Τρίτη 3 Μαρτίου 2020

ΑΚΟΛΟΥΘΙΑ ΜΙΚΡΟΥ ΑΓΙΑΣΜΟΥ ΔΙΑ ΤΟΥ ΕΝ ΟΣΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΝΕΙΛΟΥ ΤΟΥ ΜΥΡΟΒΛΥΤΟΥ



Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΒ΄ Νοεμβρίου.

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Οἀναβλύζων φερωνύμως ἐκ τάφου
νειλῷα ῥεῖθρα μύρου Χάριτι Θείᾳ
ἁγιορείτης ὅσιος ἐκ τοῦ Μαλεβοῦ
ὄρους ὁ ὁρμώμενος, Νεῖλος ὁ θεοφόρος,
βλύζει τὰ ἰάματα τοῖς αὐτῷ προσιοῦσι
καὶ ἁγιάζει πάντας τοὺς πιστῶς
ἀσπαζομένους αὐτοῦ θεῖον λείψανον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ Ψαλμὸς καὶ τὰ ἑξῆς τροπάρια κατ' ἀλφάβητον.

Ἦχος πλ. β΄. Ὁ Εἱρμός.

Ητὸ χαῖρε, δι' Ἀγγέλου δεξαμένη
καὶ τεκοῦσα τὸν Κτίστην τὸν ἴδιον,
Παρθένε, σῷζε
τοὺς σὲ μεγαλύνοντας. (Δίς)

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Α'σκητὰ Ἁγιορεῖτα, μάκαρ Νεῖλε,
 ὁ ῥοαῖς ἁγιάσας τὸν Ἄθωνα
τῶν σῶν δακρύων,
κἀμὲ καθαγίασον.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Βασιλέων, Προφητῶν καὶ Ἀποστόλων
καὶ Μαρτύρων ὑπάρχεις τὸ καύχημα
καὶ προστασία
τοῦ κόσμου, Πανάμωμε.
Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Γόνε, Νεῖλε, Κυνουρίας, εὐωδίᾳ
ἀκραιφνοῦς πολιτείας σου ηὔφρανας
ἁγιωνύμου
τοῦ ὄρους μονάζοντας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Δός, Χριστέ μου, καὶ ἐμοὶ τῷ ἀναξίῳ
ὀφλημάτων τὴν ἄφεσιν, δέομαι,
τῆς σὲ τεκούσης
πρεσβείαις ὡς εὔσπλαγχνος.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ε'νδιαίτημα ἀσκήσεως συντόνου,
τῆς Μονῆς Μαλεβῆς ἐγκαλλώπισμα,
μετεφυτεύθης
εἰς χθόνα τοῦ Ἄθωνος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ζώωσόν με ἡ τεκοῦσα Ζωοδότην
καὶ Σωτῆρα καὶ σῶσον πρεσβείαις σου,
Εὐλογημένη,
ἐλπὶς τῶν ψυχῶν ἡμῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.
Ηὁσία βιοτή σου τῶν Ἀγγέλων
τοὺς χορούς, πάτερ Νεῖλε, ἐξέπληξε,
μεθ’ ὧν νῦν χαίρεις
εἰς πόλου σκηνώματα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Θεοτόκε, ἡ τεκοῦσα διὰ λόγου,
ὑπὲρ λόγον τὸν Λόγον, πανύμνητε,
Αὐτὸν δυσώπει
σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ιλασμὸν ἡμῖν ἐξαίτει τοῖς τιμῶσιν
ἄσκησίν σου λαμπράν, δι’ ἧς ἔτηξας,
Νεῖλε, σαρκίον
φθαρτόν, ἰσουράνιε.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Κατὰ χρέος ἐκβοῶμέν σοι τὸ χαῖρε,
Θεοτόκε, ἁγνὴ ἀειπάρθενε,
ἐκδυσωποῦντες
πρεσβείαις σου σῴζεσθαι.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Λάμπων φέγγει τῆς σαρκὸς κακοπαθείας,
Νεῖλε, Ἄθωνος ὄρος ἐφώτισας
καὶ Φωτοδότῃ
Χριστῷ εὐηρέστησας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Μὴ παρίδῃς τὰς δεήσεις τῶν σῶν δούλων,
δυσωποῦμεν, πανύμνητε Δέσποινα,
ἵνα ῥυσθῶμεν
πάσης περιστάσεως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Νεῖλε, σοῦ τοῦ φερωνύμου Σιναΐτου
ἀσκητοῦ ζηλωτὴς πόνων γέγονας,
καὶ τῆς εὐκλείας
αὐτοῦ ἰσοστάσιος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Ξένον θαῦμα ἐπὶ σοί, Θεοκυῆτορ,
ἀνεδείχθη· Ὁ πάντων γὰρ Κύριος
ἐκ σοῦ ἐτέχθη,
Μῆτερ ἀειπάρθενε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

ΟΘεὸς βραβεύων, Νεῖλε, ἄσκησίν σου
μυροβλύτην σὲ ἔδειξεν, ὅσιε,
καὶ κληρονόμον
ἀλήκτου λαμπρότητος.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.
Παναγία Θεοτόκε, ἡ τεκοῦσα
τὸν Σωτῆρα, κινδύνων διάσωσον
καὶ πάσης ἄλλης
ἀνάγκης τοὺς δούλους σου.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ρείθροις μύρου, Νεῖλε, τοῦ σκηνώματός σου,
ἀσκητὰ τῆς ἐρήμου τοῦ Ἄθωνος,
ηὔφρανας πάντας
αὐτὸ τοὺς συλλέγοντας.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Σῶσον πάντας, Παναγία Θεοτόκε,
τοὺς κειμένους πταισμάτων ἐν βάθεσι
καὶ μὴ παρίδῃς
ἐν ὥρᾳ τῆς Κρίσεως.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῶν λειψάνων σου Μεγίστη Λαύρα ἔχει
τὴν σορὸν ὡς πηγὴν ἁγιάσματος,
Νεῖλε, ὁσίων
πατέρων ὡράϊσμα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Υπὸ πάντων δυσωπούμενος, Οἰκτίρμον,
τῶν Ἁγίων καὶ τῶν ἄνω τάξεων,
ἱλάσθητί μοι
διὰ τῆς τεκούσης σε.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Φωτισμὸν ἡμῖν ἐξαίτει, προσκυνοῦσιν
ἐν Ναῷ Πειραιῶς φερωνύμῳ σου,
Νεῖλε, λειψάνου
σεπτοῦ σου ἀπότμημα.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

Χαῖρε, ὄρος· χαῖρε, βάτε, χαῖρε πύλη,
χαῖρε, κλῖμαξ, χαῖρε θεία τράπεζα,
τοῦ Λόγου, χαῖρε,
ἡ πάντων βοήθεια.

Ἅγιε τοῦ Θεοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ψάλλοντές σε ὡς Ναοῦ σου φερωνύμου
Πειραιῶς, Νεῖλε, ἄγρυπνον φύλακα,
θεοπειθέσιν
εὐχαῖς σου προσφεύγομεν.

Ὑπεραγία Θεοτόκε, σῶσον ἡμᾶς.

ΩΠαρθένε, ἡ τεκοῦσα τὸν Σωτῆρα
καὶ Δεσπότην τοῦ κόσμου καὶ Κύριον,
Αὐτὸν δυσώπει
σῶσαι τὰς ψυχὰς ἡμῶν.

Σταυρὲ τοῦ Χριστοῦ, σῶσον ἡμᾶς τῇ δυνάμει σου.
Ζωηφόρου Σου Σταυροῦ, Χριστέ, δυνάμει
τὴν ὁδὸν τὴν στενὴν διανύομεν
ἔχοντες Νεῖλον
τὸν θεῖον ἰθύντορα.

Πᾶσαι αἱ Οὐράνιαι Δυνάμεις τῶν Ἁγίων Ἀγγέλων καὶ Ἀρχαγγέλων, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Α'ρχιστράτηγοι Θεοῦ, διατηρεῖτε
ἀσινεῖς τοῦ ἐχθροῦ ἐπιθέσεων,
ὑμῶν τοὺς πίστει
τῇ χάριτι σπεύδοντας.

Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε ὑπὲρ ἡμῶν.

Ι'ωάννη, οἰκιστὰ τῆς ἐρημίας
Ἰορδάνου, ἀνάδειξον, Πρόδρομε,
τοὺς σὲ τιμῶντας
τοῦ πόλου οἰκήτορας.

Ἅγιοι Ἀπόστολοι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Γαλιλαῖοι χριστοκήρυκες, ἀξίους
μιμητὰς τοῦ ὑμῶν ἀναδείξατε
ἀγῶνος πάντας
ὑμᾶς μακαρίζοντας.

Ἅγιοι ἔνδοξοι Μάρτυρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Α'θληταὶ Χριστοῦ, ἐν χρόνοις διαφόροις
δι’Αὐτὸν οἱ ἐχύσαντες αἵματα,
ἔστε προστάται
πιστῶν καὶ ἀκέστορες.

Ἅγιοι Ἀνάργυροι, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Α'ναργύρως οἱ παρέχοντες νοσοῦσι
τὰς ἰάσεις, φωσφόροι Ἀνάργυροι,
ἡμῶν ἰᾶσθαι
δεινὰ ἀσθενήματα.

Ἅγιε Ὁσιομάρτυς, Νικόλαε Βουνένων, πρέσβευε ὑπὲρ ἡμῶν.

Ο σῇ λόγχῃ λογχευθεὶς ἐν τοῖς Βουνένοις,
στρατηλάτα Λαρίσης, Νικόλαε,
φύλαξ καὶ ῥύστης
γενοῦ τῶν τιμώντων σε.

Ἅγιοι Προπάτορες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Μεγαλύνοντες Ἰωακεὶμ καὶ Ἄνναν,
τοὺς Ἁγίους Προπάτορας, σπεύδομεν
ταῖς ἱκεσίαις
αὐτῶν πρὸς τὸν Ὕψιστον.

Ἅγιε ἰαματικὲ Παντελεῆμον, πρέσβευε ὑπὲρ ἡμῶν.

Ι'ατρὲ Παντελεῆμον, καλλιμάρτυς,
ὁ ἰάσεις ἀφθόνως δωρούμενος
τοῖς ἀσθενοῦσι,
θεόθεν δεδόξασαι.

Ἅγιε Χαράλαμπες, πρέσβευε ὑπὲρ ἡμῶν.

Λάμψον πᾶσι φῶς χαρᾶς τῆς οὐρανίου,
τοῖς τιμῶσι σοὺς ἄθλους, Χαράλαμπες,
Ἱερομάρτυς,
τῆς πίστεως σέμνωμα.

Ἅγιε Γεώργιε Τροπαιοφόρε, πρέσβευε ὑπὲρ ἡμῶν.

Α'θλητὰ τροπαιοφόρε, τὰς ἀνίκμους
ἱκετῶν σου καρδίας γεώργησον
εὐχῶν ἀρότρῳ
θερμῶν σου, Γεώργιε.

Ἅγιε Σπυρίδων, πρέσβευε ὑπὲρ ἡμῶν.

Ο ἁπλοῦς τῆς Τριμυθοῦντος ἀρχιθύτης,
Ὀρθοδόξων, Σπυρίδων, κραταίωμα,
ὀρθῶς πιστεύειν
ἡμᾶς καταξίωσον.

Ἅγιοι Θεοδοσιᾶται Ὁσιομάρτυρες, πρεσβεύσατε ὑπὲρ ἡμῶν.

Οσιόαθλοι Μονῆς Θεοδοσίου
τοῦ Ὁσίου, ἡμᾶς ἐποπτεύετε,
τοὺς προσκυνοῦντας
ὑμῶν θεῖα λείψανα.

Ἅγιε Ἱεράρχα Νεκτάριε, πρέσβευε ὑπὲρ ἡμῶν.

Ο δεξάμενος δεινὴν συκοφαντίαν
ὡς οὐράνιον δρόσον, Νεκτάριε,
ἀπάλλαξόν με
δεινῶν περιστάσεων.

Ἅγιε Δημήτριε μυροβλύτα, πρέσβευε ὑπὲρ ἡμῶν.

Τῆς Θεσσαλονίκης φύλαξ καὶ προστάτα,
μυροβλύτα Δημήτριε, ἔνδοξε,
ἐκ δυσωδίας
παθῶν μὲ ἀπάλλαξον.

Ἅγιε Ἱερομάρτυς Βλάσιε, Σκλαβαίνων, πρέσβευε ὑπὲρ ἡμῶν.

Ο βλαστήσας ἀφθαρσίαν ἐν Σκλαβαίνοις,
ἱερόαθλε Βλάσιε, βλάστησον
τῆς μετανοίας
ἡμῖν ἄνθη εὔοσμα.

Ὅσιε Παναγῆ Μπασιᾶ, πρέσβευε ὑπὲρ ἡμῶν.

Οσιότητος καλλώπισμα τὸ νέον,
Παναγῆ, Ληξουρίου θησαύρισμα,
δεῖξον σὴν χάριν
τοῖς σὲ μακαρίζουσι.

Ὅσιε Γεράσιμε, πρέσβευε ὑπὲρ ἡμῶν.

Δαιμονῶντας ὁ ἰώμενος ταχέως,
ἰατρὲ Κεφαλλήνων, Γεράσιμε,
πατεῖν ἐνέδρας
ἐχθροῦ μὲ ἀξίωσον.

Ἅγιε Ἱεράρχα Αἰγίνης, Διονύσιε, πρέσβευε ὑπὲρ ἡμῶν.

Ιεράρχα, Διονύσιε, Αἰγίνης,
ὁ ἀεὶ ἁγιάζων τὴν Ζακυνθον,
ἁγιάσόν με,
τὸν σὲ μεγαλύνοντα.

Δόξα. Τριαδικόν.

Κοινωνοὺς ἡμᾶς ἀνάδειξον εὐκλείας,
Παναγία Τριάς, οὐρανίου Σου,
τοὺς καθ’ ἑκάστην
λαμπρῶς Σὲ δοξάζοντας.

Καὶ νῦν. Θεοτοκίον.

Θεοτόκε, ἡ σοῖς δούλοις βοηθοῦσα
καὶ παρέχουσα πᾶσι τὰ πρόσφορα,
ἴσθι ἐν βίῳ
ἡμῶν φύλαξ ἄγρυπνος.

Καὶ εὐθύς.

Τῆς εὐσπλαγχνίας τὴν πύλην ἄνοιξον ἡμῖν,
εὐλογημένη Θεοτόκε·
ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν·
ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων·
σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.

Ὁ Ἱερεύς. Τοῦ Κυρίου δεηθῶμεν. Ὅτι Ἅγιος εἶ ὁ Θεὸς ἡμῶν...

Καὶ εὐθὺς τὰ παρόντα Τροπάρια. Ἦχος πλ. δ΄.

Νῦν ἐπέστη ὁ καιρὸς ὁ πάντας ἁγιάζων
καὶ ὁ δίκαιος ἡμᾶς ἀναμένει Κριτής·
ἀλλ' ἐπίστρεψον, ψυχή, πρὸς μετάνοιαν
ὡς ἡ πόρνη κράζουσα σὺν δάκρυσι·
Κύριε, ἐλέησόν με.

Νάμασιν ἐπομβρήσας,
Χριστέ, πηγὴν τῶν ἰάσεων
ἐν τῷ πανσέπτῳ Ναῷ
τῆς Παρθένου σήμερον
τῷ τῆς Σῆς εὐλογίας ῥαντισμῷ
φυγαδεύεις τὰς νόσους τῶν ἀσθενούντων,
ἰατρὲ τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν.

Παρθένος ἔτεκες, ἀπειρόγαμε,
καὶ Παρθένος ἔμεινας, Μῆτερ ἀνύμφευτε,
Θεοτόκε Μαρία·
Χριστόν, τὸν Θεόν, ἱκέτευε σωθῆναι ἡμᾶς.

Παναγία Θεοτόκε, Παρθένε,
τῶν χειρῶν ἡμῶν τὰ ἔργα κατεύθυνον
καὶ συγχώρησιν τῶν πταισμάτων ἡμῶν αἴτησαι
ἐν τῷ ψάλλειν ἡμᾶς
τῶν Ἀγγέλων τὸν ὕμνον.

Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος ἀθάνατος,ἐλέησον ἡμᾶς. (ἐκ γ΄)

Δόξα. Καὶ νῦν. Ἅγιος ἀθάνατος, ἐλέησον ἡμᾶς.

Πάλιν.

Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος ἀθάνατος,ἐλέησον ἡμᾶς.

Ὁ Ἀπόστολος.
Προκείμενον. Ἦχος δ΄.

Κύριος φωτισμός μου καὶ Σωτήρ μου,
Κύριος ὑπεραπιστὴς τῆς ζωῆς μου.

Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα.
(Κεφ. Β΄ 11 - 18)

Α'δελφοί, ὁ ἁγιάζων καὶ οἱ ἁγιαζόμενοι ἐξ ἑνὸς πάντες· δι' ἣν αἰτίαν οὐκ ἐπαισχύνομαι ἀδελφοὺς αὐτοὺς καλεῖν λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας
ὑμνήσω σε. Καὶ πάλιν· Ἐγὼ ἔσομαι πεποιθὼς ἐπ' αὐτῷ. Καὶ πάλιν· Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία, ἅ μοι ἔδωκεν ὁ Θεός. Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκε σαρκὸς καὶ αἵματος καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοὐτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας. Οὐ γὰρ δήπου Ἀγγέλων ἐπιλαμβάνεται, ἀλλὰ σπέρματος Ἀβραὰμ ἐπιλαμβάνεται. Ὅθεν ὤφειλε κατὰ πάντα τοῖς ἀδελφοῖς ὁμοιωθῆναι, ἵνα ἐλεήμων γένηται καὶ πιστὸς Ἀρχιερεὺς τὰ πρὸς τὸν Θεόν, εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ. Ἐν ᾧ γὰρ πέπονθεν αὐτὸς πειρασθεὶς δύναται τοῖς πειραζομένοις βοηθῆσαι.

Ἀλληλούϊα. Ἦχος πλ. β΄.

Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν.

Ἐκ τοῦ κατὰ Ἰωάννην ἁγίου Εὐαγγελίου
τὸ Ἀνάγνωσμα.
(Κεφ. ε΄ 1 - 4 )

Τῷ καιρῷ ἐκείνῳ, ἀνέβη ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα. Ἔστι δὲ ἐν τοῖς Ἱεροσολύμοις ἐπὶ τῇ Προβατικῇ κολυμβήθρα, ἡ ἐπιλεγομένη Ἑβραϊστὶ Βηθεσδά, πέντε στοὰς ἔχουσα. Ἐν ταύταις
κατέκειτο πλῆθος πολὺ τῶν ἀσθενούντων, τυφλῶν, χωλῶν, ξηρῶν, ἐκδεχομένων τὴν τοῦ ὕδατος κίνησιν.
Ἄγγελος γὰρ κατὰ καιρὸν κατέβαινεν ἐν τῇ κολυμβήθρᾳ καὶ ἐτάρασσε τὸ ὕδωρ· ὁ οὖν πρῶτος ἐμβὰς μετὰ τὴν ταραχὴν τοῦ ὕδατος, ὑγιὴς ἐγίνετο, ᾧ δήποτε κατείχετο νοσήματι.

Καὶ εὐθύς.

πὲρ τῆς ἄνωθεν εἰρήνης καὶ τῆς σωτηρίας τῶν ψυχῶν ἡμῶν, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου, εὐσταθείας τῶν ἁγίων τοῦ Θεοῦ Ἐκκλησιῶν καὶ τῆς τῶν πάντων ἑνώσεως, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ τοῦ ἁγίου οἴκου τούτου καὶ τῶν μετὰ πίστεως, εὐλαβείας καὶ φόβου Θεοῦ εἰσιόντων ἐν αὐτῷ, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεῖνα), τοῦ τιμίου πρεσβυτερίου, τῆς ἐν Χριστῷ διακονίας καὶ τῆς
σωτηρίας αὐτῶν, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ τοῦ καταφοιτῆσαι τῷ ὕδατι τούτῳ τὴν καθαρτικὴν τῆς ὑπερουσίου Τριάδος ἐνέργειαν, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ τοῦ γενέσθαι τὸ ὕδωρ τοῦτο ἰαματικὸν ψυχῶν καὶ σωμάτων καὶ πάσης ἀντικειμένης δυνάμεως
ἀποτρεπτικόν, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ τοῦ καταπεμφθῆναι αὐτῷ τὴν χάριν τῆς ἀπολυτρώσεως, τὴν εὐλογίαν τοῦ Ἰορδάνου, τοῦ
Κυρίου δεηθῶμεν.
πὲρ πάντων τῶν χρῃζόντων τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ ἀντιλήψεως, τοῦ Κυρίου δεηθῶμεν.
πὲρ τοῦ φωτισθῆναι φωτισμὸν γνώσεως διὰ τῆς ὁμοουσίου Τριάδος, τοῦ Κυρίου δεηθῶμεν.
πως Κύριος ὁ Θεὸς ἡμῶν ἀναδείξῃ ἡμᾶς υἱοὺς καὶ κληρονόμους τῆς βασιλείας Αὐτοῦ διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ, τοῦ Κυρίου δεηθῶμεν.  
πὲρ τοῦ ῥυσθῆναι ἡμᾶς ἀπὸ πάσης θλίψεως, ὀργῆς, κινδύνου καὶ ἀνάγκης, τοῦ Κυρίου δεηθῶμεν.
Ἀντιλαβοῦ, σῶσον, ἐλέησον καὶ διαφύλαξον ἡμᾶς, ὁ Θεός, τῇ σῇ χάριτι.
Τῆς Παναγίας, ἀχράντου, ὑπερευλογημένης, ἐνδόξου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας
μετὰ πάντων τῶν Ἁγίων μνημονεύσαντες ἑαυτοὺς καὶ ἀλλήλους καὶ πᾶσαν τὴν ζωὴν ἡμῶν Χριστῷ τῷ Θεῷ παραθώμεθα.
τι πρέπει Σοι πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα τὴν εὐχήν.

Τοῦ Κυρίου δεηθῶμεν.

Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ μέγας τῇ βουλῇ καὶ θαυμαστὸς τοῖς ἔργοις, ὁ πάσης ὁρατῆς τε καὶ ἀοράτου κτίσεως δημιουργός· ὁ φυλάσσων τὴν διαθήκην Σου καὶ τὸ ἔλεός Σου τοῖς ἀγαπῶσί Σε καὶ τηροῦσι τὰ Σὰ προστάγματα· ὁ πάντων τῶν ἐν ἀνάγκαις ἐλεεινὰ προσδεχόμενος δάκρυα· διὰ γὰρ τοῦτο παραγέγονας ἐν δούλου μορφῇ οὐ φάσμασιν
ἡμᾶς ἐκδειματούμενος, ἀλλ' ὑγίειαν τῷ σώματι ἀληθῆ ὀρέγων καὶ λέγων· ἴδε ὑγιὴς γέγονας, μηκέτι ἁμάρτανε. Ἀλλὰ καὶ ἐκ πηλοῦ ζῶντας ὀφθαλμοὺς εἰργάσω καὶ νίψασθαι κελεύσας τὸ φῶς οἰκῆσαι παρεσκεύασας λόγῳ· ὁ τὰς τῶν ἐναντίον παθῶν σπιλάδας ταράττων καὶ τὴν τοῦ βίου τούτου ἁλμυρὰν θάλασσαν καταστείλας καὶ τὰ ἀχθηφόρα τῶν ἡδονῶν κατευνάσας κύματα· Αὐτὸς οὖν,
φιλάνθρωπε Βασιλεῦ, ὁ δοὺς ἡμῖν χιονοφεγγόφωτον φορέσαι στολὴν ἐξ ὕδατός τε καὶ πνεύματος, καὶ διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ τὴν Σὴν εὐλογίαν ἡμῖν κατάπεμψον τὸν ῥύπον τῶν παθῶν ἀποσμήχουσαν. Ναί, Δέσποτα, δεόμεθα· ἐπίσκεψαι ἡμῶν, Ἀγαθέ, τὴν ἀσθένειαν καὶ ἴασαι ἡμῶν τὰς νόσους ψυχῆς τε καὶ σώματος τῷ ἐλέει Σου· πρεσβείαις τῆς παναχράντου Σου Μητρός,
Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ Τιμίου καὶ ζωοποιοῦ Σου Σταυροῦ,
θείᾳ χάριτι τοῦ ἁγίου καὶ Ζωοδόχου Τάφου Σου· προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεών Σου Ἀσωμάτων, Μιχαήλ, Γαβριὴλ καὶ Ῥαφαήλ, καὶ πασῶν τῶν ἐπουρανίων Δυνάμεων Ἀσωμάτων· τοῦ τιμίου Σου, ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Σου Ἀποστόλων, Πέτρου καὶ Παύλου, τῶν Δώδεκα, Βαρνάβα τοῦ ἐν Κύπρῳ, Μάρκου τοῦ Εὐγγελιστοῦ καὶ πάντων τῶν ἑβδομήκοντα· τῶν ἐν Ἁγίοις πατέρων ἡμῶν, μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου· τῶν ἐν Ἁγίοις πατέρων ἡμῶν Ἀθανασίου καὶ Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, Πατριαρχῶν Ἀλεξανδρείας· Νικολάου, Ἐπισκόπου Μύρων τῆς Λυκίας, Σπυρίδωνος Τριμυθοῦντος, Ἀχιλλίου Λαρίσης, Διονυσίου Αἰγίνης, Νεκταρίου Πενταπόλεως, Θεωνᾶ Θεσσαλονίκης, Ἀθανασίου Χριστιανουπόλεως καὶ Παρθενίου Ῥαδοβυζίων, τῶν θαυματουργῶν. Τοῦ Ἁγίου ἐνδόξου Πρωτομάρτυρος καὶ Ἀρχιδιακόνου Στεφάνου. Τῶν Ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Ἀρτεμίου, Θεοδώρων Τήρωνος, Στρατηλάτου καὶ Βυζαντίου, Προκοπίου, Ἰσιδώρου τοῦ ἐν Χίῳ καὶ Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἁγίων ἐνδόξων Ἱερομαρτύρων Χαραλάμπους, Ἐλευθερίου, Βλασίου, Ἰγνατίου τοῦ θεοφόρου, Πολυκάρπου Σμύρνης, Βασιλείου Ἀγκύρας καὶ Κοσμᾶ τοῦ Αἰτωλοῦ· τῶν Ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων,  Μενίγνου τοῦ Κναφέως, Ἀποστόλου τοῦ Νέου, Μιχαὴλ καὶ Ἀντωνίου τῶν Ἀθηναίων, Νικήτα τοῦ Νισυρίου, Φανουρίου τοῦ νεοφανοῦς, Γεωργίου τοῦ ἐν Ἰωαννίνοις, Ἀγγελῆ τοῦ Ἀργείου, Τεσσάρων Νεομαρτύρων Ῥεθύμνης, Γεωργίου τοῦ ἐν Πτολεμαΐδι, Κωνσταντίνου τοῦ Ὑδραίου καὶ τῶν νεοφανῶν Ῥαφαήλ, Νικολάου καὶ Εἰρήνης. Τῶν Ἁγίων ἐνδόξων Ὁσιομαρτύρων Νικολάου τοῦ ἐν Βουνένοις, Ἐφραὶμ τοῦ ἐν ὄρει Ἀμώμων, τῶν ἐν Σινᾷ καὶ Ῥαϊθώ, Μονῇ Ὁσίου Σάββα, Μονῇ Ὁσίου Θεοδοσίου, Μονῇ Ἀββᾶ Γερασίμου καὶ Μονῇ τοῦ Χοζεβᾶ ἀναιρεθέντων Ὁσιομαρτύρων· τῶν Ἁγίων ἐνδόξων Μαρτύρων γυναικῶν, Μαρκέλλης, Αἰκατερίνης, Ἀναστασίας τῆς Φαρμακολυτρίας καὶ Ἀναστασίας τῆς Ῥωμαίας, Ἁγνῆς, Ἀκυλίνης, Βαρβάρας, Γλυκερίας, Εὐφημίας, Κυριακῆς, Μαρίνης, Μηνοδώρας, Μητροδώρας, Νυμφοδώρας, Παρασκευῆς καὶ Φιλοθέης τῆς Ἀθηναίας· Τῶν Ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν τῶν ἐν ἀσκήσει λαμψάντων, Ἀντωνίου, Παύλου τοῦ Θηβαίου, Εὐθυμίου, Θεοδοσίου, Σάββα τοῦ ἡγιασμένου, Ἀνδρέου, τοῦ διὰ Χριστὸν Σαλοῦ, Πέτρου τοῦ ἐν τῇ Ἀτρῴᾳ, Παταπίου, Παχωμίου, Παϊσίου τοῦ Μεγάλου, Φιλαρέτου τοῦ Ἐλεήμονος, Παχωμίου, Παρθενίου καὶ Ἀνθίμου, τῶν ἐν Χίῳ, Ἰωάννου, Ἰωσὴφ καὶ Νικήτα, τῶν κτιτόρων τῆς Νέας Μονῆς, Ἀλεξίου, τοῦ Ἀνθρώπου τοῦ Θεοῦ, Πορφυρίου τοῦ Καυσοκαλυβίτου, Παϊσίου τοῦ Ἀθωνίτου, Ἰακώβου τοῦ ἐν Εὐβοίᾳ, Ἀμφιλοχίου τοῦ ἐν Πάτμῳ, Γερασίμου τοῦ ἐν Ἰορδάνῃ, Γεωργίου καὶ Ἰωάννου τῶν Χοζεβιτῶν, Ἐφραὶμ τοῦ Σύρου, Χαρίτωνος, Κυριακοῦ τοῦ ἀναχωρητοῦ, Ἰωάννου τοῦ Λαμπαδιστοῦ, Ἀθανασίου τοῦ ἐν Ἄθῳ, Νήφωνος καὶ πάντων τῶν ἐν Ἁγίῳ Ὄρει διαλαμψάντων Πατέρων, Ἀρσενίου τοῦ ἐν Πάρῳ, Ἀρσενίου τοῦ ἐκ Φαράσων, Νικοδήμου τοῦ Ἁγιορείτου, Σεραφεὶμ τοῦ Δομβοΐτου, Σάββα τοῦ ἐν Καλύμνῳ, Δαβὶδ τοῦ Γέροντος, Διονυσίου Ὀλύμπου, Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ, Θεοδοσίου τοῦ ἐν Ἀργολίδι, Ἰωακεὶμ Νοτενῶν, Ἰωακεὶμ τοῦ Ἰθακησίου, Παρθενίου καὶ Εὐμενίου τῶν ἐν Κουδουμᾷ, Παχωμίου, Κλήμεντος τοῦ ἐν τῷ Σαγματίῳ καὶ Μαξίμου τοῦ Ὁμολογητοῦ· τῶν Ἁγίων ἐνδόξων Ὁσίων γυναικῶν, Φεβρωνίας, Βρυαίνης, Μακρίνης, Ματρώνης, Ὑπομονῆς, Ξένης, Εἰρήνης τοῦ Χρυσοβαλάντου, Μεθοδίας τῆς ἐν Κιμώλῳ, Θεοκτίστης τῆς ἐκ Λέσβου, Μαρίας τῆς Αἰγυπτίας, Εὐδοκίας, Εὐπραξίας, Θεοφανοῦς τῆς βασιλίσσης, Ἰσιδώρας, Σοφίας τῆς ἐν Κλεισούρᾳ καὶ Πελαγίας τῆς ἐν Τήνῳ· τῶν Ἁγίωνἐνδόξων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· τῶν Ἁγίων ἐνδόξων καὶ θαυματουργῶν Ἀναργύρων Κοσμᾶ καὶ Δαμιανοῦ, Κύρου καὶ Ἰωάννου, Παντελεήμονος καὶ Ἑρμολάου, Σαμψὼν καὶ Διομήδους, Μωκίου καὶ Ἀνικήτου, Ἰουλιανοῦ, Θαλλελαίου καὶ Τρύφωνος· τῶν ἁγίων Βασιλέων καὶ ἰσαποστόλων Κωνσταντίνου καὶ Ἑλένης· τοῦ ἐν Ἁγίοις πατρὸς ἡμῶν, Νείλου τοῦ Μυροβλύτου, τοῦ Κυνουριέως ἐν Ἄθωνι ἀσκήσαντος, οὗ καὶ τὴν ἁγιαστικὴν χάριν θερμῶς ἐξαιτούμεθα, καὶ πάντων Σου τῶν Ἁγίων. Καὶ φύλαττε, Κύριε, τοὺς δούλους Σου, τοὺς πιστοὺς ἄρχοντας ἡμῶν, χάρισαι αὐτοῖς ψυχῆς καὶ σώματος τὴν ὑγίειαν καὶ τῇ δουλικῇ Σου ταύτῃ τῶν Χριστιανῶν πολιτείᾳ ποίησον κατὰ πάντα ἐπιεικεῖς. Μνήσθητι, Κύριε, πάσης ἐπισκοπῆς Ὀρθοδόξων, τῶν ὀρθοτομούντων τὸν λόγον τῆς Σῆς ἀληθείας καὶ παντὸς ἱερατικοῦ καὶ μοναχικοῦ τάγματος καὶ τῆς σωτηρίας αὐτῶν. Μνήσθητι, Κύριε, τῶν μισούντων καὶ ἀγαπώντων ἡμᾶς, τῶν διακονούντων ἀδελφῶν ἡμῶν, τῶν περιεστώτων καὶ τῶν δι’ εὐλόγους αἰτίας ἀπολειφθέντων καὶ τῶν ἐντειλαμένων ἡμῖν τοῖς ἀναξίοις εὔχεσθε ὑπὲρ αὐτῶν. Μνήσθητι, Κύριε, καὶ τῶν ἐν αἰχμαλωσίᾳ καὶ θλίψεσιν ἀδελφῶν ἡμῶν καὶ ἐλέησον αὐτοὺς καὶ ἡμᾶς κατὰ τὸ μέγα Σου ἔλεος πάσης ἀνάγκης ῥυόμενος.
Ὅτι σὺ εἶ ἡ πηγὴ τῶν ἰαμάτων, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ Σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἰρήνη πᾶσι.
Τὰς κεφαλὰς ἡμῶν τῷ Κυρίῳ κλίνωμεν.

Ὁ Ἱερεὺς κλινόμενος λέγει μυστικῶς τὴν Εὐχὴν
ταύτην·

Κλῖνον, Κύριε, τὸ οὖς Σου καὶ ἐπάκουσον ἡμῶν, ὁ ἐν Ἰορδάνῃ βαπτισθῆναι καταδεξάμενος καὶ ἁγιάσας τὰ ὕδατα· καὶ εὐλόγησον πάντας ἡμᾶς τοὺς διὰ τῆς κλίσεως τοῦ ἑαυτῶν αὐχένος σημαίνοντας τὸ τῆς δουλείας πρόσχημα· καὶ καταξίωσον ἡμᾶς ἐμπλησθῆναι τοῦ ἁγιασμοῦ Σου διὰ τῆς τοῦ ὕδατος τούτου μεταλήψεώς τε καὶ ῥαντισμοῦ καὶ γενέσθω ἡμῖν, Κύριε, εἰς ὑγίειαν ψυχῆς τε καὶ σώματος.

Ἐκφώνως

Σὺ γὰρ εἶ ὁ ἁγιασμὸς τῶν ψυχῶν καὶ τῶν σωμάτων ἡμῶν καὶ Σοὶ τὴν δόξαν καὶ εὐχαριστίαν καὶ προσκύνησιν
ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Εἶτα λαβὼν τὸν τίμιον Σταυρὸν εὐλογεῖ τὰ ὕδατα ἐκ τρίτου κατάγων καὶ ἀνάγων αὐτὸν ὄρθιον καὶ ψάλλων.


Ἦχος α΄.

Σῶσον, Κύριε, τὸν λαόν Σου
καὶ εὐλόγησον τὴν κληρονομίαν Σου
νίκας τοῖς Βασιλεῦσι
κατὰ βαρβάρων δωρούμενος
καὶ τὸ Σὸν φυλάττων
διὰ τοῦ Σταυροῦ Σου πολίτευμα. (ἐκ γ΄)

Εἶτα ῥαντίζων σταυροειδῶς, ψάλλει τὸ παρὸν Τροπάριον.

Ἦχος β΄.

Τῶν σῶν δωρεῶν ἀξίους ἡμᾶς ποίησον,
Θεοτόκε Παρθένε,
παρορῶσα τὰ πλημμελήματα ἡμῶν
καὶ παρέχουσα ἰάματα
τοῖς ἐν πίστει λαμβάνουσι
τὴν εὐλογίαν σου, ἄχραντε.

Εἶτα ἀσπάζεται ὁ Ἱερεὺς τὸν τίμιον Σταυρὸν ὡσαύτως καὶ πᾶς ὁ λαός, ἡμεῖς δὲ ψάλλομεν τὸ Ἰδιόμελον.

Ἦχος δ΄.

Πηγὴν ἰαμάτων εὕρομεν
τοῦ λειψάνου σου τὴν θήκην,
ἣν ὡς ὄλβον ἔχει ἄσυλον
ὁ φερώνυμος τοῦ Πειραιῶς Ναός σου,
μυροβλύτα Ἀθωνῖτα Ὅσιε,
Νεῖλε, Πνεύματος χρυσοῦν δοχεῖον,
ὁ ἀσκήσει ἀναβὰς τὴν κλίμακα
τῆς θεώσεως καὶ καταντήσας
εἰς ἐπάλξεις οὐρανοῦ, πανεύφημε·
ὅθεν εὐλαβῶς αὐτῇ προσπίπτοντες,
σημειοφόρε πάτερ,
τὰς θερμὰς εὐχάς σου ἐξαιτούμεθα
ἵνα τῆς σὺν σοὶ ἀξιωθῶμεν λαμπρότητος.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Νεῦσον παρακλήσεσι
σῶν ἱκετῶν, Πανάμωμε,
παύουσα δεινὰς ἡμῶν ἐπαναστάσεις,
πάσης θλίψεως ἡμᾶς ἀπαλλάττουσα·
σὲ γὰρ μόνην ἀσφαλῆ
καὶ βεβαίαν ἄγκυραν ἔχομεν
καὶ τὴν σὴν προστασίαν κεκτήμεθα·
μὴ αἰσχυνθῶμεν, Δέσποινα,
σὲ προσκαλούμενοι.
Σπεῦσον εἰς ἱκεσίαν
τῶν σοὶ πιστῶς βοώντων·
Χαῖρε, Δέσποινα,
ἡ πάντων βοήθεια,
χαρὰ καὶ σκέπη
καὶ σωτηρία τῶν ψυχῶν ἡμῶν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Α'σκητὰ Ἀθωνῖτα θεομακάριστε,
μυροβλυσίᾳ σου σκήνους
ὁ δοξασθεὶς ἀληθῶς
οὐρανόθεν, Νεῖλε, γόνε εὐθαλέστατε
τοῦ Μαλεβοῦ, σοὺς ὑμνητὰς
καθαγίαζε λιτῶν
νειλῴοις σου ῥείθροις, πάτερ,
χάριν ὡς ἔχων πρεσβεύειν
ὑπὲρ ἡμῶν Θεὸν τὸν εὔσπλαγχνον.

Δίστιχον.

Σεραφείμ, Δημήτριον καὶ Χαραλάμπη
ἁγίαζε, Νεῖλε, εὐχῶν σου τοῖς ῥείθροις.

ΤΕΛΟΣ ΚΑΙ ΔΟΞΑ
Τῼ ΜΟΝῼ ΑΛΗΘΙΝῼ
ΘΕῼ ΗΜΩΝ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου