Τρίτη, 5 Απριλίου 2011

ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΟΥ ΤΙΜΙΟΥ ΣΤΑΥΡΟΥ

Κοντάκιον. Ήχος πλ. δ'. Τη Υπερμάχω...

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ' ως τρόπαιον και όπλον απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας·

Χαίρε, Ξύλον μακάριον.

Οι οίκοι.

Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·

Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας.

Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα.

Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ.

Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν πάντων.

Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος.

Χαίρε, δι' ου ευλογείται η κτίσις· χαίρε, δι' ου προσκυνείται ο Κτίστης.

Χαίρε, Ξύλον μακάριον.

Βλέπουσα η Ελένη εαυτήν εν εφέσει, φησί τω Βασιλεί θαρσαλέως· Το παμπόθητόν σου της ψυχής ευχερέστατόν μου τη σπουδή φαίνεται· ζητούσα γουν το κράτιστόν σοι τρόπαιον, ως λέγεις, κράζω·

Αλληλούϊα.

Γνώσιν άγνωστον πρώην Βασίλισσα γνούσα, εβόησε προς τους υπουργούντας· Εκ λαγόνων της γης ευρείν εν τάχει, και δούναι τον Σταυρόν σπεύσατε, προς ον ιδούσα έφησεν εν φόβω, πλην κράζουσα ούτω·

Χαίρε, χαράς της όντως σημείον· χαίρε, αράς της αρχαίας λύτρον.

Χαίρε, θησαυρός εν τη γη φθόνω κρυπτόμενος· χαίρε, ο φανείς εν τοις άστροις τυπούμενος.

Χαίρε, τετρακτινοπύρσευτε και πυρίμορφε Σταυρέ· χαίρε, κλίμαξ υψοστήρικτε προοραθείσά ποτέ.

Χαίρε, το των Αγγέλων γαληνόμορφον θαύμα· χαίρε, το των δαιμόνων

πολυστένακτον τραύμα.

Χαίρε, τερπνόν του Λόγου κειμήλιον· χαίρε, πυρός της πλάνης σβεστήριον.

Χαίρε, Σταυρέ, απορούντων προστάτα· χαίρε, στερρέ ευδρομούντων αλείπτα.

Χαίρε, Ξύλον μακάριον.

Δύναμις η του Ξύλου, επιδέδεικται τότε, προς πίστωσιν αληθή τοις πάσι και την αφωνόν τε καί νεκράν προς ζωήν ανέστησε, φρικτόν θέαμα τοις μέλλουσι καρπούσθαι σωτηρίαν, εν τω μέλπειν ούτως·

Αλληλούϊα.

Έχουσα η Ελένη, το αήττητον όπλον, ανέδραμε προς τον ταύτης γόνον· ο δε, μέγα σκιρτήσας ευθύς, επιγνούς τον μέγιστον Σταυρόν, έχαιρε, και άλμασιν ως άσμασιν εβόα προς αυτόν τοιάυτα·

Χαίρε, Σταυρέ, του φωτός δοχείον· χαίρε, Σταυρέ, της ζωής ταμείον.

Χαίρε, ο δοτήρ χαρισμάτων του Πνεύματος· χαίρε, ο λιμήν ποντοπόρων

αχείμαστος.

Χαίρε, τράπεζα βαστάζουσα ώσπερ θύμα τον Χριστόν· χαίρε, κλήμα, βότρυν πέπειρον, φέρον οίνον μυστικόν.

Χαίρε, ότι τα σκήπτρα των ανάκτων φυλάττεις· χαίρε, ότι τας κάρας των

δρακόντων συνθλάττεις.

Χαίρε, λαμπρόν της πίστεως γνώρισμα· χαίρε, παντός του κόσμου διάσωσμα.

Χαίρε, Θεού προς θνητούς ευλογία· χαίρε, θνητών προς Θεόν μεσιτεία.

Χαίρε, Ξύλον μακάριον.__

Ζήλον ένδοθεν θείον, η Ελένη λαβούσα, εζήτησε και εύρε σπουδαίως, τον εν γη κρυπτόμενον Σταυρόν, και δεικνύμενον εν ουρανώ Άνακτι· ον ύψωσε· και βλέπων το πολίτευμα, εν πίστει έφη·

Αλληλούϊα.

Ηλιόμορφος ώφθη, ο Σταυρός εν τω κόσμω, και πάντες φωτισμού

εμπλησθέντες, και δραμόντες ως προς αστέρα θεωρούσι τούτον ως καλών

αίτιον, εν ταις χερσί ταις θείαις υψωθέντα· ον υμνούντες είπον·

Χαίρε, αυγή νοητού Ηλίου· χαίρε, πηγή ακενώτου μύρου.

Χαίρε, του Αδάμ και της Εύας ανάκλησις· χαίρε, των αρχόντων του άδου η

νέκρωσις.

Χαίρε, ότι ανυψούμενος συνανυψοίς νυν ημάς· χαίρε, ότι προσκυνούμενος

καθαγιάζεις τας ψυχάς.

Χαίρε, των Αποστόλων κοσμοκήρυκτον κλέος· χαίρε, των αθλοφόρων

ευμενέστατον σθένος.

Χαίρε, Σταυρέ, Εβραίων ο έλεγχος· χαίρε, πιστών ανθρώπων ο έπαινος.

Χαίρε, δι' ου κατεβλήθη ο άδης· χαίρε, δι' ου ανατέταλκε χάρις.

Χαίρε, Ξύλον μακάριον.

Θεοβράβευτον Ξύλον, θεωρήσαντες πάντες, τη τούτου νυν προσέλθωμεν

σκέπη· και ως όπλον κρατούντες αυτό, δι' αυτού τροπούμεν των εχθρών

φάλαγγας, και ψαύοντες τον άψαυστον, τοις χείλεσιν αυτώ βοώμεν·

Αλληλούϊα.

Ίδε φως ουρανόθεν, ο Κωνσταντίνος ο μέγας, δεικνύμενον Σταυρού το

σημείον, δι' αστέρων, εν ω και νικάν πολεμίων πληθύν, έσπευσε το Ξύλον

φανερώσαι, και βοήσαι προς αυτό τοιαύτα·

Χαίρε, βουλής της αρρήτου πέρας· χαίρε, λαού ευσεβούντως κέρας.

Χαίρε, πολεμίων ο τρέπων τας φάλαγγας· χαίρε, φλοξ καθάπερ φλέγων τους δαίμονας.

Χαίρε, σκήπτρον επουράνιον του Βασιλέως του στρατού· χαίρε, τρόπαιον

αήττητον του φιλοχρίστου στρατού·

Χαίρε, ο των βαρβάρων την αφρύν καταβάλλων· χαίρε, ο των ανθρώπων τας ψυχάς περιέπων.

Χαίρε, κακών πολλών αμυντήριον· χαίρε, καλών πολλών βραβευτήριον.

Χαίρε, δι' ου Χριστοφόροι σκιρτώσι· χαίρε, δι' ου Ιουδαίοι θρηνούσι.

Χαίρε, Ξύλον μακάριον.

Κλίμαξ ουρανομήκης, ο Σταυρός του Κυρίου εγένετο· τους πάντας ανάγων από γης προς ύψος ουρανού, τοις χοροίς Αγγέλων συνοικείν πάντοτε, αφέντας τα νυν όντα ως μη όντα, και ειδότας ψάλλειν·

Αλληλούϊα.

Λάμψας φως επί πάσιν, ο Σωτήρ τοις εν άδη εφώτισας τους κάτω κειμένους·

πυλωροί δε άδου την αυγήν μη ενέγκαντές σου, ως νεκροί πεπτώκασιν· οι

τούτων δε ρυσθέντες, νυν ορώντες τον Σταυρόν βοώσι·

Χαίρε, ανάστασις τεθνεώτων· χαίρε, παράκλησις των πενθούντων.

Χαίρε, των ταμείων του άδου η κένωσις· χαίρε, Παραδείσου τρυφής η απόλαυσις.

Χαίρε, ράβδος η ποντίσασα τον Αιγύπτιον στρατόν· χαίρε αύθις, η ποτίσασα Ισραηλίτην λαόν.

Χαίρε, έμψυχον Ξύλον, του Ληστού σωτηρία· χαίρε, εύοσμον ρόδον, ευσεβών ευωδία.

Χαίρε, τροφή πεινώντων εν πνεύματι· χαίρε, σφραγίς, ην έλαβον άνθρωποι.

Χαίρε, Σταυρέ, μυστυρίων η θύρα· χαίρε, εξ ου ρείθρα χέονται θεία.

Χαίρε, Ξύλον μακάριον.

Μέλλοντος Μωϋσέως, το πολύμοχθον γένος, λυτρώσασθαι εκ του λυμεώνος, επεδόθης ως ράβδος αυτώ, αλλ' εγνώσθης τούτο και Θεού σύμβολον· διόπερ κατεπλάγη σου Σταυρέ, την δυναστείαν κράζων·

Αλληλούϊα__

Νόμον ο εν Σιναίω, τω Θεόπτη δους παλαί, Σταυρώ εθελοντί προσηλούται, υπέρ άνομων ανόμως ανδρών, και κατάραν νόμου παλαιάν έλυσεν, ίνα Σταυρού την δύναμιν ορώντες, άπαντες νυν, βοώμεν·

Χαίρε, ανόρθωσις πεπτοκότων· χαίρε, κατάπτωσις κοσμολάτρων.

Χαίρε, Αναστάσεως Χριστού το εγκαίνισμα· χαίρε, μοναζόντων το θείον εντρύφημα.

Χαίρε, δένδρον ευσκιόφυλλον, υφ' ου σκέπονται πιστοί· χαίρε, ξύλον

προφητόφθεγκτον, πεφυτευμένον εν γη.

Χαίρε, της Βασιλείας κατ' εχθρών συμμαχία· χαίρε, της πολιτείας κραταιά

προστασία.

Χαίρε, Κριτού δικαίου φανέρωσις· χαίρε, βροτών πταιόντων κατάκρισις.

Χαίρε, Σταυρέ, ορφανών αντιλήπτορ· χαίρε, Σταυρέ, πλουτιστά των πενήτων.

Χαίρε, Ξύλον μακάριον.

Ξένον θαύμα ιδόντες, ξένον βίον βιώμεν, τον νουν εις ουρανόν ανυψούντες· δια τούτο γαρ εν τω Σταυρώ ο Χριστός επάγη, και σαρκί πέπονθε, βουλόμενος ελκύσαι προς το ύψος, τους αυτώ βοώντας·

Αλληλούϊα.

Όλος ήλθεν εξ ύψους, την Θεότηταν έχων, ο μόνος προαιώνιος Λόγος· και

τεχθείς εκ Παρθένου Μητρός, και φανείς τω κόσμω ταπεινός άνθρωπος,

Σταυρόν καταδεξάμενος, εζώωσε αυτώ βοώντας·

Χαίρε, Σταυρέ της ειρήνης όπλον· χαίρε, βαλβίς των οδοιπορούντων.

Χαίρε, σωζομένων σοφία και στήριγμα· χαίρε, απολλυμένων μωρία και

σύντριμμα.

Χαίρε, εύκαρπον, αθάνατον, και ζωηφόρον φυτόν· χαίρε άνθος, όπερ ήνθησε την σωτηρίαν ημών.

Χαίρε, ότι συνάπτεις τα εν γη συν τοις άνω· χαίρε, ότι φωτίζεις τας καρδίας των κάτω.

Χαίρε, δι' ου φθορά εξωστράκισται· χαίρε, δι' ου η λύπη ηφάνισται.

Χαίρε, κάλων μυριάριθμος όλβος· χαίρε, πιστών μυριώνυμον εύχος.

Χαίρε, Ξύλον μακάριον.

Πέπτωκε των δαιμόνων, η παμβέβηλος φάλαγξ, και γένος των Εβραίων

ησχύνθη, προσκυνούμενον τον Σταυρόν παρά πάντων, μετά πόθου

βλέποντες, αεί δε αναβλύζοντα ιάματα τοις εκβοώσιν.

Αλληλούϊα.

Ρεύματα συνεστάλη, λογισμών κακοδόξων, παγέντος σου Χριστέ επί ξύλου· απορούσι γαρ όντως το, Πως και Σταυρόν υπέστης, και φθοράν πέφευγας· ημείς δε την Ανάστασιν δοξάζοντες, αναβοώμεν.

Χαίρε, σοφίας Θεού το ύψος· χαίρε, προνοίας αυτού το βάθος.

Χαίρε, μωρολόγων αλόγων η άγνοια· χαίρε, μαντιπόλων αφρόνων απώλεια.

Χαίρε, ότι την Ανάστασιν εμφανίζεις του Χριστού· χαίρε, ότι τα παθήματα

ανακαινίζεις αυτού.

Χαίρε, των πρωτοπλάστων την παράβασιν λύσας·

Xαίρε, του Παραδείσου τας εισόδους ανοίξας.

Χαίρε Σταυρέ, τοις πάσι σεβάσμιε· χαίρε, εθνών απίστων αντίπαλε.

Χαίρε Σταυρέ, ιατρέ των νοσούντων· χαίρε, αεί βοηθέ των βοώντων.

Χαίρε, Ξύλον μακάριον.

Σώσει θέλων των κόσμον, ο του κόσμου κοσμήτωρ, κατήλθε προς αυτόν

απορρήτως· και Σταυρόν υπέστη, Θεός ων, δι' ημάς, τα πάντα καθ' ημάς

δέχεται· διό και λυτρωσάμενος ημάς, ακούει παρά πάντων·

Αλληλούϊα.__

Τείχος της οικουμένης, ω Σταυρέ ζωηφόρε, απόρθητον και θείον νοούμεν· ο γαρ του ουρανού και της γης, κατασκευάσας σε Ποιητής, τάννυσι τας χείρας, ξένον άκουσμα· και άπαντας εκφωνείν διδάσκει·

Χαίρε, η βάσις της ευσεβείας· χαίρε, το νίκος της κληρουχίας.

Χαίρε, Αμαλήκ νοητόν ο τροπούμενος· χαίρε, Ιακώβ ταις χερσί

προτυπούμενος.

Χαίρε, συ γαρ ανεμόρφωσας τας παλαιτάτας σκιάς· χαίρε, συ γαρ

ανεπλήρωσας προφητοφθέγκτους φωνάς.

Χαίρε, ο τον Σωτήρα των απάντων βαστάσας· χαίρε, ο τον φθορέα των ψυχών καταργήσας.

Χαίρε, δι' ου Αγγέλοις ηνώθημεν· χαίρε, δι' ου φωτί κατηυγάσθημεν.

Χαίρε, σε γαρ προσκυνούμεν τιμώντες· χαίρε, σοι γαρ προσφωνούμεν

βοώντες·

Χαίρε, Ξύλον μακάριον.

Ύμνος άπας μειούται, συνακολουθείν θέλων, τω πληθεί των πολλών σου

θαυμάτων· εγκωμίων πληθύν και γαρ αν προσάξωμέν σοι, ω Σταυρέ τίμιε,

ουδέν τελούμεν άξιον, ων δέδωκας ημίν· αλλ' ουν βοώμεν·

Αλληλούϊα.

Φωτοπάροχχον αίγλην, τοις εν σκότει δωρείται, Σταυρός ο ζωοδώρητος ούτος· το γαρ άϋλον δέδεκται φως, και προς γνώσιν θείαν δαδουχεί άπαντας· υψοί δε νυν υψούμενος τον νουν ημών, αναμέλπειν ταύτα·

Χαίρε, φωστήρ, τοις εν σκότει φαίνων· χαίρε, αστήρ τον κόσμον αυγάζων.

Χαίρε, αστραπή, χριστοκτόνους αμβλύνουσα· χαίρε, η βροντή, τους απίστους εκπλήττουσα.

Χαίρε, ότι κατελάμπρυνας Ορθοδόξων τους χορούς, χαίρε, ότι κατηδάφισας των ειδώλων τους βωμούς.

Χαίρε, ούπερ ο τύπος ουρανόθεν εφάνη· χαίρε, ούπερ η χάρις πονηρίας

ελαύνει.

Χαίρε, σαρκός σημαίνων την νέκρωσιν· χαίρε, παθών ο κτείνων επέγερσιν.

Χαίρε, εν ω ο Χριστός εσταυρώθη· χαίρε, δι' ου πας ο κόσμος εσώθη.

Χαίρε Ξύλον, μακάριον.

Χάριν δούναι θελήσας, ο Χριστός τοις ανθρώποις, τας χείρας επί ξύλου εκτείνει, και τα έθνη πάντα συγκαλεί, και βασιλείαν πάσιν ουρανών δίδωσι, τοις μέλπουσι τον ύμνον επαξίως, και πιστώς βοώσιν·

Αλληλούϊα.

Ψάλλοντές σου τον ύμνον, ευφημούμεν εκ πόθου, ως έμψυχον Κυρίου σε

Ξύλον· επί σοι γαρ παγείς εν σαρκί, ο δεσπόζων των δυνάμεων, ηγίασεν,

εδόξασεν, εδίδαξε βοάν σοι ταύτα·

Χαίρε, Σταυρέ, νοητή ρομφαία· χαίρε, Αγίων άγιον βλέμμα.

Χαίρε, Προφητών και Δικαίων προκήρυγμα· χαίρε, του Χριστού λαμπροφόρον στρατήγημα.

Χαίρε, κάλλος και διάδημα βασιλέων ευσεβών· χαίρε, κράτος και οχύρωμα

ιερέων ευλαβών.

Χαίρε, της αληθείας ευκλεέστατος κόσμος· χαίρε, της σωτηρίας ευτυχέστατος όρμος.

Χαίρε, φαιδρόν απάντων αγλάϊσμα· χαίρε, υιών της Άγαρ φυγάδευμα.

Χαίρε, φωτός ακηράτου λυχνία· χαίρε, ψυχής της εμής θυμηδία.

Χαίρε Ξύλον, μακάριον.

Χαίρε, Προφητών και Δικαίων προκήρυγμα· χαίρε, του Χριστού λαμπροφόρον στρατήγημα.

Χαίρε, κάλλος και διάδημα βασιλέων ευσεβών· χαίρε, κράτος και οχύρωμα

ιερέων ευλαβών.

Χαίρε, της αληθείας ευκλεέστατος κόσμος· χαίρε, της σωτηρίας ευτυχέστατος όρμος.

Χαίρε, φαιδρόν απάντων αγλάϊσμα· χαίρε, υιών της Άγαρ φυγάδευμα.

Χαίρε, φωτός ακηράτου λυχνία· χαίρε, ψυχής της εμής θυμηδία.

Χαίρε Ξύλον, μακάριον__

Ω πανύμνητον Ξύλον, το βαστάσαν τον πάντων Αγίων, αγιώτατον Λόγον

(τρις)· δεδεγμένων ημώς τα λιτάς, από πάσης ρύσαι συμφοράς άπαντας, και αιωνίου λύτρωσαι κολάσεως τους σοι βοώντας·

Αλληλούϊα.

Άγγελοι ουρανόθεν, αοράτως κυκλούσι, Σταυρόν τον ζωηφόρον εν φόβω· και φωτοπάροχον χάριν λαμπρώς παρεχόμενον, νυν τοις πιστοίς βλέποντες, εξίστανται, και ίστανται βοώντες προς αυτόν τοιαύτα·

Χαίρε, Σταυρέ, οικουμένης φύλαξ· χαίρε, η δόξα της Εκκλησίας.

Χαίρε, ο πηγάζων αφθόνως ιάματα· χαίρε, ο φωτίζων του κόσμου τα πέρατα.

Χαίρε, ξύλον ζωομύριστον, και θαυμάτων θησαυρέ· χαίρε, συνθετοτρισόλβιε, και χαρίτων παροχεύ.

Χαίρε, ότι υπάρχεις υποπόδιον θείον· χαίρε, ότι ετέθης εις προσκύνησιν

πάντων.

Χαίρε, κρατήρ του νέκταρος έμπλεως· χαίρε, λαμπτήρ της άνω λαμπρότητος.

Χαίρε, δι' ου ευλογείται η κτίσις· χαίρε, δι' ου προσκυνείται ο Κτίστης.

Χαίρε, Ξύλον μακάριον.

Ω τρισμακάριστε Σταυρέ και πανσεβάσμιε, σε προσκυνούμεν οι πιστοί και

μεγαλύνομεν, αγαλλόμενοι τη θεία σου ανυψώσει. Αλλ' ως τρόπαιον και όπλον

απροσμάχητον, περιφρούρει τε και σκέπε τη ση χάριτι, τοις σοι κράζοντας·

Χαίρε, Ξύλον μακάριον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου