ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους δ΄, καὶ
ψάλλομεν στιχηρὰ
Προσόμοια. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες
Παρθένιε Πάτερ ἱερέ, νήσου Πάτμου βλάστημα, τῇ Ζωοδόχῳ ἀνήγειρας, Πηγῇ περίδοξος, μάνδραν νῦν ἐν κόλποις, ἔχουσα τὸν τάφον σου, καὶ θήκη τῶν πανσέπτων λειψάνων σου, ὡς ὄλβον ἄσυλον, καὶ τιμῶσαν μελωδήμασι, μελιῤῥύτοις, τὴν πάνσεπτον μνήμην σου.
Παρθένιε Μάρτυς θαυμαστέ, ἐν ὑστέροις ἔτεσιν, Ἄγαρ υἱῶν
διεσκέδασας, δεινὴν σκοτόμαιναν, καὶ πικρὰς βασάνους, ὥσπερ ἄλλου πάσχοντος, ὑπέμεινας κοπὴν γενειάδος σου, δεινὴν ἐξόρυξιν, ὀφθαλμῶν σου καὶ ἐπάλειψιν, δι’ ἐλαίου, πληγῶν σου φεῦ ζέοντος.
Παρθένιε τάφον σου σεπτόν, καὶ λειψάνων θήκην σου, τὴν χαριτόβρυτον ἅπαντες,
κατασπαζόμενοι, ἐν τῆς Ζωοδόχου, τῇ Μονῇ πληρούμεθα, χαρίτων μυστικῶς θείου Πνεύματος, Οὗπερ πολύτιμον, σκεῦος
Πάτερ ἐχρημάτισας, ἀθλοφόρε, πανένδοξε
πίστεως.
Παρθένιε Μάρτυς καρτερῶς, πόνους καθυπέμεινας, ὀδυνηροὺς τῆς ἀθλήσεως, ἐπὶ τῆς καράς σου, πεπυρακτωμένον, σκεῦος εἰς δακτύλους σου, καλάμων αἰχμηρῶν μάκαρ ἔμπηξιν, ἀναπέμπων, Χριστῷ τῷ Σωτῆρί σου.
Δόξα. Ἦχος β΄.
Λελαμπρυσμένος αἵμασι μαρτυρίου, ἀνῆλθες εἰς πόλον Χριστῷ συναγάλλεσθαι, νέε Ἱερομάρτυς Παρθένιε, ἰταμῶς γὰρ χερσὶ βασανισθεὶς ἀνόμων, ἱερωσύνης σου ποδῆρες ἱμάτιον ἐπορφύρωσας, αἱμάτων σου ῥείθροις πανσεβάσμιε, ἀκλινῶς οὖν ὑπομείνας ἐχθρῶν τὴν κακότητα, κληρονόμος γέγονας τῆς τῶν οὐρανῶν βασιλείας, ἧς καὶ ἡμᾶς ἀξίωσον τοὺς ἀνυμνοῦντας τὴν μνήμην σου.
Καὶ νῦν.
Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...
Ἀπότιχα. Ἦχος β΄.
Οἶκος τοῦ Ἐφραθᾶ.
Χαίροις τὸ νεαυγές, τῆς νήσου Πάτμον ἄστρον,
Παρθένιε τρισμάκαρ, βολαῖς ὁ καταυγάσας, αἱμάτων σου τὰ σύμπαντα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις Ἄγαρ υἱῶν, ὁ ὑπομεινας μένος, διὰ τοῦ Χριστοῦ τὴν κλῆσιν, Μονῆς τῆς Ζωοδόχου, Πηγῆς δομῆτορ ἔνθεε.
Στ.: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ Ὅσιοί
Σου ἀγαλλιάσει
ἀγαλλιάσονται.
Θήκην τὴν ἱεράν, τῶν σῶν λειψάνων Πάτερ, Παρθένιε ὡς ὄλβον, ἀτίμητον κατέχει, σεμνεῖον ὃ ἐδόμησας.
Δόξα.
Τριαδικόν.
Πάτερ σὺν τῷ Υἱῷ, καὶ Πνεύματι Ἁγίῳ, Τριὰς Ὑπεραγία, δοξάζομεν Σὸν κράτος, φαιδροῖς ψαλμοῖς καὶ ᾄσμασι,
Καὶ νῦν.
Θεοτοκίον.
Χαίροις Μῆτερ Θεοῦ, Πηγὴ ἡ Ζωοδόχος, εἰς ἣν λαμπρὸν σεμνεῖον, ἐδόμησεν ἐν Πάτμῳ, ὁ ἀθλητὴς Παρθένιος.
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ.
α΄. Τὸν
συνάναρχον Λόγον.
Ἱερόθλε
Πάτερ σεπτὲ Παρθένιε, Πατμίων καύχημα θεῖον, καὶ Ζωοδόχου Πηγής, τῆς Μονῆς δομῆτορ πάνσεπτε τιμῶντές
σε, Νεομαρτύρων ὡς φανόν, παμφαῆ καὶ ἱερόν, κοσμήτορα ἱερέων,
θεοπειθεῖς σου πρεσβείας, πρὸς τὸν Σωτῆρα ἐξαιτούμεθα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΜΕΓΑΣ ΕΣΠΕΡΙΝΟΣ
Μετὰ τὸν
Προοιμιακόν, τὸ
Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα,
ἱστῶμεν στίχους στ΄, καὶ
ψάλλομεν τὰ ἑξῆς
Προσόμοια. Ἦχος α΄.
Τῶν οὐρανίων ταγμάτων.
Ἐμπορικῆς κυβερνήτην νηὸς τὸ πρότερον, καὶ εἶτα μονοτρόπων, ποδηγὸν εὐσχημόνως, Παρθένιον τὸν θεῖον δεῦτε πιστοί, εὐφημήσωμεν κράζοντες· ἡμᾶς πριάσθαι ἀξίωσον τιμαλφές, ἀφθαρτότητος
ἐμπόρευμα.
Τὸν διαθέσαντα πλοῦτον αὐτοῦ τὸν ῥέοντα, πρὸς τῶν ἀῤῥεύστων κτῆσιν, ἀνυμνήσωμεν πόθῳ, Παρθένιον σεμνείου
περικλεοῦς, ἐνθεώτατον κτίτορα, τῆς Ζωοδόχου ἐν Πάτμῳ κλεινῇ Πηγῆς, τὸν Ἀγγέλοις νὺν συγχαίροντα.
Ὀρθοδοξίας
τὸν νέον καὶ παμφαέστατον, ἀστέρα τὸν ἐν Πάτμῳ, ἀνατείλαντα ἄρτι, Παρθένιον τὸν πάνυ θεοπρεπῶς, οἱ πιστοὶ εὐφημήσωμεν, ὡς καταυγάσαντα πάντας
μαρμαρυγαῖς, εὐσεβείας καὶ ἀθλήσεως.
Δεῦτε Πατμίων οἱ δῆμοι ἐγκωμιάσωμεν, τῆς νήσου ταύτης γόνον, καὶ δομήτορα θεῖον, Μονῆς τῆς Ζωοδόχου κόσμου Πηγῆς, θεοφόρον Παρθένιον, ὁμολογίας λαβόντα ἀθλητικῆς, νίκης στέφανον χρυσόπλοκον.
Τὴν τῶν λειψάνων σου θήκην τὴν θαυματόβρυτον, τὴν ἰωμένην πάντας, τοὺς
πυρέσσοντας τάχος, ἐν μάνδρᾳ Ζωοδόχου δεῦτε Πηγῆς, εὐσεβῶς ἀσπαζόμενοι, ἰσχύος ἄμφω δυνάμεως καὶ χαρᾶς, οὐρανίου ἐμπιπλάμεθα.
Πάτερ Παρθένιε πόνους πικροὺς ἀθλήσεως, φεῦ πεπυρακτωμένου, ἐπὶ τῆς κεφαλῆς σου, ἀγγείου καῦμα ἀποκοπήν, γενειάδος σου πάντιμε, καὶ κατωδύνους αἰκίας ὡς ἀληθῶς, καθυπέμεινας μακάριε.
Δόξα. Ἦχος πλ. β΄.
Τὸν πλουτισμὸν δι’ ἔργων ἀγαθῶν προκρίναντα, τοῦ ἐφημέρου πλουτισμοῦ καὶ τρυφῆς τῆς ῥεούσης, Παρθένιον τὸν ἀοίδιμον ὁμολογητὴν εὐφημήσωμεν, ἀξιωθεὶς γὰρ καθυπομεῖναι βασάνους διὰ Χριστοῦ τὴν κλῆσιν, ὁμολογηταῖς καὶ Μάρτυσι συνηριθμήθη ἐν πόλῳ δόξης, ἔνθα τῷ Θεανθρώπῳ πρεσβεύει ὑπὲρ τῶν τιμώντων, αὐτοῦ τὰ παλαίσματα.
Καὶ νῦν. Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μὴ ἀνυμνήσει σου τὸν ἀλόχευτον
τόκον; ὁ γὰρ ἀχρόνως ἐκ Πατρὸς ἐκλάμψας Υἱὸς μονογενής, ὁ αὐτός ἐκ σοῦ τῆς Ἁγνῆς προῆλθεν, ἀφράστως
σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει
γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι
φύσεων, ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ Παμμακάριστε,
ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἴσοδος. Φῶς ἱλαρόν. Προκείμενον τῆς ἡμέρας. Καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (κεφ. δ΄ 10-19)
Ἄκουε υἱέ, καὶ δέξαι ἐμοὺς λόγους καὶ πληθυνθήσεται ἔτη ζωῆς σου, ἵνα σοι γένωνται πολλαὶ ὁδοὶ βίου, ὁδοὺς γὰρ σοφίας διδάσκω σε, ἐμβιβάζω δέ σε τροχιαῖς ὀρθαῖς. Ἐὰν γὰρ πορεύη, οὐ συγκλεισθήσεταί σου τὰ διαβήματα, ἐὰν δὲ τρέχης οὐ κοπιάσεις. Ἐπιλαβοῦ ἐμῆς παιδείας, μὴ ἀφῇς, ἀλλα φύλαξον αὐτὴν σεαυτῷ εἰς ζωήν σου. Ὁδοὺς ἀσεβῶν μὴ ἐπέλθης, μηδὲ ζηλώσης ὁδοὺς παρανόμων, ἐν ᾧ ἄν τόπῳ στρατοπεδεύσωσι, μὴ ἐπέλθης ἐκεῖ, ἔκκλινον δὲ ἀπ’ αὐτῶν καὶ παράλλαξον. Οὐ γαρ μὴ ὑπνώσωσιν, ἐὰν μὴ κακοποιήσωσιν, ἀφήρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται. Οἴδε γὰρ σιτοῦνται σῖτα ἀσεβείας, οἴνω δὲ παρανόμῳ μεθύσκονται. Αἱ δὲ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι, προπορεύονται καὶ φωτίζουσιν, ἕως κατορθώση ἡ ἡμέρα. Αἱ δὲ ὁδοὶ τῶν ἀσεβῶν σκοτειναί, οὐκ οἴδασι πῶς προσκόπτουσιν.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα
(κεφ. α΄ 1-10)
Ἀγαπήσατε
δικαιοσύνην, οἱ κρίνοντες τὴν γῆν, φρονήσατε περὶ τοῦ Κυρίου ἐν ἀγαθότητι καὶ ἐν ἁπλότητι καρδίας ζητήσατε αυτόν, ὅτι εὑρίσκεται τοῖς μὴ πειράζουσιν αὐτόν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. Σκολιοὶ γὰρ λογισμοί, χωρίζουσιν ἀπὸ Θεοῦ, δοκιμαζομένη τε ἡ
δύναμις ἐλέγχει ἄφρονας. Ὅτι εἰς κακότεχνον ψυχήν, οὐκ εἰσελεύσεται σοφία, οὐδὲ κατοικήσει ἐν σώματι καταχρέω ἁμαρτίας,
ἅγιον γὰρ πνεῦμα παιδείας φεύξεται δόλον καὶ ἀπαναστήσεται ἀπὸ λογισμῶν ἀσυνέτων καὶ ἐλεγχθήσεται ἐπελθούσης ἀδικίας. Φιλάνθρωπον γὰρ πνεῦμα σοφίας καὶ οὐκ ἀθωώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ, ὅτι τῶν νεφρῶν αυτοῦ, μάρτυς ὁ Θεός, καὶ τῆς καρδίας αὐτοῦ ἐπίσκοπος ἀληθής, καὶ τῆς γλώσσης ἀκουστής, ὅτι πνεῦμα Κυρίου πεπλήρωκε τὴν οἰκουμένην καὶ τὸ συνέχον τὰ πάντα γνῶσιν ἔχει φωνῆς. Διὰ τοῦτο φθεγγόμενος ἄδικα οὐδεὶς μὴ παροδεύση αὐτὸν ἐλέγχουσα ἡ δίκη. Ἐν γὰρ διαβουλίοις ἀσεβοῦς ἐξέτασις αὐτοῦ, ὅτι οὖς ζηλώσεως ἀκροᾶται τὰ πάντα καὶ θροῦς γογγυσμῶν οὐκ ἀποκρύπτεται.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες
ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Λιτή. Ἦχος α΄.
Τὸν πλοῦτον καὶ κοσμικὴν τύρβην ἀρνησάμενον, καὶ μοναδικῆς πολιτείας ἀκολουθήσαντα τρίβοις,
Παρθένιον τὸν Πάτμιον οἱ πιστοὶ μακαρίσωμεν. Οὗτοι γὰρ ἰσάγγελον ἐπιδειξάμενος πολιτείαν, καὶ ἀρετῶν ταῖς ἰδέαις τὴν αὐτοῦ ἀσκητικὴν ἀγωγὴν λαμπρύνας, Μονὴν τῇ Ζωοδόχῳ Πηγῇ περίλαμπρον ἐδόμησε. Πολλοὺς οὖν ἰθύνας πρὸς σωτηρίαν, καὶ ὁμολογίας κατακοσμηθεὶς στεφάνῳ, χάριν εὗρεν αἰτεῖσθαι παρὰ Θεοῦ, τὸν θεῖον ἡμῖν ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Ἦχος β΄.
Τὸ Εὐαγγέλιον τοῦ Θεοῦ ἱερουργήσας λόγοις καὶ πράξεσι, τοῖς ἐν δουλείᾳ Πατμίοις τελοῦσι, τῆς ἄνωθεν σοφίας μυσταγωγὸς ἀπεφάνθης, ἱερώτατε Παρθένιε. Σὺ γὰρ τοῦ Σωτῆρος τὸ ὄνομα εὐτόλμως ὁμολογήσας, τοὺς ἐκγόνους τῆς Ἄγαρ κατήσχυνας σῇ ἐνστάσει, καὶ προθύμως καθυπέμεινας ