Πέμπτη, 27 Φεβρουαρίου 2020

ΑΚΟΛΟΥΘΙΑ ΤΗΣ ΑΓΙΑΣ ΔΙΑΚΟΝΙΣΑΣΗΣ Τῼ ΧΡΙΣΤῼ ΚΑΙ ΤΟΙΣ ΑΠΟΣΤΟΛΟΙΣ ΜΑΡΙΑΣ ΜΗΤΡΟΣ ΕΥΑΓΓΕΛΙΣΤΟΥ ΜΑΡΚΟΥ



ΑΚΟΛΟΥΘΙΑ   
ΤΗΣ ΑΓΙΑΣ ΔΙΑΚΟΝΙΣΑΣΗΣ
Τῼ ΧΡΙΣΤῼ ΚΑΙ ΤΟΙΣ ΑΠΟΣΤΟΛΟΙΣ
ΜΑΡΙΑΣ

Ἡ μνήμη αὐτῆς τελεῖται τῇ Λ΄ Ἰουνίου.

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ


Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Προσόμοια·

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

Τ
ὴν ὁρμωμένην ἐκ Κύπρου
Μαρίαν μέλψωμεν,
τὸν Ἰησοῦν φιλοῦσαν
ἐκ μυχίων καρδίας,
Βαρνάβα, Ἀποστόλου τοῦ θεαυγοῦς,
τὴν ὀλβίαν αὐτάδελφον
καὶ θείου Μάρκου μητέρα τὴν θαυμαστήν,
Εὐαγγέλιον συγγράψαντος.

Μ
αρία, χαῖρε, Ἁγία,
ὅτι ὁ Κύριος
ἡγίασε σὸν οἶκον
δι’ Αὐτοῦ θείου Δείπνου,
τοῦ ὄντως πανιέρου καὶ Μυστικοῦ,
εὐσεβείας ἐκτύπωμα,
τῆς Ἐκκλησίας τῆς πρώτης ἡ τοῖς πιστοῖς
εὐλαβῶς διακονήσασα.

Τ
ὴν ἐν Σιὼν κατοικοῦσαν
Μαρίαν μέλψωμεν,
οἱ μαθηταὶ Κυρίου
ἧς ἐν οἴκῳ τὸ Πνεῦμα
παρέλαβον τὸ θεῖον Πεντηκοστῆς
ἐν ἡμέρᾳ καὶ ἅγιον
γλωσσῶν πυρίνων ἐν εἴδει, περικλεὲς
γῦναι, πίστεως καλλώπισμα.

Μ
αρίαν, Ἀριστοβούλου
σεπτὴν ὁμαίμονα
καὶ ἱεροῦ Βαρνάβα,
εὐκλεῶν Ἀποστόλων,
τιμήσωμεν ἐν ὕμνοις ὡς τοῦ Χριστοῦ
Ἐκκλησίας θησαύρισμα
διακονήσασαν ταύτῃ ἐπιμελῶς,
εὐσεβείας ὡς ὡράϊσμα.

Δόξα. Ἦχος β΄.

Τ
ὴν τῶν Ἀποστόλων, Βαρνάβα καὶ Ἀριστοβούλου ὁμαίμονα,
Μαρίαν, τὴν ὁρμωμένην ἐκ τῆς Κύπρου εὔπορον Ἰουδαίαν,
μητέρα τοῦ Εὐαγγελιστοῦ Μάρκου, εὐφημήσωμεν λέγοντες·
Ἡ Χριστὸν ἀγαπήσασα καὶ Αὐτῷ ὑπηρετήσασα,
ἡμῶν τὸν βίον εἰρήνευσον εὐχαῖς σου
καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὕμνοις τιμώντων σε.

Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου....
Εἰς τὸν Στίχον. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

Χ
αῖρε, ἡ ἀγλαὴ
διάκονος Ἁγίων
τῆς πρώτης Ἐκκλησίας
ἐν Ἱεροσολύμοις,
Μαρία παμμακάριστε.

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι, καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χ
αῖρε, ἡ ἐν Σιὼν
τὸν Μυστικὸν τὸν Δεῖπνον,
σῷ ὑπερῴῳ οἴκου,
Μαρία, τοῦ Σωτῆρος
Χριστοῦ, φιλοξενήσασα.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μ
νήμην σου τὴν σεπτήν,
Μαρία, ἐκτελοῦντες,
αὐτάδελφε Βαρνάβα,
ὑμνοῦμέν σου τοὺς πόνους
πρὸς πίστεως ἑδραίωσιν.

Δόξα. Τριαδικόν.

Δ
όξα Σοι, ὁ Θεός,
Πατήρ, Υἱὸς καὶ Πνεῦμα,
Τριὰς ὑπεραγία,
ἡ δωρουμένη πᾶσι
ὑψόθεν μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον.

Χ
αῖρε, Μῆτερ Θεοῦ,
Ναὲ ἡγιασμένε
Αὐτοῦ, μορφὴν λαβόντος
βροτείαν, Παναγία,
δι’ ἄκραν ἀγαθότητα.

Νῦν ἀπολύεις...τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.


ΕΝ Τῼ MΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακὸν τὸ Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Στιχηρὰ Προσόμοια·

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

Μ
αρίαν, αὐτάδελφον σεμνὴν
τοῦ Βαρνάβα μέλψωμεν,
τὴν τὸν Χριστὸν ἀγαπήσασαν
καὶ ἐντευκτήριον
προσευχῆς τὸν οἶκον
τὸν αὐτῆς ποιήσασαν
ἐν λόφῳ τῆς Σιών, ἀνακράζοντες·
Πίστεως ἔκτυπον,
Ἐκκλησίας πρώτης μάργαρον
τῶν ἁγίων
ἐδείχθης πολύτιμον.

Ε
ὐθὺς ὡς Ἀρχάγγελος Θεοῦ
Πέτρον ἠλευθέρωσεν
ἐκ τῶν δεσμῶν τάχος ἔδραμεν
οὗτος εἰς οἶκόν σου
ἱερόν, Μαρία,
ἔνθα Ῥόδη, δούλη σου
φωνῆς αὐτοῦ ἀκούσασα ἤνοιξε
θύραν, ἀοίδιμε,
Ἀποστόλοις συναγάλλεσθαι,
καρτεροῦσι
τὸ Πνεῦμα τὸ Ἅγιον.

Χ
ριστὸν προσευχόμενον θερμῶς
ἐν τῷ ἐλαιῶνί σου
ὁ μαθητὴς ὁ ἀχάριστος
καὶ φιλοχρήματος
Ἰουδαίων στίφει
μιαρῷ παρέδωκε,
Μαρία, ἐξ οὗ Μᾶρκος, ὁ τόκος σου
φεύγων τὴν σύλληψιν
ὡς Ἀδὰμ γυμνὸς ἐπέστρεψεν
εἰς τὸν οἶκον
τὸν σόν, θεοτίμητε.

Μ
αρία, ὡς ἔγνως τὸν Χριστόν,
πλοῦτόν σου φθειρόμενον
τῇ Ἐκκλησίᾳ παρέδωκας
καὶ διηκόνησας
ταύτῃ ὡς Βαρνάβας
καὶ ὁ Ἀριστόβουλος,
ἡ θεία ξυνωρὶς ὁμαιμόνων σου,
γῦναι φιλόξενε,
καὶ υἱός σου Μᾶρκος, πάγκαλε,
μεθ’ ὧν χαίρεις
ἐν πόλου σκηνώμασιν.

Ω
ς γλώσσας κατεῖδες τοῦ πυρὸς
Πνεῦμα τὸ Πανάγιον
ἐξ οὐρανοῦ κατερχόμενον
ἐν ὑπερῴῳ σου
καὶ φωτίζον δῆμον
Ἀποστόλων ἔχαιρες,
Μαρία, μῆτερ Μάρκου φιλόστοργε,
καὶ ἠκολούθησας
σὺν αὐτοῖς ὁδῷ κηρύξεως
ἀληθείας
Χριστοῦ, ὑπερένδοξε.

Μ
αρία, τὴν θείαν σου λαμπρῶς
μνήμην ἑορτάζοντες
τῶν φιλεόρτων οἱ σύλλογοι
καὶ μεγαλύνοντες
σοῦ τὰς ἀριστείας
ὡς Χριστοῦ τιμῶμέν σε
διάκονον ἁγίων τῆς πίστεως
ὄλβον πολύτιμον,
τὴν προσενεγκοῦσαν τόκον σου,
θεῖον Μᾶρκον,
τῷ μόνῳ Παντάνακτι.

Δόξα. Ἦχος πλ. β΄.

Τ
ὴν σεβασμίαν μνήμην σου, Μαρία, ἑορτάζοντες
τὴν κενωτικήν σου προσφορὰν καὶ ἀγάπην μεγαλύνομεν,
δι’ ἧς Χριστοῦ τὴν πίστιν ἐκράτυνας οὕτω λέγοντες·
Ἡ σὺν Ἀριστοβούλῳ καὶ Βαρνάβᾳ καὶ Μάρκῳ,
τοῖς φωτισταῖς τῆς οἰκουμένης, ἀξιωθῆσα πόλον οἰκῆσαι
μὴ παύσῃ τὸν σὸν διδάσκαλον, Χριστόν, ἀκλινῶς δυσωποῦσα
ὑπὲρ τῶν πίστει τελούντων τὴν πανσεβάσμιον μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία
Παρθένε,...

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. λα΄ 10  - 31 )

Γ
υναῖκα ἀνδρείαν τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.
Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲκαρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν
συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. α΄ 1 - 10 )

Α
'γαπήσατε δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αὐτόν· ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοὶ χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ δύναμις ἐλέγχει ἄφρονας.
Ὅτι εἰς κακότεχνον ψυχὴν οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέῳ ἁμαρτίας· ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθῳώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ· ὅτι τῶν νεφρῶν αὐτοῦ μάρτυς ὁ Θεὸς καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθὴς καὶ τῆς γλώσσης ἀκουστής· ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ λάθῃ, οὐδὲ μὴ παροδεύσῃ αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις ἔσται, λόγων δὲ αὐτοῦ ἀκοὴ πρὸς Κύριον ἥξει εἰς ἔλεγχον  ἀνομημάτων αὐτοῦ· ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄ 1  -  9)

Δ
ικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες
μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ  ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα

Ἦχος α΄.

Ε
ὐφραίνου ἐν Κυρίῳ, Χριστωνύμων τὸ σύστημα,
διαπνεόμενον ὑπὸ κενωτικῆς ἀγάπης
καὶ ἀποστολικοῦ φρονήματος,
ἐγκωμιάζον Μαρίαν, τὴν μητέρα τοῦ θείου Μάρκου,
καὶ ἐν κατανύξει βόησον·
Ἡ ἑαυτὴν ἀναλώσασα τῇ διακονίᾳ τοῦ Εὐαγγελίου τῆς εἰρήνης,
ἀξίωσον τοὺς ὑμνηπόλους σου ὁμολογεῖν Χριστοῦ τὸ ὄνομα
φωνῇ  πεπαῤῥησιασμένῃ
καὶ τῆς σὺν Αὐτῷ ἀπολαῦσαι ἐν πόλῳ ἀφθίτου μακαριότητος.

Ἦχος β΄.

Α
νθος εὐῶδες τῆς Σιωνίτιδος Ἐκκλησίας
ἐκ ῥίζης προελθὸν εὐθαλεστάτης Κυπρίας
καὶ ὀδμαῖς προσφορᾶς καὶ ἀγάπης σου ἡδῦναν τὰ σύμπαντα,
Μαρίαν, τιμήσωμεν τὴν οὐρανοδρόμον βαδίσασαν τρίβον
οὕτω λέγοντες·
Ἡ Χριστοῦ τῶν διδαχῶν ἀπολαύσασα ἐν τῷ οἴκῳ σου
καὶ σὺν Αὐτῷ εὐφραινομένη εἰς αἰῶνας αἰώνων,
ἀδιαλείπτως πρέσβευε
ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου
καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.


Ἦχος γ΄.

Ε
ν Ἱεροσολύμοις διαπρέψασαν ἔργοις ἀγάπης,
Χριστὸν καὶ Ἀποστόλους φιλοξενήσασαν
καὶ λαῷ εὐσεβεῖ συμπαθήσασαν,
Μαρίαν, τιμήσωμεν τὴν τρίβους βαδίσασαν Ἀπο­στόλων
καὶ ἐν εὐλαβείᾳ αὐτῇ βοήσωμεν·
Ἡ κατιδοῦσα τὸ Παράκλητον Πνεῦμα
ἐν τῷ οἴκῳ σου κατερχόμενον
καὶ τοὺς ἀγραμμάτους μαθητὰς πανσόφους δει­κνύντα,
σόφισον τοὺς ἀσόφους ἱκέτας σου
πρὸς ἀρετῆς προκοπὴν καὶ βίον κρείττονα.

Ἦχος δ΄.

Τ
ὴν Κυπρίαν τὴν καταγωγὴν Σιωνίτιδα γυναῖκα,
Μαρίαν, τὴν εὔπορον ἱλαρὰν δότειρα,
Χριστῷ ἀφιερώσασαν ὑπερῷον καὶ κήπους
καὶ ἀδελφοὺς καὶ τέκνον
καὶ διακονήσασαν τοῖς ἁγίοις τῆς πρώτης Ἐκκλησίας
τοῖς ἴοις μελιῤῥύτων καταστέψωμεν ᾀσμάτων
οὕτω λέγοντες·
Μάρκου τοῦ Εὐαγγελιστοῦ μῆτερ
καὶ Βαρνάβα καὶ Ἀριστοβούλου ὅμαιμε,
Χριστὸν τὸν εὐσυμπάθητον ἡμῖν ἱλέωσαι
τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Δόξα. Ἦχος ὁ αὐτός.

Α
ποστολικαῖς εὐχαῖς κεκοσμημένην
καὶ διακονικαῖς ἠγλαϊσμένην πόνοις,
Μαρίαν, τιμήσωμεν, ὡς προσφορᾶς εὐῶδες λευκάνθεμον·
αὕτη γὰρ σφραγίσασα τὴν ἔνσαρκον τοῦ Χριστοῦ οἰκονομίαν
διὰ τῆς αὐτῆς προσφορᾶς καὶ ἀγάπης
σὺν μέλεσι τοῦ αὐτῆς οἴκου ἠξιώθη Χριστῷ συναγάλλεσθαι
καὶ πρεσβεύειν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε,...

Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

Χ
αίροις, ὁ ποταμὸς προσφορᾶς,
ἀφιερώσεως Χριστῷ κρήνη ἄφθονος,
ὁ χείμαῤῥος εὐσεβείας,
τὸ φρέαρ τῆς ἀρετῆς,
ῥεῖθρον ἀληθείας
διειδέστατον
Χριστοῦ θείας πίστεως,
σαρκωθέντος δι’ ἄφατον
φιλανθρωπίαν,
ἵνα γένος τὸ βρότειον
εἰς οὐράνια
ἀνυψώσῃ σκηνώματα·
Οἶκον ἡ τὴν καρδίαν σου
ἐκθύμως ποιήσασα
τοῦ Μυστικοῦ θείου Δείπνου
καὶ Παρακλήτου ἐλεύσεως,
Μαρία ὀλβία,
ἀκλινῶς Χριστὸν δυσώπει
ὑπὲρ προσφύγων σου.

Στίχος. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Χ
αίροις, ἡ ἐνοικήτωρ Σιών,
Ἀριστοβούλου καὶ Βαρνάβα αὐτάδελφος,
Κυρίου τῶν Ἀποστόλων,
ἡ ὁρμωμένη σεμνῶς
ἐκ τῆς νήσου Κύπρου,
παναοίδιμε
Μαρία, τῆς χάριτος
τιμαλφὲς ἐνδιαίτημα,
τοῦ θείου Μάρκου
μήτηρ ὄντως φιλάρετος,
ἡ τὸν οἶκόν σου
τῷ Χριστῷ ἐκχωρήσασα
καὶ κῆπον ἐλαιώνων σου
Αὐτῷ, παμμακάριστε,
πρὸς προσευχὴν πρὶν τὸ πάθος
καὶ προδοσίαν τὴν ἄνομον,
ταμεῖον ἀγάπης
καὶ ταῖς χρείαις Ἀποστόλων
σεπτῆς κενώσεως.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μ
νήμην ἐπιτελοῦντες λαμπρῶς
τὴν σεβασμίαν σου, Μαρία πανεύφημε,
τιμῶμέν σε κατὰ χρέος
ὡς οἶκον καταφυγῆς
θείων Ἀποστόλων
ἐν στενώσεσιν,
ᾙρώδου διώξεσι
καὶ κινδύνοις, πανένδοξε
μῆτερ τοῦ Μάρκου,
θεοπνεύστως συγγράψαντος
τὸ πανάγιον
καὶ σεπτὸν Εὐαγγέλιον,
καὶ σπεύδομεν ἀείποτε
ἐν ταῖς περιστάσεσι
σαῖς διαθέρμοις πρεσβείαις
πρὸς τὸν Θεάνθρωπον Κύριον,
τὸν νέμοντα πᾶσιν
οἰκτιρμῶν Αὐτοῦ τὸ πλῆθος
καὶ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Τ
ὴν ὁλοθύμως Χριστὸν ἀγαπήσασαν
καὶ διακονήσασαν τῇ πρώτῃ ἐν Ἱεροσολύμοις Ἐκκλησίᾳ,
Μαρίαν τὴν θεοτίμητον, ὑμνήσωμεν·
αὕτη γὰρ χριστοφιλήτως τὸν βίον ἀνύσασα
καὶ τοῖς Ἀποστόλοις ὑπηρετήσασα
σὺν ἀδελφοῖς καὶ τέκνῳ χαρᾶς ἐπαπολαύει οὐρανίου·
ὡς οὖν οἰκήτωρ τῆς ἄνω πόλεως
χάριν ἄφθονον εὗρε πρεσβεύειν
ὑπὲρ τῶν τελούντων αὐτῆς τὸ μνημόσυνον.

Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι...

Ἀπολυτίκιον. Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Α
ποστόλου Βαρνάβα σεπτὴν αὐτάδελφον
καὶ θείου Μάρκου μητέρα,
Μαρίαν τὴν ἐκλεκτήν,
ἐκ τῆς Κύπρου ὁρμωμένην ἀνυμνήσωμεν,
ὅτι πρὸς Δεῖπνον Μυστικὸν
παρεχώρησεν αὐτῆς
τὸν οἶκον καὶ τὴν καρδίαν
ἐκθύμως τῷ Θεανθρώπῳ,
ἡμῖν παρέχοντι τὸ ἔλεος.

Θεοτοκίον. Χαῖρε, Πύλη Κυρίου ἡ ἀδιόδευτος...

Ἀπόλυσις.

ΕΝ Τῼ ΟΡΘΡῼ

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν
Κάθισμα.

Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

Μ
αρίαν τὴν σεμνήν,
θείου Μάρκου μητέρα,
Βαρνάβα ἀδελφὴν
καὶ φανὸν εὐσεβείας,
κλυτὴν Σιωνίτιδα,
ἧς ἐν οἴκῳ ὁ Κύριος
ἐπετέλεσε
τὸν Μυστικὸν Αὐτοῦ Δεῖπνον
ἐνδιαίτημα,
ὡς Θείου Πνεύματος ὕμνοις
φαιδροῖς εὐφημήσωμεν.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Ε
λέους τὴν πηγήν,
οἰκτιρμῶν τὸν χειμάῤῥουν,
Μητέρα τοῦ Θεοῦ,
Ἐλεοῦσαν Παρθένον,
τρανῶς μακαρίσωμεν
καὶ πιστῶς ἐκβοήσωμεν·
Παντευλόγητε
Θεογεννῆτορ, μὴ παύσῃ
πᾶσι νέμουσα
τοῦ σοῦ Υἱοῦ καὶ Σωτῆρος
τὸ ἄμετρον ἔλεος.

Μετὰ τὴν β΄ Στιχολογίαν Κάθισμα.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Μ
αρίαν τὴν εὔπορον
καὶ εὐλαβῆ τῆς Σιών,
μητέρα θεόφιλον
τοῦ Μάρκου, τῶν ἐλαιῶν
τὸν κῆπον κατέχουσαν
καὶ ὑπερῷον μέγα
ἐν Ἱεροσολύμοις,
ἅμα θεραπαινίδα
Ῥόδην, εὐσεβεστάτην,
τιμήσωμεν εὐτάκτοις ψαλμοῖς
πάντες γηθόμενοι.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τ
οῦ κόσμου διάσωσμα,
καμνόντων καταφυγήν,
πιστῶν κατευθύντειραν
πρὸς οὐρανίους νομὰς
τρανῶς μεγαλύνομεν
κράζοντες ὁλοθύμως·
Παναγία Παρθένε,
στῦλε καὶ προστασία
τῶν εἰς σὲ προσφευγόντων
ἑκάστοτε, βοήθει ἡμῖν,
Θεογεννήτρια.

Μετὰ τὸν Πολυέλεον Κάθισμα.
Ἦχος γ΄. Τὴν ὡραιότητα τῆς παρθενίας σου.

Σ
επτὴν αὐτάδελφον Βαρνάβα μέλψωμεν,
υἱοῦ ἐν ᾄσμασι τῆς παρακλήσεως,
καὶ Βρετανίας φωτιστοῦ, πανσόφου Ἀριστοβούλου,
Μάρκου ἅμα εὔστοργον νῦν μητέρα, φιλόξενον
οὖσαν, ὡς διάκονον Θεανθρώπου ἀνύστατον
καὶ θείων Ἀποστόλων, Μαρίαν, εὖχος τῶν Ἱεροσολύμων

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τ
ὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον
φωτὶ τῆς Χάριτος τοῦ θείου Τόκου σου,
ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλ­πισμένων,
καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,
ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως
καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι
καὶ εἰσήκουσε τῆς δεήσεώς μου.

Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον· Κατὰ Ματθαῖον (Ματθ. ιστ΄ 24-28).
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν..
Ζήτει τῇ Πέμπτῃ τῆς Η΄ Ἑβδομάδος.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Τῆς  σῆς Διακόνου πρεσβείαις, Ἐλεῆμον,...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείας, Ἐλεῆμον....

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Δ
εῦτε τιμήσωμεν τὴν Χριστῷ καὶ τοῖς Αὐτοῦ Ἀποστόλοις
εὐαρεστήσασαν προσφορᾷ ἀγάπης,
Μαρίαν τὴν Σιωνίτιδα,  ἐκ τῆς Κύπρου ὁρμωμένην,
ἐν εὐλαβείᾳ κραυγάζοντες·
Ἡ ἐνθέῳ ὁπλισθεῖσα ζήλῳ
καὶ διακονήσασα τῇ πρώτῃ Ἐκκλησίᾳ,
πλῆσον ἡμῶν τὰς καρδίας ἀγάπης ἀνυποκρίτου
καὶ σῶσον ἐκ θανάτου τὰς ψυχὰς τῶν ὑμνούντων σε.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

Εἶτα ὁ Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς·
 «Μαρίᾳ διακόνῳ ᾠδή, Βαρνάβα ὁμαίμονι. Χ. Μ.»


ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

Μ
αρίαν τιμήσωμεν,
προθύμως διακονήσασαν
ἁγίοις τῆς πίστεως
τοῖς πρώτοις ἐν τῇ Σιών,
εὐκατάστατον
καὶ εὔπορον, Βαρνάβα
ὀλβίου ὁμαίμονα,
στῦλον ὡς πίστεως.

Α
νδρείῳ φρονήματι,
Μαρία σῶφρον, συνήργησας
Χριστοῦ εἰς ἑδραίωσιν
τῆς ἀληθείας σαφῶς,
τὰ μυστήρια
ἡμῖν τοῦ παραδόντος
τὰ θεῖα καὶ ἄχραντα
ἐν ὑπερώῳ σου.

Ρ
ωσθεῖσα τοῖς ῥήμασι
Βαρνάβα, σοῦ τοῦ ὁμαίμονος,
Μαρία πανεύφημε,
εἱλκύσθης εἰς τοῦ Χριστοῦ
τὴν ἀλήθειαν
καὶ πίστιν τὴν ἁγίαν
καὶ τρίβοις χρηστότητος
κατηκολούθησας.

Θεοτοκίον.
Ι
λέωσαι Κύριον,
Θεοῦ Υἱόν, Ὃν ἐκύησας
ἀφράστως, Μητρόθεε,
ἡμῖν, τοῖς ὕμνοις φαιδροῖς
μεγαλύνουσι
πληθύν σου θαυμασίων
καὶ φιλανθρωπίας σου
πλοῦτον ἀσύλητον.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Α
ξίως ὑμνοῦμέν σε, Μαρία,
τὴν εὔπορον ἔνοικον Σιών,
τὴν ὑπερῷον ἔχουσαν
σεπτὸν κατοικητήριον
καὶ ἐλαιῶνα, Κύριος
ἐν ᾧ κατέφυγεν εὔξασθαι.

Δ
ιδάσκαλον Κύριον ἐξ ὅλης,
Μαρία, ἠγάπησας ψυχῆς
καὶ πίστει ἀφιέρωσας
σαυτῷ πᾶσαν ἰκμάδα σου
καὶ Μᾶρκον τὸν Ἀπόστολον,
υἱόν σου θεῖον καὶ πάνσεπτον.
 
Ι
δεῖν ἠξιώθης τὸν Σωτῆρα
καὶ Τούτου ἀκοῦσαι διδαχάς,
Μαρία, ἐν τῷ οἴκῳ σου
τὰς σωτηρίους, πάνσεμνε,
τοῦ Παρακλήτου Πνεύματος
ὀφθέντι κατοικητήριον.
Θεοτοκίον.

Α
πάντων προστάτις Χριστωνύμων,
ὑπάρχουσα, Μῆτερ τοῦ Θεοῦ,
θεόθεν ἐποπεύουσα
μὴ παύσῃ τοὺς οἰκέτας σου,
τοὺς πίστει μεγαλύνοντας
τὴν ἄκραν φιλανθρωπίαν σου.

Κάθισμα. Ἦχος γ΄. Θείας πίστεως.

Τ
ὴν ὁμαίμονα Ἀριστοβούλου,
τοῦ φωτίσαντος τὴν Βρεττανίαν
καὶ Βαρνάβα, τοῦ τῆς Κύπρου κοσμήτορος,
πανσόφου Μάρκου μητέρα πανεύφημον
καὶ τῆς Σιὼν Ἐκκλησίας ὡράϊσμα
ὕμνοις μέλψωμεν, Μαρίαν, τὴν ἀκατάβλητον
διάκονον, ὡς πίστεως θησαύρισμα.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Τ
ῶν ἐν θλίψεσι παραμυθίαν
καὶ γαλήνιον θαλαττευόντων
ὅρμον ὕμνοις Θεοτόκον τιμήσωμεν,
τὴν οὐρανόθεν πιστοῖς καταπέμπουσαν
ἀφθόνως πᾶσι τὸ ἄμετρον ἔλεος
καὶ βοήσωμεν· Πανύμνητε Μητροπάρθενε,
ἡμῖν τὸν θεῖον Τόκον σου ἱλέωσαι.

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

Κ
λέος πίστεως, Μαρία,
εὐσεβείας διάκοσμε,
ἠξιώθης Μᾶρκον
σὸν υἱὸν ἰδεῖν Εὐαγγέλιον
τὸ ἱερώτατον γράφειν καὶ σωτήριον
πρὸς ἑδραίωσιν
τῆς ἀληθείας, χριστόφιλε.

Ο
δοδείκτης εὐσεβείας
καὶ πυξὶς ἁγιότητος
πέφηνας, Μαρία,
ἡ φιλοξενήσασα Κύριον
πρὸς Μυστικὸν Δεῖπνον οἴκῳ ἐν πανσέπτῳ σου,
ἁγιάσαντι
Σιὼν τὸν λόφον, πανίερε.

Ν
ύκτα πρὸ τῆς προδοσίας
ὁ Θεάνθρωπος Κύριος
ἐν τῷ ἐλαιῶνι
σοῦ, σεμνὴ Μαρία, προσηύχετο
καὶ παρεκάλει Πατέρα τὸν οὐράνιον
τὸ ποτήριον
ἆραι τῶν πόνων καὶ θλίψεων.

Θεοτοκίον.

Ω
ς ἑτοίμην προστασίαν
τῶν καμνόντων γιγώσκομεν
σέ, Θεογεννῆτορ,
Κεχαριτωμένη Παντάνασσα,
καὶ ἐν ἀνάγκαις προσφεύγομεν τῇ σκέπῃ σου,
ἐπιπνοίᾳ σου
καὶ ἀντιλήψει ταχείᾳ σου.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Ω
ράϊσμα πίστεως,
Μαρία πανσεβάσμιε,
τὸν Χριστὸν ἠγάπησας ἐξ ὅλης
τῆς σῆς καρδίας
καὶ τῆς ἀγάπης Αὐτοῦ
ἀνέδειξας Εὐαγγελιστὴν
Μᾶρκον, θεῖον τόκον σου,
τοῦ Βαρνάβα ἀκόλουθον.

Δ
ιάκοσμος πέφηνας,
Μαρία θεοτίμητε,
πρώτης τῶν ἁγίων Ἐκκλησίας,
ἡ σὺν υἱῷ σου,
τῷ Μάρκῳ τῷ θεαυγεῖ,
κοσμήσασα πίστιν τοῦ Χριστοῦ,
ἣν Βαρνάβας ὅμαιμος
σὸς σεπτὸς ἐμεγάλυνεν.
 
Η
 πόθον κατέχουσα
φιλοξενίας ἔνθερμον
καὶ διακονίας Ἐκκλησίας
Χριστοῦ τῆς πρώτης
ἐν τῇ ἁγίᾳ Σιών,
Μαρία, χαρᾶς τῶν οὐρανῶν
ἠξιώθης, Κτίσαντι
συγχορεύειν ἀείποτε.

Θεοτοκίον.

Β
οήθει τοῖς δούλοις σου
ἐν πάσαις περιστάσεσι,
Κεχαριτωμένη Θεοτόκε,
τοῖς καθ’ ἑκάστην
σὲ μελῳδοῦσι λαμπρῶς
καὶ σπεύδουσι σῇ ἐπισκοπῇ
καὶ ἀγρύπνῳ χάριτι,
παντευλόγητε Δέσποινα.

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Α
ὐγαῖς, Μαρία, σῆς πίστεως
φωτίζεις οἰκουμένης τὰ πέρατα
καὶ ἀμαρύγμασι
τῆς φιλοξένου καρδίας σου
εἰς πάντας τοὺς αἰῶνας
δῆμον Χριστώνυμον.

Ρ
αντίζεις πάντας σῇ χάριτι,
Μαρία, μῆτερ Μάρκου πανάμωμε,
ἐν ὑπερῴῳ σου
τὸν Μυστικὸν ἡ ξενίσασα
τὸν Δεῖπνον τοῦ Σωτῆρος
καὶ Παντοκράτορος.
Ν
αὸν σὸν οἶκον ἐποίησας,
Μαρία, ἐν Σιὼν θείου Πνεύματος,
Ὃ ἐπεδήμησε
τοῖς μαθηταῖς τοῖς θεόφροσιν
ἐν τούτῳ, Ἀποστόλου
Βαρνάβα ὅμαιμε.

Θεοτοκίον.

Α
ξίως πάντες Χριστώνυμοι
σέ, Μῆτερ ἀγαθή, μεγαλύνομεν
Θεογεννήτρια,
τὴν ἀκλινῶς προστατεύουσαν
καὶ σκέπουσαν σοὺς δούλους
ἐν περιστάσεσι.

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

Μ
αρίαν, Μάρκου τὴν μητέρα εὐφημήσωμεν,
Ἀριστοβούλου καὶ Βαρνάβα τὴν ὁμαίμονα,
τὴν εὐκτήριον ποιήσασαν Ἀποστόλων
ὑπερῷον ἐν Σιὼν αὐτῆς τὸ πάνσεπτον,
ὡς τῆς πίστεως ἀτίμητον διάκοσμον,
πόθῳ κράζοντες· Χαίροις, Μῆτερ πανεύφημε. 

Ὁ Οἶκος.

Α
γγελος φωτοφόρος
προσφορᾶς καὶ ἀγάπης,
Μαρία Σιωνῖτις, ἐδείχθης
καὶ διάκονος τῆς τοῦ Χριστοῦ
πρώτης Ἐκκλησίας, μῆτερ πανεύφημε
τοῦ Μάρκου καὶ αὐτάδελφε
Βαρνάβα· ὅθεν σοι βοῶμεν·

Χαῖρε, τὸ λίκνον τῆς εὐσεβείας·
 χαῖρε, τὸ βάθρον διακονίας.

Χαῖρε, Ἀποστόλου Βαρνάβα ἡ ὅμαιμος·
χαῖρε,  Παρακλήτου ὁ λύχνος ὁ πάμφωτος.

Χαῖρε, Μάρκου μῆτερ εὔστοργε θείου Εὐαγγελιστοῦ·
χαῖρε,  Λόγου ἡ διάκονος τοῦ Παντάνακτος Θεοῦ.

Χαῖρε, εὔπορε γῦναι τῶν Ἱεροσολύμων·
χαῖρε, ἔνθερμε φίλε θεαυγῶν Ἀποστόλων.

Χαῖρε, Σιὼν οἰκήτωρ φιλόξενος
χαῖρε, πιστῶν ἐν δίναις ὑπέρμαχος.

Χαῖρε, φωστὴρ τῆς Χριστοῦ ἀληθείας·
χαῖρε, λαμπτὴρ ψυχικῆς εὐγενείας.

Χαίροις, Μῆτερ πανεύφημε.

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς Λ΄ Ἰουνίου. Εἶτα λέγομεν·

Τ
ῇ αὐτῇ ἡμέρᾳ μνήμη τῆς Ἁγίας, ἐνδόξου μητρὸς τοῦ Ἀποστόλου Μάρκου καὶ ὁμαίμονος τῶν Ἀποστόλων Ἀριστοβούλου καὶ Βαρνάβα,
Μαρίας.
Στίχοι.

Ἐν τῷ σῷ ὑπερῴῳ τὸ Ἅγιον Πνεῦμα
κόσμῳ ἐπεδήμησε, σεπτὴ Μαρία.

Συναξάριον.

Η
ἔνδοξος καὶ θεοφόρος μήτηρ ἡμῶν Μαρία ἦν εὔπορος Ἰουδαία ἐκ τῆς νήσου Κύπρου ὁρμωμένη,
αὐτάδελφος τῶν Ἀποστόλων, Ἀριστοβούλου καὶ Βαρνάβα. Νυμφευθεῖσα ἀπέκτησε υἱόν, τὸν Ἰωάννην ἢ Μᾶρκον, τὸν μετέπειτα Ἀπόστολον καὶ Εὐαγγελιστήν. Αὐτῇ ἀνῆκε τὸ ἐν Σιὼν ὑπερῶον, ἐν ᾧ παρετέθη ὑπὸ τοῦ Κυρίου ὁ Μυστικὸς Δεῖπνος καὶ ἐν ᾧ κατῆλθε τὸ Πνεῦμα τὸν Ἅγιον ἐπὶ τοὺς Ἁγίους Ἀποστόλους τὴν ἡμέραν τῆς Πεντηκοστῆς ἐν εἴδει πυρίνων γλωσσῶν. Ἐν τῇ οἰκίᾳ αὐτῆς τῇ φιλικῇ τῷ Κυρίῳ καὶ τοῖς Αὐτοῦ μαθηταῖς συνήρχοντο πάντες οἱ πιστοὶ καὶ προσηύχοντο
καὶ ἐν αὐτῇ κατέφυγεν ὁ Ἀπόστολος Πέτρος μετὰ τὴν ὑπὸ τοῦ Ἀγγέλου ἀπελευθέρωσιν αὐτοῦ, ὅτε ἡ
θεραπαινὶς τῆς Μαρίας Ῥόδη ἤνοιξεν αὐτῷ τὴν θύραν μετὰ τὴν ἀγγελίαν τοῦ εὐχαρίστου γεγονότος τοῖς Ἀποστόλοις. Ὁ κῆπος αὐτῆς τῶν ἐλαιῶν ἐχρησιμοποιήθη ὑπὸ τοῦ Κυρίου πρὸς προσευχὴν τὴν νύκτα τῆς
προδοσίας, ἐν ᾗ ὁ Μᾶρκος φεύγων τὴν σύλληψιν γυμνὸς ὡς ὁ πρωτόπλαστος ἔδραμε μακράν. 
   Ταῖς αὐτῆς  ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.


ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Β
ότρυν πέπειρον
ὡς κλῆμα εὐθαλέστατον
Χριστοῦ τῆς πίστεως
Μᾶρκον Εὐαγγελιστήν,
Μαρία, ἐβλάστησας
λαοὺς εὐφραίνοντα,
ἡ καρδίαν σου
Χριστῷ ἀφιερώσασα
ὁλοθύμως τῷ Σωτῆρι.

Α
ποστόλων σε
ὁμότροπον γινώσκομεν
καὶ ἰσοστάσιον,
Μαρία περικλεές,
ἡ διακονήσασα
σεπτῷ συντάγματι
τοῦ Παντάνακτος
τῶν μαθητῶν ἐν οἴκῳ σου
τῷ ἐν Ἱεροσολύμοις.

Ο
ἱ φιλέορτοι
σὴν μνήμην ἑορτάζοντες
ἀνευφημοῦμέν σε
λαμπροῖς ψαλμοῖς καὶ ᾠδαῖς,
Μαρία, πολύτιμε
ἀγάπης σάπφειρε,
ἡ κοσμήσασα
κενώσει τῆς καρδίας σου
τοῦ Χριστοῦ τὴν Ἐκκλησίαν.
Θεοτοκίον.

Μ
ητροπάρθενε,
σεμνὴ Θεογεννήτρια,
πιστοῖς κατάπεμψον
ἐλέη σοῦ τοῦ Υἱοῦ
καὶ ῥῦσαι κακώσεων
τοὺς σοὶ προσφεύγοντας
καὶ ἐν ᾄσμασι
σὸν πλῆθος μεγαλύνοντας
εἰς αἰῶνας θαυμασίων.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Α
ὔχημα Χριστοῦ τῆς Ἐκκλησίας,
Μαρία, τὸ ὑπερῷόν σου ἐπέλεξεν
ἐν Σιὼν ὁ Κύριος
ἑορτάσαι, πάγκαλε,
πρὸ τῆς Αὐτοῦ σταυρώσεως
Πάσχα τὸ ἅγιον
σὺν δήμῳ Ἀποστόλων, Μαρία,
Μυστικὸν οἷς Δεῖπνον
παρέθεσεν, ὀλβία.

Ι
λεων διδάσκαλόν σου θεῖον
ἀπέργασαι καὶ Σωτῆρα πάσης κτίσεως
τοῖς ἀνευφημοῦσί σε
ὡς μητέρα πάνσεμνον
τοῦ Μάρκου καὶ ὁμαίμονα
θεομακάριστον
δυάδος θεαυγῶν Ἀποστόλων,
τοῦ Ἀριστοβούλου,
Μαρία, καὶ Βαρνάβα.

Μ
έμνησο, Μαρία, ὑμνητῶν σου
καὶ πέμψον θεόθεν πᾶσι θείαν χάριν σου,
δαψιλῶς ἣν εἴληφας
ὡς σεμνὴ διάκονος
τῶν μαθητῶν τοῦ Κτίσαντος
καὶ ὁμηγύρεως
τῆς πρώτης ἐν Σιὼν τῶν ἁγίων,
ἐν σκηναῖς νῦν πόλου
μεθ’ ὧν συνεπαγάλλῃ.

Θεοτοκίον.

Ο
μβρισον, ἡμῖν, Θεογεννῆτορ,
νεφέλη ὡς ὀμβροτόκος, τοῖς τιμῶσί σε
ὑετὸν χρηστότητος,
Μῆτερ, ταπεινώσεως
καὶ πόθου ἀναβάσεως
τῆς θείας κλίμακος
προόδου, Παναγία Παρθένε,
Κεχαριτωμένη
καὶ ἐναρέτου βίου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Ν
ύκτα μου παθῶν
φωτί σου διάλυσον
θερμῶν δεήσεων
πρὸς τὸν σὸν διδάσκαλον
καὶ Πλαστουργέτην
ἁπάσης κτίσεως,
Μαρία, Ὃν ἐν οἴκῳ σου
ἐφιλοξένησας
καὶ Οὗ πάντας
πόθῳ διηκόνησας
μαθητὰς ὁλοψύχῳ ἐφέσει σου.

Ι
θυνον ἡμᾶς
τοὺς σὲ μακαρίζοντας
πρὸς ἀφθαρτότητα,
Μάρκου μῆτερ ἄσπιλε,
Μαρία, γέρας
Χριστοῦ τῆς πίστεως,
πυρὸς ἡ γλώσσας Πνεύματος
σεπτοῦ ἐν οἴκῳ σου
κατιδοῦσα
ξένως τὴν ὁμήγυριν
μαθητῶν φωτιζούσας τοῦ Κτίσαντος.

Χ
άριτος κρουνούς,
Μαρία, διάνοιξον
ἡμῖν καὶ εὔφρανον
σὲ τοὺς μακαρίζοντας
ὡς εὐσεβείας
φανὸν ἀείφωτον
καὶ τιμαλφὲς διάδημα
Χριστοῦ τῆς πίστεως,
τῷ Σωτῆρι
ἡ ἀφιερώσασα
σεαυτὸν καὶ Θεῷ πανοικτίρμονι.

Θεοτοκίον.

Μ
ῆτερ ἀγαθὴ
Χριστοῦ τοῦ Παντάνακτος,
σοὺς δούλους ἴθυνον
πρὸς αἰωνιότητα
καὶ ἀφθαρσίας
τοῦ πόλου δώματα,
τοὺς ὕμνοις μακαρίζοντας
τὰ σὰ θαυμάσια
καὶ αἰνοῦντας
Τόκον σου τὸν ἅγιον,
τὸν δωρούμενον πᾶσι τὸ ἔλεος.

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

Μ
αρία, μῆτερ εὔστοργε
τοῦ Μάρκου, ἡ ἐν οἴκῳ σου
φιλοξενήσασα Δεῖπνον
τὸν Μυστικὸν τοῦ Κυρίου
καὶ ἐν αὐτῷ τὸ ἅγιον
ἰδοῦσα Πνεῦμα σύλλογον
τῶν Ἀποστόλων, πάνσεμνε,
φωτίζον, λῦσον σκοτίαν
ἡμῶν παθῶν χαμαιζήλων.

Θεοτοκίον.
Μ
ὴ παύσῃ προστατεύουσα
σοὺς δούλους, Μητροπάρθενε,
καὶ περισκέπουσα πάντας
τοὺς μεγαλύνοντας πόθῳ
πληθὺν τῶν θαυμασίων σου,
εὐλογημένη Δέσποινα,
καταφυγὴ καὶ στήριγμα
στενόντων καὶ ἀδυνάτων,
Θεογεννήτρια Μῆτερ.

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
Στιχηρὰ Προσόμοια.

Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος!

Γ
έρας τιμαλφὲς σεμνότητος,
Μάρκου Εὐαγγελιστοῦ
μῆτερ ὄντως φιλόθεε,
ἡ πλουσία δέσποινα
τῆς Σιών, ἡ κατέχουσα
τὸ ὑπερῷον
Χριστοῦ Δειπνήσεως
Αὐτοῦ πρὸ πάθους
καὶ καταβάσεως
τοῦ Θείου Πνεύματος
ἐπὶ ὁμηγύρεως τῶν κεφαλῶν
Ἀποστόλων, κλέϊσμα,
Μαρία, πίστεως.

Χ
αῖρε, κατὰ σάρκα ὅμαιμε
Ἀριστοβούλου σεπτοῦ,
Βρεττανίαν φωτίσαντος
καὶ Βαρνάβα ἔμφρονος,
Κύπρου θείου κοσμήτορος,
Μαρία, μῆτερ
τοῦ Μάρκου εὔστοργε,
θεοκινήτως
τοῦ καταγράψαντος
τὸ Εὐαγγέλιον
τὸ σεπτὸν καὶ ἅγιον, χαῖρε, Χριστοῦ
ἡ σεμνὴ διάκονος,
τοῦ πόλου ἔνοικε.

Μ
νήμην τὴν σεπτήν σου ἄγοντες
τῶν φιλεόρτων χοροὶ
ἐκτενῶς μεγαλύνομεν
σοῦ τὴν καθαρότητα
τῆς ψυχῆς καὶ τοῦ σώματος
καὶ προθυμίαν
διακονίας σου
Χριστοῦ τοῖς φίλοις,
Μαρία ἔνθεε,
ἡ ἐκβλαστήσασα
ῥίζα ὡς φιλόθεος Μᾶρκον σεπτὸν
εὐλαβῶς συγγράψαντα
τὸ Εὐαγγέλιον.

Χ
αίροις, ἡ φιλοξενήσασα
ἐν ὑπερῴῳ τῷ σῷ
τῆς Σιὼν τὸν Θεάνθρωπον
καὶ Σωτῆρα κτίσεως
Δεῖπνον πρὸς ἱερώτατον
καὶ ἐν τοῖς κήποις
τῶν ἐλαιώνων σου
Αὐτὸν πρὸ πάθους
θερμῶς προσεύξασθαι,
μῆτερ ὑπέρσοφε
Μάρκου τοῦ θεόφρονος καὶ ἀδελφὴ
τοῦ Βαρνάβα, ἔμπλεων
χαρίτων πέλοντος.

Δόξα. Ἦχος πλ. α΄.

Τ
ὴν εὔπορον ἐν ταπεινώσει καὶ προσφορᾷ διαπρέψασαν
καὶ ἀνδρείαν ἐν γυναιξὶ κατὰ Παροιμιαστὴν τὸν θεόσοφον,
Μαρίαν τὴν Σιωνίτιδα, τιμήσωμεν
ὡς βάθρον πίστεως ἀδιάσειστον οὕτω λέγοντες·
Ἡ ὁλοθύμως διακονήσασα Χριστῷ καὶ τῇ Αὐτοῦ πρώτῃ Ἐκκλησίᾳ,
μὴ παύσῃ Αὐτὸν ἡμῖν ἱλεουμένη
τοῖς τιμῶσι τὴν κενωτικήν σου ἀγάπην
τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.

Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε,
Θεοτόκε Παρθένε,...

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΝ  ΤΗ  ΛΕΙΤΟΥΡΓΙΑ

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ἁγίας  ἡ γ΄ καὶ ἡ στ΄  ᾠδή.
Ἀπόστολος· Πρὸς Γαλάτας (Κεφ. ε΄ 22  - στ΄ 2 ).
Ἀδελφοί, ὁ καρπὸς τοῦ Πνεύματός ἐστιν ἀγάπη, χαρά,...
Ζήτει τῷ Σαββάτῳ τῆς ΚΖ΄ Ἑβδομάδος.

Εὐαγγέλιον·  Κατὰ Ματθαῖον (Κεφ. κε΄ 1  -  13 ).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ὡμοιώθη ἡ Βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
Ζήτει τῷ Σαββάτῳ Δεκάτῳ ἕκτῳ τοῦ Ματθαίου.

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

Μεγαλυνάριον.

Χ
αίροις, ἡ αὐτάδελφος ἡ σεπτὴ
τοῦ Ἀριστοβούλου
καὶ Βαρνάβα τοῦ θεαυγοῦς,
χαίροις θείου Μάρκου
τοῦ Ἀποστόλου μῆτερ,
Μαρία, εὐσεβείας
λύχνος ἀείφωτος.

Τετράστιχον.

Μαρίαν, Μάρκου μητέρα, ἐξύμνησεν
Γαβριήλ, Ἡγουμένου σεμνοῦ εἰς μνήμην,
καὶ χάριν Γεωργίου, φιλαγίου,
ἅμα Παντελεήμονος Χαραλάμπης.


ΤΕΛΟΣ 

ΚΑΙ ΔΟΞΑ 

 Τῼ ΜΟΝῼ  

ΑΛΗΘΙΝῼ ΘΕῼ ΗΜΩΝ