Παρασκευή 26 Οκτωβρίου 2012

Παναγίας Παλλιουριώτισσας-Παρακλητικός κανών


Παρακλητικός Κανών εις την Υπεραγίαν Θεοτόκον την Παλλιουριώτισσαν Κύπρου

(Ὑπὸ Γεωργίου Πανδούλου)
Εὐλογήσαντος τοῦ Ἱερέως, ἀρχόμεθα τοῦ Ψαλμοῦ ΡΜΒ´.
Μετὰ τοῦτο τό: Θεὸς Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημενος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου... (τετράκις)
Καὶ τὸ ἑξῆς.

Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῆς Θεοτόκου τὴν Εἰκόνα προσπέσωμεν, ἐν κατανύξει καὶ Αὐτῇ ἐκβοήσωμεν, οἱ ἐν πολλαῖς ἁμαρτίαις πανάθλιοι· Χαῖρε Παλουριώτισσα Παναγία Παρθένε, τάχος ἡμῶν ἄκουσον τῆς δεήσεως Κόρη, Σὺ γὰρ ὑπάρχεις πρόμαχος ἡμῶν, καὶ ἐν ἀνάγκαις, ἑτοίμη βοήθεια.

Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι.
Ἐν τῇ γεννήσει τὴν παρθενίαν ἐφύλαξας, ἐν τῇ κοιμήσει τὸν κόσμον οὐ κατέλιπες Θεοτόκε, μετέστης πρὸς τὴν ζωήν, Μήτηρ ὑπάρχουσα τῆς ζωῆς, καὶ ταῖς πρεσβείαις ταῖς Σαῖς λυτρουμένη, ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Θεοτοκίον
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τὰς δυναστείας Σου...

Ὁ Ν´. Ψαλμός.
Ωδὴ α´. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας
Θαυμάτων τῶν θείων Σου τὴν πληθύν, καὶ τῶν τεραστίων εὐφημήσαι ἐπιχειρῶν, Σοῦ δέομαι Παρθένε Παναγία, Παλουριώτισσα χάριν παράσχου μοι.
Ὡς Μήτηρ φιλεύσπλαγχνος τοῦ Θεοῦ, φιλάγαθε Κόρη εὐσπλαγχνίσθητι ἐπ’ ἐμοί, καὶ βλάβης με πάσης καὶ μανίας, τοῦ ἀοράτου ἀπάλλαξον ὄφεως.
Ἁγίασμα δόξης τῆς θεϊκῆς, ἁγίασον Κόρη μολυνθεῖσάν μου τὴν ψυχήν, καὶ τῆς χαλεπῆς μου ἁμαρτίας, ὡς ἐλεήμων ἀπάλλαξον Ἄχραντε.
Συνέτισον τὸν δοῦλόν Σου Μαριάμ, ἄνοιξόν μοι πύλας μετανοίας καὶ ἐκ πυλῶν, τῆς θανατηφόρου ἁμαρτίας, τῇ μεσιτείᾳ Σου ῥῦσαί με Δέσποινα.

Ωδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Καταφύγιον κόσμου καὶ ἀῤῥαγὲς στήριγμα, Κεχαριτωμένη Παρθένε τοὺς καταφεύγοντας, ὑπὸ τὴν σκέπην Σου, τῶν πολυπλόκων σκανδάλων, τοῦ δολίου δράκοντος σκέπε καὶ φύλαττε.
Ὡς Πανάμωμος Μήτηρ τοῦ Ποιητοῦ Ἄχραντε, ὡς ἁγιωτέρα ἁπάντων Σὺ Παλουριώτισσα, ὡς πάντων Ἄνασσα, Εὐλογημένη Μαρία, ῥῦσαι τοὺς ὑμνούντας Σε ἀειμακάριστε.
Τὸν ἐν βυθῷ ἁμαρτίας διηνεκῶς κείμενον, δούλῳ Σου ἀθλίῳ Παρθένε εὐσπλάγχνως ἔγειρον, σῶσόν με οἴκτειρον, Σὺ γὰρ λιμὴν τῶν ἐν ζάλῃ, καὶ τῶν πεπτωκότων θεία ἀντίληψις.

Ἴασαί μου τὸ τραῦμα τὸ τῆς ψυχῆς Ἄχραντε, καὶ τῆς συνεχούσης με λύπης ἀπελευθέρωσον, τῶν πολλῶν μου κακῶν, τὴν πολυτάραχον ζάλην, κόπασον Θεόνυμφε, ὅπως σωθήσομαι.

Ἐπάκουσον, Παλουριώτισσα Κόρη Θεογεννήτωρ, ταῖς ἱκεσίαις Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι, ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῶν ψυχῶν μας, καὶ χαρὰν Ἁγνὴ τοὺς Σοὺς ἱκέτας παράσχου μας, ὡς τῆς χαρᾶς ὑπάρχουσα τὸ δοχεῖον.

Κάθισμα. Ἦχος β΄.
Πολέμοις Ἁγνὴ πολλοῖς περικυκλούμενοι, ἐχθρῶν ὁρατῶν καὶ ἀοράτων Δέσποινα, Σοὶ θερμῶς κραυγάζομεν σῶσόν μας, θραῦσαι τὰ τούτων ὅπλα τῷ κράτει Σου, καὶ εἰρήνην δὸς ἡμῖν, τοὺς Σοὺς ἱκέτας Κόρη Παλουριώτισσα.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἡ Θεὸν σωματώσασα, ὑπὲρ νοῦν καὶ λόγον Θεοχαρίτωτε, Παναγία Παλουριώτισσα, πάθη σώματός μου ἐξάλειψον.
Παναγία Παλουριώτισσα, ἡ Θεὸν ἀσπόρως κυήσασα, τοὺς Σοὺς δούλους διαφύλαξον, καταποντισθῆναι ἡμᾶς τοῖς πταίσμασιν.
Θεραπεύεις Παλουριώτισσα, πάντας τοὺς πρὸς Σὲ καταφεύγοντας, μετὰ πίστεως Θεόνυμφε, ὅθεν Σὲ ὑμνοῦμεν Ἀειπάρθενε.
Ῥῦσαι Μήτερ τοὺς δούλους Σου, ἐκ τῶν κατεχόντων δεινῶν μας θλίψεων, ἐπὶ Σὺ γὰρ ἀνατίθημοι, πᾶσαν τὴν ἐλπίδα μας Θεόνυμφε.
Ῥάβδον θείαν ὁ ἔνδοξος, πάλαι Ἠσαΐας Σὲ κατονόμασεν, ἄνθος φέρουσα τὸν Κύριον, Θεοτόκε Μῆτερ Ἀπειρόγαμε.
Ῥυπωθέντας ἡμᾶς κάθαρον, καὶ νενεκρωμένους Σὺ ἐξανάστησον, Παναγία Παλουριώτισσα, Τὸν νεκροὺς ζωώσαντα κυήσασα.

Ωδή ε΄. Φώτισον ἡμᾶς.
Ἄχραντε Ἁγνή, τοὺς ἱκέτας Σου χορήγησον, τοὺς κατεχομένους ὑπὸ τῶν θλίψεων, τὴν σωτηρίαν μεσιτείαις Σου πρὸς Κύριον.
Φώτισον ἡμᾶς, Παναγία Παλουριώτισσα, φωτὶ τῷ μεγάλω νῦν προσεγγίζουσα, καὶ φωτοφόρους, τὰς ψυχὰς ἡμῶν ἀπέργασαι.
Ῥύπον μας παθῶν, μεσιτεία Σου καθάρισον, καὶ τὴν σκοτισθεῖσαν ψυχήν μου φώτισον, ἵνα ὑμνοῦμεν, καὶ δοξάζομέν Σε Πάναγνε.
Νέφη τῶν παθῶν, ἀποσόβησον Πανάχραντε, ὡς φωτὸς νεφέλη ὑπάρχουσα, ἐκ τῆς ψυχῆς μας, καὶ Σῇ αἴγλῃ ἡμᾶς καταύγασον.

Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ πρὸς Κύριον.
Πανάμωμε, Παναγία Δέσποινα, Παλουριώτισσα Παρθένε Μαρία, ἡ τὸν Θεὸν καὶ Σωτῆρα τεκοῦσα, ἐκ τῶν τοῦ δράκου χειρῶν με ἐξάρπασον. Σοῦ δέομαι τῆς ἀγαθῆς, ἐκ παθῶν καὶ κινδύνων διάσωσον.
Οὐκ ἔχομεν, οἱ οἰκτροὶ ἱκέται Σου, ἄλλην πλήν Σου προστασίαν καὶ σκέπην, διὸ Ἁγνή, ἐκ καρδίας βοῶμεν, ἀπὸ κινδύνου παντὸς ἐλευθέρωσον, τὴν μάνδραν Σου τὴν ἱεράν, καὶ πιστοὺς τοὺς πρὸς Σὲ καταφεύγοντας.
Ὁ ἔμψυχος, τοῦ Σωτῆρος θάλαμος, ὁ λαμπραῖς τῆς παρθενίας ἀκτῖσι, φωτοειδῶς, ὥσπερ κρίνος ἐκλάμπων, τῆς ἀκανθώδους ἐν μέσῳ συγχύσεως, ἡ Πάναγνος καὶ εὐπρεπής, Θεοτόκος Παρθένος δοξάζεται.
Ὁ κόσμος Σέ, σωτηρίαν κέκτηται, καὶ θερμὴν ἐν πειρασμοὶς προστασίαν, ὅθεν Ἁγνή, τῇ σεπτῇ τῇ Μονῇ Σου, ἀπανταχόθεν προστρέχουσιν ἄνθρωποι, καὶ πάντες Σὲ καταφυγήν, καὶ παράκλησιν Κόρη εὑρίσκουσι.
Τὸ πλῆθος, τῶν θαυμάτων Σου, τίς ἠμπορεῖ ἀπαριθμήσῃ Παρθένε; Ὡς ἰατρὸν ὡς προστάτην ὡς σκέπην, ὡς πονεμένων ἡ θεία ἀντίληψις. Διὸ καὶ πάντες οἱ πιστοί, εὐφημοῦμέν Σε, Πάναγνε Δέσποινα.
Τὸν πάντων, κυοφορήσασα Κτίστην, ἐξ ἁγνῶν Σου ὑπὲρ φῦσιν αἱμάτων, ἐκ τῆς φθορᾶς ἀνακτώμενον κόσμον, φθοροποιῶν λογισμῶν μας ἀπάλλαξον, καὶ ῥύθμισόν μας τὴν ζωήν, Θεοτόκε Ἁγνὴ Παλουριώτισσα.

Ἐπάκουσον, Παλουριώτισσα Κόρη Θεογεννήτωρ, ταῖς ἱκεσίαις Παρθένε τῶν δούλων Σου, καὶ λύτρωσαι, ἐκ παντοίων κινδύνων.

Ἀπέλασον, τῆς ἀθυμίας τὰ νέφη ἐκ τῶν ψυχῶν μας, καὶ χαρὰν Ἁγνὴ τοὺς Σοὺς ἱκέτας παράσχου μας, ὡς τῆς χαρᾶς ὑπάρχουσα τὸ δοχεῖον.

Αἴτησις. Τὸ Κύριε ἐλέησον ιβ´. Μετὰ τὴν ἐκφώνησιν τὸ Κοντάκιον.

Ἦχος β´.
Πελάγη δεινῶν τοῦ βίου χειμαζόμενοι, καὶ παντοίων παθῶν τρικυμίας ποντούμενοι, καὶ σάλῳ περιπίπτοντες Παρθένε πειρασμῶν, εἰς μορφήν Σου τὴν σεπτήν, καταφεύγομεν θερμῶς, ὡς εἰς λιμένα εὔδιον, ἔκτεινον ἡμῖν χεῖρα, ὡς Πέτρῳ ὁ Υἱός Σου, καὶ κλυδωνίου ἐκ παντός, ἡμᾶς Κόρη λύτρωσαι.

Προκείμενον
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ. (2 φορές)
Στίχος. Ἄκουσον θύγατερ καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς Σου, καὶ ἐπιλάθου τοῦ λαοῦ Σου καὶ τοῦ οἴκου τοῦ Πατρός Σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους Σου.
Μνησθήσομαι τοῦ ὀνόματός Σου, ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν.
Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς, καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνὴ μεγάλη καὶ εἶπεν: Εὐλογημένη Σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτὴ παρὰ Κυρίου. Καὶ εἶπε Μαριὰμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῳ Σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί. Ὅτι ἐποίησέ μοι μεγαλεία ὁ Δυνατός, καὶ ἀγίον τὸ ὄνομα Αὐτοῦ. Ἔμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.

Δόξα. Ἦχος β´
 Πάτερ Λόγε Πνεῦμα, Τριὰς ἡ ἐν Μονάδι, ἑξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καὶ νῦν
 Ταῖς τῆς Θεοτόκου πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τὸ ἀνόμημά μου.
Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Πάντες εὐφημήσωμεν, τὴν Θεοτόκον Μαρίαν, τὴν καὶ Παλουριώτισσαν, σελήνην τὴν ἔνδοξον καὶ ὁλόφωτον, τὴν λαμπρὰν ἅλωναν, σφαῖραν τὴν οὐράνιον, καὶ πολύαστρον ὑπάρχουσα, ἄρκτον ἑπτάστερον, δι’ ἧς πρὸς Θεὸν ὁδηγούμεθα, πλειάδα ὡραῖαν, καὶ ἶριν ποικιλόχροον, δι’ ἧς τῶν πειρασμῶν ἡμᾶς ῥύεται, πάντοτε ὁ Κύριος.

Πάντων τὰ αἰτήματα, Σὺ Παλουριώτισσα Κόρη, πλήρωσον τῶν δούλων Σου, τῶν εἰς Σὲ ἐκ πίστεως προσιόντων Σοι. Καὶ τὴν Σὴν Ἄχραντε, ἐπικαλουμένων, ἀρωγήν τε καὶ ἀντίληψιν, ἐκ πάσης θλίψεως, καὶ ἀσθενειῶν καὶ κακώσεων, ψυχῆς ὁμοῦ καὶ σώματος, ἅπαντας ἡμᾶς ἐλευθέρωσον, ἵνα Σὲ ὑμνοῦμεν, δοξάζοντες Χριστὸν τὸν Σὸν Υἱόν, Ὅν ἐκδυσώπει Πανύμνητε, σῶσαι τὰς ψυχὰς ἡμῶν.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Παλουριώτισσα Μήτηρ Θεανθρώπου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, Αὐτὸν οὖν ἐκδυσώπει, ρὑσθῆναι τῶν πταισμάτων τοὺς ἐν πίστει κραυγάζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίας λιμένα Θεοτόκε Παρθένε Σὲ νῦν γνωρίζοντες, τοῦ βίου τοὺς κινδύνους, ἐκφεύγομεν καὶ ζάλας, τῷ Υἱῷ Σου κραυγάζοντες· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Ἐν τῷ βίῳ τὸν χρόνον ἐν ἀμελείᾳ Παρθένε δαπανήσας πολύ, προσπίπτω καὶ βοῶ Σοι, διέγειρόν με σῶσον, τῷ Υἱῷ Σου κραυγάζοντα· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σωτηρίας πρὸς τρίβον ἐκ παθῶν ἀνοδίας ἡμᾶς κυβέρνησον, καὶ δίδου Θεοτόκε, ὡς Μήτηρ τοῦ ἐλέους, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν, ἵνα τὸ φῶς Ἀγαθή, ἴδωμεν τοῦ Υἱοῦ Σου.
Νάμα θεῖόν μοι βλῦσον χαριτόβρυτε κρήνη θεουργικῶν δωρεῶν, δροσίζον τὴν ψυχήν μου, τὴν καταφλεγομένην, τῆς ἁμαρτίας τὴν φλόγωσιν, ἵνα ὑμνῶ Σε ἀεί, Ὑπερδεδοξασμένη.
Ἐπιληψίας παιδούλας καὶ διανοίαν ταύτης θεραπεύεις Ἁγνή, καρκίνου δὲ τὸ πάθος, γυναικὸς ἐξαλείφεις Παλουριώτισσα Νύμφη Ἀνύμφευτε, ὅθεν ὑμνοῦμεν ἀεί, σεπτά σου μεγαλεῖα.

Ωδὴ η´. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Πηγὴ θαυμάτων, ἡ Μονή Σου ὑπάρχει, Παλουριώτισσα Ἁγία Παρθένε, καὶ ἰᾶται πάντας, τοὺς πίστει προσελθόντας.
Τὴν εὐτεκνίαν, γυναικῶν Σὺ χαρίζεις, τοὺς πίστει ζητοῦντας ἔλεός Σου, καὶ ἴασιν παρέχεις, εἰς νόσους ἀνιάτους.
Δαιμόνων πλήθη, φυγαδεύῃς Παρθένε, Παλουριώτισσα ἐν τῷ ὀνόματί Σου, καὶ ἴασιν παρέχεις, τοὺς πίστει Σὲ τιμῶντας.
Οὕτω δοξάζω, καὶ προσκυνῶ μετὰ δέους, Παλουριώτισσαν τὴν πάνσεπτον Κόρην, θλίψεώς με πάσης, ἐκλύτρωσαι καὶ βλάβης.

Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Μαρία Θεοτόκε, Μήτηρ τοῦ Δεσπότου, τῶν ψυχοφθόρων παθῶν μας ἀπάλλαξον, καὶ αἰωνίου πυρός, ῥύσαι καὶ σῶσον ἡμᾶς.
Τὸν ὑπὲρ νοῦν καὶ λόγον, Ὅν ἔτεκες δυσώπει, ὑπὲρ τῶν πίστει καὶ πόθῳ τιμώντων Σε, τοῦ λυτρωθῆναι κινδύνων καὶ περιστάσεων.
Ὑφάπλωσον τὴν χάριν, τῆς Σῆς προστασίας, καὶ περισκέπασον Κόρη τοῦς δούλους Σου, τῶν πειρασμῶν γὰρ νιφάδες περικυκλοῦσιν ἡμᾶς.
Ὑμνοῦμέν Σε Παρθένε, καὶ δοξολογοῦμεν, καὶ προσκυνοῦμεν τὴν χάριν Σου, εὐλογημένη Πανάμωμε, Παλουριώτισσα
.
Ἄξιόν ἐστὶν ὡς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβεὶμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκούσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.
Εἶτα τὰ ἑπόμενα μεγαλυνάρια.
Πύλη σωτηρίας Μήτηρ Ἁγνή, Ἀνύμφευτε Κόρη Παλουριώτισσα Μαριάμ, ἄνθος ἀφθαρσίας, καὶ στέφος ἐγκρατείας, πρέσβευε τῷ Υἱῷ Σου ὑπὲρ τῶν δούλων Σου.
Πανύμνητε Μῆτερ σκέπε ἡμᾶς, χρυσήλατε πύλη Παλουριώτισσα Μαριάμ, ἡλιοστάλακτε Νύμφη, ἀμόλυντε Παρθένε, ὦ Δέσποινα τοῦ κόσμου γενοῦ μεσίτρια.
Καθέδρα ὑπάρχεις βασιλική, ἀπείρανδρε Νύμφη καὶ Ἀγγέλων ἡ χαρμονή, ἀστραπηφόρον ἅρμα, πολύφωτος λυχνία, ἡ τοὺς πιστοὺς ἀπαύστως ἐπισκιάζουσα.
Νῦν καιρὸς ἀνάγκης ἦλθεν ἡμῖν, νῦν παρέστει χρεία βοηθείας Κόρη τῆς Σῆς, λύτρωσαί μας πάσης, ἀνάγκης καὶ κινδύνου, καὶ χεῖρα βοηθείας τάχιστα ἔκτεινον.
Ἆρόν Σου τὰ ὄμματα Μαριάμ, καὶ ἴδε εὐσπλάγχνως, τοὺς εἰκόνα Σου τὴν σεπτήν, παρεστῶτας Κόρη, καὶ Σὲ παρακαλούντας, καὶ πλήρωσον αἰτήσεις τούτων πανύμνητε.
Πάλιουρα εὐφραίνου θεία Μονή, ἔχεις τὴν Παρθένον τὴν πανάμωμον Μαριάμ, Κυρίαν προστάτιδα καὶ σκέπην, καθάπερ Αὕτη σαφῶς ἐπηγγείλατο.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον.

Τὰ συνήθη τροπάρια, ἐκτενὴς, ἀπόλυσις, μεθ᾿ ἥν τὸ ἑξῆς:
Ἦχος β´. Ὅτε ἐκ τὸν ξύλου.

Δεῦτε, εὐφημήσωμεν πιστοί, τὴν ἡλιοστάλακτον Κόρη, ψυχῶν διάσωσμα, Νύμφην τὴν ἀπειράνδρον, πιστῶν τὸ στήριγμα, θεοκόσμητον σκήνωμα, ἀστραπηφόρον ἅρμα, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα. Τεῖχος, τῶν εἰς Σὲ προστρεχόντων, πρέσβευε πρὸς Κύριον πάσης, λυτρωθῆναι βλάβης τοὺς ὑμνοῦντάς Σε.

Πλοῦτος, πτωχευόντων καὶ τρυφή, καὶ καταφυγὴ τῶν πενήτων, καὶ ὀρφανῶν ἡ ἐλπίς, Σὺ ὑπάρχεις Δέσποινα, καὶ Σὲ δοξάζομεν, οἱ ἔν θλίψει κραυγάζοντες· Ἁγία Ἁγίων, λύτρωσαι προφθάσασα, καὶ νῦν τοὺς δούλους Σου, πάσης, ἐπηρείας δαιμόνων, καὶ τῆς χαλεπῆς τιμωρίας, καὶ τῆς ἀιωνίου κατακρίσεως.

Ἦχος πλ. δ΄.
Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος β.
Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον ἡμᾶς ὑπὸ τὴν σκέπην Σου.
Ὁ Ἱερεύς: Δι εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Πηγή:    Εδώ




Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου