Ψαλλομένη κατὰ
τὴν 27ην Μαΐου.
ΕΝ Τῼ ΜΕΓΑΛῼ
ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακόν, στιχολογοῦμεν τὸ Μακάριος ἀνήρ. Εἰς
δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους ΣΤ’ καὶ ψάλλομεν στιχηρὰ προσόμοια.
Ἦχος α'. Ἔδωκας
σημείωσιν.
Ἤστραψεν ὡς Ἥλιος,
ἡ θεία μνήμη σου σήμερον, τοὺς πιστοὺς καταυγάζουσα, θείαις φρυκτωρίαις, μάκαρ Ἰωαννη,
καὶ παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διό σε μακαρίζομεν
καὶ ἐτησίως γεραίρομεν, ὡς ὑπέρμαχον ἄσειστον, πρεσβευτὴν ὡς θερμότατον.
Ἄγγελος ἐπίγειος,
οἷα περ ἄλλος ἐβίωσας, ἐγκρατείᾳ τὸ σῶμά σου, μαράνας θεόσοφε, καὶ ταῖς ἀγρυπνίαις,
στάσεσι παννύχοις, μνήμην θανάτου ἐμποιῶν, τὰ θεῖα πάτερ ἐπαξιούμενος, μυστήρια
καθ' ἕκαστον, Σάββατον· ὅθεν προσήγαγες σεαυτὸν καλλιέρημα, τῷ τῶν ὅλων δεσπὸζοντι.
Πάντας τοὺς
τιμῶντας σου, τὴν θείαν μνήμην καὶ ἔνδοξον, Ἰωάννη μακάριε, φύλαττε πρεσβείαις
σου, ταῖς πρὸς τὸν Δεσπότην, τοῦτον ἱκετεύων, ἀπὸ κινδύνων καὶ παθῶν, ἡμᾶς καὶ ἀγανάκτησιν,
αὐτοῦ νῦν ἀπομάκρυνον, τὴν καθ' ἡμῶν Πάτερ Ὅσιε, ὅπως πᾶσι κηρύττωμεν, τὴν θερμὴν
προστασίαν σου.
Ἕτερα ἦχος πλ.
β'. Ὅλην ἀποθέμενοι.
Ὅλην ἀποθέμενος,
τὴν τῶν παθῶν ἀλογίαν, καὶ σάρκα τῷ πνεύματι, ὑποτάξας γέγονας, σκεῦος ἔνθεον,
Μοναστῶν ἔρεισμα, Ἀσκητῶν σέμνωμα, τῶν Ὁσίων ἐγκαλλώπισμα καὶ νῦν τὸ ἄρρητον,
κάλλος ἐποπτεύων τοΰ Κτίστου σου, τρυφᾷς ἀεὶ τῆς πόλεως τῆς ἐπουρανίου ἐν
Πνεύματι. Ὅθεν συνελθόντες, ᾀσμάτων σου τὴν μνήμην ἐν ᾠδαῖς, νῦν ἐκτελοῦντες
δοξάζομεν, Ἰωάννη Ὅσιε.
Πλοῦτον ἀναφαίρετον,
τῶν Προκοπέων ἡ πόλις, εὐμοιρεῖ σε Ὅσιε, φαειναῖς αὐγάζοντα ταῖς λαμπρότησιν, ᾖ
καὶ νῦν βράβευσον, καὶ αὐτὴν ἔμπλησον, τῆς εἰρήνης θεῖα τρόπαια, ἐχθρῶν τὴν ἔπαρσιν,
τῶν μὴ φαινομένων κατάργησον, πρεσβείαις σου πανένδοξε, καὶ τῆς συμπαθοῦς
μεταδόσεως, πλῆσον τάς καρδίας ἡμῶν τῶν ἀνυμνούντων σε πιστῶς, ἐν παρρησίᾳ
δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δεῦτε
προσκυνήσωμεν, λαὸς ἐν οἴκῳ Κυρίου, ὅπου τὸ πανέντιμον, σκῆνος τεθησαύρισται τοῦ
τρισμάκαρος, ᾧ τερπνοῖς ᾄσμασι, καὶ φαιδραῖς λάρναξι, λιτανεύοντες βοήσωμεν·
πρόφθασον Ἅγιε, καὶ τοὺς ἐν ἀνάγκαις, ἐλέησον, καὶ κλύδωνος ἐξάρπασον, καὶ τῆς
καταιγίδος τῶν θλίψεων, ὅπως Ἰωάννη, λειψάνων σου τὴν θήκην ἐν χαρᾷ καὶ παρρησίᾳ
δοξάζωμεν, χάρις τὴν βρύουσαν.
Δόξα, ἦχος πλ.
β'.
Σήμερον τῷ
πανυψίστῳ Θεῷ αἶνος ἐκ χοϊκῶν χειλέων προσᾴδεται. Ἔλαμψε γὰρ ὡς Ἥλιος φαιδρὸς
τοῦ Θεοφόρου Πατρὸς ἡμῶν μνήμη ἡ πανένδοξος. Οὗτος γὰρ ὁ ἀείμνηστος τὸ καρτερικὸν
τοῦ πολυάθλου Ἰὼβ μιμησάμένος ἀκλόνητος ἵστατο ἐν αἷς ὑπέπεσε κακουχίαις· αἰχμάλωτος
δὲ ὤν, τὸν τῆς αἰχμαλωσίας πρωταίτιον, τὸν μισάνθρωπον ἐχθρὸν κατῄσχυνεν. Ὅθεν
χοροστασίαι τῶν πιστῶν συνελθόντες, οὕτω βοήσωμεν· Πάτερ ἀγαθέ, ὁ ἐν οὐρανοῖς,
παράσχου τῷ λαῷ σου, ἱκεσίαις τοῦ σοῦ Ὁσίου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν. τῆς ἑορτῆς,
ἢ τὸ δογματικὸν Θεοτοκίον.
Εἴσοδος. Φῶς Ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα.
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος· ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ΄ ἡμῶν πορεία σύντριμμα,
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας
πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς,
καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς· καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι,
καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν,
καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ'αὐτῷ συνήσουσιν ἀλήθειαν
καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα.
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστω· διὰ
τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς
Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν.
Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιησει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν·
ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται
ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαῖαν,
συνεκπολεμήσει δ΄ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας· πορεύσονται εὔστοχοι
βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπῶν ἁλοῦνται καὶ ἐκ
πετροβόλου θυμοῦ πλήρεις ῥιφθήσονται χάλαζαι· ἀγανακτήσει κατ'αὐτῶν ὕδωρ
θαλάσσης, ποταμοὶ δὲ συγκλείσουσιν ἀποτόμως· ἀντιστήσεται αὐτοῖς πνεῦμα
δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία,
καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς καὶ σύνετε·
μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι
ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Σοφίας Σολομῶντος
τὸ Ἀνάγνωσμα.
