Πέμπτη 4 Οκτωβρίου 2012

Κανών παρακλητικός ψαλλόμενος εν τω Σπηλαίω των Μάγων της Ιεράς Μονής Αββά Θεοδωσίου του Κοινοβιάρχου


(Χ. Μπούσια)


Εὐλογήσαντος τοῦ Ἱερέως, λέγομεν τὸν ψαλμὸν ΡΜΒ᾿ (142)

Εὐθύς, τὸ Θεός Κύριος, ὡς συνῄθως, καὶ τὸ ἑξῆς: Ἦχος δ´. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Ἐν τῷ σπηλαίῳ τῆς πανσέπτου μονῆς σου, κοινοβιάρχα Θεοδόσιε θεῖε, ἐν ᾧ διενυκτέρευσαν μετὰ τὴν Χριστοῦ, εὐλαβῆ προσκύνησιν οἱ τρεῖς Μάγοι τοὺς τάφους, πίστει ἀσπαζόμενοι ἀσκητῶν θεοφίλων, ἀναβοῶμεν σὺν αὐτοῖς Χριστόν, δυσώπει σῶσαι ἡμᾶς Πάτερ Ὅσιε.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε…
  
Εἶτα ὁ Ν´ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:
«ΑΓΙΟΙ ΤΟΥ ΘΕΟΥ, ΠΡΕΣΒΕΥΣΑΤΕ ΥΠΕΡ ΗΜΩΝ, Χ.»
ᾨδὴ α´. Ἦχος πλ. δ´. Ὑγρὰν διοδεύσας.
Ἁγίων τὰ μνήματα τὰ σεπτά, ἐν ἄντρῳ τῶν Μάγων ἀσπαζόμενοι τῆς μονῆς, ὁσίου Θεοδοσίου πόθῳ, αὐτῶν λιτὰς πρὸς Θεὸν ἐξαιτούμεθα.

Γηθόμενοι πόνους ἀσκητικούς, οὓς ἔτλης ὑμνοῦμεν Θεοδόσιε πρὸς κοινόν, ἀζύγων ἐν μάνδραις βίον δεῖξον, ἡμῖν βοῶμεν ὁδοὺς ταπεινώσεως.

Ἰδεῖν Θεοδόσιε τὸν Θεόν, βλεφάροις ἰδίοις, καταξίωσον τοὺς πιστῶς, τὸ ἄντρον τῶν Μάγων προσκυνοῦντας, προσκυνησάντων ὡς βρέφος τὸν Κύριον.

Θεοτοκίον.
Ὁδήγησον πάντας τοὺς γηγενεῖς, πρὸς τρίβους εὐθείας, Θεομῆτορ τοὺς εὐλαβῶς, σπηλαίου τῶν Μάγων τὰς βαθμίδας, κατερχομένους ψυχῆς πρὸς ἀνάτασιν.

Ωδὴ γ´. Οὐρανίας ἁψῖδος.
Ἰταμῶς ἐν τῇ μάνδρᾳ, χερσὶν ἐχθρῶν πίστεως, ταύτῃ κατεσφάγῃτε θεῖοι, Ὁσιομάρτυρες, οἱ δυσωποῦντες Χριστόν, ὑπὲρ τῶν νῦν προσκυνούντων, τὰ ὑμῶν ὑπέρτιμα, πάνσεπτοι λείψανα.

Τῶν κλεινῶν Ἀναργύρων, μητρὸς σεπτὸν ἅπαντες, νῆμα Θεοδότης τῆς πάνυ κατασπαζόμενοι, ἀναβοῶμεν ἐχθροῦ, ἐπιβουλῆς ἡμᾶς ῥῦσαι, Μῆτερ ταῖς πρὸς Κύριον, θείαις πρεσβείαις σου.

Οὐρανίων χαρίτων, προσκυνητὰς ἔμπλησον, τάφου Εὐλογία σοῦ θείου, μῆτερ θεόφιλε, Θεοδοσίου κλεινοῦ, κοινοβιάρχου καὶ ταύτης, τῆς μονῆς δομήτορος, σαῖς παρακλήσεσι.

Θεοτοκίον.
Ὑπερύμνητε Κόρη, σὺν τῷ σεπτῷ Τόκῳ Σου, Μάγων τῶν τριῶν δεξαμένη, θείαν προσκύνησιν, προσκυνητῶν εὐλαβῶν, τῆς κρύπτης ταύτης δεήσεις, δέξαι καὶ ἀπάλλαξον, πάντας κακώσεων.

Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ἡμᾶς ἐκ τοῦ πλάνου δεινῆς μανίας.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Αἴτησις καὶ τὸ Κάθισμα. Ἦχος β´. Πρεσβεία θερμή.

Χριστὸν τὸν Θεὸν δυσώπει Θεοδόσιε, σὺν δήμοις σεπτῶν Ἁγίων ὧν τὰ μνήματα, τῆς μονῆς σου τὸ σπήλαιον, τὸ σεπτὸν ἀεὶ ὡραΐζουσιν, ἡμῖν διδόναι, πρόσφυξι τοῖς σοῖς, εἰρήνην ψυχῆς καὶ ῥώμην πάντοτε.

Ωδὴ δ´. Εἰσακήκοα, Κύριε.
Θεοδόσιε Ὅσιε, τὸν Χριστὸν δυσώπει σὺν τῷ στεῥῥόφρονι, Ἰωάννῃ Μόσχῳ ἅπασι, δοῦναι ἄμφω ῥώμην καὶ ὑγίειαν.

Ἐκ μυχίων καρδίας μου, Ξενοφῶντος σύνευνε ἱκετεύω σε, τοῦ ὁσίου θεοτίμητε· νήψεως ὁδόν, Μαρία δεῖξόν μοι.

Ὁδηγὸς γενηθήτω μοι, πρὸς σοφίας κτῆσιν Σοφία πάγκαλε, ἡ τὸν Σάββα τὸν θεόφρονα, καὶ ἡγιασμένον ἐκβλαστήσασα.

Θεοτοκίον.
Ὑμνωδίαις ἑκάστοτε, στέφομέν σε Μῆτερ Χριστοῦ ἀπείρανδρε, σὸν Υἱὸν τὸν θεῖον σπεύσαντας, Μάγους προσκυνῆσαι τὴν ξενίσασαν.

Ωδὴ ε´. Φώτισον ἡμᾶς.
Πάτερ ἱερέ, Θεοδόσιε κατάστειλον, τὰς ἀτάκτους τοῦ σαρκίου μου ὁρμάς, ὁ ἀσκήσει καταστείλας πάθη βρότεια.

Ῥύπον βδελυρόν, ἁμαρτάδων μου ἀπόπλυνον, Θεοδότη Ἀναργύρων ἀγλαή ῥίζα ταῖς πρὸς τὸν παντάνακτα πρεσβείαις σου.

Ἔμπλησον ἡμᾶς, εὐλογίας θείας πάνσεμνε, Εὐλογία εὐθαλέστατον βλαστόν, Θεοδόσιον τὸν μέγαν ἡ ἀνθίσασα.

Θεοτοκίον.
Σὲ τὸν νεογνόν, Ἰησοῦν χερσὶ βαστάσασαν, Ὃν οἱ Μάγοι προσεκύνησαν οἱ τρεῖς, Θεοτόκε, δυσωπῶ κακίας ῥῦσαί με.

Ωδὴ στ´. Τὴν δέησιν, ἐκχεῶ.

Βοήθησον, τοῖς πιστῶς προστρέχουσι, Θεοδόσιε μονῇ σου τῇ θείᾳ, ἐν ταῖς ἑκάστοτε μάχαις τοῦ βίου, καὶ πειρασμῶν κατωδύνων ἀπάλλαξον, τοὺς προσκυνοῦντας εὐλαβῶς, τὴν σεπτὴν καὶ πανίερον κρύπτην σου.

Ἐπίβλεψον, οὐρανόθεν πάντιμε, Ἀρκαδίου καὶ σεπτοῦ Ἰωάννου, τροφεῦ καὶ μῆτερ ὁσία, Μαρία καὶ ζοφερῶν ἀλγηδόνων, ἐκλύτρωσαι τοὺς ἀνυμνοῦντας ἐν χορῷ, τῆς ἀσκήσεως πόνους τοὺς θείους σου.

Ὑπέστητε, ἀπηνῶς μαρτύριον, ὁσιώτατοι τῆς μάνδρας πατέρες, Θεοδοσίου τοῦ θείου ἐν πόλῳ, οἱ σὺν ὁσίοις καὶ μάρτυσι χαίροντες, νῦν καὶ πρεσβεύοντες Χριστῷ, πέμψαι πᾶσι χαρὰν ἀστασίαστον.

Θεοτοκίον.
Συνεῖναί σοι, ἐν Ἐδὲμ εὐδόκησον, τοὺς σοὺς δούλους Θεοτόκε Μαρία, ἡ τὴν ἐπίσκεψιν Μάγων δεχθεῖσα, τὸν σὸν Υἱὸν προσκυνῆσαι Θεάνθρωπον, ἐλθόντων ἐξ Ἀνατολῶν, ὁδηγίᾳ ἀστέρος Πανάχραντε.

Διάσωσον, Κοινοβιάρχα σὺν δήμῳ κλεινῶν Ἁγίων, ὧν τὰ μνήματα τὰ σεπτὰ αὐτὸ κρύπτει σπήλαιον, ᾑμᾶς ἐκ τοῦ πλάνου δεινῇς μανίας.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Αἴτησις καὶ τὸ Κοντἁκιον. Ἦχος β΄. Ταῖς τῶν αἱμάτων σου.
Κοινοβιάρχα σεπτὲ Θεοδόσιε, σὺν τοῖς Ἁγίοις ὧν τάφοι καλύπτουσι, τὴν κρύπτην μονῆς σου τὴν πάνσεπτον, Περσίδος Μάγων τριάδα ξενίσασαν, Χριστὸν ὑπὲρ πάντων ἱκέτευε.

Προκείμενον: Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ· ὁ Θεὸς Ἰσραήλ, αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ. Εὐλογητὸς ὁ Θεός.

Στίχ.: Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος, πάντα θελήματα αὐτοῦ ἐν αὐτοῖς.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Ματθαῖον (β´ 1-12).

Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρῴδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα λέγοντες· ποῦ ἐστιν ὁ τεχθεῖς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ. Ἀκούσας δὲ Ἡρῴδης ὁ βασιλεὺς ἐταράχθη καὶ πᾶσα Ἱεροσόλυμα μετ᾿ αὐτοῦ, καὶ συναγαγὼν πάντας τοὺς ἀρχιερεῖς καὶ γραμματεῖς τοῦ λαοῦ ἐπυνθάνετο παρ᾿ αὐτῶν ποῦ ὁ Χριστὸς γεννᾶται, Οἱ δὲ εἶπον αὐτῷ· ἐν Βηθλεὲμ τῆς Ἰουδαίας· οὕτω γὰρ γέγραπται διὰ τοῦ προφήτου· Καὶ σὺ Βηθλεέμ, γῆ Ἰούδα, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γάρ μοι ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Τότε Ἡρῴδης λάθρα καλέσας τοὺς μάγους ἠκρίβωσε παρ᾿ αὐτῶν τὸν χρόνον τοῦ φαινομένου ἀστέρος, καὶ πέμψας αὐτοὺς εἰς Βηθλεὲμ εἶπε· πορευθέντες ἀκριβῶς ἐξετάσατε περὶ τοῦ παιδίου, ἐπὰν δὲ εὕρητε, ἀπαγγείλατέ μοι, ὅπως κἀγὼ ἐλθὼν προσκυνήσω αὐτῷ. Οἱ δὲ ἀκούσαντες τοῦ βασιλέως ἐπορεύθησαν· καὶ ἰδοὺ ὁ ἀστῂρ ὃν εἶδον ἐν τῇ ἀνατολῇ προῆγεν αὐτούς, ἕως ἐλθὼν ἔστη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ ἐλθόντες εἰς τὴν οἰκίαν εὗρον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ καὶ ἀνοίξαντες τοὺς θησαυροὺς αὐτῶν προσήνεγκαν αὐτῷ δῶρα, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, Καὶ χρηματισθέντες κατ᾿ ὄναρ μὴ ἀνακάμψαι πρὸς Ἡρῴδην, δι᾿ ἄλλης ὁδοῦ ἀνεχώρησαν εἰς τὴν χώραν αὐτῶν.

Δόξα: Ταῖς τῶν σῶν Ἁγίων, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου, πρεσβείαις Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ.: Ἐλεῆμον, Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β´. Ὅλην ἀποθέμενοι.
Μάκαρ Θεοδόσιε, τοῦ σοῦ σπηλαίου βαθμίδας, πίστει κατερχόμενοι, ὅπερ ἁγιάζουσι τάφοι πάνσεπτοι εὐκλεῶν πίστεως καὶ σεμνῶν Ἁγίων, ἐκβοῶμεν·
ἱκετεύσατε τὸν Πανοικτίρμονα, Μάγοι Ὃν οἱ τρεῖς προσεκύνησαν, διδόναι ἡμῖν ἅπασιν, ἀρετῶν τὴν κλίμακα δύναμιν ἀνελθεῖν, φωσφόροι, Μητέρες καὶ Πατέρες ἀγλαοί, γνωστοὶ ἡμῖν καὶ ἀνώνυμοι, οὐρανῶν λευκάνθεμα.

Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τὸν λαόν Σου…

Ωδὴ ζ´. Οἱ ἐκ τῆς Ιουδαίας.
Ἀσκητῶν ὡραιότης, Θεοδόσιε μάκαρ ἐρήμου κλέϊσμα, ὑπὲρ τῶν προσκυνούντων, μονῄν σου τὴν ἁγίαν, τὸν Χριστὸν καθικέτευε, καὶ τῶν ὑμνούντων φαιδρῶς ἀσκητικούς σου πόνους.

Τὰς λιτὰς ἐκζητοῦμεν Εὐλογίας μητρός σου, ὦ Θεοδόσιε, Σοφίας, Θεοδότης, Μαρίας, Ἰωάννου, καὶ μαρτύρων τῆς μάνδρας σου, ἵνα τοῦ βίου καλῶς, ἀνύσωμεν τὰς τρίβους.

Εὐσπλαγχνίας χειμάῤῥους, Ξενοφῶντος ὁσίου, συμβία, πέφηνας· διό σε δυσωποῦμεν, Μαρία, σὺν τῷ οἴκῳ, τῷ ἁγίῳ σου πρόσδεξαι, τὰς ἱκεσίας ἡμῶν, σὸν τάφον προσκυνούντων.

Θεοτοκίον.
Ὑπερόπτας προσύλων, τοὺς οἰκέτας σου δεῖξον, Θεογεννήτρια, Χριστὸν ἡ ἐν ἀγκάλαις, βαστάσασα, τῶν Μάγων, τῆς Περσίδος προσκύνησιν, δεχθέντα, τὸν ἐν χερσὶ, βαστάζοντα τὴν κτίσιν.

Ωδὴ η´. Τὸν Βασιλέα.
Παράσχου πᾶσιν, ἡμῖν ἰσχὺν ἐδαφίσαι, τὴν ὀφρύν, Θεοδόσιε πάτερ, τοῦ δεινοῦ Βελίαρ, ἐρήμου φοῖνιξ θεῖε.

Ἐπιταφίους, ὑμῖν προσάγοντες ὕμνους, τὰς ὑμῶν ἐκζητοῦμεν πρεσβείας, Ἅγιοι ταφέντες, ἐν τῷ σπηλαίῳ τῷδε.
Ῥείθροις χαρίτων, ὑμῶν Μητέρες Ἁγίων, τὰς καρδίας δροσίσατε πάντων τῶν ἀσπαζομένων, ὑμῶν τοὺς θείους τάφους.

Θεοτοκίον.
Ἡ ἐν σπηλαίῳ, τὸν Βασιλέα τεκοῦσα, πάσης κτίσεως, ᾯ δῶρα μάγοι ἤνεγκον Περσίδος, ἁγίασον σοὺς δούλους.

Ωδὴ θ´. Κυρίως Θεοτόκον.
Μονῇ σου τῇ ἁγίᾳ τοὺς ἐν εὐλαβείᾳ προσερχομένους, σοφὲ Θεοδόσιε, δυσχερειῶν καὶ ἀνάγκης παντοίας λύτρωσαι.

Ὡς εὐκλεῶν Ἁγίων εὐλαβεῖς Μητέρες, ὑπὲρ ἡμῶν δυσωπεῖται τὸν Κύριον, τῶν προσκυνούντων τοὺς τάφους ὑμῶν, πανεύφημοι.

Νῦν προσκυνοῦντες τάφους ἐν σπηλαίῳ τούτῳ, ὑμῶν βοῶμεν· ἀνώνυμοι Ἅγιοι, σὺν ἐπωνύμοις εἰρήνην ἡμῖν βραβεύσατε.

Θεοτοκίον
Χαρᾶς αἰτία κόσμου, Μῆτερ τοῦ Ὑψίστου, Ὃν προσεκύνησαν Μάγοι ἐρχόμενοι, ἐκ τῆς Ἑῴας, τὰς θλίψεις ἡμῶν ἐκδίωξον.
  
Τὸ Ἄξιόν ἐστι, καὶ τὰ παρόντα Μεγαλυνάρια,.

Δόξα Σοι, βοῶμεν, Παμβασιλεῦ, τῷ προσκυνηθέντι, ὑπὸ Μάγων ἐν Βῃθλεὲμ, ἀκολουθησάντων, τὸ ἄστρον τὸ πυρφόρον, τῷ κόσμῷ τῷ μηνύσαν, Σὴν ἐνανθρώπησιν.

Ἔδειξε τὸν δρόμον ἐπιστροφῆς εἰς τὴν γῆν Χαλδαίων, Μάγοις Ἄγγελος τοῦ Θεοῦ, ἐν σπηλαίῳ τῷδε, ἐπαναπαυομένοις, μετὰ τὴν τοῦ Κυρίου, θείαν προσκύνησιν.
Τοὺς προσερχομένους πανευλαβῶς, κρύπτην προσκυνῆσαι, Θεοδόσιε, σῆς μονῆς, τάφοις ἐπωνύμων, καὶ ἀφανῶν Ἁγίων, τὴν καθαγιασθεῖσαν, ῥῦσαι κακώσεων.

Τῶν ἀναιρεθέντων ἀνηλεῶς ξίφει ἀλλοπίστων, ἐκζητήσωμεν τὰς εὐχὰς ὁσιομαρτύρων, μονῆς Θεοδοσίου, τοῦ θείου ἐπαινοῦντες τούτων τὰ σκάμματα.

Δεῦται, προσκυνήσωμεν εὐλαβῶς τάφους τῶν Μητέρων, τῶν Ἁγίων τῶν εὐκλεῶν, Θεοδότης θείας, Μαρίας, Εὐλογίας, καὶ τῆς Σοφίας, ταύτας ἐγκωμιάζοντες.

Σκέπε, Θεοδόσιε, τοὺς πιστῶς κρύπτην προσκυνοῦντας, ἐν ἐρήμῳ σῆς ἱερᾶς, μάνδρας μετὰ πάντων, τῶν ἐν αὐτῇ ταφέντων, Ἁγίων, ὧν πρεσβείας, ἀπεκδεχόμεθα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.

Τρισάγιον
Ἀπολυτίκιον. Ἦχος πλ. α´. Τὸν συνάναρχον Λόγον.

Ἀρετῶν τὰς βαθμίδας ἡμᾶς ἀνέρχεσθαι τοὺς καταβαίνοντας πόθῳ, βαθμίδας κρύπτης τῆς σῆς, Θεοδόσιε, ἐν ᾗ διενυκτέρευσαν, Μάγοι ἐκ τῆς Ἀνατολῆς, προσκυνήσαντες Χριστὸν, ὡς βρέφος, καὶ ἣ κοσμεῖται, πληθύος τάφων Ἁγίων, κοινοβιάρχα, καταξίωσον.
  
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ᾿ ἣν ψάλλομεν τὸ ἑξῆς: Ἦχος β΄. Οτε ἐκ τοῦ ξύλου.
  
Νέφος τῶν Ἁγίων ἱερὸν ἐπωνύμων καὶ ἀνωνύμων, ἀνδρῶν τε καὶ γυναικῶν, ὧν καθαγιάζουσιν, οἱ τάφοι σπήλαιον, τὸ ξενίσαν τοὺς ἄρχοντας τοὺς τρεῖς τῆς Περσίδος μετὰ τὴν προσκύνησιν, τοῦ νηπιάσαντος, Κτίστου δι᾿ ἡμᾶς, τοῦ σεμνείου τοῦ Θεοδοσίου τοῦ θείου, ὄμβριζε ἡμῖν ὑψόθεν δύναμιν.

Δέσποινα, πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, ὦ Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Δίστιχον
Εὐσυμπάθητοι Ἅγιοι, Χαραλάμπει
βραβεύσατε ψυχῆς εἴρήνην καὶ ῥώμην.

ΤΕΛΟΣ, ΚΑΙ ΔΟΞΑ ΤΩ ΜΟΝΩ ΑΛΗΘΙΝΩ ΘΕΩ ΗΜΩΝ.
ΝΕΚΤΑΡΙΟΣ ΜΑΜΑΛΟΥΓΚΟΣ
Πηγή:xristianos

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου