Ψαλλομένη
τῇ 11η Μαΐου
Ποίημα
Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους
δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος δ΄. Ἔδωκας σημείωσιν.
Ὅλην ἐκ
νεότητος, σαὐτὴν Θεῷ ἀνατέθεικας, Ὀλυμπία ἀοίδιμε, καὶ χαίρουσα ἔδραμες, ἐν
Μονῇ τῇ θείᾳ, Καρυῶν τῆς Λέσβου, ἀγγελικὴν διαγωγήν, βιωσαμένη ἐνθέῳ ἔρωτι, καὶ
πόνοις τῆς ἀθλήσεως, καὶ μαρτυρίου τοῖς αἵμασι, τὸν ἐχθρὸν κατεπάτησας, ὡς
παρθένος πολύαθλος.
Θῆρες ὥσπερ
ἄγριοι, οἱ πειραταὶ ἐπιθέμενοι, τῇ σῇ ποίμνῃ πανεύφημε, ταύτην διεσκόρπισαν,
φονικῇ μανίᾳ, καὶ σὲ πολυτρόποις, καὶ ἀνυποίστοις αἰκισμοῖς, ὑποβαλόντες πικρῶς
ᾐκίσαντο· ἀλλ’ ἤνεγκας ὡς ἄσαρκος, τὴν τῶν μελῶν σου κατάφλεξιν, Ὀλυμπία καὶ
ἔδραμες, πρὸς Χριστὸν τὸν Νυμφίον Σου.
Ἄγνωστα
διέμειναν, χρόνοις πολλοῖς καλυπτόμενα, τῷ τῆς λήθης καλύμματι, τὰ τοῦ
μαρτυρίου σου, ἆθλα Ὀλυμπία, ἀλλ’ ἐν ταῖς ἡμέραις, ἡμῶν προνοίᾳ θεϊκῇ, γῆθεν τὰ
πάντα πιστοῖς ἐγνώσθησαν, καὶ ἅπαντες ἐθαύμασαν, μετὰ τῶν θείων λειψάνων σου,
ἐφευρόντες τὰ ὄργανα, τοῦ φρικτοῦ μαρτυρίου σου.
Ὤφθης ἐν
ὁράματι, τῇ εὐδοκίᾳ τοῦ κρείττονος, Ὀλυμπία πανθαύμαστε, ἀνδρὶ τῷ θεόφρονι, καὶ
τούτῳ ἐξεῖπας, τὴν σεπτήν σου κλῆσιν, καὶ τὴν πατρίδα σου σεμνή, καὶ τῆς
ἀθλήσεως τὰ παλαίσματα, ὅπερ οὐδεὶς ἠπίστατο, καὶ τὰ σὰ τίμια λείψανα, ὑπὸ γῆν
ὄντα πρότερον, εὐλαβῶς ἀνεκόμισαν.
Δόξα. Ἦχος β΄.
Θαυμαστὸς εἶ
Κύριε ἐν τοῖς Ἁγίοις Σου, ὁ ἐν αὐτοῖς δοξασθείς, καὶ λαμπρῶς αὐτοὺς δοξάσας, ἐν
σημείοις καὶ τέρασι, καὶ θαυμάτων ἐνεργείας· ἰδοὺ γὰρ Ὀλυμπία ἡ ἔνδοξος, ἡ Ὁσία
καὶ Μάρτυς, ἐτῶν πολλῶν ἐλίξεσι, κεκρυμμένην ὑπὸ γῆν, ἄρτι ἡμῖν ἀνέθορεν, ὡς
κρίνον εὐῶδες, ἁγιασμοῦ ὀσμὴν παρέχουσα, καὶ τὴν δόξαν ἣν ἐκτήσατο, τοῖς
πιστοῖς ἐκφαίνουσα. Αὐτῇ οὖν βοήσωμεν· Ὁσιομάρτυς θεόφρον, τῷ σῷ Νυμφίῳ Χριστῷ
πρέσβευε, ἱλασμὸν ἡμῖν δοῦναι, καὶ κινδύνων ἀπολύτρωσιν.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἀπόστιχα. Ἦχος
β΄. Οἶκος τοῦ Ἐφραθᾶ.
Ὤφθης ἀπὸ
παιδός, ἀνάθημα Κυρίῳ, θεόφρον Ὀλυμπία, καὶ μαρτυρίου πόνοις, νομίμως
ἠνδραγάθησας.
Στ. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ πρόσχε μου καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Σῶμά σου τὸ
σεπτόν, περονηθεῖσα ἥλοις, χερσὶ ταῖς μιαιφόνοις, διήνυσας ἀνδρείως, τὸ σκάμμα
τῆς ἀθλήσεως
Στ. Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἤσκησας ἱερῶς,
τῶν Καρυῶν τῇ Μάνδρᾳ, καὶ ἤνυσας ἐν ταύτῃ, ἀθλητικοὺς ἀγῶνας, Ὁσιομάρτυς
πάνσεμνε.
Δόξα. Τριαδικόν.
Ῥῦσαι τὸν Σὸν
λαόν, Τρισήλιε Θεότης, Πάτερ Υἱὲ καὶ Πνεῦμα, λιταῖς τῆς Ὀλυμπίας, πάσης ἐχθρῶν
κακώσεως.
Καὶ νῦν.
Θεοτοκίον.
Ὄμμα τὸ τῆς
ψυχῆς, ἡ Ὀλυμπία κόρη, ἔχουσα ἀνενδότως, πρὸς Σὲ Θεογεννῆτορ, ἠγώνισται ὡς
ἄσαρκος.
Νῦν ἀπολύεις,
Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως μονάσασα
τῶν Καρυῶν τῇ Μονῇ, ἐν ταύτῃ ἐνήθλησας τῶν πειρατῶν τῇ χειρί, κτανθεῖσα
θεόληπτε· ὅθεν ἄρτι γνωσθεῖσα, ἐπινεύσει τῇ θείᾳ, ἔδειξας Ὀλυμπία, τὴν σὴν
ἄθλησιν πᾶσι· διό σε Ὁσιομάρτυς, Χριστοῦ μακαρίζομεν.
Δόξα. Ἕτερον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεῷ ἀνατεθεῖσα
ἐκ νεότητος πάνσεμνε, ἐμόνασας ὁσίως, καὶ ἀνδρείως ἐνήθλησας· διὸ ἐπιφανεῖσα
μυστικῶς, ἐδήλωσας τὴν ἄθλησιν τὴν σήν, ἣ ὑμνοῦμεν Ὀλυμπία ᾀσματικῶς βοῶντες
Ὁσιομάρτυς· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ τοῖς Ἁγίοις Ἀθληταῖς, λαμπρῶς σε
ἀριθμήσαντι.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν τό Μακάριος ἀνήρ. Εἰς δὲ τό Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄
καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τῆς Ἁγίας. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὤμοις, τοῦ Σωτῆρος τὸν Σταυρόν, Μῆτερ
ἀπαλῶν ἐξ ὀνύχων, προθύμως ἄρασα, χαίρουσα προσέδραμες, τῶν Καρυῶν τῇ Μονῇ, τῇ
ἐν Λέσβῳ καὶ πράξεσιν, ἐμπρέψασα θείαις, ταύτης θείῳ Πνεύματι, ἡγήσω πάνσεμνε·
ὅθεν καὶ Μαρτύρων τοὺς ἄθλους, ἤνυσας στεῤῥῶς Ὀλυμπία, καὶ Ὁσιομάρτυς ὤφθης
ἔνδοξος.
Ὅτε, μιαιφόνοι πειραταί, ἦλθον τῇ
Μονῇ σου θεόφρον, καὶ διεσπάραξαν, τὴν ἁγίαν ποίμνην σου, ὡς θῆρες ἄγριοι, ὡς
ἀμνάδα σε ἔνθεον, Χριστοῦ τοῦ Σωτῆρος, πόνοις ἐθανάτωσαν, καὶ ἀλγηδόσι πικραῖς·
ὅθεν πρὸς ἀθάνατον λῆξιν, ἤρθης εὐκλεῶς Ὀλυμπία, καὶ τῆς ἄνω δόξης κατηξίωσαι.
Ὄψει, καθωράθης μυστικῇ, μετὰ
πολυχρόνιον Μάρτυς, ἐν γῇ κατάκρυψιν, καὶ σαφῶς ἐδήλωσας, τὴν θείαν κλῆσίν σου,
καὶ πατρίδος τὸ ὄνομα, ἡμῖν Ὀλυμπία, καὶ τοῦ μαρτυρίου σου, τὰς ἀνυποίστους
ποινάς· θάμβους δὲ ἐπλήσθησαν πάντες, ὅτε σου τὰ λείψανα εὗρον, καὶ τὸν σὲ
δοξάσαντα ἐδόξασαν.
Ἕτερα. Ἦχος δ΄. Ὡς γενναῖον ἐν
Μάρτυσι.
Ὡς ἀνδρείως ὑπέμεινας, τῶν βαρβάρων
τὴν ἔφοδον, Ὀλυμπία ἔνδοξε θείῳ ἔρωτι, μαρτυρικῶς ἠνδραγάθησας, καὶ πᾶσαν
κατέβαλες, τὴν μανίαν τοῦ ἐχθροῦ, κατὰ σοῦ ἐφορμήσαντος, τῇ ἐνστάσει σου· διὰ
τοῦτο θαλάμων οὐρανίων, μυστικῶς κατηξιώθης, Ὁσιομάρτυς πανθαύμαστε.
Ταῖς λαμπάσι τὸ σῶμά σου, ἐχθρικῇ
ἰταμότητι, φλεγομένη πάνσεμνε ἐκαρτέρησας· πῦρ γὰρ τὸ θεῖον ἐγκάρδιον, δροσίζον
σε ἔσχηκας, Ὀλυμπία θαυμαστή, ἐμπαρεῖσα τὰ ὦτα δέ, ὥσπερ ἄσαρκος, πυρωθέντι
σιδήρῳ τὸν ἀγῶνα, ἐξετέλασας τὸν θεῖον, καὶ πρὸς Χριστὸν ἀνελήλυθας.
Ὡς ἐγνώσθησαν ἅπασι, τὰ τοῦ βίου σου
πάνσεμνε, καὶ τὰ εἶδη ἅπαντα τῆς ἀθλήσεως, τῇ μυστικῇ ἐμφανείᾳ σου, δυνάμει τοῦ
Πνεύματος, ἑορτήν σοι ἱεράν, συγκροτοῦμεν γηθόμενοι, μακαρίζοντες, μετὰ σοῦ,
τοὺς σὺν σοὶ ἐνηθληκότας, Καρυῶν τῇ θείᾳ Μάνδρᾳ, Ὁσιομάρτυς ἀήττητε.
Δόξα. Ἦχος πλ. β΄.
Μοναστικῶς βιώσασα, καὶ ἀθλητικῶς
τελειωθεῖσα, δι’ ἀμφοτέρων Χριστῷ εὐηρέστησας, Ὁσιομάρτυς Ὀλυμπία· ἀγάπῃ γὰρ
θείᾳ ἐπορεύθης, τὴν ὁδὸν τῶν θείων ἐντολῶν, καὶ πρὸς τὸν σκοπὸν τῆς ἄνω
κλήσεως, ὡς ἐπόθεις κατέπαυσας· ὅθεν τὰ σά, ἄγνωστα ἐτέλει τοῖς πιστοῖς, ὑπὸ
χρόνιον κατάκρυψιν ὄντα, καὶ ἔναγχος ἡμῖν φανερωθέντα, ἐπιστασίαις θείαις,
ἅπαντα διήγειραν, πρὸς αἶνον καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ, τοῦ ἐνδοξαζομένου ἐν
τοῖς Ἁγίοις Αὐτοῦ. Διὸ καὶ ἡμεῖς, ἐν μυήσει γενόμενοι τῶν σῶν καμάτων, τὴν σὴν
ἁγίαν μνήμην ἑορτάζομεν, καὶ πιστῶς βοῶμέν σοι· ὡς Ὁσίων καὶ Μαρτύρων κοινωνός,
σὺν αὐτοῖς ἱκέτευε δεόμεθα, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (Κεφ. λ΄
10-26).
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει;
τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ᾿ αὐτῇ ἡ καρδία
τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ
ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν
εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα
τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις· θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ
δὲ τῶν καρπῶν τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς
τὴν ὀσφὺν αὐτῆς, ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι
καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην
τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα, τὰς δὲ χεῖρας
αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε πένητι, καρπὸν
δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που
χρονίζῃ· πάντες γὰρ οἱ παρ᾿ αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας ἐποίησε
τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος
δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ
τῶν πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας
ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (γ΄ 1-9).
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.
Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς
αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ
προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (ε΄ 15-23, στ΄ 1-3).
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ
χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ
αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν
ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον.
Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν.
Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι βολίδες
ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου, τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ᾿ αὐτῶν ὕδωρ
θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ
ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε·
μάθετε Δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ
Ὑψίστου.
Εἰς τὴν Λιτήν,
Ἰδιόμελον τῆς τυχούσης ἑορτῆς ἕν. Καὶ τῆς Ἁγίας. Ἦχος α΄.
Ἀθλητικὸν μέγα
στάδιον, ἐν τῇ παλαίστρᾳ τῆς ἀσκήσεως, περιφανῶς ἠγωνίσω, Ὀλυμπία θεόφρον·
ἀπτοήτῳ γὰρ ψυχῇ, τὴν τῶν τυράννων ἔφοδον, ὡς πόλις ἀχείρωτος, στεῤῥῶς
ἀπεκρούσω. Καὶ γυναικείῳ σώματι, στομωθὲν τῇ ἄνωθεν ῥοπῇ, πλείστων πόνων
κατεφρόνησας, καὶ Μαρτύρων ἰσότιμος, ἀληθῶς ἐδείχθης. Μεθ’ ὧν ἱκέτευε, ὑπὲρ τῶν
τιμώντων σε.
Ἦχος β΄.
Πελοποννήσου
θεῖον βλάστημα, ὑπάρχουσα Ὁσία, τῆς ἐν Λέσβῳ Μονῆς τῶν Καρυῶν, ἀσκητικὸν
γεώργημα, μυστικῶς ἀνεδείχθης· ἐν αὐτῇ γὰρ ἐγεώργησας, ἐναρέτοις πράξεσιν,
παθῶν ἀπονέκρωσιν, ψυχικὴν λαμπρότητα, καὶ μαρτυρίου καρποὺς ἡδυτάτους, ὡς
δένδρον κατάκαρπον. Πειρατικαῖς γὰρ χερσί, δοκιμασθεῖσα ὡς χρυσός, τῶν παθῶν
τοῦ Σωτῆρος, ἔμψυχος ὤφθης εἰκών, καὶ τῆς Αὐτοῦ Ἀναστάσεως, τὴν ἔλλαμψιν ἐδέξω.
Ἀλλ’ ὦ κλεινὴ Ὁσιομάρτυς, τῷ σῷ Νυμφίῳ Χριστῷ πρέσβευε, Ὀλυμπία σεμνή, σώζεσθαι
τοὺς σὲ μακαρίζοντας.
Ἦχος γ΄.
Ἐπιδραμόντων
βαρβάρων, τῇ τοῦ ἀοράτου ἐχθροῦ φορᾷ, ἀθλητικόν σοι ἠνέῳκται στάδιον,
Ὁσιομάρτυς Ὀλυμπία θεόνυμφε. Καὶ ἡ μὲν τῆς σῆς ποίμνης συγκρότησις, χερσὶν
αὐτῶν λέλυται, σὺ δὲ ὡς σφάγιον ἄμωμον, καὶ λογικὴ προσφορά, Χριστῷ
προσενήνεξαι, μαρτυρικαῖς ἐνστάσεσι. Λαμπάσι γὰρ φλεχθεῖσα πυρός, τῷ αἰωνίῳ
φωτὶ ἐξεδήμησας, θέσει θεουμένη, ὡς παρθένος καὶ Μάρτυς ἀήττητος. Καὶ νῦν
ἀπαύστως ἱκέτευε, μετὰ τῶν σῶν συμμαρτύρων, ὑπὲρ τῶν τιμώντων σε.
Ἦχος δ΄.
Ἐμφανῶς
καθελοῦσα τὸν ἐχθρόν, καὶ λαμπρῶς ἐν οὐρανοῖς δοξασθεῖσα, ἀφανὴς ἡ σὴ ἄθλησις
γέγονε, κρυβεῖσα τῇ τοῦ χρόνου ῥύμῃ, καὶ λήθης βυθῷ· ἀλλὰ νεύσει θείᾳ ἄνωθεν
ἐπιστᾶσα, ἀοράτῳ ὄψει, πάντα τὰ σὰ ἀπεκάλυψας, ἐν ταῖς ἡμέραις ταύταις, Ὀλυμπία
παμμακάριστε. Καὶ πάντες ἐξέστησαν, τοῦ σοῦ ὁσίου βίου λαβόντες γνῶσιν, καὶ τῆς
στεῤῥᾶς ἀθλήσεως, μαθόντες τὴν νίκην. Καὶ δοξάζουσι Χριστόν, τὸν ἐν ἀσθενείᾳ
φύσεώς σε ἐνισχύσαντα, καὶ παρέχοντα διὰ σοῦ, ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα. Ὁ αὐτός.
Ὡς ἀστὴρ
νεοφανής, εἰ καὶ πάλαι ἤθλησας, τῇ Ἐκκλησίᾳ ἐκλάμπεις, παραδόξῳ ἐκφάνσει,
Ὀλυμπία Ὁσιομάρτυς ἔνδοξε. Δίκαιοι γὰρ εἰς τὸν αἰῶνα ζῶσι, κατὰ τὴν θείαν
ῥῆσιν, ὅτι ἐν χερσὶ Κυρίου αἱ ψυχαὶ αὐτῶν, τοῦ φυλάσσοντος τὰ ὀστᾶ αὐτῶν, καὶ
πληροῦντος αὐτὰ ἁγιαστικῆς χάριτος. Διὸ καὶ ἡμεῖς, τὰ τίμιά σου λείψανα
κυκλοῦντες, τὴν σὴν ἄθλησιν γεραίρομεν, αἰτούμενοι τυχεῖν θείων οἰκτιρμῶν, ταῖς
πρὸς Χριστὸν πρεσβείαις σου.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Εἰς τὸν Στίχον.
Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.
Χαίροις,
Ὁσιομάρτυς Χριστοῦ, Πελοποννήσου ἐνθεώτατον βλάστημα, ἡ πόνοις τῆς ἐγκρατείας,
ἐν τῇ Μονῇ Καρυῶν, τῇ ἐν Λέσβῳ πίστει διαπρέψασα, καὶ πᾶσαν τὴν ἔφοδον, τῶν
βαρβάρων ἐνέγκασα, γνώμῃ ἀνδρείᾳ, οἷα πλήρης φρονήσεως, καὶ ἐλλάμψεως, Ὀλυμπία
τῆς χάριτος· ὅθεν τῶν ὑπὲρ ἔννοιαν, βραβείων ἠξίωσαι, καὶ οὐρανίων θαλάμων,
συγκληρονόμος γεγένησαι, Χριστὸν δυσωποῦσα, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα
ἔλεος.
Στ. Ὑπομένων
ὑπέμεινα τὸν Κύριον, καὶ πρόσχε μου καὶ εἰσήκουσε τὴν φωνὴν τῆς δεήσεώς μου.
Πάλαι, τῇ σῇ
ἁγίᾳ Μονῇ, ἐπιδραμόντες πειραταὶ φοινικώτατοι, ἐδήωσαν ταύτην Μῆτερ, βιαιοτάτῃ
χειρί, καὶ σὲ θῦμα θεῖον ἀπετέλεσαν· λαμπάσι γὰρ ἔφλεξαν, Ὀλυμπία τὸ σῶμά σου,
καὶ ἐν σιδήρῳ, πυρωθέντι ἐνέπειραν, τὰ εὐήκοα, θείοις ῥήμασι ὦτά σου· ὅθεν τὴν
καρτερίαν σου, Χριστὸς προσδεξάμενος, μαρτυρικῆς σε εὐκλείας, τῷ διαδήματι
ἔστεψεν, ἀεὶ δυσωποῦσαν, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι, τὸ μέγα ἔλεος.
Στ. Καὶ
ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ὄψει, ἐπιφανεῖσα
σεπτῇ, μετὰ κατάκρυψιν σεμνὴ πολυχρόνιον, ἐγνώρισας τοῖς ἀνθρώποις, τοῖς μὴ
εἰδόσι τὸ πρίν, τῆς σῆς πολιτείας τὰ παλαίσματα, καὶ κλῆσιν τὴν θείαν σου, καὶ
πατρίδος τὸ ὄνομα, νεύματι θείῳ, καὶ τὸ ἔτος ᾧ ἤθλησας, καὶ ἡμέραν δέ, τοῦ
μηνὸς ᾗ ἠρίστευσας· ὅθεν σὲ μακαρίζομεν, ὡς θεῖον ἀδάμαντα, καὶ θεοφόρον Ὁσίαν,
καὶ Ἀθληφόρον περίδοξον, Χριστὸν ἀνυμνοῦντες, τὸν παρέχοντα τῷ κόσμῳ, τὸ μέγα
ἔλεος.
Δόξα. Ἦχος πλ.
δ΄.
Παράδοξα Κύριε,
ἐν τοῖς Σοῖς Μάρτυσιν εἰργάσω, τοῖς τὰ στίγματά Σου βαστάσασιν, ἐν τῷ ἀπείρῳ
ἐλέει Σου· τὸ γὰρ γεῶδες σῶμα, τῇ Σῇ ἀγάπῃ στομώσαντες, οὐρανοχάλκευτον
φάσγανον ἔδειξαν, κατὰ τῶν ἐναντίων δυνάμεων. Μεθ’ ὧν καὶ Ὀλυμπία ἡ θεόληπτος,
ἡ ἄρτι ἡμῖν ἀνατείλασα, ἐκ τῶν λαγόνων τῆς γῆς, ὥσπερ κρίνον τοῦ ἀγροῦ, διττῶς
διαπρέψασα, τῶν Σῶν λόγων ἐκφαίνει τὴν ἔκβασιν. Καὶ τῆς αἰωνίου Σου δόξης
τυχοῦσα, αἰτεῖταί Σε τὸν εὔσπλαγχνον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Νῦν ἀπολύεις,
Τρισάγιον, Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Ὁσίως μονάσασα
τῶν Καρυῶν τῇ Μονῇ, ἐν ταύτῃ ἐνήθλησας τῶν πειρατῶν τῇ χειρί, κτανθεῖσα
θεόληπτε· ὅθεν ἄρτι γνωσθεῖσα, ἐπινεύσει τῇ θείᾳ, ἔδειξας Ὀλυμπία, τὴν σὴν
ἄθλησιν πᾶσι, διό σε Ὁσιομάρτυς, Χριστοῦ μακαρίζομεν.
Δόξα. Ἕτερον.
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Θεῷ ἀνατεθεῖσα
ἐκ νεότητος πάνσεμνε, ἐμόνασας ὁσίως, καὶ ἀνδρείως ἐνήθλησας· διὸ ἐπιφανεῖσα
μυστικῶς, ἐδήλωσας τὴν ἄθλησιν τὴν σήν, ἣ ὑμνοῦμεν Ὀλυμπία ᾀσματικῶς βοῶντες
Ὁσιομάρτυς· δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ τοῖς Ἁγίοις Ἀθληταῖς, λαμπρῶς σε
ἀριθμήσαντι.
Καὶ νῦν. Τῆς
ἑορτῆς.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄
Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.
Ὡς θῦμα καθαρόν,
τῷ Χριστῷ προσηνέχθης, χερσὶ βαρβαρικαῖς, τέλος θεῖον δεχθεῖσα, διό σε
μακαρίζομεν, Ὀλυμπία θεόληπτε, καὶ δοξάζομεν, Χριστὸν τὸν ἄρτι σε κόσμῳ,
φανερώσαντα, καὶ διὰ σοῦ χορηγοῦντα, ἡμῖν θεῖον ἔλεος.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὴν β΄
Στιχολογίαν, Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Τὰ θεῖά σου
λείψανα μετὰ τῶν ἥλων ὁμοῦ, δι’ ὧν σε προσήλωσαν, οἱ δυσσεβεῖς ἀπηνῶς, εὑρόντες
θεόπνευστε, ᾔνεσαν τὸν Σωτῆρα, οἱ μαθόντες ἐκ τούτων, ἔνδοξε Ὀλυμπία, οὓς
ὑπήνεγκας πόνους, δι’ ὧν τῆς ἀθανάτου ζωῆς, λαμπρῶς κατηξίωσαι.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.
Μετὰ τὸν
Πολυέλεον, Κάθισμα. Ἦχος πλ. δ΄. Τὴν Σοφίαν καὶ Λόγον.
Ἀπαλῶν ἐξ ὀνύχων
μετὰ σπουδῆς, ἠκολούθησας Μῆτερ τῷ Ἰησοῦ, καὶ βίον κατάλληλον, ἐν Μονῇ
πεπολίτευσαι, τῶν Καρυῶν ἐν Λέσβῳ, καὶ ταύτης ἡγήτειρα, ὡς τύπος καλῶν ἔργων
ἐγένου τῷ Πνεύματι· ὅθεν Ὀλυμπία, καὶ ἐν ταύτῃ βαρβάρων, ὑπέστης τὴν ἔφοδον,
καὶ ἀνδρείως ἠγώνισαι, πλείστοις πόνοις ἀθλήσασα· διὸ τῆς οὐρανίου χαρᾶς,
ἠξιώθης σὺν Μαρτύρων τάξεσι, τὸν Χριστὸν δυσωποῦσα, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν.
Τῆς ἑορτῆς.