φέροντες τὰ λάβαρα, τοὺς φανούς, τὰ ἑξαπτέρυγα· ἀκολουθοῦν οἱ χοροὶ τῶν ψαλτῶν· εἶτα οἱ ἱερεῖς καὶ οἱ φερόντες τὰς ἱ. εἰκόνας χριστιανοί, καὶ τέλος διάκονοι μετὰ θυμιατηρίων θυμιῶντες τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρισκόμενον τίμιον Σταυρόν (ἢ τὴν μικρὰν φορητὴν εἰκόνα τοῦ Χριστοῦ). Κατὰ τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα.
ΕΝΑΡΞΙΣ.
Ἐκφωνεῖ ὁ διάκονος·
«Εὐλόγησον,
δέσποτα,
τὴν
ἁγίαν
εἴσοδον».
Ὁ ἀρχιερεὺς ἀπὸ τῶν βημοθύρων·
«Εὐλογημένη
ἡ εἴσοδος
τῶν
ἁγίων
σου πάντοτε,
νῦν
καὶ ἀεὶ
καὶ εἰς
τοὺς
αἰῶνας
τῶν
αἰώνων».
Ὁ χορὸς «Ἀμήν».
Καὶ ὁ ἀρχιερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων τὸ προοίμιον τοῦ ὑπὲρ τῆς Ὁρθοδοξίας
συνοδικοῦ·
Ἐποφειλομένη
πρὸς Θεὸν ἐτήσιος
εὐχαριστία, καθ᾿ ἣν
ἡμέραν ἀπελάβομεν
τὴν τοῦ Θεοῦ Ἐκκλησίαν
σὺν ἀποδείξει
τῶν τῆς εὐσεβείας
δογμάτων καὶ καταστροφῇ
τῶν τῆς κακίας
δυσσεβημάτων.
Προφητικαῖς
ἑπόμενοι ῥήσεσιν
ἀποστολικαῖς τε παραινέσεσιν
εἴκοντες καὶ εὐαγγελικαῖς
ἱστορίαις στοιχειούμενοι,
τῶν ἐγκαινίων
τὴν ἡμέραν
ἑορτάζομεν. Καὶ
ταύτῃ εὐχαῖς
καὶ λιτανείαις συνευφραινόμενοί
τε καὶ συναγαλλόμενοι ψαλμοῖς
ἐκβοῶμεν καὶ ᾄσμασιν.
Καὶ ἐκκινεῖ ἡ ἱερὰ πομπὴ πρὸς τὴν βορείαν πύλην τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν
ἄχραντον εἰκόνα
σου», εἰς χρόνον ἀνάλογον, ὥστε ὁ ἀρχιερεὺς νὰ φθάσῃ εἰς τὸν χῶρον τῆς ἑπομένης στάσεως.
ΣΤΑΣΙΣ ΠΡΩΤΗ.
Ἱσταμένης τῆς πομπῆς, ἀναγινώσκει ὁ προϊστάμενος τὸ α´ ἄρθρον τοῦ συμβόλου τῆς πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Ὁ ἀρχιερεὺς ἐκφώνως·
Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε
καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια
προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤ τοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» γ´.
Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν δυτικὴν θύραν (ἤ τοι πρὸς τὰς βασιλικὰς πύλας) τοῦ ναοῦ, ἐνῷ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον).
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ.
Τοῦ ἀρχιερέως φθάσαντος πρὸ τῶν βασιλικῶν πυλῶν, ἵσταται ἡ λιτανεία· ὁ δὲ προϊστάμενος ἀναγινώσκει τὰ χριστολογικὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως·
Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε.
Καὶ ἐκκινεῖ ἡ ἱ. πομπὴ πρὸς τὴν μεσημβρινὴν (νοτίαν) θύραν τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον).
ΣΤΑΣΙΣ ΤΡΙΤΗ.
Ὅταν ὁ ἀρχιερεὺς φθάσῃ εἰς τὸν ὡρισμένον τόπον, ἵσταται ἡ πομπή, καὶ ὁ
προϊστάμενος ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ
σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως·
Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Βασιλείου, Κωνσταντίνου, Λέοντος, Ἀλεξάνδρου, Χριστοφόρου, Νικηφόρου, Ἀνδρονίκου,
Ἰσαακίου, Ἀλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου, Ἰωσὴφ καὶ πάντων τῶν ἁγιωτάτων πατριαρχῶν
τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» γ´.
Ὁ ἀρχιερεύς·
Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις
παιδαγωγεῖσθαί
τε καὶ κρατύνεσθαι
Θεὸν ἐκλιπαροῦντες
καὶ μιμητὰς
τῆς ἐνθέου
αὐτῶν
πολιτείας
μέχρι τέλους
ἀναδείκνυσθαι
ἐκδυσωποῦντες,
ἀξιωθείημεν
τῶν ἐξαιτουμένων,
οἰκτιρμοῖς
καὶ χάριτι
τοῦ μεγάλου
καὶ πρώτου
ἀρχιερέως
Χριστοῦ τοῦ
ἀληθινοῦ
Θεοῦ ἡμῶν,
πρεσβείαις τῆς
ὑπερενδόξου
δεσποίνης ἡμῶν
Θεοτόκου καὶ
ἀειπαρθένου
Μαρίας,
τῶν
θεοειδῶν ἀγγέλων
καὶ πάντων
τῶν ἁγίων.
Ὁ χορὸς
«Ἀμὴν» καὶ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν
ἄχραντον εἰκόνα σου» (εἰς χρόνον
ἀνάλογον) [ἢ τὸ
ἀκροτελεύτιον αὐτοῦ «Χαρᾶς ἐπλήρωσας τὰ πάντα» κ.λπ.], ἐνῷ ἡ ἱ. πομπὴ
ἐπιστρέφει εἰς τὸν σολέα.
ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ.
Ὁ ἀρχιερεὺς ψάλλει ἀπὸ τῶν βημοθύρων τὸν ψαλμικὸν στίχον «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν· σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος». Τὸν αὐτὸν στίχον ἐπαναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν, καὶ εἶτα τὸ «Σήμερον σωτηρία», ἢ τὸ «Εἴη τὸ ὄνομα
Κυρίου».