Εὐλογήσαντος τοῦ Ἱερέως τὸ Τρισάγιον
καὶ τὸ Δεῦτε προσκυνήσωμεν·
Εἶτα ψάλλομεν τὰ ἑξῆς Προσόμοια·
Ἦχος πλ. β΄. Αἱ Ἀγγελικαὶ προπορεύεσθε
δυνάμεις.
Ν
|
εῖλε ἀσκητά,
μυροβλύτα θεοφόρε,
γόνε Μαλεβοῦ,
ἐγκαλλώπισμα τὸ μέγα
Ἁγιωνύμου Ὄρους,
ἀρετῆς ἐνδιαίτημα,
ἄκρᾳ ὁ σαρκὸς
σκληραγωγίᾳ,
νηστείᾳ καὶ εὐχῇ ἀδιαλείπτῳ
Χριστόν, Ὅσιε,
εὐαρεστήσας δαψιλῶς
θεόθεν δεδόξασαι.
Ν
|
εῖλε, ἀφανῶς
ὁ ἀσκήσας ἐν τῷ Ἄθῳ,
καύχημα σεπτὸν
καὶ ἀγλάϊσμα καὶ σκέπη
ἐν Πειραεῖ Ναοῦ σου
φερωνύμου, ἁγίαζε
πάντας τοὺς ἐν πίστει ἀνυμνοῦντας
ἀσκητικούς σου
νυχθημέρους πόνους,
σεπτὲ Ὅσιε,
καὶ προσκυνοῦντας εὐλαβῶς
τὴν θήκην λειψάνου σου.
Χ
|
αίρει, θαυμαστέ,
τοῦ Χριστοῦ ἡ Ἐκκλησία
σῇ διαγωγῇ
τῇ ἀμέμπτῳ, μάκαρ Νεῖλε,
καὶ Κυνουρία θείοις
σοῦ σπαργάνοις
σεμνύνεται,
πάτερ μυροβλύτα,
κοσμιότης
Ἀθωνιτῶν σεμνῶν
πατέρων,
ἡμῖν ἄνωθεν
ὁ πέμπων χάριν σου
πιστοῖς,
τιμῶσι τὴν μνήμην σου.
Προκείμενον. Ἦχος δ΄. Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Στίχος. Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Ἀπόστολος· Πρὸς Ἐφεσίους (Κεφ. στ΄ 10-17).
(Ζήτει τῇ Κυριακῇ τῆς ΚΖ΄ Ἑβδομάδος)
Α
|
'δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος
αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς
μεθοδείας τοῦ Διαβόλου· ὅτι οὐκ ἔστιν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς
ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος
τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε
τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης,
καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν
περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ.

Εὐαγγέλιον· Κατὰ Λουκᾶν (Κεφ. θ΄ 37-43).
Ζήτει τῇ Παρασκευῇ τῆς η΄ Ἑβδομάδος.
Τ
|
ῷ καιρῷ ἐκείνῳ, κατελθόντι τῷ Ἰησοῦ ἀπὸ τοῦ
ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. Καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε λέγων·
Διδάσκαλε, δέομαί σου, ἐπίβλεψον ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστι· καὶ ἰδοὺ
πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ
μόγις ἀποχωρεῖ ἀπ’ αὐτοῦ συντρῖβον αὐτόν· καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν
αὐτό, καὶ οὐκ ἠδυνήθησαν. Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη,
ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε. Ἔτι δὲ
προσερχομένου αὐτοῦ, ἔῤῥηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνετάραξεν· ἐπετίμησε δὲ ὁ
Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ
αὐτοῦ. Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ.
Δόξα.
Ν
|
είλου μυροβλύτου,
Ὁσίου Ἀθωνίτου,
λιταῖς ἐξάλειψόν μου,
Σῶτερ, βίου ὀδύνας.
Καὶ νῦν.
Τ
|
αῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,
διάσῳζε σοὺς δούλους
ἐξ ἐχθροῦ ἐπηρείας.
Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.
Ν
|
ειλῴοις ῥείθροις τῶν δακρύων καταρδεύσαντα
Ὄρος τὸ Ἅγιον τρανῶς ἐγκωμιάσωμεν
καὶ ῥοαῖς αὐτοῦ ἐκ σκήνους ἀφθόνως μύρου
τὴν ὑφήλιον ὡς σκεῦος Θείου Πνεύματος
καὶ ἀμάρυγμα εὐχῆς καὶ ταπεινώσεως
πόθῳ κράζοντες· Χαίροις, Νεῖλε μακάριε.
Εἶτα τὴν Εὐχήν.
Ο
|
῞σιε καὶ θεοφόρε Νεῖλε,
σημειοφόρε, ὑφηγῆτορ τῆς ἀρετῆς καὶ καθηγητὰ τῆς ἐρημίας,
ὁ ἐκ Μαλεβοῦ ὁρμώμενος καὶ ἐν Ἁγιωνύμῳ ὄρει θεο-φιλῶς ἀσκήσας, ὁ παννύχοις στάσεσι,
γονάτων κλίσεσι καὶ χαμευνίᾳ σαρκὸς νεκρώσας τὸ φρόνημα, ὁ δαψιλῶς ἑλκύσας ἐπὶ σὲ τὴν χάριν τοῦ Παρακλήτου Πνεύματος, Αὐτός, εὐσυμπάθητε Ἀθωνῖτα Ὅσιε, Νεῖλε πανσεβάσμιε, κλῖνον οὖς εὐήκοον τοῖς εὐλαβῶς τιμῶσί σε καὶ ἐπάκουσον πάντων ἡμῶν ἐν κατανύξει ἐκβοώντων σοι· Ὁ νειλῴοις δακρύων ῥείθροις ἁγιάσας τὸν Ἄθωνα καὶ δοξασθεὶς
θεόθεν μυροβλυσίᾳ τοῦ πανιέρου σκηνώματός σου, παῤῥησίαν πολλὴν εἴληφας ὡς ἀσκητὴς ἰσάγγελος
οὐρανόθεν πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν προστρεχόντων σοι καὶ ἐν εὐλαβείᾳ προσκυνούντων
τὴν χαριτόβρυτον τῶν λειψάνων σου θήκην. Ἐπάκουσον οὖν ἡμῶν δεομένων σου καὶ δώρησαι πᾶσι τοῖς ἐπικαλουμένοις σε πάντα τὰ πρὸς σωτηρίαν αἰτήματα καὶ ζωὴν τὴν αἰώνιον. Συντήρησον ἡμᾶς ἀσινεῖς τῶν βελῶν τοῦ ἀρχεκάκου Βελίαρ. Εὐλόγησον καὶ ἁγίασον τοὺς σὲ μακαρίζοντας καὶ ἀξίωσον τὴν νεότητα τοῦ ἔθνους ἡμῶν ὀρθῶς πολιτεύεσθαι καὶ ἀκολουθεῖν τρίβοις εὐσεβείας καὶ σεμνότητος.
Λύτρωσαι ἡμᾶς κινδύνων, πειρασμῶν, νοσημάτων, λυπηρῶν καὶ θλίψεων. Εἰρήνευσον τὴν ζωὴν ἡμῶν καὶ παῦσον τοὺς πολέμους ἐν πάσῃ τῇ κτίσει. Ταῖς ἀτεκνούσαις γυναιξὶ εὐτεκνίαν χάρισαι, τὰ τέκνα ἡμῶν ὁδήγησον πρὸς ἀτραποὺς σωτηρίας, τὸν γῆρας περικράτησον καὶ τοὺς ἐν ἀσθενείαις καὶ φυλακαῖς ἐπίσκεψαι. Ναί, Ὅσιε Νεῖλε, ὁ σὺν Ἀγγέλοις ἐπαγαλλόμενος καὶ τοῦ Θεανθρώπου, γλυκυτάτου Ἰησοῦ, τῆς μορφῆς τὸ κάλλος θεώμενος, ὁ ἀπαύστως Αὐτοῦ δεόμενος ὑπὲρ τῶν πίστει ἀνευφημούντων τὰ ἀσκητικά σου παλαίσματα, κατάπεμψον εὐχαῖς σου ἡμῖν τὴν χάριν σου καὶ δώρησαι πᾶσι τοῖς ἐν τῷ φερωνύμῳ τοῦ Πειραιῶς Ναῷ σου προσιοῦσι χαρὰν ἀστασίαστον, εἰρήνην ἀτελεύτητον, ὑγίειαν ἰσόβιον καὶ προκοπὴν θεάρεστον, ἵνα τύχωσιν οὐρανίου ἀγαλλιάσεως καὶ πανευλαβῶς δοξάζωσι τὸν δοξάσαντά σε Κύριον σὺν τῷ ἀνάρχῳ Αὐτοῦ Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Αὐτοῦ Πνεύματι, τὴν μίαν τρισήλιον Θεότητα, εἰς αἰῶνας αἰώνων. Ἀμήν.

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.
Α
|
'σκητὰ
Ἀθωνῖτα θεομακάριστε,
μυροβλυσίᾳ σου σκήνους
ὁ δοξασθεὶς ἀληθῶς
οὐρανόθεν, Νεῖλε, γόνε
εὐθαλέστατε
τοῦ Μαλεβοῦ, σοὺς ὑμνητὰς
καθαγίαζε λιτῶν
νειλῴοις σου ῥείθροις,
πάτερ,
χάριν ὡς ἔχων
πρεσβεύειν
ὑπὲρ ἡμῶν Θεὸν τὸν εὔσπλαγχνον.
Ἀπόλυσις.
Δ
|
όξα Σοι, Χριστέ, ὁ Θεός ἡμῶν, ἡ ἐλπὶς ἡμῶν
Κύριε, δόξα Σοι. Πρεσβείαις τῆς Παναχράντου καὶ παναμώμου Σου Μητρός, τοῦ ἁγίου
ἐνδόξου προφήτου Προδρόμου καὶ βαπτιστοῦ Ἰωάννου, τῶν Ἁγίων ἐνδόξων καὶ
πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, Γεωργίου τοῦ
Τροπαιοφόρου καὶ Δημητρίου τοῦ Μυροβλύτου, τῶν Ὁσιομαρτύρων Θεοδοσιατῶν
Πατέρων, Βλασίου Ἱερομάρτυρος, τοῦ ἐν Σκλαβαίνοις, τῶν Ὁσίων καὶ θεοφόρων
πατέρων ἡμῶν, Παναγῆ τοῦ Μπασιᾶ, Γερασίμου τοῦ ἐν Κεφαλληνίᾳ καὶ Διονυσίου, Ἀρχιεπισκόπου
Αἰγίνης, τοῦ ἐν Ζακύνθῳ, τῶν ἁγίων ἐνδόξων Προπατόρων Ἰωακεὶμ καὶ Ἄννης, τοῦ Ὁσίου
πατρὸς ἡμῶν Νείλου, τοῦ Μυροβλύτου, Κυνουριέως τοῦ Ἁγιορείτου, καὶ πάντων Σου τῶν
Ἁγίων, Κύριε, ἐλέησον καὶ σῶσον ἡμᾶς ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων
Θεός.
Μεγαλυνάριον.
Χ
|
αίροις, οὐρανόθεν ὁ
δοξασθεὶς
τοῦ μυροβλυσίᾳ
σοῦ λειψάνου, θεοειδὲς
Νεῖλε, Ἀθωνῖτα,
ὁ εὐλογῶν τοὺς πίστει
ἐν Πειραιεῖ τὴν χάριν
ἀποζητοῦντάς σου.
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον
καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Δίστιχον.
Δημήτριον, Νεῖλε, μυροβλύτα πάτερ,
θεόθεν
εὐλόγει, βοᾷ Χαραλάμπης.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου