Ψαλλόμενος τὴν Τρίτην τῆς Διακαινησίμου.
Ἱερεὺς.
Εὐλογητὸς ὁ Θεὸς ἡμῶν, πάντοτε, νύν, καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν. Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, ἐπάκουσόν μου ἐν τῇ δικαιοσύνῃ Σου. Καὶ μὴ εἰσέλθῃς εἰς κρίσιν μετὰ τοῦ δούλου Σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν Σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρὸς τὴν ψυχήν μου· ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέν με ἐν σκοτεινοῖς ὡς νεκροὺς αἰῶνος· καὶ ἠκηδίασεν ἐπ’ ἐμὲ τὸ πνεῦμά μου, ἐν ἐμοὶ ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων καὶ ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασιν τῶν χειρῶν Σου ἐμελέτων. Διεπέτασα πρὸς Σέ τὰς χεῖράς μου· ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχὺ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τὸ πνεῦμά μου. Μὴ ἀποστρέψῃς τὸ πρόσωπόν Σου ἀπ’ ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστὸν ποίησόν μοι τὸ πρωῒ τὸ ἔλεός Σου, ὅτι ἐπὶ Σοὶ ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδὸν ἐν ᾗ πορεύσομαι, ὅτι πρὸς Σὲ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά Σου, ὅτι Σὺ εἶ ὁ Θεός μου. Τὸ πνεῦμά Σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ· ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε, ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου. Καὶ ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τοὺς ἐχθρούς μου, καὶ ἀπολεῖς πάντας τοὺς θλίβοντας τὴν ψυχήν μου· ὅτι ἐγώ δοῦλός Σού εἰμι.
Λαὸς
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, α'. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, β'. Πάντα τὰ ἔθνη ἐκύκλωσάν με, καὶ τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ, γ'. Παρὰ Κυρίου ἐγένετο αὕτη, καὶ ἔστι θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Λαὸς καὶ εὐθὺς τὰ ἑπόμενα Προσόμοια. Ἦχος Δ΄.
Τῇ θαυμαστῇ σου Πορταΐτισσα σκέπῃ δι' ἡς λυτροῦται ἡμᾶς πάσης ἀνάγκης προστρέχομεν ἑκάστοτε κραυγάζοντες θερμῶς· ὥσπερ πάλαι ἔδειξας, ἐφ᾽ ἡμῖν τὴν σὴν χάριν, οὕτω καὶ νῦν Δέσποινα, μὴ ἐλλείπῃς εἰς τέλος, ὡς ἐπηγγείλω σκέπειν καὶ φρουρεῖν, τοὺς ἀδιστάκτῳ ψυχῇ, προσιόντάς σοι.
Λαὸς
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. ῞Ομοιον.
Ἡ εὐκλεὴς καὶ παναγία Εἰκών σου, ὥσπερ ἐχέγγυον ἡμῖν σωτηρίας, τῇ σῇ προνοίᾳ ῎Αχραντε δεδώρηται, ῞Ηνπερ θησαυρίσασα ἡ Μονὴ τῶν ᾽Ιβήρων, πάσης ἀπαλλάττεται, διὰ σοῦ ἐπηρείας, καὶ σὺν αὐτῇ ἐλπίδος ἀρραγοῦς, πληροῦται Κόρη, καὶ πᾶς ὁ προστρέχων σοι.
Λαὸς Ὁ Νʹ Ψαλμός.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστιν διὰ παντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήμφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέν με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ραντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς με ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστᾶ τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν Σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου Σου καὶ τὸ Πνεῦμα Σου τὸ Ἅγιόν μὴ ἀντανέλῃς ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ στήρισόν με. Διδάξω ἀνόμους τὰς ὁδούς Σου, καὶ ἀσεβεῖς ἐπὶ Σὲ ἐπιστρέψουσιν. Ρῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν Σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξ ουθενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ιερουσαλημ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν Σου μόσχους.
Λαὸς Καὶ εὐθὺς ψάλλομεν τὸν Κανόνα. Ἦχος πλ. Δ΄.ᾨδὴ Α΄. Ἁρματηλάτην Φαραώ.
Τὰ μεγαλεῖα τῆς σεπτῆς εἰκόνος σου, ἀνευφημεῖσαι τολμῶν, ἐν ὑλικῇ γλώσσῃ, καὶ ρυπῶσι χείλεσι· τῆς πυριμόρφου δέομαι καθαρσίου λαβίδος ἧς ῾Ησαΐας ἡξίωται, Μήτηρ τοῦ Θεοῦ ἀπειρόγαμε.
Λαὸς
Λαὸς
Ρῶσιν καὶ χάριν ἀληθῆ καὶ ἔλεος, ἡ σὴ ἁγία Εἰκών, δαψιλῶς βλυστάνει, ὡς πηγὴ ἀκένωτος, καὶ θλίψεων τοὺ; ἄνθρακας, καταπαύει Παρθένε, δρόσῳ τῆς σῆς ἀγαθότητοτ πάντων τὰς καρδίας εὐφραίνουσα.
Λαὸς
Λαὸς
Ὀδυγηρῶν ἐπιφορῶν ἀπάλλαξον, καὶ νοσημάτων δεινῶν, καὶ τῶν ἐν βίῳ Κόρη περιστάσεων, τοὺς εὐλαβῶς προστρέχοντας, τῇ σεπτῇ σου Εἰκόνι, τῇ δοξασθείσῃ Πανάχραντε, τῇ ἐπισκιάσει τῆς δόξης σου.
Λαὸς
Λαὸς
Ὕπερθεν Κόρη τῶν πυλῶν ηὐδοκήσας, τῆς τῶν Ἰβήρων Μονῆς, τὸ θεοειδές σου σωθῆναι Ἐκτύπωμα· ἐντεῦθεν ΙΙορταΐτισσα, φερωνύμως ἐκλήθης, ὡς θυρωρὸς αὐτεπάγγελτος, ταύτης σου τῆς ποίμνης καὶ πρόμαχος.
Λαὸς ᾨδὴ Γ'. Οὐρανίας ἁψίδος.
Λαὸς ᾨδὴ Γ'. Οὐρανίας ἁψίδος.
Ρῦσαι πάσης ἀνάγκης, καὶ προβολῆς Ἄχραντε, ταύτην σου τὴν ποίμνην Παρθένε, ἀνακειμένην σοι, καὶ πᾶσαν ἄδικον βουλὴν διάλυε τάχος κατ' αὐτῆς δεόμεθα, ὢ Πορταΐτισσα.
Λαὸς
Λαὸς
Ἔν τῇ σῇ προστασίᾳ καὶ μητρικῇ χάριτι, καὶ συμπαθεστάτῃ προνοίᾳ καὶ ἀντιλήψει σου, ἀεὶ προστρέχοντες, οἱ τὸν σὸν κλῆρον οἰκοῦντες Κόρη Πορταΐτισσα, διασωζόμεθα.
Λαὸς
Λαὸς
Ἱλαστήριον θεῖον, ὡς ἀληθῶς ἔδειξας, ἡμῖν Πορταΐτισσα Κόρη, τὸ σὸν Ἐκτύπωμα, ὧ προσπελάζοντες, ψυχῶν ὁμοῦ καὶ σομάτων, ἴασιν λαμβάνομεν, τῇ σῇ χρηστότητι.
Λαὸς
Λαὸς
Παραδόξως ἀφῖκται, ἡ σὴ Εἰκὼν Ἄχραντε, πάλαι ἐκ Νικαίας ἐν Ἄθῳ τῇ εὐδοκίᾳ σου, καὶ ὑπὲρ ἥλιον, τῆς ἀρωγῆς σου ἀστράπτει, πᾶσι τὰ δωρήματα, τοῖς σὲ δοξάζουσι.
Λαὸς
Λαὸς
Διάσωσον ὦ Πορταΐτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψύχως προστρέγοντας τῇ σῇ σκέπῃ.
Λαὸς
Λαὸς
Ἐπίβλεψον ἐν εὐμενείᾳ, Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.

Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.

Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).

Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Λαὸς
Ἀμήν.Μετὰ τὴν ἐκφώνησιν τὸ παρὸν Κάθισμα. Ἦχος Β΄. Πρεσβεία θερμή.
Προστάτις θερμή, καὶ μέγα καταφύγιον, καὶ σκέπη στερρά, καὶ σύμμαχος καὶ ἔφορος, ὑπάρχεις Πορταΐτισσα, τῶν τὴν σὴν ἐκζητούντων βοήθειαν διὸ λύτρωσαι πάσης ἀπειλῆς, ὡς ὑπέσχου Πανάμωμε.
Λαὸς ᾨδὴ Δ', Σύ μου ἰσχύς.

Ὅλῃ ψυχῇ, καὶ διανοίᾳ προστρέχομεν, Θεοτόκε τῇ ἀγαθότητι, καὶ ἐκβοῶμεν σοι ἐν κλαυθμῷ κλῖνόν σου τὰ ὦτα, εἰς τὰς φωνὰς ἡμῶν Ἄχραντε, καὶ πλήρου τὰς αἰτήσεις, Πορταΐτισσα Κόρη, τὰς ἡμῶν ὡς Θεοῦ Μήτηρ εὔσπλαγχνος.
Λαὸς
Λαὸς
Ρήσεις τὰς σάς, ἃς ἀπεφήνω,Πανάχραντε, περὶ ταύτης, τῆς κληρονομίας σου, πλήρου Παρθένε ὡς συμπαθής, καὶ μὴ ἀποστήσῃς, ἐκ ταύτης τὴν προστασίαν σου· ἡμάρτομεν γὰρ Κόρη, ἀλλὰ σοὶ καθ' ἑκάστην, τὰς ἐλπίδας ἡμῶν ἀναφέρομεν.
Λαὸς
Λαὸς
Τὰς ψυχικάς, ἡμῶν ὀδύνας θεράπευσον, καὶ τὰς νόσους, πάσας τὰς τοὺς σώματος, τὰς δυσφορήτους καὶ χαλεπάς, ἴασαι Παρθένε, καὶ θείῳ φόβῳ στοιχείωσον, ἡμῶν τὰς διανοίας, Πορταΐτισσα Κόρη πρὸς Θεοῦ θελημάτων ἐκπλήρωσιν.
Λαὸς
Λαὸς
Νόμοι ἐν σοί, φύσεως κεκαινοτόμηνται, Θεομῆτορ, πάντα ὑπὲρ φῦσιν γὰρ, τὰ κατὰ σὲ καὶ καινοπρεπῆ· καὶ γὰρ παραδόξως, ἡ θάλασσα τὴν Εἰκόνα σου, Μονῇ τῇ τῶν Ἰβήρων, ἀσινῆ ἐξαισίως, παρέδωκε φέρουσα Δέσποινα.
Λαὸς ᾨδὴ Ε΄. Ἵνα τί με ἀπώσω;
Ἵνα τὶ ἐλαμπρύνθη, ἡ δεδοξασμένη Εἰκὼν τοῦ προσώπου σου, καὶ ἐμεγαλύνθη, ὑπὲρ, λόγον Ἁγνὴ Πορταΐτισσα; ξένως γὰρ ὡς ἦκεν, ἡμιῖν ποτὲ διὰ θαλάσσης οὕτω ξένα ἐργάζεται θαύμιατα.

Τῶν δαιμόνων τὰ θράση, καθ' ἡμῶν κατάβαλε Θεοχαρίτωτε, καὶ τῶν μελετώντων, πονηρὰ καὶ κενὰ Πορταΐτισσα, κατὰ τοῦ σοῦ Ὄρους, ὃ ἠρετίσω ὡς οἰκεῖον, τὰς δεινὰς σκευωρίας ματαίωσον.
Λαὸς
Λαὸς
Ἱεράν σε κρηπῖδα, καὶ ἀπεριδόνητον ἱερὰν ἄγκυραν, κεκτημένοι Κόρη, οἱ σοὶ δοῦλοι, πρὸς σὲ καταφεύγομεν· διὸ τὰς σπιλάδας τῶν πειρασμῶν, καὶ καταιγίδας, ὡς ἀφροὺς θαλαττίους διάλυσον.
Λαὸς
Λαὸς
Σωτηρίας πρὸς τρίβον, καὶ πρὸς μετανοίας ὁδὸν τὴν σωτήριον, ἴθυνον Παρθένε, τοὺς θερμῶς πρθσιόντας τῇ σκέπῇ σου, καὶ μετὰ τὸ τέλος ὑπὲρ ἡμῶν ὡς ἐπηγγείλω, ἀγαθὰ τῷ Θεῷ ἡμῶν λάλησον.
Λαὸς ᾨδὴ ΣΤ΄. Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον.
Σωμάτων σε, ἰατῆρα ἄμισθον, τῶν ψυχῶν θεραπευτὴν κεκτημένοι, ὡς ἀληθῶς Πορταΐτισσα Κόρη, τῇ εὐκλεεῖ σου εἰκόνι προστρέχομεν, καὶ ἐξ αὐτῆς τὰς δωρεάς, τῆς εὐνοίας σου πίστει λαμβάνομεν.
Λαὸς
Ἀκύμαντος τῶν κυμάτων ὕπερθεν, διαπλεύσασα ἡ θεια Εἰκών σου, ἧκεν ἡμῖν ὡς λιμὴν σωτηρίας, καὶ τῶν δεινῶν κατευνάζει τὰ κύματα, γαλήνην δὲ τὴν ἀληθῆ, πρυτανεύει ἡμῖν Πορταίτισσα.
Λαὸς
Τὴν πύλην μοι, τῆς ζωῆς ὑπάνοιξον, ἀφαρπάζουσα πυλῶν με τοῦ Ἅδου, ἡ Πυλωρὸς τῆς Μονῆς τῶν Ἰβήρων, ὀνομασθῆναι θελήσασα Δέσποινα, ἀποκοπήν μοι τῶν χρεῶν, τῶν πολλῶν μου εὐσπλάγχνως βραβεύθυσα.
Λαὸς
Ἡγίασται, ἀληθῶς ἡ θάλασσα, διαπλεύσει τῆς ἁγιας Μορφῆς σου, ἡ δὲ Μονὴ τῶν Ἰβήρων ὡς πλοῦτον, τῆς ἀρωγῆς σου αὐτὴν ὑπεδέξατο, ἅπας ὁ Ἄθως δὲ αὐτήν, ὡς ἐλπίδος πυρσὸν κατεπλούεησε.
Λαὸς
Διάσωσον ὦ Πορταίτισσα Πάναγνε Θεοτόκε, πάσης βλάβης καὶ ἀναγκῶν τε καὶ θλίψεων, τοὺς ὁλοψὶχως προστρέχοντας τῇ σῇ σκέπῃ.
Λαὸς
Ἄχραντε ἡ διὰ λόγου τὸν λόγον ἀνερμηνεύτως, ἐπ' ἐσχάτων τῶν ἡμερῷν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικην παρρησιαν.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ του Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως των ἁμαρτιῶν των δούλων του Θεοῦ, πάντων των εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, των κατοικούντων καὶ παρεπιδημούντων ἐν τη (κώμῃ, πόλη) ταύτη, των ἐνοριτῶν, ἐπιτρόπων, συνδορομητῶν καὶ ἀφειρωτῶν του ἁγίου ναοῦ τούτου.
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ των δούλων του Θεοῦ, (ὀνόματα).
Λαὸς
Κύριε ἐλέησον, Κύριε ἐλέησον, Κύριε ἐλέησον.
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
Λαὸς
Ἀμήν. Τὸ παρὸν Κοντάκιον. Ἦχος β΄. Τοῖς τόν αἱμάτων σου.
Ὡς προστασίαν καὶ σκέπην καὶ ἔφορον, ὁ περιώνυμος κλῆρός σου Ἄχραντε, ὑμνεῖ σε ἀεὶ Πορταΐτισσα, καὶ ἐκ βαθέων ψυχῆς ἀνακράζει σοι· ἀπαύστως με φύλαττε Δέσποινα.
Λαὸς. Προκείμενον.
Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Λαὸς.

Στίχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ. Μνησθήσομαι τοῦ ὀνόματός σου ἐν πάσῃ γενεᾷ καὶ γενεᾷ.
Ἱερεὺς.
Καὶ ὑπέρ του καταξιωθῆναι ἡμᾶς της ἀκροάσεως του ἁγίου Εὐαγγελίου, Κύριον τὸν Θεὸν ἡμῶν ἱκετεύσωμεν.
Λαὸς.
Κύριε, ἐλέησον (γ').
Ἱερεὺς.
Σοφία. Ὀρθοῖ, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου. Εἰρήνη πᾶσι.
Λαὸς.
Καὶ τῶ Πνεύματί σου.
Ἱερεὺς.
Ἐκ τοῦ κατὰ Λουκᾶν ἁγίου Εὐαγγελίου τὸ ἀνάγνωσμα. Πρόσχωμεν!
Λαὸς.
Δόξα σοί, Κύριε, δόξα σοί.
Ἱερεὺς.
Λαὸς. Ἦχος Β΄.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Λαὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἐν ταῖς ἡμέαις ἐκείναις, ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν Ἰούδα, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν Ἐλισάβετ. Καὶ ἐγένετο ὡς ἤκουσεν ἡ Ἐλισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τὴ κοιλίᾳ Αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος Ἁγίου ἡ Ἐλισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη Σῦ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας Σου. Καὶ πόθεν μοὶ τοῦτο, ἵνα ἔλθῃ ἡ μήτηρ τοῦ Κυρίου μου πρὸς μέ; Ἰδοὺ γάρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ Σου εἰς τὰ ὦτά μου, ἐσκίρτησεν ἐν ἀγαλλιάσει τὸ βρέφος ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πvεύμά μου ἐπὶ τῷ Θεῷ τῷ σωτήρι μου. Ὅτι ἐπέβλεψεν ἐπὶ τὴv ταπείvωσιν τῆς δούλης Αὐτοῦ· ἰδοὺ γάρ, ἀπὸ τοῦ νῦv μακαριοῦσί με πᾶσαι αἱ γεvεαί. Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ Δυvατός, καὶ ἅγιοv τὸ τὸ ὄvομα Αὐτού. Ἔμεινε δὲ Μαριὰμ σὺv αὐτῇ ὡσεὶ μῆvας τρεῖς, καὶ ὑπέστρεψεν εἰς τὸν οἶκοv αὐτῆς.
Λαὸς
Δόξα σοι, Κύριε, δόξα σοι.Λαὸς. Ἦχος Β΄.
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Ταὶς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τὰ πλήθη, τῶν ἐμῶν ἐγκλημάτων.
Λαὸς
Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Τῆς Πορταϊτίσσης ταῖς θείαις ἱκεσίαις, ἐξάλειφον τὰ πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Λαὸς.
Ἐλέησον μέ, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Ἦχος πλ. Β΄. Ὅλην άποθέμενοι.
Ἔχει σε Πανάχραντε, τὸ μέγα Ὄρος τοῦ Ἄθω, μέγα καταφύγιον, οἰκείᾳ χρηστότητι καὶ διάσωσμα· διὰ σοῦ πάσης γάρ, θλίψεως λυτροῦται· Πορταΐτισσαν δὲ ἄγρυπνον, ὥσπερ ηὐδόκησας Μάνδρα τῶν Ἰβήρων τί ἔνδοξος. Ἀλλ' ὦ θεοχαρίτωτε, δίδου ἡμῖν πᾶσιν τὴν χάριν σου, καὶ μὴ ἀποστρέψῃς, τὸ πρόσωπόν σου Κόρη ἀφ' ἡμῶν, ἄχρι τερμάτων αἰῶνος δέ, φύλαττε τοὺς δούλους σου.
Ἱερεὺς.
Κύριε, ἐλέησον. (3x3)
Ἱερεὺς.
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν. ῎Ωδὴ Ζ'. Παίδες Ἑβραίον ἐν καμίνῳ.
Νόσους ποικίλας θεραπεύει, καὶ ἀκάθαρτα πνεύματα διώκει, τῆς Εἰκόνος τῆς σῆς ἡ χάρις Θεοτόκε· ἐντεῦθεν Πορταΐτισσα, πᾶσα γλῶσσα σὲ δοξάζει.
Λαὸς
Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἡμᾶς ἐχθροῦ τὰς πανουργίας, καὶ συμμάχει ἡμῖν, ἀεὶ ὡς καθυπέσχου, κατὰ τοῦ πολεμήτορος, καθ' ἡμῶν ὠρυομένου.
Λαὸς
Ἔλαιον ἄλευρον καὶ οἶνον, ὡς ἐπλήθυνάς ποτε ἐν τῇ Μονῇ σου, οὕτω δίδου Ἁγνή, τοῖς σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς εὐνοίας σου, τὰς πλουσίας εὐλογίας.
Λαὸς
Σκέπε τὴν σὴν κληοονομίαν, Πορταΐτισσα ἐκ πάσης ἐπηρείας· ὅτι ἅπας πρὸς σέ, ὁ Ἄθως ἀτενίζει, ἐν εὐκαιρίαις Ἄχραντε, καὶ ἐν θλίψεσι τοῦ βίου.

Σῶσον ὁ Θεὸς τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου· ἐπίσκεψαι τὸν κόσμον σου ἐν ἐλέει καὶ οἰκτιρμοῖς· ὕψωσον κέρας Χριστιανῶν ὀρθοδόξων καὶ κατάπεμψον ἐφ᾿ ἡμᾶς τὰ ἐλέη σου τὰ πλούσια· πρεσβείαις τῆς παναχράντου Δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας· δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ· Προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων· ἱκεσίαις τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου· τῶν ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων· τῶν ἐν ἁγίοις Πατέρων ἡμῶν μεγάλων Ἱεραρχῶν καὶ οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καὶ Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου, Κυρίλλου καὶ Ἰωάννου τοῦ Ἐλεήμονος Πατριαρχῶν Ἀλεξανδρίας· Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος Τριμυθοῦντος καὶ Νεκταρίου Πενταπόλεως τῶν θαυματουργῶν· τῶν ἁγίων ἐνδόξων Μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλήτου, Θεοδώρου τοῦ Τύρονος, Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ· τῶν Ἱερομάρτυρος Χαραλάμπους, τῆς ἁγίας ἐνδόξου Μεγαλομάρτυρος καὶ πανευφήμου
Εὐφημίας· τῶν ἁγίων ἐνδόξων Μαρτύρων Θέκλας, Βαρβάρας, Ἀναστασίας, Αἰκατερίνης, Κυριακῆς, Φωτεινῆς, Μαρίνας, Παρασκευῆς καὶ Εἰρήνης· τῆς ἁγίας ἐνδόξου Μάρτυρος Παρασκευῆς, τῶν ὁσίων καὶ Θεοφόρων Πατέρων τῶν ἁγίων καὶ δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης· καὶ πάντων σου τῶν Ἁγίων. Ἱκετεύομέν σε, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἡμῶν τῶν ἁμαρτωλῶν δεομένων σου καὶ ἐλέησον ἡμᾶς.
ΛαὸςΚύριε, ἐλέησον. (3x3)
Ἱερεὺς.
Ἐλέει καὶ οἰκτιρμοῖς καὶ φιλανθρωπίᾳ τοῦ μονογενοῦς σου Υἱοῦ, μεθ᾿ οὗ εὐλογητὸς εἶ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ Σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαὸς
Ἀμήν. ῎Ωδὴ Ζ'. Παίδες Ἑβραίον ἐν καμίνῳ.
Νόσους ποικίλας θεραπεύει, καὶ ἀκάθαρτα πνεύματα διώκει, τῆς Εἰκόνος τῆς σῆς ἡ χάρις Θεοτόκε· ἐντεῦθεν Πορταΐτισσα, πᾶσα γλῶσσα σὲ δοξάζει.
Λαὸς
Δύναμιν δίδου Θεοτόκε, τοῦ πατεῖν ἡμᾶς ἐχθροῦ τὰς πανουργίας, καὶ συμμάχει ἡμῖν, ἀεὶ ὡς καθυπέσχου, κατὰ τοῦ πολεμήτορος, καθ' ἡμῶν ὠρυομένου.
Λαὸς
Ἔλαιον ἄλευρον καὶ οἶνον, ὡς ἐπλήθυνάς ποτε ἐν τῇ Μονῇ σου, οὕτω δίδου Ἁγνή, τοῖς σοῖς ἱκέταις πᾶσι, τῆς μητρικῆς εὐνοίας σου, τὰς πλουσίας εὐλογίας.
Λαὸς
Σκέπε τὴν σὴν κληοονομίαν, Πορταΐτισσα ἐκ πάσης ἐπηρείας· ὅτι ἅπας πρὸς σέ, ὁ Ἄθως ἀτενίζει, ἐν εὐκαιρίαις Ἄχραντε, καὶ ἐν θλίψεσι τοῦ βίου.
Λαὸς ᾨδὴ Η΄. Τῶν ἐν Ὄρει ὰγίῳ δοξασθέντα.
Ἐν ἑσπέρᾳ πρωῖ, καὶ μεσημβρίᾳ· ἐν ἡμέρᾳ, νυκτὶ καὶ πάσῃ ὥρᾳ καὶ ἐν παντὶ καιρῷ καθικετεύῳ σε, στένων καὶ δακούων, ἀσπάζομιαι φόβῳ σὴν σεπτὴν Εἰκόνα.
Λαὸς
Ἴασαί μου τὰ πάθη τῆς καρδίας φώτισόν μου τὸν νοῦν ἐσκοτισμένον ὄντα, καὶ τὴν ψυχήν μου τεθνηκυῖαν ζώωσον, καὶ υἱὸν ἡμέρας, καὶ φωτός με δεῖξον, Δέσποινα κληρονόμον.
Λαὸς
Σὲ αἰνοῦσιν, ἀγγέλων πανηγύρεις, καὶ ὑμνοῦσιν ἀνθρώπων ὁμηγηρεις· καὶ οὐρανὸς καὶ γῆς καὶ θάλασσα, πάναγνε κυρίως ἀνυμνολογοῦσι τὴν σὴν σεπτὴν Εἰκόνα.
Λαὸς
Χαῖρε, πύλη, καὶ γέφυρα καὶ κλίμαξ, ἐκ θανάτου προς την αθανασίαν, δι' ἧς χωροῦμεν διαπεραιούμενοι, τὴν ὑγρὰν τοῦ βίου θάλασσαν καὶ γῆθεν, ὑψούμεθα πρὸς πόλον.
Λαὸς ᾨδὴ Θ΄. Ἐξεστη ἐπὶ τούτῳ ὁ οὐρανός.
Ὡς θάλαμον ὡραίον καὶ φαεινόν, ὡς εὐώδη νυμφῶνα Πανάμωμε, ὡς εὐανθῆ, κῆπον καὶ παράδεισον εὐθαλῆ, ὡς νοητὸν ἁγίασμα, ὡς χρυσοπορφύρωτον κιβωτόν, ὡς ἔμψυχον χωρίον, καὶ πύρινον ὡς θρόνον, τὴν σὴν Εἰκόνα ὀνομάζομεν.
Λαὸς
Ἰσχὺν καὶ θυμηδίαν ἐν τοῖς δεινοῖς, καὶ παράκλησιν Κόρη ἐν θλίψεσι, δίδου ἡμῖν, τοῖς ὑπὸ τὴν σκέπην σου τὴν σεπτήν, Παρθένε Πορταΐτισσα, πίστει καταφεύγουσιν ἀκλινεῖ, συγχώρησιν πταισμάτων, ἡμῖν ἐξαιτουμένη, καὶ μετοχὴν ζωῆς τῆς κρείττονος.
Λαὸς
Μὴ παύσῃ περισκέπουσα ἐν παντί, τὸ περίβλεπτον Ὄρος Ἄχραντε, τὸ εὐλαβῶς, Κόρη ἐν ἡμέρᾳ τε καὶ νυκτί, τὸ Ἅγιόν σου ὄνομα, φέρον ἐν τῷ στόματι καὶ νοΐ, παρέχουσα ἐν τούτῳ τῆς σῆς ἐπιστασίας, χειρὶ πλουσίᾳ τὰ γνωρίσματα.
Λαὸς
Ναμάτων ψυχοτρόφων καὶ γλυκερῶν, ὡς πηγὴ σωτηρίου ἀκένωτος, βλύζεις ἀεί, ρεῖθρα τα θεόβρυτα μυστικῶς, καὶ ἅπασαν, τὴν Ποίμνην σου, ἄρδεις καὶ εὐφραίνεις προφητικῶς ἀλλὰ καὶ μετὰ τέλος, ἡμᾶς ἀκατακρίτους, τῷ σῷ Υἱῷ Ἁγνὴ παράστησον.
Λαὸς
Ἡ ἄχραντος Εἰκών σου καὶ εὐκλεής, ὥσπερ ἥλιος Κόρη ὑπέρλαμπρος, αἴγλῃ τῇ σῇ, ἐκ τῶν Ἰβήρων σεπτῆς Μονῆς, ἀστράπτει ἐν τῷ Ὄρει σου, καὶ εἰς πάντα κόσμον ὑπερφυῶς, καὶ λύει παθημάτων, τὴν νύκτα Θεοτόκε, ταῖς τῶν θαυμάτων ἀναλάμψεσι.
Λαὸς
Νοός μου τὴν ὁμίχλην τὴν χαλεπήν, τῷ φωτὶ τοῦ προσώπου σου δέομαι, λῦσον Ἁγνη, καὶ τα τῆς ψυχῆς μου πάθη δεινά, θεράπευσον καὶ σῶσον με, ἐκ τῆς δυναστείας τοῦ πονηροῦ, καὶ ὥρᾳ τοῦ θανάτου, ἐξάρπασόν με Κόρη, ἐκ τῶν χειρῶν τοῦ κοσμοκράτορος.
Λαὸς
Ἄξιόν ἐστιν ὦς ἀληθῶς, μακαρίζειν σὲ τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον, καὶ Μητέρα τοῦ Θεοῦ ἡμῶν .Τὴν τιμιωτέραν τῶν Χερουβείμ, καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεὸν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον, σὲ μεγαλύνομεν.

Λαὸς . Τα Μεγαλυνάρια.
Πρόσδεξαι τοὺς ὕμνους Μῆτερ Ἁγνή, οὓς ἐν τῷ Ναῷ Σου, Σοὶ προσφέρομεν εὐλαβῶς, καὶ δὸς ἡμῖν χάριν, τοῦ προσκυνεῖν ἀξίως, τὴν πάνσεπτον Εἰκόνα Σου Πορταίτισσα.
Λαὸς .
Ἦκε ξενοτρόπως ἡ σὴ Εἰκών, ἐν τῷ Ὄρει Ἄθω, καὶ έδόθη ὡς θησαυρός, τῇ Μονῇ Ἰβήρων, Ἁγνὴ θεογεννῆτορ· διὸ ὑμνολογοῦμεν τὰ σὰ θαυμάσια.
Λαὸς .
Χαῖρε τῶν Ἀγγέλων ᾑ χαρμονή, καὶ Μονῆς Ἰβήρων, Πορταΐτισσα ἀρωγή, καὶ παντὸς τοῦ κόσμου ἐξαίρετος Προστάτις, καὶ κηδεμὼν καὶ σκέπη Θεογεννήτρια.
Λαὸς .
Στήλη θεοτύπωτος ἐμφανής, τῆς περὶ ἡμᾶς σου, προστασίας ἡ σὴ Εἰκών, πελει Θεοτόκε· διὸ ἅπας ὁ Ἄθως καὶ μεγαλύνει σὲ Πορταΐτισσα.
Λαὸς .
Σκέπε τὴν Μονήν σου πάσης ὀργῆς, καὶ βλάβης Παρθένε, καὶ μανίας τοῦ δυσμενοῦς, καὶ ἐν ὥρᾳ δίκης, ἡμᾶς ἀκατακρίτους, φύλαξον Θεοτόκε τοὺς πεποιθότας σοι.
Λαὸς .
Τοὺς τοῦ Ὄρους Ἄθω Καθηγητάς, Μοναστὰς Μιγάδας, Ἱεραρχας καὶ Ἀθλητάς, Ὁμολογητάς τε, Ποιμένας καὶ Ὁσίους, τῶν Μοναστῶν τὰ πλήθη, ὕμνοις τιμήσωμεν.
Λαὸς .
Πᾶσαι τῶν, Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι πάντες, μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Λαὸς .
Ἅγιος ὁ Θεός, Ἅγιος ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἡμᾶς. (γ')
Δόξα Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι. Καὶ νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἡμᾶς. Κύριε, ἱλάσθητι ταὶς ἁμαρτίαις ἡμῶν.
Δέσποτα, συγχώρησον τὰς ἀνομίας ἡμῖν. Ἅγιε, ἐπίσκεψαι καὶ ἴασαι τὰς ἀσθενείας ἡμῶν, ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. Κύριε, ἐλέησον, Κύριε, ἐλέησον.

Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοίς, ἁγιασθήτω τὸ ὄνομά σου, ἐλθέτω ἡ βασιλεία σου, γενηθήτω τὸ θέλημά σου, ὦς ἐν οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς. Τὸν ἄρτον ἡμῶν τόν ἐπιούσιον δὸς ἡμῖν σήμερον, καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὦς καὶ ἡμεῖς ἀφίεμεν τοὶς ὀφειλέταις ἡμῶν, καὶ μὴ εἰσενέγκης ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥύσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ. Ἀμήν.
Ἱερεὺς.
Ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα, τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματος, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός
Ἀμήν. Καὶ τὰ Τροπάρια. Ἦχος Β΄. Ὅτε ἐκ τοῦ ξύλου σε νεκρόν.
Πάντας τοὺς προστρέχοντας πιστῶς, τῇ σῇ κραταιᾷ προστασίᾳ, τὴν Εἰκόνα σου, χάριν τε καὶ ἔλεος, ἡμῖν πηγάζουσαν, μετὰ φόβου καὶ πίστεως, Ἁγνὴ προσκυνοῦντας, σῶζε Πορταΐτισσα, πάσης στενώσεως πάσης προσβολῆς ἐναντίας καὶ ὁδυνηρῶν συμπτωμάτων, καὶ τῶν ἐν βίῳ περιστάσεων.
Ἦχος πλ. Δ΄
Δέσποινα, πρόσδεξαι τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἦχος Β΄
Τὴν πάσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξον μὲ ὑπὸ τὴν σκέπην Σου.
Ἱερεὺς.
Ἐλέησον ἡμᾶς ὁ Θεὸς κατὰ τὸ μέγα ἐλεὸς Σου, δεόμεθά Σου, ἐπάκουσον καὶ ἐλέησον.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν, (δεῖνος) καὶ πάσης τῆς ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπὲρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, συγχωρήσεως καὶ ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καὶ ὀρθοδόξων χριστιανῶν, τῶν κατοικούντων καὶ παρεπιδημούντων ἐν τῇ πόλει ταύτη, ἐπιτρόπων, συνδρομητῶν καὶ ἀφιερωτῶν τοῦ ἁγίου ναοῦ τούτου.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα ὑπέρ τῶν δούλων τοῦ Θεοῦ, (ὀνόματα).
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός.
Ἀμήν.
Ἱερεὺς.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἱερεὺς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Λαός.
Ἀμήν.
Ἀπολυτίκιον τῆς Πορταϊτίσσης.
Ἦχος Α΄. Τοῦ λίθου σψραγισθέντος.
Τὴν θείαν Σου Εἰκόνα δεδεγμένοι ἐν θαύματι, Πυλωρὸν Παρθένε καὶ σκέπην καὶ Προστάτιδα ἔχομεν, τοῦ κλήρου σου οἱ τρόφιμοι ἀεί, καὶ Σοῦ ὡς ἀφομείωμα ἡμεῖς, τὴν Αὐτήν Σου προσκυνοῦντες ἀπὸ ψυχῆς, βοῶμεν σοι Θεοτόκε· δόξα τῇ παναγάθῳ Σου βουλῇ, δόξᾳ τῇ προστασίᾳ Σου, δόξα τῇ πρὸς ἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ Σου.
Κοντάκιον.
Ἦχος πλ. Δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν μοναστῶν ἡ πληθὺς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν Πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τὴν μόνην κηδεμονίαν καὶ θυρωρόν, καὶ τοῦ Ὄρους τὴν Ἔφθρον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τὸ στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.

Ἔτι δεόμεθα ὑπὲρ τοῦ διαφυλαχθῆναι τὴν ἁγίαν Ἐκκλησίαν καὶ τὴν πόλιν ταύτην, καὶ πᾶσαν πόλιν καὶ χώραν ἀπὸ ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καὶ αἰφνιδίου θανάτου, ὑπὲρ τὸν ἵλεων, εὐμενῆ καὶ εὐδιάλακτον, γενέσθαι τὸν ἀγαθὸν καὶ φιλάνθρωπον Θεὸν ἡμῶν, τοῦ ἀποστρέψαι καί, διασκεδάσαι πᾶσαν ὀργὴν καὶ νόσον, τὴν καθ' ἡμῶν κινουμένην, καὶ ῥύσασθαι ἡμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καὶ ἐλεῆσαι ἡμᾶς.
ΛαόςΚύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἔτι δεόμεθα καὶ ὑπὲρ τοῦ εἰσακοῦσαι Κύριον τὸν Θεὸν φωνῆς τῆς δεήσεως ἡμῶν τῶν ἁμαρτωλῶν, καὶ ἐλεῆσαι ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ἐπάκουσον ἡμῶν, ὁ Θεός, ὁ Σωτὴρ ἡμῶν, ἡ ἐλπὶς πάντων τῶν περάτων τῆς γῆς καὶ τῶν ἐν θαλάσσῃ μακράν, καὶ ἵλεως, ἵλεως γενοῦ ἡμῖν, Δέσποτα ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ ἐλέησον ἡμᾶς.
Λαός
Κύριε, ἐλέησον. (3)
Ἱερεὺς.
Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις, καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Λαός.
Ἀμήν.
Ἱερεὺς.
Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, Κύριε, δόξα Σοι.
Χριστὸς ὁ ἀληθινὸς Θεὸς ἡμῶν ταῖς πρεσβείαις τῆς παναχράντου καὶ παναμώμου ἁγίας Αὐτοῦ μητρός, δυνάμει τοῦ τιμίου καὶ ζωοποιοῦ Σταυροῦ, προστασίαις τῶν τιμίων ἐπουρανίων Δυνάμεων ἀσωμάτων, ἱκεσίαις τοῦ τιμίου, ἐνδόξου, προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου, τῶν ἁγίων, ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων, τῶν ἁγίων ἐνδόξων καὶ καλλινίκων Μαρτύρων, τῶν ὁσίων καὶ θεοφόρων Πατέρων ἡμῶν, (τοῦ Ναοῦ) τῶν ἁγίων καὶ δικαίων θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, (τῆς ἡμέρας) καὶ πάντων τὸν Ἁγίων, ἐλεήσαι καὶ σώσαι ἡμᾶς, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος καὶ ἐλεήμων Θεός.
Ἱερεὺς.
Δι᾿ εὐχῶν τῶν ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστὲ ὁ Θεὸς ἡμῶν, ἐλέησον καὶ σῶσον ἡμᾶς.
Λαός.
Ἀμήν.
Ἀπολυτίκιον τῆς Πορταϊτίσσης.
Ἦχος Α΄. Τοῦ λίθου σψραγισθέντος.
Τὴν θείαν Σου Εἰκόνα δεδεγμένοι ἐν θαύματι, Πυλωρὸν Παρθένε καὶ σκέπην καὶ Προστάτιδα ἔχομεν, τοῦ κλήρου σου οἱ τρόφιμοι ἀεί, καὶ Σοῦ ὡς ἀφομείωμα ἡμεῖς, τὴν Αὐτήν Σου προσκυνοῦντες ἀπὸ ψυχῆς, βοῶμεν σοι Θεοτόκε· δόξα τῇ παναγάθῳ Σου βουλῇ, δόξᾳ τῇ προστασίᾳ Σου, δόξα τῇ πρὸς ἡμᾶς Ἁγνὴ θείᾳ προνοίᾳ Σου.
Κοντάκιον.
Ἦχος πλ. Δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τῶν μοναστῶν ἡ πληθὺς δεῦτε τοῦ Ἄθω, ἀνευφημήσωμεν πιστῶς ἐν θείοις ὕμνοις, τὴν Πανάχραντον Παρθένον καὶ Θεοτόκον, Ἰβήρων τῆς σεβασμίας θείας Μονῆς τὴν μόνην κηδεμονίαν καὶ θυρωρόν, καὶ τοῦ Ὄρους τὴν Ἔφθρον, ἀναβοῶντες ἐκτενῶς, χριστιανῶν τὸ στήριγμα, Χαῖρε Κόρη Μητρόθεε.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου