Παρασκευή 26 Οκτωβρίου 2012

Παρακλητικός Κανών Νέστωρ Μάρτυς


Γερασίμου μοναχοῦ Μικραγιαννανίτου
Ὁ Ἱερεύς ἄρχεται τῆς Παρακλήσεως μέ τήν δοξολογικήν ἐκφώνησιν: Εὐλογητός ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μή ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Ψαλμός ρμβ’ (142).

Κύριε εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν τῇ δικαιοσύνῃ Σου καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος καί ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ πορεύσομαι, ὅτι πρός Σέ ἦρα τήν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με.Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.

Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:

Θεός Κύριος καί ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. X4

Εἶτα τὸ Τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθείς.

Καταπαλαίσας τὸν ἀρχέκακον ὄφιν, ἀθλητικῶς παρὰ Χριστοῦ ἐδοξάσθης, ὦ Ἀθλοφόρε Νέστωρ παναοίδιμε, ὅθεν καθικέτευε, πάσης ῥύεσθαι βλάβης, καὶ παθῶν καὶ θλίψεων, καὶ παντοίων κινδύνων, καὶ χαλεπῶν ἐν βίῳ πειρασμῶν, τοὺς καταφεύγοντας, Μάρτυς τῇ σκέπῃ σου.

Δόξα. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμέν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου.
Ωδὴ α΄. Ὑγρὰν διοδεύσας.

Τὸν δρόμον τὸν θεῖον τετελεκώς, ἐνίσχυσον Νέστωρ, ὡς ἀήττητος Ἀθλητής, ἡμᾶς διανύειν ἀπροσκόπτως, τῆς εὐσεβείας ὁδὸν τὴν σωτήριον.
Ἡνίκα ἐπέλθῃ ἐπιφορά, δεινῶν ἀδοκήτων, τοῖς οἰκέταις σου Ἀθλητά, τότε ἡμῖν φάνηθι ὑψόθεν, καὶ τῶν παθῶν λῦσον Νέστωρ τὸν τάραχον.
Νεκρώσας Λυαῖον τὸν δυσμενῆ, Χριστοῦ τῇ δυνάμει, ἀπονέκρωσον Ἀθλητά, τῇ σῇ ζωτικῇ ἐπιστασίᾳ, τὴν καθ’ ἡμῶν τοῦ Βελίαρ ἐπήρειαν.
Θεοτοκίον.
Σωτῆρα τεκοῦσα καὶ Λυτρωτήν, Χριστὸν τὸν Δεσπότην, κόσμον σώσαντα ἐκ φθορᾶς, ῥῦσαί με ἁγνὴ Θεογεννῆτωρ, φθοροποιῶν παθημάτων καὶ θλίψεων.

Ωδὴ γ΄. Οὐρανίας ἀψίδος.

Ἡ σὴ ἄθλησις Μάρτυς τὸν δυσμενῆ ἤσχυνεν, ὅθεν τῆς αὐτοῦ πανουργίας καὶ δολιότητος, ἡμᾶς ἀπάλλαξον, Νέστωρ Χριστοῦ Ἀθλοφόρε, ταῖς πρὸς τὸν Οἰκτίρμονα, Θεὸν πρεσβείαις σου.
Νεανίας ὡραῖος καὶ εὐπρεπὴς πέφηνας, σῶμα καὶ ψυχὴν προσενέγκας, τῷ Παντοκράτορι, ὅθεν ὡράϊσον, τὸ εἰδεχθὲς τῆς ψυχῆς μου, Νέστωρ τῇ δοθείσῃ σοι, θεόθεν χάριτι.
Χαρισμάτων πλουσίων παρὰ Θεοῦ ἔτυχες, οἷα Ἀθλητὴς τοῦ Σωτῆρος, Νέστωρ περίδοξος, ὅθεν χαρίτωσον, καὶ χαρᾶς πλήρωσον θείας, Μάρτυς τοὺς παλαίοντας, βίου ταῖς θλίψεσι.
Θεοτοκίον.
Ἀπειράνδρως τεκοῦσα τὸν τοῦ παντὸς Κύριον, Κεχαριτωμένη Παρθένε Θεοχαρίτωτε, δύναμιν δίδου μοι, τῶν τοῦ ἐχθροῦ κυριεύειν, προσβολῶν ἑκάστοτε, καὶ ἐπιθέσεων.

Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.

Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.


Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.

Πρεσβεύειν Χριστῷ, τῷ πάντων βασιλεύοντι, διδόναι ἡμῖν, πταισμάτων ἀπολύτρωσιν, καὶ βίου ἐπανόρθωσιν, καὶ χρηστότητος θεία δωρήματα, μὴ ἐλλείπῃς ὦ Νέστωρ Ἀθλητά, τοῖς πίστει τιμῶσί σου τὴν ἄθλησιν.

Ωδὴ δ΄. Εἰσακήκοα Κύριε.

Ῥαντισμοῖς τῶν αἱματων σου, τῶν ὑπὲρ Χριστοῦ χυθέντων μακάριε, δρόσον θείας παρακλήσεως, δίδου τοῖς πιστῶς σοι καταφεύγουσι.
Ἱλασμὸν ἡμῖν αἴτησαι, καὶ παραπτωμάτων Μάρτυς συγχώρησιν, καὶ εἰρήνην ἀστασίαστον, παρὰ τοῦ Κυρίου Νέστωρ Ἅγιε.
Νεκρωθεὶς διὰ Κύριον, νέκρωσον τὴν ζῶσαν κακίαν ἔνδοξε, ζωηφόροις ἱκεσίαις σου, τὴν ἀπονεκροῦσαν τὴν καρδίαν μου.
Ἡ πρεσβεία σου Ἅγιε, πάντων τὰς αἰτήσεις πληροῖ ἑκάστοτε, διὰ τοῦτο πρὸς σὲ σπεύδομεν, καὶ χάριν καὶ ἔλεος λαμβάνομεν.
Θεοτοκίον.
Μὴ λιπῶν τα οὐράνια, ὅλως ἐν νηδύϊ Σου κατεσκήνωσας, ὁ Ὑπέρθεος δι’ ἔλεος, Κόρη καὶ τὸν κόσμον ἀνεκτήσατο.

Ωδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἴδε συμπαθῶς, τοὺς ἐστῶτας μετὰ πίστεως, τῇ Εἰκόνι σου ὦ Νέστωρ Ἀθλητά, καὶ παράσχου πᾶσι Μάρτυς τὰ αἰτήματα.
Νόσων καὶ παθῶν, καὶ ποικίλων περιστάσεων, ἀνωτέρους διαφύλαττε ἀεί, τοὺς προστρέχοντας τῇ χάριτί σου ἔνδοξε.
Δύναμιν ἡμῖν, κατ’ ἐχθροῦ τοῦ πολεμήτορος, τοῦ ἀεὶ ὠρυομένου καθ’ ἡμῶν, δίδου Ἅγιε τῇ θείᾳ ἀντιλήψει σου.
Θεοτοκίον.
Ἵνα τῆς φθορᾶς, τὸν Ἀδὰμ ἀνακαλέσηται, νέος ὤφθη ἐκ Σοῦ Ἄχραντε Ἀδάμ, δι’ ἀγάπην ὁ Θεὸς ὁ προαιώνιος.

Ωδὴ στ΄. Τὴν δέησιν.

Δυνάμει, τῇ τοῦ Χριστοῦ ἀριστεύσας, ἐνδυνάμωσον ἡμᾶς Ἀθλοφόρε, καρτερικῶς, ὑπομένειν τὰς θλίψεις, ὡς ἂν Χριστὸν τὸν οἰκτίρμονα Κύριον, εὐΐλατον καὶ συμπαθῆ, ἐν ἡμέρᾳ τῆς κρίσεως εὕρωμεν.
Ὁ πλήξας, καὶ καθελὼν τὸν Λυαῖον, ἀπτοήτως τῇ τῆς πίστεως ὅπλῳ, τὴν καθ’ ἡμῶν τοῦ βελίαρ μανίαν, καὶ τὰ πυρίμορφα βέλη ἀφάνισον, δι’ ὧν ἀπαύστως ἀπειλει, ψυχικὸν ἡμῖν ολεθρον Ἅγιε.
Ὑψόθεν, ἐπιφανεὶς ἀοράτως, Ἀθλοφόρε παναοίδιμε Νέστωρ, τοῖς προσιοῦσι τῇ σῇ προστασίᾳ, τούτοις παράσχου πλουσίως τὴν χάριν σου, ἵνα ῥυσθῶσι δι’ αὐτῆς, τῶν πολλῶν πειρασμῶν τε καὶ θλίψεων.
Θεοτοκίον.
Ναμάτων, ζωοποιῶν Θεοτόκε, ἀνεξάντλητος ὑπάρχουσα κρήνη, βλῦσον ἡμῖν οἰκτιρμῶν Σου τὰ ῥεῖθρα, τὸν μολυσμὸν τῆς ψυχῆς μου καθαίροντα, καὶ νέμοντα πᾶσιν ἁγνή, εὐφροσύνην καὶ χαριν καὶ ἔλεος.

Διάσωσον, τῇ σῇ πρεσβείᾳ ὦ Νέστωρ Μάρτυς Κυρίου, τῶν ἐν τῷ βίῳ πειρατηρίων καὶ θλίψεων, τοὺς προσφοιτῶντας τῇ θείᾳ σου ἀντιλήψει.
Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἀθλητικῇ παῤῥησίᾳ σου Ἅγιε, πρὸς τὸν Οἰκτίρμονα Λόγον καὶ Κύριον, δυσώπει ἀπαύστως δεόμεθα, θείας τυχεῖν ἡμᾶς Μάρτυς χρηστότητος, ὦ Νέστωρ ἡμῶν ἀγαλλίαμα.

Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος: Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.

Εὐαγγέλιον, ἐκ τοῦ κατὰ Λουκᾶν:
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων, ἐπιβαλοῦσι γὰρ ἐφ’ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου. Ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν τὰς καρδίας ὑμῶν μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν, οὐδὲ ἀντιστῆναι πάντες, οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων καὶ ἀδελφῶν καὶ συγγενῶν καὶ φίλων· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπολήται. Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ἡμῶν.

Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.
Στίχος: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Ἀθλήσας στεῤῥότατα, ὑπὲρ τῆς δόξης Κυρίου, καὶ ἐχθρὸν κατήσχυνας, τῇ στεῤῥᾷ ἐνστάσει σου Νέστωρ ἔνδοξε, ἀλλὰ νῦν πρέσβευε, Χριστῷ τῷ Σωτῆρι, κατοικτεῖραι τοὺς οἰκέτας σου, καὶ δοῦναι ἅπασιν, τῶν πλημμελημάτων τὴν ἄφεσιν, καὶ θλιβερῶν τὴν λύτρωσιν, καὶ χαρὰν ἐν βίω τὴν κρείττονα, τοῖς ἐπιτελοῦσι, προθύμως τὴν σεπτήν σου ἑορτήν, καὶ μεγαλύνουσιν Ἅγιε, τὸν σε στεφανώσαντα.

Ωδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐναθλήσας νομίμως, ὡς γενναῖος ὁπλίτης Χριστου μακάριε, εκ πάσης ἀνόμιας, καὶ χαλεπῆς πικρίας, καὶ δεινῆς περιστάσεως, λύτρωσαι Νέστωρ ἡμᾶς, τῇ σῇ ἐπιστασίᾳ.
Σωτηρίαν ἐξαίτει καὶ σκανδάλων ποικίλων τὴν ἀπολύτρωσιν, καὶ πᾶσαν εὐπραγίαν, καὶ θείαν εὐλογίαν, τοῖς θερμῶς καταφεύγουσι, τῇ προστασίᾳ τῇ σῇ, ὦ Νέστωρ Χριστομάρτυς.
Τῶν παθῶν ἡμῶν σβέσον τὴν ἀκάθεκτον φλόγα τὴν ἀναλίσκουσαν, ψυχὴν ἡμῶν καὶ σῶμα, ἐχθροῦ τῇ συνεργίᾳ, καὶ τὴν ὕπαρξιν ἅπασαν, τῶν πρεσβειῶν σου σοφέ, πλουσίᾳ ἐπομβρίᾳ.
Ὁλοτρόπως ὑπήχθην τοῦ ἐχθροῦ τῇ ἀπάτῃ νοΐ ἀγνώμονι, ἀλλὰ τῶν πρεσβειῶν σου, ἡ χάρις προφθασάτω, καὶ ῥυσάσθω με τάχιστα, τῆς κακουργίας αὐτοῦ, ὦ Νέστωρ Ἀθλοφόρε.
Θεοτοκίον.
Ῥῶσιν δίδου μοι Κόρη, καὶ ψυχῇ καὶ καρδίᾳ καὶ νῷ καὶ σήματι, ὡς ἂν ποιῶ καὶ πράττω, τὸ θέλημα Κυρίου, τὸ σωτήριον πάντοτε, καὶ κληρονόμος αὐτοῦ, γένωμαι μετὰ τέλους.

Ωδὴ η΄. Τὸν Βασιλέα τῶν Οὐρανῶν.
Γεγαυρωμένον, καταβαλὼν τὸν Λυαῖον, πύργος ἄσειστος καὶ τεῖχος ἀσφαλείας, δέδοσαι ἀθλήσας, τῇ σῇ πατρίδι Νέστωρ.
Ἔχων παμμάκαρ, πρὸς τὸν Χριστὸν παῤῥησίαν, καθικέτευε ἐκ πάσης δυσπραγίας, ῥύεσθαι ὦ Νέστωρ, τοὺς σὲ ὑμνολογοῦντας.
Ῥῶσιν παράσχου, κατὰ ψυχήν τε καὶ σῶμα, τοῖς στενάζουσι τοῦ βίου ταῖς ἀνάγκαις, καὶ τοῖς θλιβομένοις, παράκλησιν ἁγίαν.
Θεοτοκίον.
Ἁγίασον μου, τὴν μολυσθεῖσαν καρδίαν, πανυπέραγνε πάθεσιν ἁμαρτίας, ἵνα Σε δοξάζω, ὑπερδεδοξασμένη.

Ωδὴ θ΄. Κυρίως Θεοτόκον.
Στεφάνῳ ἀφθαρσίας, κατηγλαϊσμένος, φθοροποιῶν παθημάτων ἀπάλλαξον, τοὺς σὲ γεραίροντας Νέστωρ, Μάρτυς ἀήττητε.
Ἰλύος ἁμαρτίας, πλῦνον Ἀθλοφόρε, τῇ ῥυπτικῇ σου πρεσβείᾳ καὶ χάριτι, τὰς διανοίας ὦ Νέστωρ ἡμῶν δεόμεθα.
Μεθέξει ζωηφόρῳ, ὣν τεθεωμένος, ἐπουρανίου φωτὸς Νέστωρ ἔμπλησον, φωτιστικαῖς σου πρεσβείαις, τοὺς σὲ γεραίροντας.
Ὁρῶν αὐτοπροσώπως, τοῦ Χριστοῦ τὴν δόξαν, σὺν Δημητρίῳ τῷ θείῳ ἐν Μάρτυσι, σὺν αὐτῷ Νέστωρ ἐξαίτει, ἡμῖν τὰ κρείττονα.
Θεοτοκίον.
Ὑπὲρ τῶν οἰκετῶν Σου, Κεχαριτωμένη, τὸν Σὸν Υἱὸν καὶ Δεσπότην ἱκέτευε, δοῦναι ἡμιν Θεοτόκε, πταισμάτων ἄφεσιν.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαίροις Ἀθλοφόρε Χριστοῦ στεῤῥέ, ὁ κατανικήσας, τὸν Λυῖον τὸν δυσμενῆ, χαίροις ὁ αἰσχύνας, τὸν δόλιον βελίαρ, τῇ σῇ στεῤῥᾷ ἀθλήσει, Νέστωρ μακάριε.

Νέος μὲν τῷ σώματι κομιδῇ, πέλων Ἀθλοφόρε, καὶ ἀήττητος τῇ ψυχῇ, ἔλυσας τῆς πλάνης, τὸ κράτος καὶ τὸ θράσος, Σταυροῦ τῇ πανοπλίᾳ, Νέστωρ πανόλβιε.

Ἔδραμες ὦ Νέστωρ πίστει θερμῇ, τῷ ἐγκεκλεισμένῳ, Δημητρίῳ ἐν τῇ φρουρᾷ, καὶ τὴν εὐλογίαν, αὐτοῦ λαβὼν πλουσίαν, καθεῖλες τὸν Λυαῖον, καὶ χαίρων ἤθλησας.

Χαίροις εὐσεβείας ἄνθος σεπτόν, καὶ Θεσσαλονίκης, ἐγκαλλώπισμα εὐκλεές, χαίροις Δημητρίου, τοῦ θείου Μυροβλύτου, οἰκεῖος καὶ συνήθης, Νέστωρ ἀήττητε.

Ξίφει ἐκτημθείς σου τὴν κεφαλήν, ὑπὲρ τῆς ἀγάπης, τοῦ Σωτῆρος τῆς κραταιᾶς, τούτῳ προσηνέχθης, ὡς θεῖον ἱερεῖον, καὶ παρ’ Αὐτοῦ ἀξίως, Νέστωρ δεδόξασθαι.

Σὺν τῷ Δημητρίῳ τῷ θαυμαστῷ, πρέσβευε ἀπαύστως, τῷ Παντάνακτι καὶ Θεῷ, Νέστωρ Ἀθλοφόρε, πάσης ῥυσθῆναι βλάβης, τοὺς εὐλαβῶς τελοῦντας, τὴν θείαν μνήμην σου.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς τήν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν Κύριε ἐλέησον. Ὑπό τοῦ Ἱερέως Ἀπόλυσις. Καί τῶν Χριστιανῶν ἀσπαζομένων τήν Εἰκόνα καί χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τά παρόντα Τροπάρια: Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.

Νέστωρ, Ἀθλοφόρε τοῦ Χριστοῦ, ἔχων πρὸς Αὐτὸν παῤῥησίαν, ὡς δι’ ἀγάπην Αὐτοῦ, αἷμά σου τὸ τίμιον, ἐκχέας Ἅγιε, καθικέτευε πάντοτε, θερμῇ ἱκεσίᾳ, ὑπὲρ τῶν ἐκ πίστεως, παρακαλούντων σε, ὅπως, ἀναγκῶν καὶ κινδύνων, καὶ πολυειδῶν ἄλλων πόνων, ἀσινεῖς ἐν βίῳ διαμένωμεν.

Δέσποινα πρόσδεξαι τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τήν πᾶσαν ἐλπίδα μου, εἰς Σέ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπό τήν σκέπην Σου.

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἡμᾶς, Ἀμήν.

Πηγή:Εδώ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου