Ποίημα Δρος Χαραλάμπους
Μ. Μπούσια
*******************************************************************
Εὐλογήσαντος
τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Φαρισαίου, Σῶτερ, ὑψηγορίας
δούλους ἀνάδειξον τοὺς Σοὺς ὑπερόπτας
καὶ τοῦ Τελώνου, εὔσπλαγχνε Χριστέ, ζηλωτὰς
δεῖξον ταπεινώσεως καὶ ἱλάσθητι
πάντας
τοὺς δοξολογοῦντάς Σε, ταπεινὸν Θεοῦ Λόγον,
τὸν δι’ ἀγάπην ἄφατον μορφὴν
λαβόντα δούλου ἑκὼν ταπεινούμενος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα
ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
" Ταπεινοῦ φρονήματος πλῆσόν με,
Σῶτερ. Χ. "
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταπείνωσον, Λόγε Θεοῦ, ἡμᾶς
τοὺς ὑπερηφάνους
καὶ σωτήριον ἀτραπὸν
ὑπόδειξον πᾶσι μετανοίας,
ὁ ἀνυψῶν ταπεινόφρονας ἅπαντας.
Ἀνάγαγε δούλους Σου ἐκ φθορᾶς
ὑπερηφανίαν
τοὺς μισοῦντας καὶ ἀκλινῶς
φιλοῦντας ταπείνωσιν, Παντάναξ,
ὁ ταπεινοῖς πέμπων χάριν Σου ἄφθονον.
Πληθὺν πεπραγμένων μοι ἐννοῶν
δεινῶν τρέμω, Σῶτερ,
τὴν ἡμέραν τὴν ζοφερὰν
Σῆς Κρίσεως· ὅθεν δυσωπῶ Σε.
Δεῖξον κἀμοὶ εὐσπλαχνίας Σου ἔλεος.
Θεοτοκίον.
Ἐπάκουσον πάντων ὡς συμπαθὴς
τῶν σὲ ἀνυμνούντων
ἐν φρονήματι ταπεινῷ
καὶ πᾶσι κατάπεμψον εὐχαῖς σου
τοὺς οἰκτιρμοὺς σοῦ Υἱοῦ, Μητροπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκανοὺς σοὺς ἱκέτας
τελωνικῶς εὔχεσθαι
δεῖξον ταπεινῶς τοὺς βοῶντας·
Πᾶσιν ἱλάσθητι
ἁμαρτωλοῖς, Ἰησοῦ,
ὁ δαψιλῶς τὴν Σὴν χάριν
πέμπων ταπεινόφροσι,
δοξολογοῦσί Σε.
Νῦν βοῶμέν Σοι, Σῶτερ·
Δούλοις τοῖς Σοῖς βράβευσον
ταπεινὲ Παντάναξ, Τελώνου
θείαν ταπείνωσιν,
ἵνα χαρᾶς οὐρανῶν
ἀξιωθῶμεν ἀλήκτου,
ἧσπερ ἀπολαύουσιν
οἱ ταπεινόφρονες.
Οὐρανῶν κληρονόμους
τοὺς ταπεινοὺς δούλους Σου,
δεῖξον, τοῦ Θεοῦ τοῦ Ὑψίστου
Λόγε φιλάνθρωπε,
ὁ ἐκ Παρθένου τεχθεὶς
καὶ τοῦ Σταυροῦ ὑπομείνας
πόνους ταπεινούμενος
δι’ ἀγαθότητα.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ
τοῦ Παντουργοῦ Κτίσαντος,
δὸς ἡμῖν εὐχαῖς σου Τελώνου
τὴν εὐκατάνυκτον
εὐχήν, μισοῦσιν ἀεὶ
φωνὴν μεγάλαυχον, οἴμοι,
Φαρισαίου, ἄχραντε
Θεογεννήτρια.
Ταπείνωσιν
βράβευσον δούλοις Σου, Λόγε Θεοῦ Ὑψίστου,
καὶ μετάνοιαν σωστικὴν τοῖς δοξολογοῦσί Σε
ὡς πάντας μισοῦντα ὑπερηφάνους.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐγγὺς ὤν, Χριστέ, συντετριμμένοις ἅπασι
καρδίαν πιστοῖς, διάσωσον τοὺς δούλους Σου,
ταπεινοὺς ἐν πνεύματι,
ἐξ ἐχθροῦ ἐπηρείας, στενώσεων,
βιοτικῶν κυμάτων ζοφερῶν,
φθορᾶς καὶ θανάτου αἰωνίζοντος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φαρισαίου, Θεάνθρωπε,
τὴν ὑψηγορίαν ἡμᾶς ἀξίωσον
φεύγειν, ὁ τὴν ταπεινότητα
τοῦ Τελώνου πᾶσιν ὑφηγούμενος.
Ῥεῖθρα, Σῶτερ, τῶν δούλων Σου
πρόσδεξαι δακρύων ὡς εὐσυμπάθητος
ἐκβοώντων· Πύλας ἄνοιξον
μετανοίας πᾶσιν ὑμνηπόλοις Σου.
Ὀφθαλμοὺς τῆς καρδίας μου
ἄνοιξον τοῦ γνῶναι ὁδὸν σωτήριον,
ταπεινόφρον Λόγε Κτίσαντος,
ὁ τοὺς ταπεινοὺς ὑψῶν ἀείποτε.
Θεοτοκίον.
Νέκρωσόν μου κινήματα
τῆς σαρκὸς καὶ ζώωσον, Μῆτερ, πνεῦμά μου
τοῦ ποθεῖν τὰ διαμένοντα
εἰς αἰῶνας, ἄχραντε Παντάνασσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἦμαρ, Λυτρωτά,
μετανοίας ἐξανάτειλον
ταπεινοῖς, τοῖς Σὲ δοξάζουσιν ἀεί,
τὸν μορφὴν λαβόντα δούλου, Θεὸν Κύριον.
Μέμνησο ἡμῶν
τῶν μισούντων ὑπερήφανον
Φαρισαίου, Σῶτερ εὔσπλαγχνε, φωνὴν
καὶ φιλούντων τοῦ Τελώνου τὴν ταπείνωσιν.
Ἄνεσιν ἡμῖν
δὸς ἐν βίῳ τοῖς ἱκέταις Σου
καὶ ἱλάσθητι πιστοῖς, τοῖς ταπεινῶς
ἐκζητοῦσι τὴν ἀνύστακτόν σου πρόνοιαν.
Θεοτοκίον.
Τεῖχος ἀῤῥαγὲς
προστασίας, Μητροπάρθενε,
καὶ ἑτοίμης ἀρωγῆς Χριστιανῶν,
περιφρούρει τοὺς προστρέχοντας σῇ χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁδήγησον ὕψος πρὸς ἀπρόσιτον
ταπεινόφρονας θεώσεως, Σῶτερ,
ὁ ταπεινῶν πάντας ὑπερηφάνους
καὶ ἀνυψῶν ταπεινούς, πανευΐλατε
Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς
ὑπομείνας τὴν ἄκραν ταπείνωσιν.
Συντήρησον ἀσινεῖς τοὺς δούλους Σου
ἐπηρείας πτερνιστοῦ τοῦ ἀρχαίου,
τοῦ ἐκπεσόντος ποτὲ ἑῳσφόρου
δι’ ὑπερήφανον φρόνημα, Κύριε,
ὁ ταπεινῶν ὡς ἀληθῶς
ἐπηρμένον τοὺς ἔχοντας φρύαγμα.
Προσπίπτοντες, Ἰησοῦ Θεάνθρωπε,
τῷ παθόντι δι’ ἡμᾶς Σοὶ βοῶμεν
ἐν ταπεινώσει· Μὴ ἐξουθενώσῃς
συντετριμμένας καρδίας τῶν δούλων Σου,
τῶν αἰτουμένων ἱλασμὸν
καὶ τὸ μέγα Σου ἔλεος, Κύριε.
Θεοτοκίον.
Λαμπάδα μοι μετανοίας ἄναψον
τῷ καθεύδοντι ἐν χαμαιζηλίᾳ,
Θεογεννῆτορ, Κυρία Παρθένε,
ἡ ἀστραπαῖς ταπεινώσεως ἅπαντας
φωτίζουσα τοὺς χοϊκούς,
σὲ φαιδροῖς μεγαλύνοντας ᾄσμασι.
Ταπείνωσιν
βράβευσον δούλοις Σου, Λόγε Θεοῦ Ὑψίστου,
καὶ μετάνοιαν σωστικὴν τοῖς δοξολογοῦσί Σε,
ὡς πάντας μισοῦντα ὑπερηφάνους.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ ταπεινῶν τὰς καρδίας ἰώμενος
καὶ εὖ ποιῶν ἀκλινῶς εὐσεβόφρονας,
Λόγε Θεοῦ, πανευΐλατε Κύριε,
ὑπερηφάνων ὀφρὺν καταπάτησον
καὶ ταπεινῶν τὰ αἰτήματα πλήρωσον.
Προκείμενον. Ἦχος δ΄. Ἐγγὺς Κύριος
τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Στίχος. Προσευχὴ ταπεινοῦ
νεφέλας διῆλθε.
Εὐαγγέλιον· Κατὰ Λουκᾶν
(Κεφ. ιη΄ 10 - 14 ).
Εἶπεν ὁ Κύριος τὴν παραβολὴν ταύτην· Ἄνθρωποι
δύο ἀνέβησαν εἰς τὸ ἱερὸν προσεύξασθαι, ὁ εἷς Φαρισαῖος καὶ ὁ ἕτερος Τελώνης. Ὁ
Φαρισαῖος σταθεὶς πρὸς ἑαυτὸν ταῦτα προσηύξατο· Ὁ Θεὸς εὐχαριστῶ Σοι, ὅτι οὐκ
εἰμὶ ὥσπερ οἱ λοιποὶ τῶν ἀνθρώπων, ἅρπαγες, ἄδικοι, μοιχοί, ἢ καὶ ὡς οὗτος ὁ
Τελώνης. Νηστεύω δὶς τοῦ Σαββάτου, ἀποδεκατῶ πάντα ὅσα κτῶμαι. Καὶ ὁ Τελώνης
μακρόθεν ἑστώς, οὐκ ἤθελεν οὐδὲ τοὺς ὀφθαλμοὺς εἰς τὸν οὐρανὸν ἐπᾶραι· ἀλλ’
ἔτυπτεν εἰς τὸ στῆθος αὐτοῦ λέγων· Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ. Λέγω ὑμῖν,
κατέβη οὗτος δεδικαιωμένος εἰς τὸν οἶκον αὐτοῦ ἢ ἐκεῖνος· ὅτι πᾶς ὁ ὑψῶν ἑαυτὸν
ταπεινωθήσεται, ὁ δὲ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται.
Δόξα.
Ταπεινέ, οἰκτίρμον
Θεοῦ Ὑψίστου Λόγε,
τοῖς ταπεινοῖς Σου
δούλοις
Θείαν Χάριν Σου
δίδου.
Καὶ νῦν.
Ταῖς
τῆς Θεοτόκου
πρεσβείαις,
Ἐλεῆμον,
ἐξάλειψον
τὰ πλήθη
τῶν
ἐμῶν ἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ β΄.
Ὅλην ἀποθέμενοι.
Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ
Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ
ἀνόμημά μου.
Πάντας καταξίωσον
φιλεῖν εὐχὴν τοῦ
Τελώνου
ἄγαν εὐκατάνυκτον,
Σῶτερ,
ταπεινόφρονος
καὶ μεγάλαυχον,
Ἰησοῦ εὔσπλαγχνε,
φθόγγον τῶν χειλέων
Φαρισαίου φεύγειν
τάχιστα,
Λόγε τοῦ Κτίσαντος
Ἰησοῦ Χριστοῦ, ἵνα
τύχωμεν
τῆς θείας
προστασίας Σου
καὶ τοῦ ἀμετρήτου
ἐλέους Σου
καὶ ἀξιωθῶμεν,
τρυφῆς τοῦ
Παραδείσου καὶ χαρᾶς
ἀλήκτου, ἧς
ἀπολαύουσι
πάντες
ταπεινόφρονες.
Σῶσον, ὁ Θεός, τὸν
λαόν Σου...
ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἤθους καὶ εὐσεβείας
ταπεινοῖς σου
ἱκέταις
ταχὺ ἀπόνειμον
τὸ στέφος, Θεοῦ
Λόγε,
ὁ ἀνυψῶν Σοὺς
δούλους
ταπεινοὺς καὶ εἰς
βάραθρον
φθορᾶς βαθὺ
ταπεινῶν
τούς, φεῦ,
ὑπερηφάνους.
Σωτηρίας τὰς πύλας,
εὐσυμπάθητε Σῶτερ,
ἡμῖν διάνοιξον,
μισοῦσι Φαρισαίου
δεινὴν ὑψηγορίαν
καὶ φιλοῦσι
ταπείνωσιν
Τελώνου, Λόγε Θεοῦ,
οἰκτίρμον
Παντοκράτορ.
Οὐρανῶν κληρονόμους
δεῖξον, εὔσπλαγχνε
Σῶτερ,
τοὺς ταπεινόφρονας,
ποθοῦντας μετανοίας
ὁδοῖς ἀκολουθῆσαι,
ἀπαγούσαις πρὸς
εὔκλειαν
τοῦ πόλου, ἔνθα
χοροὶ
Ἀγγέλων Σὲ ὑμνοῦσι.
Θεοτοκίον.
Νικητὰς ἐν ταῖς μάχαις
καθ’ ἡμέραν,
Παρθένε,
ἡμᾶς ἀνάδειξον,
τοὺς μεγαλύνοντάς
Σε
ὡς νικητοῦ μητέρα
τοῦ θανάτου
φιλόστοργον,
Χριστοῦ, τοῦ Λόγου
Θεοῦ
Ὑψίστου, τοῦ
εὐσπλάγχνου.
ᾨδὴ η΄. Τὸν Βασιλέα.
Μὴ μοῦ παρίδῃς
τοὺς στεναγμοὺς τῆς
καρδίας
καὶ δακρύων ῥοάς,
πανοικτίρμον,
Λόγε τοῦ Ὑψίστου,
Θεὲ ταπεινοφρόνων.
Ἐσπιλωμένον
φέρων ναὸν σώματός
μου
ἁμαρτίαις πολλαῖς
δυσωπῶ Σε·
Ἄνοιξόν μοι πυλάς,
Χριστέ, τῆς
μετανοίας.
Σεσαρκωμένε
Λόγε Θεοῦ τοῦ
Ὑψίστου,
ταπεινέ, δεῖξον Σὴν
εὐσπλαγχνίαν
ταπεινοῖς Σου
δούλοις,
ἀεὶ δοξάζουσί Σε.
Θεοτοκίον.
Ὡς Θεοτόκον
σὲ μεγαλύνοντες
πόθῳ
ταπεινῶν προστασία
ἑτοίμη
σπεύδομεν ἐν δίναις
τῇ σῇ ἐπιστασίᾳ.
ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Τὸν βίον μου ῥαθύμως
δαπανήσας, Σῶτερ,
καὶ Φαρισαίου βιώσας
αὐθάδειαν
βοῶ Σοι· Δεῖξον
Τελώνου κἀμὲ ὁμόζηλον.
Εἰρήνευσον τὸν βίον
ταπεινῶν Σου
δούλων,
Λόγε Θεοῦ ταπεινέ,
ὁ τὴν ἔπαρσιν
τοῦ πολεμίου
συντρίψας, Θεὲ εἰρήναρχε.
Ῥανίδας μου δακρύων
σμῆξον μανδηλίῳ
Σῆς ἀντιλήψεως,
Σῶτερ εὐΐλατε,
χαρὰν ὁ πᾶσι
βραβεύων τοῖς ταπεινόφροσι.
Θεοτοκίον.
Χαρᾶς, Θεογεννῆτορ,
πρόξενε μερόπων,
τῶν ταπεινῶν
καταπράϋνον δούλων σου
θλίψεις καὶ λύπας,
τῶν ὕμνοις μακαριζόντων σε.
Ἄξιόν ἐστι.... καὶ τὰ παρόντα Μεγαλυνάρια.
Δίδαξον ταπείνωσιν σωστικὴν
πάντας τοῦ Τελώνου,
τοὺς δοξάζοντας ἐν
χορῷ
Σέ, μορφὴν λαβόντα
τοῦ δούλου καὶ
ὀφθέντα
λαμπάδα, Θεοῦ Λόγε,
τῆς ταπεινώσεως.
Δούλους Σου προσεύχεσθαι ταπεινῶς
ὥσπερ ὁ Τελώνης
καταξίωσον, Ἰησοῦ,
καὶ οὐχὶ ὡς ἄλλος,
Παντάναξ,
Φαρισαῖος,
οὗ ἐπάρσιν βδελύσῃ,
Σῶτερ, καὶ οἴησιν.
Τοῖς συντετριμμένοις, Χριστέ, ἐγγὺς
πέλων τὴν καρδίαν
πάντας πνεύματι
ταπεινοὺς
σῴζεις, ταπεινόφρον
Θεοῦ Ὑψίστου Λόγε,
εὐχῶν ὧν ἐπακούεις
ὥσπερ φιλάνθρωπος.
Ὁ ἀντιτασσόμενος, Λυτρωτά,
τοῖς ὑπερηφάνοις,
πανευΐλατε Ἰησοῦ,
καὶ διδοὺς Σὴν
χάριν
τοῖς ταπεινοῖς,
εὐχῆς μου
τοῦ ταπεινοῦ Σου
δούλου
τάχος ἐπάκουσον.
Φαρισαίου μίσησον τὴν φωνήν,
τοῦ ὑπερηφάνου,
καὶ Τελώνου τὴν
προσευχὴν
ζήλωσον, ψυχή μου,
πανευλαβῶς βοῶσα·
Ἱλασθητί μοι, Λόγε
Κτίστου εὐΐλατε.
Φαρισαίου φύγωμεν, ἀδελφοί,
τὴν ὑψηγορίαν
καὶ Τελώνου ἐν
στεναγμοῖς
μάθωμεν καρδίας
τὸ ταπεινὸν
βοῶντες·
Ἡμῖν ἵλαθι, μόνε
Σῶτερ καὶ Κύριε.
Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ
δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι
ἡμᾶς.
Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον
Λόγον.
Ἰησοῦν, τὸν ἀνθρώποις ἀντιτασσόμενον
ὑπερηφάνοις καὶ
χάριν
διδόντα τοῖς
ταπεινοῖς,
ταπεινώσεως
διδάσκαλον δοξάσωμεν,
ταπεινωθέντα δι’
ἡμᾶς
ἄχρι ξύλου τοῦ
Σταυροῦ
βοῶντες· Ἐν
ταπεινώσει
ἡμᾶς ἀπαύστως
συντήρει
καὶ μετανοίᾳ καὶ
σεμνότητι.
Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.
Δέξαι ἀλαλήτους στεναγμοὺς
Σοῦ τῶν ταπεινῶν
ὑμνηπόλων,
Λόγε Θεοῦ καὶ Θεὲ
εὔσπλαγχνε, ὡς εὔοσμον
ὄντως θυμίαμα
καὶ καρδίας,
φιλάνθρωπε,
τὰς συντετριμμένας
δούλων Σου
ἐνίσχυσον
ὁδεῦσαι δίοδον
βίου τοῦ παρόντος
ἀφόβως,
ὁ καθιλεούμενος
πᾶσι
ταπεινοῖς, ἀεὶ
δοξολογοῦσί Σε.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν
δούλων σου
καὶ λύτρωσαι
ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης
καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ
ἀνατίθημι·
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ
τὴν σκέπην σου.
Δίστιχον.
Ταπεινοῦ φρονήματος πλῆσον καρδίαν
Χαραλάμπους δοξολογοῦντός Σε, Σῶτερ.
Τ Ε Λ Ο Σ
Κ Α Ι Δ Ο Ξ Α
Τ ῼ Μ Ο Ν ῼ Α Λ Η Θ Ι Ν ῼ
Θ Ε ῼ Η Μ Ω Ν
Ἀριθμ. Καταλ. Π 462
/23-1-10
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου