Ἡ Μνήμη αὐτῆς τελεῖται τῇ Α΄ Φεβρουαρίου.
Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ
τὸν Προοιμιακὸν εἰς τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν
τὰ ἑξῆς Προσόμοια·
Ἦχος
δ΄. Ἔδωκας
σημείωσιν.
τῆς Καρχηδόνος, ἐξήνθησας
ἀριστείας λευκάνθεμα
καὶ κρίνα, Περπέτουα
σῶφρον, μαρτυρίου,
ἐν τῇ Καρχηδόνι,
ἐν ᾗπερ πρὸ τυραννικοῦ
ἤθλησας βήματος καὶ πρὸ βρέφους σου
θηλάζοντος,
πανεύφημε
Κυρίου
Μάρτυς, καὶ κλαίοντος,
πᾶσι
πίστιν δεικνύουσα
εἰς
Χριστόν, τὸν Νυμφίον σου.
μὴ
πιθομένη γεννήτορος
σοῦ θερμαῖς
παρακλήσεσιν
ἀρνῆσαι τὴν
πίστιν σου
καὶ εἰδώλοις
θῦσαι
καὶ μὴ
φεισαμένη
τοῦ σοῦ
θηλάζοντος υἱοῦ
ἔδραμες
χαίρουσα εἰς τὸ στάδιον
ἀθλῆσαι
δι’ ἀγάπησιν
τοῦ σοῦ
Νυμφίου, Περπέτουα,
εἰς
παστάδα οὐράνιον
τοῦ ὑποδεξαμένου
σε.
ἐν τῷ
σταδίῳ ὁρμήματα
τῶν
θηρίων ἀπέφυγες
Νυμφίου
σου χάριτι
τοῦ ἐπουρανίου
καὶ τῆς
κεφαλῆς σου
τῆς ὑπερκάλου
ἐκτομὴν
στεῤῥῶς ὑπέμεινας·
ὅθεν μνήμην σου
περιχαρῶς,
Περπέτουα,
οἱ εὐσεβεῖς
ἑορτάζοντες
μεγαλύνομεν
ἄθλους σου
ἱεροὺς ὑπὲρ
πίστεως.
νεανικὸν
ὑπὲρ πίστεως
τοῦ
Κυρίου, Περπέτουα,
συνάθλους
σου ἔχουσα
ἐν
σταδίω, Μάρτυς,
τὴν
Φιλικητάτην,
Σεκοῦνδον
τὸν πανευσταλῆ,
Ῥευκᾶτον
θεῖον, γενναῖον Σάτυρον,
διδάσκαλον
ὑπέρσοφον,
καὶ
Σατορνῖνον πανόλβιον,
μεθ’
ὧν χαίρεις ἀείποτε
οὐρανῶν
ἐν σκηνώμασι.
Δόξα. Ἦχος β΄.
Τὴν ὑπὲρ
σύνευνον καὶ θηλάζον βρέφος
|
Χριστὸν ἀγαπήσασαν
καὶ
προτροπὴν τοῦ πατρός σου
θῦσαι τοῖς
εἰδώλοις ἀποῤῥίψασαν,
Καρχηδόνος
καλλιμάρτυρα, Περπέτουαν, τιμήσωμεν·
αὕτη γὰρ ὑπεραρθεῖσα
τῆς θηλείας φύσεως
εἰς ἀνδρικοὺς
ἐχώρησεν ἀγῶνας
καὶ μετὰ
θηριομαχίαν καὶ ἐκτομὴν κάρας
ἀπῆλθε
Χριστῷ συνευφραίνεσθαι,
ᾯ καὶ
πρεσβεύει ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον
Τὴν
πᾶσαν ἐλπίδα μου...
Ἀπόστιχα.
Ἦχος β΄. Οἶκος
τοῦ Ἐφραθᾶ.
Περπέτουα
στεῤῥόφρον
διὰ
Χριστοῦ ἀγάπην
ἐν
Καρχηδόνος στίβῳ
ἡ
θηριομαχήσασα.
Στίχος.
Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχε μοι.
θηλάζοντα
ἡ Κτίστην,
Περπέτουα,
φιλοῦσα,
καὶ
δι’ Αὐτὸν προθύμως
τὸ
αἷμά σου ἐχύσασα.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν
τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
τῆς
κάρας ὑποστᾶσα,
Περπέτουα,
εὐτόλμως
πρὸ
βρέφους σου ὀμμάτων,
τοῦ
κλαίοντος, ἀθλήτρια.
Δόξα. Τριαδικόν.
ἰσχὺς
καλλιμαρτύρων,
Τριὰς
ὑπεραγία,
ἐν
μέσῳ τοῦ σταδίου
μεγαλυνόντων
κράτος Σου.
Καὶ νῦν. Θεοτοκίον.
Αὐτὸν
ἡ φιλοστόργως
βαστάσασα
ἐν κόλποις
ἀχράντοις
σου, Παρθένε,
ἀφράστως
Ὃν ἐκύησας.
Νῦν ἀπολύεις...τὸ Τρισάγιον,
τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΝ Τῼ MΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ
τὸν Προοιμιακὸν τὸ Μακάριος
ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ
ἑξῆς Στιχηρὰ Προσόμοια·
Ἦχος
α΄. Τῶν οὐρανίων
ταγμάτων.
Χριστοῦ
ἀμνάδα καλλίστην,
|
σεμνὴν
Περπέτουαν,
τῶν
φιλεόρτων δῆμοι,
εὐφημήσωμεν
πόθῳ,
γυκαῖκα
ὡς ἀνδρείαν καὶ εὐσταλῆ
καλλιμάρτυρα,
τρόπαια
πρὸ
τῶν τυράννων ἐγείρασαν θαυμαστῶς
εὐσεβείας
καὶ σεμνότητος.
Χριστόν,
Περπέτουα,
φιλοῦσα
καὶ θηρίων,
Μάρτυς,
μὴ πτοουμένη
ὁρμήματα
μετέστης διὰ σφαγῆς
πρὸς
παστάδα οὐράνιον
Ἀγγέλων
δήμοις συνάθλων σου τῷ χορῷ
ἀκλινῶς
συνεπαγάλλεσθαι.
κατεπορφύρωσας
τῆς
Καρχηδόνος στίβον
πρὸ ὀμμάτων
σοῦ βρέφους,
τοῦ
κλαίοντος, τρισμάκαρ,
καὶ σοῦ
πατρός,
θῦσαι σὲ
παροτρύναντος
τοῖς ἀναισθήτοις
εἰδώλοις πρὸς τῆς σαρκὸς
σωτηρίαν
σου, Περπέτουα.
ἀνδρείων ἄθλων
σου
ἔχουσα τοῖς
θηρίοις
τοῖς ἀγρίοις
ἐῤῥίφης,
Περπέτουα,
Ῥευκᾶτον πανευσταλῆ,
Σατορνῖνον
καὶ Σάτυρον,
στεφανηφόρον
Σεκοῦνδον, Μάρτυς στεῤῥά,
καὶ
Φιλικητάτην πάνσεμνον.
μητέρα εὔστοργον,
περικαλῆ ἀμνάδα
τοῦ
Χριστοῦ καὶ σταδίου
τὴν
πρώταθλον, ἐν ὕμνοις πάντες πιστοὶ
μελιῤῥύτοις,
Περπέτουαν,
ἐγκωμιάσωμεν
ψάλλοντες εὐλαβῶς·
Καρχηδόνος,
χαῖρε, σέμνωμα.
σεμνὴν
Περπέτουαν,
ῥιφεῖσαν
εἰς τὸ μέσον
τοῦ
σταδίου θηρίοις
γενέσθαι
τοῖς ἀγρίοις ἄρτον ἡδὺ
εὐφημήσωμεν
κράζοντες·
Χαῖρε,
Μαρτύρων καλλώπισμα γυναικῶν,
χαῖρε,
πίστεως θησαύρισμα.
Δόξα. Ἦχος πλ. β΄.
Τῆς
Καρχηδόνος κρίνον πανευωδέστατον
|
καὶ ἀριστείας
ἐν σταδίῳ ἴον ἡδύπνευστον,
Περπέτουαν,
τὴν καλλίνικον Μάρτυρα,
ἐγκωμίων
καταστέψωμεν ᾄσμασιν
ἐν ἀγαλλιάσει
λέγοντες·
Ἡ τοῦ
θηλάζοντος βρέφους σου
Χριστοῦ τὴν
ἀγάπην προκρίνασα
καὶ μὴ
πτοηθεῖσα θηρίοις καὶ ἀκμῇ μαχαίρας,
μὴ παύσῃ
σῷ Νυμφίῳ πρεσβεύουσα
ὑπὲρ τῶν
τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,....
Εἴσοδος.
Φῶς ἱλαρόν.
Τὸ
Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα.
(Κεφ. λα΄
10 - 31 )
Γυναῖκα ἀνδρείαν
τίς εὑρήσει; Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ’ αὐτῇ ἡ
καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ
ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.
Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ αὐτῆς τὸν πλοῦτον. Καὶ ἀνίσταται
ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς θεραπαίναις. Θεωρήσασα γεώργιον
ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν
αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι
καὶ οὐκ άποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ
τὰ συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε
πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
που χρονίζῃ· πάντες γὰρ οἱ παρ’ αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε
τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται
ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἄν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων
τῆς γῆς. Σινδόνας ἐποίησε καὶ ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις.
Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε
προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ
οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σαφῶς καὶ νομοθέσμως,
ἡ δὲ ἐλεημοσύνη αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν
αὐτήν. Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι
καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ
συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων αὐτῆς
καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
|
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ.
μγ΄ 9
- μδ΄ 1 )
Τάδε λέγει
Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ
συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; Ἢ τὰ ἐξ ἀρχῆς τίς
ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν
ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν
ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ
ἐγένετο ἄλλος Θεός, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμὶ ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ
ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός· ὅτι ἀπ’
ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει
αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
|
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ΄
1 - 9 )
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα· οἱ
δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ
βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτὸν συνήσουσιν ἀλήθειαν
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
|
ΕΙΣ
ΤΗΝ ΛΙΤΗΝ
Ἰδιόμελα
Ἦχος
α΄.
Δεῦτε πάντες τὴν ἐν νεαρᾷ ἡλικίᾳ μαρτυρήσασαν
|
πρὸ τοῦ
κλαίοντος αὐτῆς θηλάζοντος βρέφους,
καὶ
μεγαλύνασαν Χριστοῦ τὴν πίστιν,
Περπέτουαν
τιμήσωμεν, τὴν ἀθληφόρον,
ἐν εὐλαβείᾳ
ψάλλοντες·
Ἡ σὺν λεχοῖ
Φιλικητάτῃ ἀθλήσασα,
ἅμα
Σατορνίνῳ, Σεκούνδῳ, Σατύρῳ καὶ Ῥευκάτῳ,
μὴ παύσῃ
Χριστὸν δυσωποῦσα
ὑπὲρ τῶν
τιμώντων ἐκθύμως τὴν μνήμην σου.
Ἦχος β΄.
Α᾽νθύπατον Ἱλαρίωνα, τὸν εἰδωλόφρονα,
|
ἡ εἰς
Χριστὸν πίστιν σου ἠρέθισε, Περπέτουα,
τὸ
συλλαβόντα σε, εἱρκτῇ ἐγκλείσαντα,
θηρσὶν ἀγρίοις
ῥίψαντα
καὶ
μαχαίρᾳ σὴν κεφαλὴν ἀποτμήσαντα·
Μεταστᾶσα
οὖν πρὸς παστάδα οὐράνιον
καὶ
μαρτύρων δήμοις συγχορεύουσα,
μὴ παύσῃ
δεομένη τοῦ ἠγαπημένου σου Κυρίου
ὑπὲρ τῶν ἐκθύμως
τιμώντων σε.
Ἦχος γ΄.
Χριστὸν ἐν
στέρνοις ἔχουσα, Περπέτουα,
|
καὶ εὐαγγελικῶς
πολιτευομένη,
τοὺς
πόδας σου εἰς μαρτύριον
ὡς εἰς
πανήγυριν ἴθυνας·
ὅθεν εἰσελθοῦσα
εἰς παστάδα οὐράνιον
καὶ αἰωνίου
ἀγαλλιάσεως ἀπολαύουσα,
ἐκτενῶς τὸν
σὸν Νυμφίον ἱκετεύεις
ὑπὲρ τῆς
νομίμως ἀγωνιζομένης νεότητος
καὶ
σωτηρίας τῶν τιμώντων τὴν μνήμην σου.
Ἦχος δ΄.
Βλέπουσα τὸν
διὰ τοῦ πατρός σου πειρασμὸν
|
ἐρχόμενον,
ὀτρύναντός
σε θῦσαι τοῖς εἰδώλοις
πρὸς ἀπαλλαγὴν
ἐκ τῆς θανατικῆς σου καταδίκης,
ἔτεινας τὰ
ὄμματα εἰς τὸν οὐρανὸν καὶ ἰσχὺν ἐξ
αὐτοῦ λαβοῦσα
ὡς ἔλαφος
διψῶσα ἐφ’ ὑδάτων πηγὰς ἔδραμες
πρὸς
μαρτύριον γενναιότατον, Καρχηδόνος ὡράϊσμα·
ὅθεν
θεόθεν ἔλαβες βραβεῖον νίκης χρυσόπλοκον
καὶ χάριν
πρεσβεύειν Κυρίῳ
ὑπὲρ τῶν
τιμώντων σε.
Δόξα. Ὁ αὐτός.
Ως
στρουθίον καλλικέλαδον ἐν Καρχηδόνι
|
Χριστοῦ ἐκελάδησας τὴν δύναμιν, Περπέτουα,
ἄχρι
τμήσεως κεφαλῆς τῆς τιμίας σου·
μαρτυρικῶς
οὖν μεταστᾶσα πρὸς πόλον
οὐ παύεις
δοξάζουσα τὸν Ὕψιστον
καὶ Αὐτοῦ
δεομένη ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Ἐκ παντοίων κινδύνων τοὺς
δούλους σου...
Εἰς τὸν
Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. α΄. Χαίροις,
ἀσκητικῶν.
Χαίροις,
ἡ τοῦ Ὑψίστου ἀμνὰς
|
ἡ
εὐπρεπὴς καὶ πανωραία, Περπέτουα,
τὸ
εὖχος καλλιμαρτύρων
τῆς
Καρχηδόνος, σεμνή,
ἀριστείας
ἄνθη
ἡ
βαστάζουσα
καὶ
ταῦτα Νυμφίῳ σου
οὐρανίῳ
καὶ Κτίσαντι
προσενεγκοῦσα
σὺν
λειρίοις αἱμάτων σου
τῆς
ἀθλήσεως
ἐν
σταδίῳ, πανεύφημε·
δέξαι
οὖν τὸ ἐφύμνιον
ἡμῶν
μελῳδούντων σε
ὡς
ἀρετῆς ἐκμαγεῖον
καὶ
γενναιότητος πρόβολον,
ἐν
στέρνοις καρδίαν
κατακρύπτουσαν
ἀνδρείαν,
σταδίου
πρώταθλε.
Στίχος.
Ὑπομένων
ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις,
ἡ ἐν καιρῷ διωγμῶν
|
τῶν
χριστωνύμων εὐσθενῶς μαρτυρήσασα,
Περπέτουα
ἀθληφόρε,
καὶ
σῶν αἱμάτων ῥοαῖς
Καρχηδόνος
χθόνα
πορφυρώσασα
τιμίοις
σὺν χεύμασι
τῶν
αἱμάτων συνάθλων σου,
Φιλικητάτης,
τῆς λεχοῦς καλλιμάρτυρος,
διδασκάλου
σου
τοῦ
Σατύρου, θεόνυμφε,
καὶ
Σατορνίνου μάκαρος,
Σεκούνδου
ἀλκίφρονος
καὶ
στεῤῥοψύχου Ῥευκάτου,
μεθ’
ὧν στεφάνους ἀπείληφας
χειρῶν
ἐξ ἀχράντων
οὐρανίου
σου Νυμφίου
ἀϊδιότητος.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς
πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Μνήμην
ἐν κατανύξει ψυχῆς
|
καὶ
εὐλαβείᾳ τὴν σεπτήν σου νῦν ἄγοντες,
Περπέτουα
γενναιόφρον,
τῶν
φιλεόρτων χοροί,
σὲ
ὡς ἀθληφόρον
μεγαλύνομεν
στεῤῥὰν
καὶ πανεύφημον,
τὴν
θηριομαχήσασαν
καὶ
κεφαλήν σου
ἐκτμηθεῖσαν
τὴν πάνσεπτον
καὶ
κραυγάζομεν·
Καλλιμάρτυς
ἀήττητε,
ῥύου
δεινῶν στενώσεων
καὶ
πάσης κακώσεως
τοὺς
καταφεύγοντας πόθῳ
ἀδιαλείπτοις
δεήσεσι
ταῖς
σαῖς πρὸς τὸν μόνον
τῶν
ψυχῶν ἡμῶν Σωτῆρα,
τὸν
εὐσυμπάθητον.
Δόξα. Ἦχος πλ. δ΄.
Δεῦτε τὴν καλλικέλαδον τῆς Καρχηδόνος ἀηδόνα,
|
κελαδήσασαν ἄχρι μαρτυρίου Χριστοῦ τὴν ἀγάπην,
Περπέτουαν,
ἀνυμνήσωμεν τὴν πάγκαλον,
ἐν ἀγαλλιάσει
λέγοντες·
Ἡ ἐν
σταδίῳ θηρῶν ὁρμὰς καταπαύσασα
καὶ
μαχαίρᾳ τὴν κεφαλὴν τμηθεῖσα,
ὁμολογεῖν
ἡμᾶς Χριστὸν ἄχρι τέλους ἀξίωσον,
τοὺς
εἰλικρινῶς σε, πολύαθλε, μακαρίζοντας.
Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι....
Νῦν ἀπολύεις....
Τὸ
Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος
πλ. α΄. Τὸν
συνάναρχον Λόγον.
Τὴν
ἀγάπην Κυρίου Χριστοῦ προκρίνασαν
|
στοργῆς
θηλάζοντος βρέφους
τοῦ
σοῦ, Μαρτύρων κρηπίς,
Καρχηδόνα
καθηγίασας, Περπέτουα,
ῥείθροις
αἱμάτων σου σεπτῶν,
συναθλήτρια
σεμνὴ
εὐψύχου
Φιλικητάτης,
καὶ
δυσωπεῖν χάριν εὗρες
Χριστὸν
ὑπὲρ τῶν εὐφημούντων σε.
Θεοτοκίον. Χαῖρε, πύλη Κυρίου ἡ ἀδιόδευτος...
Ἀπόλυσις.
ΕΝ Τῼ
ΟΡΘΡῼ
Μετὰ τὸν Ἑξάψαλμον
τὸ Ἀπολυτίκιον τῆς ἁγίας,
ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄
Στιχολογίαν Κάθισμα.
Ἦχος
α΄. Τὸν τάφον
Σου, Σωτήρ.
τοῦ
Ὑψίστου καλλίστη,
ἀθλήσεως
στεῤῥᾶς
ἡ
ἀνύσασα τρίβον
καὶ
χθόνα σοῖς αἵμασι
Καρχηδόνος
φοινίξασα,
ἐμεγάλυνας
κράτος
Χριστοῦ, σοῦ Νυμφίου,
Ὃν
ἱκέτευε
ὑπὲρ
τῶν πίστει τιμώντων
τὴν
πάνσεπτον μνήμην σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Θεοτόκε,
τὰ ἔργα
καὶ
τήρει ἀσινεῖς
τῶν
βελῶν τοῦ Βελίαρ
τοὺς
σὲ μεγαλύνοντας
καὶ
τιμῶντας τὴν ἄθλησιν
νῦν
τῆς Μάρτυρος,
πανευκλεοῦς
Περπετούας,
θεῖον
ὄνομα
τῆς
δοξασάσης Υἱοῦ σου
ἀπίστων
πρὸ βήματος.
Μετὰ τὴν
β΄ Στιχολογίαν Κάθισμα.
Ἦχος
δ΄. Ταχὺ
προκατάλαβε.
τὴν
εὐσταλῆ ἐκτενῶς,
προθύμως
ἀθλήσασαν
πρὸ
τῶν ὀμμάτων αὐτῆς
τοῦ
βρέφους καὶ κλίνασαν
κάραν
ἐχθρῶν μαχαίρᾳ
ἐν
κλεινῇ Καρχηδόνι,
ἴον
ὡς πανευῶδες
τῆς
Χριστοῦ Ἐκκλησίας
καὶ
κρίνον εὐανθὲς ἀρετῆς
καὶ
γενναιότητος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
ἐν
πειρασμοῖς καὶ δεινοῖς,
Παρθένε
πανύμνητε,
Θεογεννῆτορ
ἁγνή,
θεόθεν
τοὺς δούλους σου
σκέπε
καὶ περιφρούρει,
τοὺς
ἐν ὕμνοις εὐτάκτοις
μέλποντας
θαυμασίων
σῶν
πληθύν, καὶ βοήθει
τοῖς
οὖσιν ἐν ἀνάγκαις, σεμνή,
καὶ
περιστάσεσι.
Μετὰ τὸν
Πολυέλεον Κάθισμα.
Ἦχος
γ΄. Τὴν ὡραιότητα.
Τὴν
καρτερόψυχον ἐν ὕμνοις μάρτυρα,
|
Χριστοῦ τὸ
ὄνομα λαμπρῶς δοξάσασαν
ἐν
Καρχηδόνι εὐλαβῶς, Περπέτουαν, αἱ χορεῖαι
τῶν πιστῶν
τιμήσωμεν σὺν αὐτῆς τοῖς συμμάρτυσι,
Σατορνίνῳ
μάκαρι καὶ Σεκούνδῳ στεῤῥόφρονι,
λεχοῖ
Φιλικητάτῃ, Ῥευκάτῳ, ἅμα Σατύρῳ διδασκάλῳ.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου ψυχὴν καταύγασον
|
φωτὶ τῆς
χάριτος τοῦ θείου Τόκου σου,
ἁγνὴ Παρθένε,
Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,
καὶ ἀχλὺν
ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,
ὅπως εὕρω
ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως
καὶ πόθῳ ἀσιγήτως
βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α΄ Ἀντίφωνον
τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον.
Ὑπομένων ὑπέμεινα
τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς
πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον· Κατὰ Μᾶρκον.
Ζήτει τῇ
Δευτέρᾳ τῆς ιε΄ ἑβδομάδος Ματθαίου.
Τῷ καιρῷ ἐκείνῳ
ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν....
Ὁ Ν΄ Ψαλμός.
Δόξα. Ταῖς τῆς Ἀθληφόρου πρεσβείαις,
Ἐλεῆμον,...
Καὶ νῦν.
Ταῖς τῆς
Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...
Ἰδιόμελον.
Ἦχος πλ. β΄.
Στίχος.
Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν
Σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Υ῾πὲρ γονεῖς καὶ ὁμόζυγον καὶ
τέκνον
|
Χριστὸν ἀγαπήσασαν,
Περπέτουαν, τιμήσωμεν,
ὡς
καλλίνικον μάρτυρα ἐν κατανύξει ψάλλοντες·
Ἡ καλῶς τὸν
ἀγῶνα τελέσασα,
θηρῶν τὰς
ὁρμὰς καταπραΰνασα
καὶ
μαχαίρας τὴν ἀκμὴν μὴ πτοηθεῖσα,
παράσχου ἡμῖν
εὐχαῖς σου
Κυρίου τὸ
ἄμετρον ἔλεος.
Σῶσον, ὁ
Θεός, τὸν λαόν Σου......
Εἶτα ὁ
Κανὼν τῆς Ἀθληφόρου, οὗ ἡ Ἀκροστιχίς·
«Περπετούας
καλλιμάρτυρος ἐγκώμιον. Χ.»
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω
τὸ στόμα μου.
τὴν
καλλιμάρτυρα, μέλψωμεν,
πρὸ
βρέφους τοῦ κλαίοντος
αὐτῆς
ὀμμάτων λαμπρῶς
ἐναθλήσασαν
καὶ
Καρχηδόνος χθόνα
αἱμάτων
ἐκχύσεσι
τὴν
πορφυρώσασαν.
διὰ
Χριστοῦ τὴν ἀλήθειαν,
Περπέτουα
πάγκαλε,
καταλιποῦσα
ταχὺ
σὸν
ὁμόζυγον
καὶ
βρέφος σου θηλάζον
καὶ
στέφος ἀπείληφας
αἰωνιότητος.
ἐν
τῷ σταδίῳ ἐπέχρωσας,
στολὴν
τῆς καρδίας σου,
ἥνπερ
ὡς δῶρον Χριστῷ,
τῷ
Νυμφίῳ σου,
παρέδωκας
ἐν πόλῳ,
βραβεῖον,
Περπέτουα,
πάγχρυσον
δόντι σοι.
Θεοτοκίον.
χριστιανῶν
καταφύγιον
ἐν
βίου στενώσεσι
καὶ
πειρασμοῖς καὶ δεινοῖς,
σπεῦσον
δούλοις σου
ταχέως
βοηθῆσαι,
ἐν
δίναις τοῖς ᾄσμασι
σὲ
μεγαλύνουσι.
ᾨδὴ
γ΄. Τοὺς σοὺς ὑμνολόγους.
Εὐκλείας
κατηξιώθης θείας
|
ἀμνὰς
ὡς Κυρίου εὐπρεπὴς
καὶ
μάρτυς ἀξιάγαστος,
ἡ
χθόνα πορφυρώσασα
τῆς
Καρχηδόνος αἵμασι
σοῖς
πανιέροις, Περπέτουα.
Τῶν
ἄθλων σου, Μάρτυς, ὁμοζήλους
|
ἀνέδειξας,
χάριτι Θεοῦ,
Περπέτουα,
τὸν Σάτυρον,
Φιλικητάτην
πάνσεμνον,
Σεκοῦνδον,
Σατορνῖνόν τε
καὶ
τὸν Ῥευκᾶτον, τὸν ἄλκιμον.
Ο῾δῷ ἠκολούθησας προθύμως,
|
Περπέτουα,
τῇ μαρτυρικῇ
καὶ
παριδοῦσα φύσιν σου
θηλείαν
πίστει ἤθλησας
πρὸ
τῶν ὀμμάτων βρέφους σου
τοῦ
κατακλαίοντος, ἔνδοξε.
Θεοτοκίον.
Υ῾πὲρ τῶν ἐνθέρμων οἰκετῶν σου
|
μὴ
παύσῃ, Παρθένε, σὸν Υἱὸν
μονογενῆ,
Μητρόθεε,
ἀπαύστως
ἱκετεύουσα
καὶ
ῥυομένη θλίψεων
ἡμᾶς
καὶ πάσης στενώσεως.
Κάθισμα.
Ἦχος γ΄. Θείας
πίστεως.
Εμεγάλυνας
Χριστοῦ τὸ κράτος
|
τῇ
ἐνστάσει σου καὶ μαρτυρίου
ἄθλοις
πρὸ εἰδωλοφρόνων, Περπέτουα,
ἡ
παριδοῦσα τὸ χαῦνον τοῦ θήλεος
καὶ
τοῦ θηλάζοντος βρέφους σου κλάμματα·
ὅθεν
μνήμην σου τιμῶντες τὴν πανσεβάσμιον
αἰτούμεθα
λιτὰς ἀδιαλείπτους σου.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Μῆτερ
πάναγνε Θεοῦ τοῦ Λόγου,
|
ἡ
βαστάσασα Αὐτὸν ἐν κόλποις
καὶ
μαζοῖς σου παναχράντοις θηλάσασα,
τῆς
θηλαζούσης αὐτῆς βρέφος μάρτυρος
πανευσταλοῦς,
Περπετούας, δεήσεσι
θρέψον
δούλους σου τῷ γάλακτι θείας πίστεως
Υἱοῦ
σου καὶ ἀόκνου προστασίας σου.
ᾨδὴ
δ΄. Ὁ καθήμενος
ἐν δόξῃ.
γενναιόφρον
Περπέτουα,
Μάρτυς
στεφηφόρε,
Καρχηδόνα
ηὔφρανας ἄθλοις σου
ἀθλητικοῖς,
δι’ ὧν τύραννον κατῄσχυνας
εἰδωλόφρονα,
σὺν
τῷ χορῷ τῶν συνάθλων σου.
ταῖς
ῥανίσιν ἐπέχρωσας
ἄσπιλον
ψυχῆς σου
χλαῖναν
καὶ πρὸς δώματα ἔδραμες
τοῦ
οὐρανοῦ συναγάλλεσθαι τῷ Κτίστῃ σου
καὶ
Νυμφίῳ σου
σεπτῶ,
Υἱῷ τοῦ Παντάνακτος.
Κλέος,
Μάρτυς, εὐσθενείας
|
καὶ
ἀνδρείας, ἠγάπησας
τὸν
Χριστὸν ἐκ βάθους
σῆς
καρδίας καὶ παρακλήσεων
τοῦ
σοῦ πατρός, σὲ ὀτρύναντος ἠλόγησας,
οἴμοι,
εἴδωλα
ἄψυχα
θῦσαι, Περπέτουα.
Θεοτοκίον.
τῶν
παθῶν μου ἀπόπλυνον
βόρβορον
λιταῖς σου
πρὸς
Θεόν, Υἱόν σου πανάχραντον,
τὰς
ἁμαρτίας πάντος τοῦ κόσμου αἴροντα,
παντευλόγητε,
πιστῶν
χαρὰ καὶ διάσωσμα.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ
σύμπαντα.
Χριστοῦ,
σεμνὴ Περπέτουα,
Μάρτυς,
ἀστραπαῖς ἐνστάσεώς σου
τῆς
Καρχηδόνος
ηὔγασας
δῆμον πιστῶν
καὶ
θεῖον συνάθλων σου χορόν,
ὅνπερ
κατηξίωσας
οὐρανίου
λαμπρότητος.
καὶ
εὐανθὴς χρηστότητος
πέφηνας,
Περπέτουα στεῤῥόφρον,
ἡδύνων
πάντας
σῆς
ἀριστείας ὀδμαῖς,
καλλίνικε,
τοὺς χριστιανούς,
ὧν
ἐδείχθης πρότυπον
καὶ
πυξίον πρὸς ἄθλησιν.
εἰς
στάδιον, Περπέτουα,
θηριομαχῆσαι
καὶ φοινίξαι
στολὴν
ψυχῆς σου
αἱμάτων
ῥείθροις τῶν σῶν,
χοροῖς
ἀθλητῶν περιφανῶς,
μάρτυς,
συνηρίθμησαι
τοῦ
Χριστοῦ θείας πίστεως.
Θεοτοκίον.
σεμνὴ
Θεογεννήτρια,
Κεχαριτωμένη
Παναγία,
σαῖς
ἱκεσίαις
πρὸς
τὸν Δεσπότην Χριστὸν
καὶ
Τόκον σου τὸν μονογενῆ
σπεύδομεν
ἐν κλύδωσι,
λυπηροῖς
καὶ κακώσεσι.
ᾨδὴ
στ΄. Τὴν θείαν
ταύτην.
Α᾽θλητικοῖς φρυκτωρήμασι,
|
Περπέτουα,
ἐφώτισας σύμπαντα
καὶ
διεσκέδασας
σεβόντων
εἴδωλα ζόφωσιν,
Μαρτύρων
φωτολάμπρων
φαιδρὸν
ὑπόδειγμα.
Ρ῾οαῖς αἱμάτων, Περπέτουα,
|
τιμίων
σου τὴν χθόνα ἡγίασας,
Μάρτυς
πολύαθλε,
τῆς
Καρχηδόνος, σπαργάνοις σου
σεπτοῖς
σεμνυνομένης,
νύμφη
τοῦ Κτίσαντος.
Τοῖς
σοῖς ὁδοῖς ἠκολούθησε,
|
Περπέτουα,
Σεκοῦνδος καὶ Σάτυρος,
σοῦ
ὁ διδάσκαλος,
Φιλικητάτη
ἡ ἄμεμπτος
καὶ
σὺν τῶ Σατορνίνῳ
Ῥευκᾶτος
ἔνδοξος.
Θεοτοκίον.
Υ῾μνοῦμεν σοῦ τὴν ἀντίληψιν,
|
φρουρὰν
καὶ προστασίαν, Μητρόθεε,
ἣν
τοῖς οἰκέταις σου
δεικνύοις,
νῦν ἑορτάζουσι
τῆς
Περπετούας μνήμην
τὴν
πολυσέβαστον.
Κοντάκιον.
Ἦχος πλ. δ΄. Τῇ
Ὑπερμάχῳ.
Τῆς
Καρχηδόνος καλλιμάρτυρα τιμήσωμεν
|
αὐτῆς πρὸ βρέφους τοῦ θηλάζοντος ἀθλήσασαν
καὶ ῥιφεῖσαν
τοῖς ἀγρίοις θηρσὶ προθύμως,
κεφαλότμητον
Περπέτουαν, ὡς σέμνωμα
θείας
πίστεως καὶ ἀριστείας πρότυπον
ὕμνοις
κράζοντες· Χαίροις, Μάρτυς πανεύφημε.
Ὁ Οἶκος.
ψυχικήν
σου ἀνδρείαν
ἐξέστησαν,
Περπέτουα Μάρτυς,
ἡ
ῥιφεῖσα ἀγρίοις θηρσὶ
καὶ
ἀποτμηθεῖσα κεφαλὴν θείαν σου
διὰ
Χριστοῦ ἀγάπησιν,
ἀοίδιμε,
πρὸς ἣν βοῶμεν·
Χαῖρε,
τὸ γέρας καλλιμαρτύρων·
χαῖρε,
τὸ κέρας σεμνῶν μητέρων.
Χαῖρε,
Καρχηδόνος τερπνὸν ἀγαλλίαμα·
χαῖρε,
λυμεῶνος πιστῶν θεῖον σύντριμμα.
Χαῖρε,
ὅτι τὸ μαρτύριον ἐλογίζου ἑορτήν·
χαῖρε,
ὅτι βίον ἄληκτον ἐθεώρεις τὴν θανήν.
Χαῖρε,
Φιλικητάτης ἡ γενναία συμμάρτυς·
χαῖρε,
τῆς ἀριστείας γυναικῶν ἡ φαιδρότης.
Χαῖρε,
θηλάζον βρέφος ἡ ἔχουσα·
χαῖρε,
ἀνδρῷον θάῤῥος δεικνύουσα.
Χαῖρε,
ἀμνὰς τοῦ Ὑψίστου καλλίστη·
χαῖρε,
ψεκὰς εὐψυχίας ἡδίστη·
Χαίροις,
Μάρτυς πανεύφημε.
Καὶ ἀναγιγνώσκεται
τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς Α΄ Φεβρουαρίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ ἡμέρᾳ
μνήμην ἐπιτελοῦμεν τῆς Ἁγίας ἐνδόξου καλλιμάρτυρος Περπετούας μετὰ τῶν αὐτῆς
συνάθλων, Φιλικητάτης, Σατύρου, Σεκούνδου, Σατορνίνου καὶ Ῥευκάτου.
|
Στίχοι.
Πρὸ σοῦ
κλαίοντος, Περπέτουα, βρέφους
θηρσὶν ἐῤῥίφης
καὶ κεφαλὴν ἐτμήθης.
Συναξάριον.
Η ῾ἁγία καλλιμάρτυς Περπέτουα ὑπῆρξε
γόνος εὐπόρου καὶ εὐγενοῦς οἴκου τῆς Καρχηδόνος. Ἔγγαμος οὖσα καὶ μήτηρ
θηλάζοντος βρέφους ἐν τῇ ἡλικίᾳ τῶν εἴκοσι καὶ δύο ἐτῶν διεκρίνετο διὰ τὴν πρὸς Χριστὸν ἀγάπην καὶ εὐαγγελικῶς
πολιτευομένη εἵλκυεν εἰς τὴν πίστιν πολλούς. Καταγγελθεῖσα ἐν ἔτει 203 μ. Χ. τῷ
ἀνθυπάτῳ τῆς Ἀφρικῆς Ἱλαρίωνι
βασιλεύοντος ἐν Ῥώμῃ τοῦ διώκτου τῶν Χριστιανῶν, εἰδωλόφρονος Σεπτήμου
Σεβήρου, συνελήφθη. Εἱρκτῇ αὐτίκα ἐνεκλείσθη ὁμοῦ μετὰ τῶν ὑπ’ αὐτῆς
κατηχουμένων, τῆς κυοφορούσης Φιλικητάτης, τοῦ διδασκάλου αὐτῆς Σατύρου καὶ τῶν
Σεκούνδου, Σατορνίνου καὶ Ῥευκάτου, ἔνθα καὶ ἅπαντες Χριστὸν ἐνεδύθησαν διὰ
βαπτίσεως. Ὁ πατὴρ αὐτῆς ἄλλοτε δι’ ἠπίων λόγων καὶ ἄλλοτε δι’ ἀπειλῶν
προβάλλων ἔμπροσθεν αὐτῆς τὸ νεογέννητον αὐτῆς βρέφος προσεπάθει μεταπίθειν αὐτὴν
τοῦ θῦσαι εἰδώλοις. Ἔμπλεως ὀργῆς προσεπάθησεν ἔν τινι στιγμῇ ἐκβαλεῖν τοὺς ὀφθαλμοὺς
αὐτῆς, ἀλλ’ ἀπέτυχεν.
|
Οἱ
νεοφώτιστοι δέσμιοι μετὰ τῆς Περπετούας πρὸ βήματος Ἱλαρίωνος αὖθις Χριστὸν παῤῥησίᾳ
ὡμολόγησαν διὸ καὶ διετάχθη ῥιφῆναι τοῖς ἀγρίοις θηρσὶ καὶ δὴ ἐν τῇ ἡμέρᾳ τῶν
γενεθλίων τοῦ Καίσαρος. Πρὸ τῆς θηριομαχίας ἡ Περπέτουα μετὰ τῶν Χριστιανῶν
δεσμίων ἐτέλεσαν ἐν τῇ φυλακῆ δεῖπνον ἀγάπης πρὸς ἔκπληξιν πάντων τῶν ἀπίστων
δεσμίων.
Τὴν ἡμέραν
τοῦ μαρτυρίου οἱ Χριστιανοὶ Μάρτυρες πλήρεις χαρᾶς ἅπαντες ἐῤῥίφησαν τοῖς θηρσὶ
καὶ ἐγένοντο ἄρτος ἡδὺς τοῖς ὀδοῦσιν αὐτῶν. Ἡ Περπέτουα μετὰ τῆς Φιλικητάτης
τραυματισθεῖσαι ὑπὸ τῶν θηρῶν μαχαίρᾳ τὰς κεφαλὰς ἀπετμήθησαν.
Ταῖς αὐτῶν
ἁγίαις πρεβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
ἐν
γενεθλίοις ἄπιστοι
πόδας
σου ἴθυνον
σὲ
εἰς θηρία τροφὴ
γενέσθαι,
Περπέτουα,
αὐτῶν,
ἡ στέφανον
καλλιμάρτυρος
ἐκ
τῶν χειρῶν Νυμφίου σου
οὐρανίου
δεξαμένη.
ὁ
σός, σεμνὴ Περπέτουα,
στεῤῥόφρον
Σάτυρος,
συνηριθμήθη
χορῷ
ἀρίστων
συνάθλων σου,
Σεκούνδου
ἔμφρονος,
Σατορνίνου
τε,
Ῥευκάτου
τοῦ ἀλκίφρονος
καὶ
κλεινῆς Φιλικητάτης.
ἀνδρείας
καὶ συνέσεως,
δεσμίους
ηὔγασας
ἀπίστους
ἐν φυλακῇ,
ἰδόντας,
Περπέτουα,
δεῖπνον
πανέορτον,
ὃ
προσήνεγκας
χριστιανοῖς
συμμάρτυσι
πρὸ
αὐτῶν τοῦ μαρτυρίου.
Θεοτοκίον.
Θεογεννῆτορ,
πρόσδεξαι
ἡμῶν
αἰτήματα
καὶ
παρακλήσεις θερμὰς
καὶ
ταύτας προσάγαγε
τῷ
θείῳ Τόκῳ σου,
τῷ
παρέχοντι
ἀείποτε
τὰ πρόσφορα
τοῖς
Αὐτὸν δοξολογοῦσι.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Γῆθεν
πρὸς οὐράνιον παστάδα,
|
Περπέτουα,
ὁ Νυμφίος σου ὁ πάνσεπτος,
Ἰησοῦς,
σὲ εἵλκυσε
μετὰ
τὴν ἀπότμησιν
τῆς
κεφαλῆς τῆς θείας σου,
δοὺς
στέφος ἄφθαρτον
σοί,
Μάρτυς, τῇ στεῤῥᾷ ἀθληφόρῳ
καὶ
Αὐτοῦ παγκάλῳ
ἀμνάδι,
καρτερόφρον.
Κατιδεῖν
Χριστοῦ κατηξιώθης
|
ἐν
πόλῳ προσώπου θείου κάλλος ἄῤῥητον,
γεραρὰ
Περπέτουα,
ὡς
σεμνὴ ἀθλήτρια,
λαμπρῶς
συμμαρτυρήσασα
Σατύρῳ
σώφρονι,
ἐνδόξῳ
Σατορνίνῳ, Σεκούνδῳ,
καὶ
Φιλικητάτῃ
εὐφήμῳ
καὶ Ῥευκάτῳ.
Ω῾ς Χριστοῦ, Περπέτουα, Μαρτύρων
|
ἀρίστων
σὲ μεγαλύνοντες καὶ πρώταθλον
τοῦ
σταδίου, κλαίοντος
πρὸ
ὀμμάτων βρέφους σου
ῥιφεῖσαν
εἰς τὰ ἄγρια
θηρία,
ψάλλομεν·
Ἀθλήτρια
σεμνή, ἐκδυσώπει
σὸν
Νυμφίον πέμψαι
ἡμῖν
Αὐτοῦ τὴν χάριν.
Θεοτοκίον.
Μῆτερ
τοῦ Κυρίου γλυκυτάτη,
|
ἀπέργασαι
τὸν Υἱόν σου καὶ Παντάνακτα,
σοῖς
οἰκέταις ἵλεων,
τὸν
παντελεήμονα
καὶ
ἀκλινῶς δωρούμενον
ἰσχὺν
καὶ δύναμιν
τοῖς
πόθῳ ἑορτάζουσι μνήμην
θείας
Περπετούας,
τοῦ
Τόκου σου ἀμνάδος.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
σεβόντων
τὰ εἴδωλα
πατῆσαι
ἄθλοις σου
ἱεροῖς,
Περπέτουα,
καὶ
προθυμίᾳ
πρὸς
κάρας ἔκτμησιν·
διό
σε μακαρίζοντες
ὡς
στίβου πρώταθλον
σὲ
τιμῶμεν
εὐλαβῶς
καὶ χάριν σου
τὴν
πολλὴν ἐκδεχόμεθα, πάντιμε.
ἀγάπης
πολύτιμος
σεπτὸν
διάδημα
τῶν
Μαρτύρων πίστεως,
Ῥευκᾶτε
πάντιμε, κατεκόσμησας
καὶ
εὐσθενὲς Περπέτουα,
σὺν
τῷ Σεκούνδῳ τε,
Σατορνίνῳ,
καὶ
Σατύρῳ, πάγκαλε,
ἅμα
Φιλικητάτῃ στεῤῥόφρονι.
τὸ
στέφος, Περπέτουα
κλυτή,
ἀπείληφας
ἐκ
χειρῶν Νυμφίου σου
ἐπουρανίου,
ἡ
θριαμβεύσασα
τοὺς
σέβοντας τὰ εἴδωλα
καὶ
καταισχύνασα
σῇ
ἐνστάσει
ἄνομον
ἀνθύπατον
Καρχηδόνος
καὶ τμήσει αὐχένος σου.
Θεοτοκίον.
ἡ
Μήτηρ ἡ εὔστοργος,
χαῖρε,
τῶν δούλων σου
φρέαρ
ἁγιάσματος
τῶν
προστρεχόντων
σῇ
θείᾳ χάριτι
καὶ
νάματα προνοίας σου
καὶ
ἀντιλήψεως
τῶν
ἀντλούντων
ἐξ
αὐτοῦ, πανύμνητε,
ἐν
ἀνάγκαις καὶ βίου κακώσεσι.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
θηλείας
τρίβον ἤνυσας
τοῦ
μαρτυρίου εὐτόλμως
πρὸ
τῶν ὀμμάτων σοῦ βρέφους
τοῦ
κλαίοντος, Περπέτουα,
τῆς
Καρχηδόνος σέμνωμα,
καὶ
ἀνδρικῷ φρονήματι
Χριστὸν
ἐδόξασας ἄχρι
ἀποτομῆς
κεφαλῆς σου.
Θεοτοκίον.
ἐμπεριστάτων,
Δέσποινα,
καὶ
σταθηρὰ βακτηρία
τῶν
κλονουμένων, Παρθένε,
ἐπάκουσον
δεήσεων
ἡμῶν,
Θεογεννήτρια,
καὶ
πάντας ἐπιστήριζε
τοὺς
ἀσθενεῖς Περπετούας,
ἁγνή,
θερμαῖς ἱκεσίαις.
Εἰς τοὺς
Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος
πλ. δ΄. Ὢ τοῦ
παραδόξου θαύματος!
Μάρτυς
τοῦ Χριστοῦ, Περπέτουα,
|
μητέρων
ἡ καλλονὴ
καὶ
πρωτάθλων τῆς πίστεως
ἐν
σταδίῳ πρόβολε,
Καρχηδόνος
ἐπίανας
τοῦ
αἵματός σου
ῥανίσι
στάδιον
καὶ
πρὸς νυμφῶνα
λαμπρὸν
ἀνέδραμες
πόλου,
πανεύφημε,
ἐνεγκεῖν
τὴν κάραν σου ὡς τιμαλφῆ
προῖκα
τῷ Νυμφίῳ σου,
Θεῷ
οἰκτίρμονι.
Μάρτυς
εὐσταλές, Περπέτουα,
|
Φιλικητάτης
σεμνῆς,
τῆς
λεχοῦς θεία σύναθλε,
ἔχουσα
συμμάρτυρας
Σατορνῖνον
τὸν εὔτολμον,
σεπτὸν
Σεκοῦνδον,
γενναῖον
Σάτυρον
καὶ
τὸν ἀνδρεῖον
Ῥευκᾶτον,
ὄνομα
τοῦ
Παντοκράτορος
Ἰησοῦ
ἐδόξασας ἀθλητικῇ
παῤῥησίᾳ,
ἔνδοξε,
καὶ
ῥείθροις αἵματος.
Μάρτυς
θαυμαστή, Περπέτουα,
|
τὰς
παρακλήσεις πατρὸς
ἀποῤῥίψασα,
φέροντος
ἐν
ἀγκάλαις βρέφος σου
κλαῖον
καὶ σὲ προτρέποντος
θῦσαι
εἰδώλοις
καὶ
σῶσαι σάρκα σου,
ταχύ,
τρισμάκαρ,
πρὸς
τὸ μαρτύριον
ἔχουσα
φρόνημα
ἀνδρικὸν
ἐχώρησας ὡς ἀληθῶς
καὶ
στεῤῥῶς ὑπέμεινας
κάρας
σου ἔκτμησιν.
Μάρτυς
γεραρά, Περπέτουα,
|
πανευλαβῶς
οἱ πιστοὶ
τὴν
σεπτὴν καὶ πανέορτον
ἐκτελοῦντες
μνήμην σου
εὐσχημόνως
κραυγάζομεν·
Μὴ
διαλείπῃς
ἐξ
ὕψους δόξης σου
ἱλεουμένη
τὸν
πολυεύσπλαγχνον
Κτίστην
τοῦ σύμπαντος
καὶ
Θεὸν καὶ Κύριον ἡμῖν, σεμνή,
δοῦναι
θεῖον ἔλεος
Αὐτοῦ
τὸ ἄμετρον.
Δόξα. Ἦχος πλ. α΄.
Παριδοῦσα
εὐμάρειαν, ἀνέσεις, ὁμόζυγον καὶ βρέφος θηλάζον,
|
ἐχώρησας πρὸς μαρτύριον, καλλιμάρτυς Περπέτουα·
ὅθεν τὴν
μνήμην σου
σὺν αὐτῇ
πανενδόξων συνάθλων σου,
Φιλικητάτης,
Σατύρου, Σατορνίνου,
Σεκούνδου
καὶ Ῥευκάτου ἑορτάζοντες
τὰς
θεοπειθεῖς εὐχάς σου ἐξαιτούμεθα
πρὸς
πολιτείαν Αὐτῷ εὐάρεστον.
Καὶ νῦν. Θεοτοκίον. Μακαρίζομέν σε, Θεοτόκε Παρθένε,...
Δοξολογία
Μεγάλη καὶ Ἀπόλυσις.
ΕΝ ΤJ
ΛΕΙΤΟΥΡΓΙ‹
Τὰ Τυπικά,
οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ἀθληφόρου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.
Ἀπόστολος
τῆς Ἁγίας Βαρβάρας.
Εὐαγγέλιον
τῶν Δέκα Παρθένων, ὅπερ ζήτει τῷ ιζ΄ Σαββάτῳ τοῦ Ματθαίου.
Κοινωνικόν.
Εἰς μνημόσυνον
αἰώνιον.
Μεγαλυνάριον.
Βίβια
Περπέτουα, εὐσθενῶν
|
πέφηνας
μαρτύρων
Καρχηδόνος
ἡ καλλονή,
εὖχος,
ἀθληφόρε,
θηλαζουσῶν
μητέρων
ἀτίμητον
καὶ γέρας
πίστεως
πάγχρυσον.
Τρισσεῦον
Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.
Γάλακτι, Περπέτουα * καλλιμάρτυς, πότισον *
τοὺς ἀνευφημοῦντάς σε.
Δίστιχον.
Περπέτουαν
ᾖσε Χαραλάμπους χάριν,
τὴν
καλλιμάρτυρα, Χαραλάμπης πόθῳ.