίας ἰοῦ τῆς κορώνης
ῥῦσαι ὀρθοδόξως
τοὺς Σὲ δοξολογοῦντας.

ανίδας σμῆξον,
Υἱὲ Θεοῦ, τῶν δακρύων
συμπαθείας Σου μάκτρῳ Σῶν δούλων,
κατατρυχομένων
ἐκ τοῦ ἰοῦ κορώνης.

Θεοτοκίον.

ς ἰαμάτων
σέ, Ἐλεοῦσα Παρθένε,
Ζωοδόχον Πηγὴν ἀνυμνοῦντες
ἐξ αὐτῆς νῦν ὕδωρ
ἰάσεων ἀντλοῦμεν.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

Σοῖς δούλοις οὐρανόθεν
ὄμβριζε ἀφθόνως
ὄμβρον σωτήριον, Λόγε τοῦ Κτίσαντος,
καὶ ὑγιείας καὶ σθένους, φιλανθρωπότατε.

πέλασον ταχέως
τὴν λοιμώδη νόσον,
τὴν ἐξ ἰοῦ τῆς κορώνης, Θεάνθρωπε,
Υἱὲ καὶ Λόγε Ὑψίστου, τοῦ πανοικτίρμονος.

οῦ κορώνης παῦσις,
Ἰησοῦ Χριστέ μου,
Υἱὲ Θεοῦ, σῶσον πάντας οἰκέτας Σου,
τοὺς εὐλαβῶς θείαν κλῆσιν ὁμολογοῦντάς Σου.

Θεοτοκίον.

Χαρίτων, Ἐλεοῦσα,
κρήνη, σοὺς ἱκέτας
πότισον νάμασι θάρσους, δυνάμεως
καὶ ὑγιείας κατ’ ἄμφω, Θεογεννήτρια.

Ἄξιόν ἐστι.... καὶ τὰ παρόντα Μεγαλυνάρια·

Δεῦτε μεταλάβωμεν εὐλαβῶς
Σώματος ἀχράντου
καὶ τοῖ Αἵματος τοῦ σεπτοῦ
τοῦ Υἱοῦ Ὑψίστου,
τοῦ μόνου ἀντιδότου
ἰοῦ τοῦ τῆς κορώνης
ὄντως ὑπάρχοντος.

Πανδημίας λύτρωσαι τοῦ ἰοῦ
τῆς κορώνης πάντας
Σὲ δοξάζοντας ἀκλινῶς
ὡς Υἱὸν Ὑψίστου
Θεοῦ, Χριστὲ Παντάναξ,
ὁ μόνος ἀσθενείας
παύειν δυνάμενος.

Μνήσθητι τῶν δούλων Σου, Ἰησοῦ,
τῶν δεινῶς πασχόντων
ἐκ τῆς μάστιγος τοῦ ἰοῦ
τῆς κορώνης, Σῶτερ,
Υἱὲ Θεοῦ, οὗ πέλει
ἀντίδοτον Σὸν Αἷμα
καὶ Σῶμα, Κύριε.

λεος κατάπεμψον ἐφ’ ἡμᾶς,
τοὺς ἡμαρτηκότας
καὶ τὸ κάλλος τῆς Σῆς μορφῆς
ἀτενίσαι, Σῶτερ,
μὴ δυναμένους, οἴμοι,
νῦν ἐξ ἰοῦ κορώνης
οἱ χειμαζόμενοι.

Σῶτερ ὡραιότατε, Ἰησοῦ,
σκέδασον τὸν φόβον
τοῦ θανάτου ἐκ τοῦ ἰοῦ
τῆς κορώνης ἄρτι
ἐνσκήψαντος, ὁ μόνος
ἰώμενος λοιμώδη
πάντων νοσήματα.

Δυσθυμίαν δούλων Σου, Ἰησοῦ,
δίωξον ταχέως
ἐκ τῆς μάστιγος τοῦ ἰοῦ
τῆς κορώνης, Σῶτερ,
δεινῶς ἐπερχομένην,
Υἱὲ Θεοῦ Ὑψίστου
ἄγαν εὐΐλατε.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον·
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.


Εὐεργέτα τοῦ γένους βροτῶν, ἐπάκουσον
ἡμῶν δεήσεων τάχος,
Υἱὲ καὶ Λόγε Θεοῦ,
τῆς κορώνης ἰατὴρ ἰοῦ ταχύτατε,
ὁ ἀπελαύνειν λοιμικὰς
ἀσθενείας τοῦ λαοῦ
δυνάμενος καὶ διώκειν
θανάτου φόβον ἐκ πάντων
πανευλαβῶς δοξολογούντων Σε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄.  Ὅτε ἐκ τοῦ Ξύλου.

Σῶτερ, εὐσυμπάθητε Χριστέ,
ἰατρὲ ψυχῶν καὶ σωμάτων,
Υἱὲ Ὑψίστου Θεοῦ,
ἐξ ἰοῦ, εὐΐλατε,
κορώνης, Κύριε,
πανδημίαν ἀπέλασον
δριμεῖαν ταχέως,
τὴν φιλανθρωπίαν Σου
ἡμῖν δεικνύμενος,
σπεύδουσι τῇ Σῇ εὐσπλαγχνίᾳ
καὶ ἐπιστασίᾳ ἐν δίναις
ταῖς βιοτικαῖς, οἰκτίρμον Κύριε.

Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι·
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον.

Υἱὲ Ὑψίστου, ἰοῦ κορώνης ῥῦσαι
πάντας σὺν Νικηφόρῳ καὶ Χαραλάμπει.

Ἀριθμ. Καταλ.  Π 818 /20-3-20

ΤΕΛΟΣ

ΚΑΙ ΔΟΞΑ

Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ

ΘΕῼ ΗΜΩΝ