Γίνεται ἐκκίνησις δι' ἔξοδον
ἐκ τοῦ Ναοῦ, των Χορῶν ψαλλόντων τό ἀπολυτίκιον
Τὴν ἄχραντον Εἰκόνα σου προσκυνοῦμεν Ἀγαθέ, αἰτούμενοι συγχώρησιν τῶν
πταισμάτων ἡμῶν, Χριστὲ ὁ Θεός· βουλήσει γὰρ ηὐδόκησας σαρκὶ ἀνελθεῖν ἐν τῷ
Σταυρῷ, ἵνα ῥύσῃ οὓς ἔπλασας ἐκ τῆς δουλείας τοῦ ἐχθροῦ· ὅθεν εὐχαρίστως βοῶμέν
σοι, χαρᾶς ἐπλήρωσας τὰ πάντα, ὁ Σωτὴρ ἡμῶν, παραγενόμενος εἰς τὸ σῶσαι τὸν
κόσμον.
α´) Ἐν τῇ νοτία πύλη, ὁ Διάκονος λέγει: «Ἐλέησον ἡμᾶς, ὁ Θεός κατά τό
μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον και ἐλέησον».
Ὁ χορὸς: Κύριε ἐλέησον (τρίς).
Ὁ Διάκονος: Ἔτι δεόμεθα ὑπέρ τῶν εὐσεβῶν και ὀρθοδόξων χριστιανῶν.
Ὁ χορὸς: Κύριε ἐλέησον (τρίς).
Ὁ Διάκονος: Ἔτι δεόμεθα ὑπέρ τοῦ Ἀρχιεπισκόπου ἡμῶν (δεινός) καὶ πάσης της
ἐν Χριστῷ ἡμῶν ἀδελφότητος.
Ὁ χορὸς: Κύριε ἐλέησον (τρίς).
Ὁ Διάκονος: Ἔτι δεόμεθα ὑπέρ πάσης Ἀρχῆς και Ἐξουσίας ἐν τῇ Χώρα ἡμῶν καί ὑπέρ τοῦ κατά
ξηράν, θάλασσαν καί ἀέρα φιλοχρίστου ἡμῶν στρατοῦ καί σύμπαντος τοῦ εὐλογημένου ἡμῶν Γένους.
Ὁ χορὸς: Κύριε ἐλέησον. (τρίς).
Ὁ Ἀρχιερεύς ή ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καὶ φιλάνθρωπος Θεὸς ὑπάρχεις,καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τους αἰῶνας των αἰώνων.
β´) Φθάσαντες δέ όπισθεν τοῦ Ίεροῦ,
ὁ
Διάκονος λέγει: Ἐλέησον ἡμᾶς, ὁ Θεός κατά τό μέγα ἔλεός σου, δεόμεθά σου, ἐπάκουσον
και ἐλέησον.
Ὁ χορὸς: Κύριε ἐλέησον (τρίς).
Ὁ Διάκονος: Ἔτι δεόμεθα ὑπέρ μακάριας
μνήμης και αἰωνίου ἀνάπαυσες τῶν ψυχῶν πάντων τῶν ἐπ' ἐλπίδι ἀναστάσεως,
ζωῆς αἰωνίου
κοιμημένων εὐσεβῶν Βασιλέων, Πατριαρχῶν, Ἀρχιεπισκόπων, Ἀρχιερέων, Ἱερέων, Ἱερομόναχων, Ἱεροδιακόνων καί Μοναχῶν καί πάντων τῶν εὐσεβῶν καί ὀρθόδοξων χριστιανῶν.
Ὁ χορὸς: Αἰωνία ἡ μνήμη (τρίς).
Ὁ Διάκονος: Ἔτι δεόμεθα ὑπέρ μακαρίας
μνήμης καί αἰωνίου αναπαύσεως τῶν ψυχῶν τῶν ὑπέρ πίστεως καί πατρίδος ἐνδόξως ἀγωνισαμένων καί
πεσόντων πατέρων καί ἀδελφῶν ημῶν.
Ὁ χορὸς: Αἰωνία ἡ μνήμη
(τρίς).
Ὁ Ἀρχιερεύς ή ὁ Ιερεύς: «Ὅτι σὺ εἶ ἡ
ἀνάστασις, ἡ ζωή καί ἡ μακαρία ἀνάπαυσις...».
γ´) Ἐν τῇ βορείᾳ πλευρᾷ τοῦ ναοῦ δέησις ὑπὲρ τῶν ζώντων, ὡς ἐν τῇ πρώτῃ στάσει.
δ´) Πρὸ τῆς δυτικῆς θύρας ὑπὲρ τῶν ζώντων καὶ εἰς τὸ τέλος «Ὑπὲρ τοῦ
διαφυλαχθῆναι» κ.λπ., «Ἐπάκουσον ἡμῶν» καὶ ἀναγινώσκει ὁ προεξάρχων ἱερεὺς τὰς ἑξῆς περικοπὰς τοῦ ὑπὲρ τῆς ὀρθοδοξίας συνοδικοῦ:
Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς παρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν, οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξεν. Ἐπὶ τούτοις τοὺς τῆς εὐσεβείας κήρυκας ἀδελφικῶς τε καὶ πατροποθήτως εἰς δόξαν καὶ τιμὴν τῆς εὐσεβείας, ὑπὲρ ἧς ἠγωνίσαντο, ἀνευφημοῦμεν καὶ λέγομεν· Τῶν τῆς ὀρθοδοξίας προμάχων εὐσεβῶν βασιλέων, ἁγιωτάτων πατριαρχῶν, ἀρχιερέων, διδασκάλων, μαρτύρων, ὁμολογητῶν, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς: Αἰωνία
ἡ μνήμη γ´.
Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων,οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις
τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας, τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων.
Ὁ χορὸς Ἀμήν.
Εἰσερχομένων δὲ ἡμῶν εἰς τὸν ἱ. ναὸν ψάλλεται τὸ μέγα προκείμενον
«Τίς Θεὸς μέγας».