Δίκαιος ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται· γῆρας γὰρ τίμιον, οὗ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται· πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως βίος
ἀκηλίδωτος· εὐάρεστος Θεῷ γενόμενος ἠγαπήθη, καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν μετετέθη·
ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ· βασκανία γὰρ
φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον·
τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν ἐν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ·
διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες, καὶ μὴ νοήσαντες, μηδὲ
θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον. Ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ
ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Εἰς τὴν Λιτήν.
Ἦχος α'.
Εὐφραίνου ἐν
Κυρίῳ, πόλις ἡ Προκοπέων, ἀγάλλου καὶ χόρευε, πίστει λαμπροφοροῦσα, Ἰωάννην τὸν
τῆς Ῥωσσίας γόνον, κόλποις σου κατέχουσα, ὡς θησαυρὸν ἀπόλαυε τῶν θαυμάτων αὔτοῦ
τάς ἰάσεις καθορῶσα, καὶ εὐχαρίστως τῷ Σωτῆρι βόησον Φιλάνθρωπε Κύριε δόξα σοι.
Ἦχος β'.
Ἡ τῶν τιμίων
σου λειψάνων θεία λάρναξ ἰάματα πηγάζει τοῖς πιστοῖς, χαριτώνυμε Ὅσιε Πάτερ· καὶ
ἡ ἁγία σου ψυχὴ Ἀγγέλοις συνοῦσα, ἀξίως ἐπαγάλλεται ἔχων οὖν πρὸς Κύριον σοφὲ τὴν
παρρησίαν, καὶ σὺν τοῖς Ὁσίοις χορεύων ἐν οὐρανοῖς, ἱκέτευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς
ἐκτελούντων τὴν μνήμην σου.
Ἦχος γ'.
Ἅπας τῶν
συναθροισθέντων δῆμος ἱερός, ἐπὶ τῇ τοῦ Ὁσίου μνήμη τῇ φαιδρᾷ ὁμοφώνως
συγχάρητε κράζοντες· Χαίροις, τὸ τῆς Ῥωσσίας κάλλιστον θρέμμα, καὶ τῶν πιστῶν ἁπάντων
τὸ σεμνολόγημα· Χαίροις, ὁ δυσήνιον σάρκα, καθυποτάξας τῷ πνεύματι, καὶ τάς ὁρμὰς
ἀμβλύνας τῶν παθῶν, τῇ ῥοῇ τῶν δακρύων σου, ὦ Ἰωάννη· Χαίροις, τὸ ἥμερον
καύχημα, καὶ τῆς Ἐκκλησίας τῶν πιστῶν τὸ ἀγαλλίαμα.
Ἦχος δ'.
Φερωνύμως ἡ κλῆσίς
σου γέγονε χαριτώνυμος, Ὅσιε Πάτερ· ὡς γὰρ ὁ θεῖος Βαπτιστής, μεταξὺ τοῦ Ἰουδαϊκοῦ
λαοῦ ἐχαριτώθη, καὶ παρὰ Χριστοῦ σαφῶς ἐμαρτυρήθη, οὕτω καὶ σὺ ὁ ὁμώνυμος αὐτοῦ
καὶ μιμητής, μεταξὺ τοῦ ματαιόφρονος λαοῦ, χάριν οὐρανόθεν εἴληφας, τῇ θεαρέστῳ
πολιτείᾳ σου, ὦ Ἰωάννη· διὸ μὴ παύσῃ πρεσβεύων ὑπὲρ ἡμῶν τῶν πιστῶς ἐπιτελούντων,
τὴν ἁγίαν σου σοφὲ πανήγυριν.
Δόξα, Ἦχος πλ.
α'.
Χαρμοσύνως
σήμερον Θεῷ, ἡ τῶν Προκοπέων πόλις σκιρτῶσα βόησον. Ἐλαμπρύνθη μου τὸ κάλλος, ὑπὲρ
πᾶσαν ἄλλην πόλιν τῶν ἐνθάδε· Ἰδοὺ γὰρ ὁ τῆς Ῥωσσίας θεῖος γόνος, καὶ τὸ τῶν Ὁσίων
μέγα κειμήλιον, Ἰωάννης ὁ ὄντως χαριτώνυμος, τὴν πορείαν πρὸς τὸν Οὐρανὸν ἐποιήσατο,
καταλιπών μοι σεμνολόγημα, τὸ αὐτοῦ ἅγιον σκῆνος. Δεῦρο δή μοι ἅπαν τὸ σύστημα
τῶν Ὀρθοδόξων ἑορτάσωμεν αὐτοῦ τὴν θείαν μνήμην, ἵνα καὶ τῆς αὐτοῦ κοινωνήσωμεν
χάριτος· τοῦ πρεσβεύοντος ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν, τῆς Ἑορτῆς,
εἰ δὲ μή, Μακαρίζομέν σε.
ΕΙς τὰ Ἀπόστιχα. προσόμοια.
Ὅτε ἐκ τοῦ
ξύλου σε νεκρόν.
Δεῦτε τῶν Ἀγγέλων
οἱ χοροί, δεῦτε τῶν Ὁσίων οἱ δῆμοι, κλεινὲ Ἀντώνιε, θεῖέ τε Εὐθύμιε, Σάββα Ἀρσένιε,
Συμεὼν καὶ Ἀλύπιε, θεῖοι στυλῖται, δεῦτε ὑποδέξασθε τὸν τῆς Ῥωσσίας βλαστόν, θεῖον
Ἰωάννην τὸν ὄντως, μιμητὴν ὑμῶν τε καὶ μύστην, καὶ ὑπὲρ ἡμῶν ὁμοῦ πρεσβεύσατε.
Στίχος. Τίμιος
ἐναντίον Κυοίου.
Ξένος καὶ αἰχμάλωτος
ἀχθείς, ταῖς Ἀγαρηνῶν χερσὶ Πάτερ, ξένην ἐβίωσας, πολιτείαν ἔνδοξε οἰκήσας,
σταύλῳ τινί, ὡς Ἰὼβ ἄλλος Ὅσιε, ὁ ἐπὶ κοπρίας, στένων καὶ θλιβόμενος, καὶ ἀειρρόους
κρουνούς, χέων θερμοτάτων δακρύων ἔφθασας πρὸς ὃν δ' ἐπεπόθεις, Ἰωάννη ὄντως
χαριτώνυμε.
Στίχος.
Καυχήσονται Ὅσιοι ἐν δόξῃ·
Ἔχων παρρησίαν
πρὸς Θεόν, πάντων τῶν ἐν πίστει τελούντων, τὴν σεπτὴν ἑορτήν, Ἰωάννη Ὅσιε, θερμῶς
παράστηθι, τῶν κινδύνων ῥυόμενος, παθῶν ἀπαλλάττων, πάσης περιστάσεως δεινῶν
λυτρούμενος, νέμων τε ψυχῶν σωτηρίαν, θείαις σου ἐντεύξεσιν ὅπως, ἐν ᾠδαῖς καὶ ὕμνοις
σε γεραίρωμεν.
Δόξα, Ἦχος πλ.
δ'.
Δίκαιοι εἰς τὸν
αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ τῷ Ὑψίστῳ, τὸ
προφητικόν, φησί, λόγιον. Ὁ γὰρ δίκαιος ἐν πᾶσιν Ἰωάννης, εἰ καὶ εἰς ἀλλοδαπὴν
μετήχθη χθόνα, καὶ ὑπὸ βαρβάρων ἐσυλήθη, καὶ αἰχμάλωτος εἰς χεῖρας τούτων
παρεδόθη τῆς τοῦ Θεοῦ ἐνετρύφα μνήμης, καὶ τὴν ἀρετὴν ἐκτήσατο σύνοικον. Διὸ καὶ
ζῇ, ἀποθανών, εἰς τοὺς αἰῶνας, μετὰ τῶν ἐν Οὐρανοῖς Ὁσίων πάντων μεθ' ὧν
πρεσβεύει ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Καὶ νῦν, τῆς
τυχούσης Ἐορτῆς, ἢ Θεοτοκίον.
Ἀπολυτίκιον. Ἦχὸς
δ'. Ταχὺ προκατάλαβε.
Ἐκ γῆς ὁ
καλέσας σε, πρὸς Οὐρανίους Μονάς, τηρεῖ καὶ μετὰ θάνατον ἀδιαλώβητον, τὸ Σκῆνός
σου Ὅσιε. Σὺ γὰρ ἐν τῇ Ἀσίᾳ, ὡς αἰχμάλωτος ἤχθης, ἔνθα καὶ ᾠκειώθης, τῷ Χριστῷ,
Ἰωάννη. Αὐτὸν οὖν ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα, ἕτερον.
Ἦχος α'. Τοῦ
λίθου σφραγισθέντος.
Ῥωσσία σοῦ
καυχᾶται τῶν σπαργάνων ἡ πάτριος, καὶ ἡ Ἀσιάτις γῆ χαίρει, τῷ ἁγίῳ λειψάνῳ σου·
ἐν ᾗ ὡς αἰχμάλωτος ἀχθείς, ὑπέστης δεινῶν ἐπιφορὰς· καὶ βιώσας ἐν ἀσκήσει,
μύστης Θεοῦ γεγένησαι ὦ Ἰωάννη· Δόξα τῷ σὲ δοξάσαντι Χριστῷ· Δόξα τῷ σὲ
θαυμαστώσαντι· Δόξα τῷ σὲ προστάτην κραταιὸν ἡμῖν δωρήσαντι.
Καὶ νῦν, τῆς Ἑορτῆς,
ἢ Θεοτοκίον. Καί ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α΄ στιχολογίαν Κάθισμα.
Ἦχος α΄. Τὸν
τάφον σου Σωτήρ.
Ὁσίων ὁ χορός,
τὴν σὴν μνήμην θεόφρον, ἐν ὕμνοις καὶ ᾠδαῖς, Ἰωάννη τιμῶσι· προσθήκην γὰρ ἐδέξαντο,
σοῦ τὸ πνεῦμα μακάριε· ὅθεν σήμερον, καὶ ἡ Χριστοῦ Ἐκκλησία, μεγαλύνει σε,
δοξολογοῦσα ἐνθέως, τὸν σὲ θαυμαστώσαντα.
Δόξα, Τὸ αὐτό.
Καὶ νῦν, τῆς
τυχούσης Ἑορτῆς.
Μετὰ τὴν β'. στιχολογίαν. Κάθισμα.
Ἦχος γ'. Τὴν ὡραιότητα.
Πάθη τοῦ
σώματος, θεομακάριστε, Πάτερ ἐξήρανας, δακρύων ῥεύμασι, καὶ τῶν θαυμάτων
ποταμούς, ἀνέβλυσας Ἰωάννη. Ὅθεν προσερχόμενοι, τῷ τιμίῳ λειψάνῳ σου, χάριν τε
καὶ ἔλεος, προφανῶς ἀρυόμεθα· τιμῶντές σου τὴν μνήμην ἀξίως, καὶ τὸν δοξὰσαντά
σε Κύριον.
Δόξα, ἕτερον ὅμοιον.
Ὅλον ἐκόσμησας,
μάκαρ τὸν βίον σου, καὶ ὑπερκόσμιος, ὅλος σὺ γέγονας, καθάπερ ἄσαρκος σαρκί, καὶ
ἄνθρωπος οὐρανόφρων. Ὅθεν ἱκεσίαις σου, Ἰωάννη μακάριε, κόσμησον καὶ κάθαρον, ἐκ
τοῦ ῥύπου τῶν ἔργων μου, τὸν πίστει τὴν ἁγίαν σου μνήμην, ψαλμοῖς καὶ ὕμνοις
μεγαλύναντα.
Καὶ νῦν, τῆς Ἑορτῆς.
Μετὰ τὸν Πολυέλαιον. Κάθισμα.
Ἦχος δ'. Ὁ ὑψωθεὶς
ἐν τῷ Σταυρῷ.
Τὸν ἐπὶ ὤμων τὸν
σταυρὸν τοῦ Κυρίου ἀναλαβόντα καὶ αὐτῷ μέχρι τέλους, ἀσκητικοῖς ἀγῶσι καὶ
παλαίσμασιν, ἐπακολουθήσαντα, εὐφημήσωμεν ὕμνοις, Ἰωάννην ἅπαντες, τὸν θεόφρονα
ὄντως, ὃν ἡ Ῥωσσία ἤνθησε καλῶς, καὶ ἡ Ἀσία ἐγνώρισεν Ὅσιον.
Δόξα, ἕτερον ὅμοιον.
Ὁ βιωτεύσας
θαυμαστῶς καὶ ὁσίως, ἐπὶ τὴν πόλιν ὡς εἰς τόπους ἐρήμους, αἰχμαλωσίᾳ καίτοι
κρατυνόμενος, εἶχες ὁδηγοῦσάν σε, τὴν Παρθένον Μαρίαν, εἶχες συμμαχοῦντά σοι, τὸν
θεάρεστον βίον, ὦ Ἰωάννη μέγιστε φωστήρ, τῆς Ἐκκλησίας νεόδμητον φρούριον.
Καὶ νῦν, τῆς Ἑορτῆς.
Εἶτα τὸ Ἐκ
νεότητός μου,
Τὸ
προκείμενον. Τίμιος ἐναντίον Κυρίου.
Στίχ. Τί ἀνταποδώσωμεν
τῷ Κυρίῳ.
ὁ Ν'.
Δόξα. Ταῖς τοῦ
σοῦ Ὁσίου,
Καὶ νῦν. Ταῖς
τῆς Θεοτόκου.
Καὶ τὸ Ἰδιομελον,
Ἦχὸς πλ. β'.
Ἡ θεία λάρναξ
τῶν λειψάνων σου, Ἰωάννη Πάτερ, Ὅσιε, ἰάματα πηγάζει τοῖς πιστοῖς· καὶ ἡ ἁγία
σου ψυχὴ Ἀγγέλοις συνοῦσα, ἐπαξίως ἀγάλλεται. Ἔχων οὖν πρὸς Κύριον τὴν
παρρησίαν, αὐτὸν ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ οἱ Κανόνες. Ὁ τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου. ΕΙ δὲ τύχοι
ἐκτὸς τοῦ Πεντηκοσταρίου, ὁ πάρων τῆς Θεοτόκου μετὰ τῶν Εἰρμῶν εἰς ζ'. Καὶ τοῦ Ἁγίου
εἰς ς'.
Ὁ Κανὼν τῆς
Θεοτόκου
ᾨδὴ α'. ἦχος
β'. Ὁ Εἱρμός.
Δεῦτε λαοί, ᾄσωμεν
ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε,
δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται. (δίς)
Ἡ τὴν πηγὴν τῆς
ἀπαθείας κυήσασα, τραυματισθέντα πάθεσι, Κόρη θεράπευσον, καὶ πυρὸς αἰωνίου, ἐξάρπασόν
με μόνη, θεοχαρίτωτε.
Ἐπί τὴν σήν, νῦν
καταφεύγω χρηστότητα, παρθενομῆτορ Ἄχραντε, ῥῦσαι τὸν δοῦλόν σου, ψυχικῶν
νοσημάτων, παθῶν τε ψυχοφθόρων, τοῦ αἰωνίου πυρός.
Σὲ στηριγμόν,
καὶ προστασίαν πλουτίσαντες, οἱ Θεοτόκον Πάναγνε, ὁμολογοῦντές σε τρικυμίαις τοῦ
βίου καὶ πειρασμῶν παντοίων διασῳζόμεθα.
Ἡ τῶν πιστῶν
καταφυγὴ Ἀειπάρθενε, ἡ κραταιὰ βοήθεια τῶν προστρεχόντων σοι, ἀπὸ πάσης ἀνάγκης,
καὶ βλάβης ἐναντίας, ἡμᾶς διάσωσον.
Ὁ Κανὼν τοῦ Ἁγίου.
Ἦχος καὶ Εἱρμός,
ὁ αὐτός.
Ὕμνοις τὴν
σήν, φαεινοτάτην πανήγυριν, ἀνευφημεῖν ὁρμήσαντι, φῶς μοι κατάπεμψον, παρεστὼς
στεφηφόρος, τῷ θρόνῳ τοῦ Δεσπότου μακαριώτατε.
Μέλη σοφέ.
νεκρώσας πάντα τοῦ σώματος, ἐν τῇ καρδίᾳ ἔσχηκας, Χριστὸν νεκρώσαντα, τὸν ἀρχέκακον
ὄφιν, καὶ τὴν βροτείαν φύσιν ἀπολυτρώσαντα.
Νόμον Χριστοῦ ἐμμελετήσας
θεσπέσιε, δένδρον ζωῆς, κατάκαρπον, ἀρεταῖς δέδειξαι, προβαλλόμενος χάριν τῶν
θείων ἰαμάτων, τοῖς σὲ δοξάζουσι.
Θεοτοκίον.
Μετὰ Θεόν, σὲ
βοηθὸν ἀκαταίσχυντον, καὶ προστασίαν ἄμαχον, καὶ ἀντιλήπτορα καὶ φρουρὸν καὶ
μεσίτην Παρθένε κεκτημένοι, κράζω σοι· σῶσόν με.
Καταβασίαι, τα
ῆς τυχούσης Ἑορτῆς·
ἢ Ἀνοίξω τὸ
στόμα μου.
ᾨδὴ γ'. Ὁ Εἱρμός.
Στερέωσον ἡμᾶς
ἐν σοὶ Κὐριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς
τάς καρδίας, ἡμῶν τῶν ὑμνούντων σε. (δίς)
Χρυσοῦν ὡς ἀληθῶς
θυμιατήριον, καὶ στάμνον τοῦ μάννα, καὶ θεῖον ὄρος, καὶ παλάτιον τερπνότατον,
τοῦ Θεοῦ σε Παρθένε ὀνομάζομεν.
Ναὸς καὶ ἱερὸν
κατοικητήριον, τοῦ Λόγου ὑπάρχουσα Θεοτόκε, τῶν πταισμάτων ἱλαστηρισν, Παναγία
γενοῦ μοι, Ἀειπάρθενε.
Οὐ σθένει τῶν ἐμῶν
κακῶν τὴν ἄβυσσον, ἀνθρώπου ἐκφράσαι γλῶσσα Παρθένε, ὑπὲρ μέτρον γὰρ ἠνομησα, ἀλλ'
ὡς μήτηρ ἐλέους, σύ με οἴκτειρον.
Τοῦ Ἁγίου ὁ αὐτός.
Ἐξέλαμψεν ὁ
βίος σου Ὅσιε, ὁλολαμπὴς ὡς ἥλιος ἐν τῷ κόσμῳ, ταῖς εὐχαῖς σου οὖν διάσωσον, τοὺς
ἐν πίστει καὶ πόθῳ, σὲ γεραίροντας.
Ἰάσεις ἐνεργῶν
πάτερ Ὅσιε, καὶ δαιμόνων διαλύων τὴν πλάνην, σωτηρίας πᾶσιν αἴτιος, τοῖς πλουτοῦσι,
καὶ προστάτης γέγονας.
Νυσταγμόν
βλεφάρων ἀπωσάμενος, τάς ἀτάκτους ἐκοίμησας Ἰωάννη, δυσηνίου ὁρμὰς σώματος, ταῖς
πρὸς Θεὸν παννύχοις ἱκεσίαις σου.
Θεοτοκίον.
Σαλεύθητι ψυχὴ,
καρδία πείσθητι, καὶ ὅλον δονήθητί μου τὸ σῶμα, ἐπιτάφιον θρηνήσωμεν, τὴν
Μητέρα Θεοῦ, καθικετεύοντες.
Καταβααία
Καθίσματα. Ἦχὸς
δ'. Ταχὺ προκατάλαβε.
Ἃ γνείας τοῖς ἄνθραξι,
προκαθαρθεὶς τὴν ψυχήν, τὸ σῶμα ἐστόμωσας, πρὸς ἀπαθείας ἰσχύν, Ἰωάννη μακάριε.
Ὅθεν καὶ τῶν λειψάνων, ἡ αἰδέσιμος λάρναξ, νόσους ἀποδιώκει, καὶ φωτίζει τοὺς
πίστει, ἀεὶ προσερχομένους σοι, καὶ εὐφημοῦντάς σε.
Δόξα, ἕτερον ὅμοιον
Ἀσίας ἀγλάϊσμα,
ὁ τῆς Ῥωσσίας βλαστός, ἀσκήσει καθέστηκεν, ὁ Ἰωάννης φημί, Θεοῦ ὡς εὐάρεστος. Οὗτος
οὐκ ἐπορεύθη, ἐν βουλῇ τῶν ἀπίστων, εἰ καὶ ᾐχμαλωτίσθη, ὑπ' αὐτῶν ὁ θεόφρων, ἂλλ'
ἐστη ἐν τῷ νόμῳ τοῦ Θεοῦ, μέχρι τοῦ ζῇν ὁ χαριτώνυμος.
Καὶ νῦν, τῆς Ἑορτῆς.
ᾨδὴ δ'. ὁ Εἱρμός.
Εἰσακήκοα
Κύριε, τὴν ἀκοὴν τῆς σῆς οἰκονομίας καὶ ἐδόξασά σε μόνε φιλάνθρωπε.
Σὲ Παρθένε
κεκτήμεθα, Χριστιανοὶ βοήθειαν καὶ σκέπην, χαλεπῶν κινδύνων, ἡμᾶς ἑξαίρουσαν.
Ἀπειρόγαμε
Δέσποινα, ἡ τὸν Θεὸν ἐν μήτρᾳ σου δεξαμένη, πειρασμῶν καὶ θλίψεων, πάντας
λύτρωσαι.
Ἀπροσμάχητον
τεῖχός σε, καὶ κραταιὰν ἐλπίδα Θεοτόκε, οἱ πιστοὶ κεκτήμεθα, ἐν θλίψεσιν.
Τὴν πρεσβείαν
σου Δέσποινα, ὡς ἀσφαλῆ κρηπῖδα κεκτημένοι, τῶν ποικίλων θλίψεων, ἐκλυτρούμεθα.
Τοῦ Ἁγίου· ὁ αὐτός.
Σεαυτόν
κατεκάλλυνας, σαρκὸς νεκρώσας τὸ φρόνημα, διὸ καὶ πρὸς τὰ Οὐράνια ἐχώρησας.
Ἐμιμήσω
θεσπέσιε, τὸν κείμενον Ἰὼβ ἐπὶ κοπρίας, κατοικίαν ἔχων, σοφὲ τὸ ἱπποστάσιον.
Τῶν παθῶν τὰ ὁρμήματα,
σοφῶς ἠχμαλώτισας Ἰωάννη, τοῖς Ἄγαρηνοῖς γενόμενος αἰχμάλωτος.
Θεοτοκίον.
Καταλάμπρυνον Ἄχραντε,
τὴν ζοφερὰν ψυχήν μου τῷ φωτὶ σου, ἡ τὸ φῶς τεκοῦσα, τὸ ἐνυπόστατον.
Καταβασία.
ᾨδὴ ε΄. Εἱρμός.
Ὁ φωτισμός, τῶν
ἐν σκότει κειμένων, ἡ σωτηρία τῶν ἀπεγνωσμένων Χριστὲ Σωτήρ μου, πρὸς σὲ ὀρθρίζω,
Βασιλεῦ τῆς εἰρήνης, φώτισόν με τῇ ἐπιλάμψει σου· ἄλλον γὰρ ἐκτός σου, Θεὸν οὐκ
ἐπίσταμαι. (δίς)
Τὸ ἀληθῶς, ἀλατόμητον
ὄρος, τὴν κεκλεισμένην πύλην, καὶ πηγὴν τὴν ἐσφραγισμένην, τὸν πανευώδη καὶ
θεόφυτον κῆπον, τὸν λειμῶνα τὸν ἑξανθήσαντα, ἄνθος ἀφθαρσίας, ὑμνοῦμέν σε
Δέσποινα.
Νενηστευκώς, ἀρετῆς
ἁπάσης ἐνεφορήθην, ἀπηγορευμένης τροφῆς εἰς κόρον, καὶ νῦν λιμώττω σωτηρίου
τραπέζης, μετανοίας μὲ ἄρτῳ στήριξον, ἄρτον ἡ τὸν θεῖον βαστάσασα τράπεζα.
Τὸ φοβερόν, ἐνθυμούμενος
βῆμα τὸ τοῦ Υἱοῦ σου, τρέμω τὰ δεινά μου γιγνώσκων, ἔργα θεογεννῆτορ, ὑπερβαίνοντα
πλήθους ἀμετρίᾳ, ψάμμον παράλιον, καὶ τὸν τῶν ἀστέρων, χορὸν τὸν ἀμέτρητον.
Τῆς σῆς ἐκτός,
βοηθείας Παρθένε καὶ συνεργείας, μάταιος ὁ πόνος κενὸς ὁ κόπος, ὁ τῶν ἀνθρώπων,
ὁ ἱδρὼς καὶ ὁ μόχθος, καὶ ὁ σύμπας ἀγών· ὅθεν μοι σωθῆναι, ποθοῦντι συνέργησον.
Τοῦ Ἁγίου· ὁ αὐτός.
Ὁ φωτισμός, τῶν
ἐν σκότει κειμένων, λάμψον μοι αἴγλην θείαις τοῦ Ὁσίου σου ἱκεσίαις, λῦσον τὰ
νέφη τῆς ἀθλίας ψυχῆς μου, ὄμβρισόν μοι ῥεῖθρα ἀφέσεως· ἄλλον γὰρ ἐκτός σου, Θεὸν
οὐκ ἐπίσταμαι.
Λύμης παθῶν, ἐκκαθάρας
τὸ ὄμμα τῆς διανοίας, Πάτερ Ἰωάννη δι' ἐγκρατείας, θείᾳ ἐντεύξει διανοῖξαι καὶ ἡμῶν,
πηρωθείσας τάς κόρας σπεῦσον, ὅπως θεαρέστως, ἐν τῇ παρούσῃ ζωῇ βιώσωμεν.
Μέγα ἐν σοί,
καὶ ἐξαίσιον θαῦμα ὁρᾶται Πάτερ· πῶς μετὰ κηδείαν ὄντως χρονίαν, διατηρεῖται ἀδιάφθορον,
μάκαρ σοῦ τὸ σῶμα, ἐν τάφῳ κείμενον! ἀλλ' οὕτω δοξάζει, τοὺς αὐτὸν ἀντιδοξάζοντας
Κύριος.
Θεοτοκίον.
Συνεκτικός,
κατ΄ οὐσίαν ὑπάρχων ὁ Θεὸς Λόγος, πάντων τῶν αἰώνων ἐν τῇ γαστρί σου, παρθενομῆτορ,
συνεσχέθη ἀφράστως, τοὺς ἀνθρώπους ἀνακαλούμενος, πρὸς τὸ ἑνικόν, τῆς μιᾶς
Κυριότητος.
Καταβασία.
ᾨδὴ στ'. Ὁ Εἱρμός.
Ἐν ἀβύσσῳ
πταισμάτων καλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγ χνίας σου, ἐπικαλοῦμαι ἄβυσσον
ἐκ φθορὰς ὁ Θεός με ἀνάγαγε. (δίς)
Ἐπὶ σὲ τάς ἐλπίδας
ἀνέθηκα, τάς τῆς σωτηρίας μου Κόρη πανύμνητε, σὺ πρὸς ζωὴν ὁδήγησας, τὴν ψυχήν
μου χωροῦσαν εἰς θάνατον.
Τὴν πολλήν μου
γιγνώσκεις ἀσθένειαν, καὶ τὴν ῥᾳθυμίαν ἐπίστασαι Δέσποινα, ὡς οἶδας αὐτὴν σῶσόν
με, καὶ ὡς θέλεις γεέννης με λύτρωσαι.
Ὁ τὸ πᾶν οὐσιώσας
βουλήματι, Λόγος συναΐδιος καὶ ὁμοούσιος, Πατρὶ καὶ θείῳ Πνεύματι, ἐκ Παρθένου
φορεῖ τὴν οὐσίαν μου.
Ἐν πελάγει τοῦ
βίου νηχόμενον, ζάλη καὶ παθῶν τρικυμίαι δονοῦσί με, παῦσον τὸν σάλον Ἄχραντε,
καὶ τὸν ἄστατον πράϋνον τάραχον.
Τοῦ Ἁγίου ὁ αὐτός.
Ὡς πολύτιμος ὄλβος
κρυπτόμενος, Πάτερ εὐσεβέσιν ἐφάνης ὁράματι, καὶ δᾳδουχεῖς ἐν θαύμασι, καὶ
βραβεύεις ἰάσεις τοῖς δούλοις σου.
Ὥσπερ φοῖνιξ ἀνθήσας
ἀνέτειλας, ἐν τῇ Ἐκκλησίᾳ Χριστοῦ χαριτώνυμε, τῇ τῶν καρπῶν γλυκύτητι,
κατευφραίνων πιστῶν τὰ πληρώματα.
Ἱερῶς σου τὸν
βίον διήνυσας, καὶ μετὰ Ὁσίων ὁσίως ἐσκήνωσας, ὑπὲρ ἡμῶν δεόμενος, τῶν πιστῶς Ἰωάννη
τιμώντων σε.
Θεοτοκίον.
Τῆς ἄμετρου
πορώσεως ῥῦσαί με, τὸν κεκρατημένον πολλοῖς πλημμελήμασι, Θεοκυῆτορ Δέσποινα,
καὶ χειρός με δαιμόνων ἐξαρπασον.
Καταβασία.
Κοντάκιον, Ἦχος
δ'. Ἐπεφάνης σήμερον.
Τῶν λαμπρῶν ἀγώνων
σου, Ὅσιε Πάτερ, ἡ ἁγία σήμερον, ἐπέστη μνήμη τάς ψυχάς, τῶν εὐσεβῶν
κατευφραίνουσα, ὦ Ἰωάννη τῶν πίστει τιμώντων σε.
Ὁ Οἶκος.
Πῶς ἐπαινέσω
τοὺς σοὺς ἀγῶνας ὁ τάλας, Ὅσιε Πάτερ ; τῶν δακρύων δέ, πῶς τὸ πέλαγος ἐξερεύξομαι
; Σὺ γὰρ τῷ βὶῳ ἐνδιαπρέπων, τῶν Ἀγγέλων κατέλαβες χορείαν, τὰ πάθη ἐγκρατείᾳ
νεκρώσας σοφέ, καὶ σάρκα δουλαγωγήσας καθυπέταξας τῷ πνεύματι, καὶ τὸν τοῦ
σκότους προστάτην κατῄσχυνας. Διὸ καὶ νῦν, τῷ θρόνῳ τοῦ Δεσπότου παριστάμενος, ὦ
Ἰωάννη πρεσβεύεις ὑπὲρ τῶν πίστει τιμώντων σε.
Καὶ ἀναγινώσκεται ὁ Συναξαριστὴς τῆς ἡμέρας, ἤτοι, τῆς
27ης τοῦ Μαΐου.
Τῇ αὐτῇ ἡμέρᾳ,
μνήμη τοῦ Ὁσίου καὶ θεοφόρου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Ῥώσσου, τοῦ νέου Ὁμολογητοῦ,
ὅστις πωληθεὶς εἴς τινα Ἀγαρηνὸν ὡς αἰχμάλωτος, καὶ παρ΄ αὐτοῦ, ἐν τῇ ἐν Μ. Ἀσίᾳ
κωμοπόλει τῆς Καππαδοκίας, Προκοπίῳ, ἀχθείς, καὶ ἀσκητικῶς ἐκεῖ ἀγωνισάμενος, ἐκοιμήθη
ἐν Κυρίῳ κατὰ τό, 1730.
Πλήρης χαρίτων
ὁ αἰχμάλωτος ὤφθη· Αἰχμαλωτίσας τοῦ σκότους τὸν προστάτην·
Ταῖς τῶν σῶν Ἅγίων
πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ'. ὁ Εἱρμός.
Εἰκόνος χρυσῆς,
ἐν πεδίῳ Δεηρᾷ λατρευομένης, οἱ τρεῖς σου παῖδες κατεφρόνησαν, ἀθεωτάτου
προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες, δροσιζόμενοι ἔψαλλον· Εὐλογητός εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡ μόνη ἐλπίς,
καὶ βοήθεια πιστῶν Θεογεννῆτορ, σπεῦσον βοήθει τοῖς οἰκέταις σου, βυθιζομένοις
τοῖς πάθεσι, καὶ ταῖς τῶν δαιμόνων ἀπάταις, καὶ τρικυμίαις τῶν θλίψεων, καὶ
καταφεύγουσιν εἰς σέ, ἐν πεποιθήσει ψυχῆς.
Λιμὴν ἀσφαλής,
προστασία φοβερὰ καὶ τεῖχος ἄρρηκτον, τοῖς ἐν ἀνάγκαις κινδυνεύουσι, Θεοτόκε ὑπάρχουσα·
ταῖς πρὸς τὸν Υἱόν σου πρεσβείαις, χειμαζομένους ἐκ θλίψεων, καὶ πολυτρόπων
πειρασμῶν, σῷζε τοὺς δούλους σου.
Πατρὶ συμφυῶς,
τὸν νοούμενον Υἱόν, δυνάμει τοῦ Πνεύματος τοῦ Παναγίου, ἐσωμάτωσας Θεοχαρίτωτε.
Τοῦτον οὖν ἀπαύστως δυσώπει, οἰκτειρῆσαι τοὺς μέλποντας. Εὐλογημένη ἡ Θεόν,
σαρκὶ κυήσασα.
Παρθένε σεμνή,
ἀπειρόγαμε Ἁγνὴ Εὐλογημένη, καταπιπτόντων ἐπανόρθωσις, ἁμαρτανόντων ἡ λύτρωσις,
σῶσόν με τὸν ἄσωτον σῷσον, καὶ αἰωνίου κολάσεως, ἐξάρπασον ὡς συμπαθής, ἵνα
δοξάζω σε.
Τοῦ Ἁγίου ὁ αὐτός.
Ὡραίαν στολήν,
τῶν καμάτων ἱδρῶσι πεποικιλμένην, περιεβάλου ἀνταμοιβήν, τῆς ἧς ὑπέστης
γυμνώσεως, ἔχων ἐπὶ σοὶ τὸ σαρκίον, καὶ κραυγάζων τῷ Παντάνακτι· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἁγίων ψυχαί, τῶν
Ὁσίων τε χορὸς καὶ ἡ ἀσώματος, τῶν Ἀγγέλων τάξις προσεδέξαντο, συγχορευτήν σε
Πατὴρ ἡμῶν· κακουχίαις γὰρ πολλαῖς παλαίσας, μελῳδεῖς ἀγαλλόμενος· Εὐλογητος εἶ
ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νεώσας ψυχήν,
τῷ ἀρότρῳ προσευχῆς ὦ Ἰωάννη, καὶ κατασπείρας τὴν ἐγκράτειαν, στάχυν ἁγνείας ἐθέρισας,
ᾗ συνδιαιτώμενος μάκαρ, σὺν Ἀγγέλοις ἐκραύγαζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν
Πατέρων ἡμῶν.
Θεοτοκίον.
Εἰς σὲ τὴν ἐμήν,
ἀνεθέμην ἐκ ψυχῆς ἐλπίδα πᾶσαν, καὶ ἀτενίζω προσδεχόμενος, τὴν θείαν ὄντως
παράκλησιν πρόφθασον Ἁγνὴ Θεοτόκε, καὶ χαρίτωσον τρίβον μοι, ὅπως ψάλλω πρὸς Θεὸν,
τὸν τῶν Πατέρων ἡμῶν.
Καταβασία.
ᾨδή η'. Ὁ Εἱρμός.
Τὸν ἐν καμὶνῳ
τοῦ πυρός, τῶν Ἑβραίων τοῖς παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον
μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα, ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
(δίς)
Ζῶσα ὑπάρχουσα
πηγή, ὡς τὸ ὕδωρ τῆς ζωῆς ἀποτεκοῦσα, τὴν ψυχήν μου τακεῖσαν τῆς ἁμαρτίας φλογμῷ,
Παρθένε Θεοτόκε ποίησον, καὶ τῆς αἰωνίου, ἑξάρπασον φλογός με.
Νυγεὶς τῷ
βέλει τοῦ ἐχθροῦ, τὴν ψυχὴν ὁλοτελῶς ἐτραυματίσθην, καὶ ἀνίατα πάσχω ἡ Σωτῆρ
Χριστόν, ἀρρήτως τεκοῦσα Πανάμωμε, ἴασαί με, σῶσον, ἐλπίς μου ἡ βεβαία.
Νενεκρωμένον
νοητῶς, ἐξ ἀμέτρων μου κακῶν ἀνάστησόν με Κόρη· καὶ τῇ πρεσβείᾳ τῇ σῇ, ἐκ πάσης
ἀπάτης με λύτρωσαι, τῆς τοῦ ψυχοφθόρου ἐχθροῦ, καὶ παλαμνιαίου.
Τῆς ἐκφοβούσης
με ὀργῆς τοῦ Υἱοῦ σου καὶ Θεοῦ Ἁγνή με ῥῦσαι, καὶ ἐν ᾥρᾳ τῆς δίκης ὡς
παντοδύναμος, πρόφθασον ἑτοίμη βοήθεια, καὶ τῶν εὐωνύμων, ἐρίφων λύτρωσαί με.
Τοῦ Ἁγίου ὁ αὐτός.
Νῦν ἡ ἀξίνη τῶν
πιστῶν, ἀπειλεῖ τὴν ἐκτομὴν ψυχή μου σπεῦσον, καὶ παθῶν τάς ἀκάνθας ἀποτεμοῦσα,
καρποὺς ὡρίμους Κυρίῳ προσάγαγε, ταῖς τοῦ Ἰωάννου, εὐχαῖς διασωθείσαις.
Ἡ Ἱερά σου πρὸς
Θεόν, ἐκδημία ἱερῶς ἐμεγαλύνθη, προπομπαῖς τῶν Ὁσίων καὶ Ἀσωμάτων χοροῖς, ὧν ἔσχες
ἐν γῇ τὸ πολίτευμα, βλάστημα, Ῥωσσίας, ὦ Ἰωάννη μάκαρ.
Μυστηρίων τῶν ὑπερφυῶν,
ἐν τῇ ἐξόδῳ μεταλαβεῖν σου θέλοντος, προσεφέρθη σοι διὰ φόβον, ἐν μέσῳ μήλου, σῶμα,
καὶ αἷμα τὸ ζωοπάροχον, Χριστοῦ ὃν στερνησάμενος ἐξαπέπτης πρὸς Οὐράνια.
Θεοτοκίον.
Ὁ καθαρώτατος
Ναὸς τοῦ Σωτῆρος μου Χριστοῦ καὶ Βασιλέως, ὁ περίδοξος Θρόνος ὁ ὑψηλὸς Οὐρανός,
ὁ ὄντως ἄσυλος Παράδεισος, ἄνοιξόν μοι πύλας, Δέσποινα παραδείσου.
Καταβασία.
ᾨδὴ θ'. Ὁ Εἱρμός.
Τὸν ἐκ Θεοῦ Θεὸν
Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα
δεινῶς, ἐξ Ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι΄ ἡμᾶς, οἱ πιστοὶ ὁμοφρώνως ἐν
ὕμνοις μεγαλύνομεν. (δίς)
Ὑπεραγία
Παρθένε, Ὑπεράμωμε Κόρη, Ὑπέραγνε Πανύμνητε Σεμνή, ἅρμα τοῦ Λόγου ὑπέρφωτον, τῆς
ἀθλίας ψυχῆς μου, τὸ φῶς μου καὶ πνοή μου καὶ ζωή, ὥσπερ εἶδος ὡς θέλεις, ἐλέησον
καὶ σῶσόν με.
Φιλανθρωπίας
με θείας, καταξίωσον Κόρη, ἡ μόνη τὸν φιλάνθρωπον Θεὸν, σάρκα ἐκ σοῦ
δανεισάμενον, ἀπορρήτως τεκοῦσα, καὶ λύτρωσαι μελλούσης με φλογός, καὶ κολάσεως
πάσης, τὸν πόθῳ σε δοξάζοντα.
Φῶς ἡ τεκοῦσα
τὸ θεῖον, τὴν πολλαῖς σκοτισθεῖσαν, παθῶν ἐπαγωγαῖς, ταπεινὴν καρδίαν μου
φωταγώγησον Κόρη, σταγόνας χορηγοῦσά με ἀεί, δακρύων ὅπως πλύνω, τὸν ῥύπον τῶν
πταισμάτων μου.
Σύ με
δικαίωσον ὅτε φανεροῦνται Παρθένε, τὰ κρύφια ἑκάστου ἐμφανῶς· ἔχεις γὰρ τὸ
δύνασθαι· καὶ τοῦ σκότους με ῥῦσαι, ἐν χώρᾳ δὲ κατάταξον φωτός, ἔνθα εὐφραινομενων,
χαρὰ ἡ ἀνεκλάλητος.
Τοῦ Ἁγίου, ὁ αὐτός.
Ἀπαρυσάμενος
Πάτερ, ἐκ πηγῆς ἀεννάου, τοῦ πνεύματος τὴν χάριν δαψιλῶς, ὦ Ἰωάννη μακάριε,
ταύτην πᾶσι παρέχεις, ἀφθόνως τοῖς τὴν μνήμην σου πιστῶς, ἐκτελοῦσι καὶ πόθῳ, τὸν
Κτίστην μεγαλύνουσι .
Κρουνοὺς ἡ
Θήκη σοῦ Σκήνους, τοῖς θερμῶς προσιοῦσι, πηγάζει ἰαμάτων τοῖς πιστοῖς, Ἰωάννη
Πατὴρ ἡμῶν, καὶ νοσήματα παύει, καὶ πάντων ἁγιάζει τάς ψυχάς, τῶν ἐν πίστει καὶ
πόθῳ, ἀεὶ μακαριζόντων σε.
Σὺν Ἀποστόλοις
χορεύων, καὶ Ὁσίων τοῖς δήμοις, Ἁγίων τε τοῖς πλήθεσι σοφέ, ἐν οὐρανίοις
σκηνώμασι, Πατὴρ ἡμῶν Ἰωάννη, ἱκέτευε τὸν Κτίστην καὶ Θεόν, ὑπὲρ τῶν τελούντων
νῦν πιστῶς τὴν ἱερὰν καὶ σεπτὴν μνήμην σου.
Θεοτοκίον.
Ὡς κραταιὰν
προστασίαν, ὡς ἐλπίδα καὶ τεῖχος, καὶ ἄγκυραν καὶ σκέπην ἀσφαλῆ, ὡς ἀπροσμάχητον
ἔρεισμα, καὶ ἀχείμαστον ὅρμον, καὶ μόνην κραταιὰν καταφυγήν, κεκτημένοι σε
πάντες, σῳζόμεθα Πανύμνητε.
Καταβασία.
Ἑξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Φρικτὸν ἰδόντες
θέαμα ἐξέστησαν οἱ ἄφρονες· φῶς γὰρ ἦν λάμπον ἅγιον, τῷ τοῦ Ὁσίου μνήματι· διὸ
πιστοῖς ἐμήνυον, θαῦμα τὸ ὑπερθαύμαστον, οἱ δέ, καὶ ἀνασκάψαντες εὗρον ἀσύλητον
ὄλβον, τὸ τοῦ Ἰωάννου σκῆνος.
Καὶ τῆς Ἑορτῆς·
ἢ Θεοτοκίον.
Εἰς τοὺς Αἴνους· ἱστῶμεν στίχ. δ'. καὶ ψάλλομεν στιχηρὰ
προσόμοια.
Ἦχος πλ. δ'. Ὢ
τοῦ παραδόξου θαύματος.
Ὢ τοῦ
παραδόξου θαύματος! Ἀγαρηνοῖς παροικῶν, τοῖς αὐτοῖς ὡς αἰχμάλωτος, ἐκ Τατάρων
δέδοται, συλληφθεὶς ἀργυρώνητος, ὁ τῆς Ῥωσσίας, γόνος πιστότατος, καὶ Ἐκκλησίας,
Χριστοῦ τε γνήσιος· οὗτος ἐν θλίψεσιν, εὗρεν ὡς ἐζήτησε τὸν Ποιητήν, καὶ πολλαῖς
δεήσεσιν, ὁ χαριτώνυμος.
Ὢ του
παραδόξου θαύματος! ἐν ἀκαθάρτοις συνών, Ἰωάννης ὁ ἔνθεος, καθαρὸς τῷ σώματι,
καὶ ψυχῇ ὅλος γέγονε, κοιτῶνα ἔχων, τὸ ἱπποστάσιον, τροφὴν τας ὕβρεις καὶ τὰ
λακτίσματα, τήν τε γυμνότητα, καὶ τὸ ψῦχος, ἅπαντα διὰ Χριστόν, ἤνεγκε
στερρότατα, ὁ τρισμακάριστος.
Δεῦτε Μοναστῶν
τὸ σύστημα, τὴν ἱερὰν καὶ σεπτήν, τοῦ Ὁσίου πανήγυριν, Ἰωάννου σήμερον, εὐσεβῶς
εὐφημήσωμεν· οὗτος γὰρ ὄντως, θείας ἐλλὰμψεως, κατηξιώθη, τὸ φῶς εἰσδέξασθαι· ὢ
τῆς ἀρρήτου σου, προμηθείας Δέσποτα ! δι΄ ἧς ἡμεῖς, ἔγνωμεν δοξάζειν σε, τὸν Ἀκατάληπτον.
Αἴγλῃ τριφαοῦς
Θεότητος, ἡ ἐνοικοῦσα ἐν σοί, θαυμαστόν σε ἀνέδειξεν, ὅτι πνευματέμφορος, ἐκ τῶν
θείων λειψάνων σου, ἐδείχθης μάκαρ· ὅθεν τιμῶμέν σου, ψαλμοῖς καὶ ὕμνοις,
μνήμην τὴν ἔνθεον, οἱ προσπελάζοντες, τῇ σορῷ σου Ὅσιε, καὶ τῇ μορφῇ, τῆς σεπτὴς
Εἰκόνος σου, θεομακάριστε.
Δόξα, ἦχος πλ.
β'.
Τίς μὴ ἐπαινέσει
σε, τὸν ὄντως ἀξιέπαινον ; Ἢ τίς μὴ θαυμάσει σου τὸν τρόπον ἀξιοθαύμαστον ; Οὐ
γὰρ ἠρκέσθης χαριτώνυμε, ἐν τῇ τῆς αἰχμαλωσίας κακουχίᾳ, ἀλλ' ἔσπευσας αὐξῆσαι
αὐτήν, διὰ τῶν ἀσκητικῶν καμάτων, καὶ ἱδρώτων. Οὐκ ἐπτοήθης δὲ τὸ σύνολον, τοῦ
φυλάττειν σεαυτὸν ἐν εὐσεβείᾳ, ἐνώπιον Ἀγαρηνῶν παρανόμων. Ὕβρεις καθυπέμεινας,
καὶ γυμνότητας, καὶ πᾶσαν ἄλλην θλίψιν. Διὰ πολλῶν γὰρ ἐπειράσθης, καὶ δι΄ ὑπομονῆς
ἐδοκιμάσθης ἐκ Θεοῦ, Ἰωάννη ὄντως μακάριε· ὃν ἱκέτευε, δεόμεθα, σωθῆναι τάς ψυχὰς
ἡμῶν.
Καὶ νῦν, τῆς
τυχούσης Ἑορτῆς.
Εἰ δὲ μή, τὸ
Θεοτόκε σὺ εἶ ἡ ἄμπελος.
Δοξολογία
Μεγάλη, καὶ ἀπόλυσις. Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοῖς.
Εἰς τὴν
Λειτουργίαν. Τυπικά, καὶ αἱ ᾠδαί, γ'. καὶ ς'.
Ἀπόστολον
Τέκνον Τιμόθεε ἐνδυναμοῦ ἐν τῇ χὰριτι τῇ ἐν Χριστῷ Ἰησοῦ· (Ζήτει εἰς τὴν 26 Ὀκτωβρίου).
Εὐαγγέλιον. Τῷ
καιρῷ ἐκείνῳ ἔστη ὁ Ἰησοῦς ἐπὶ τόπου πεδινοῦ (Ζήτει εἰς τὴν 17 Ἰανουαρίου).
Κοινωνικόν. Εἰς
μνημόσυνον αἰώνιον.
Καὶ ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου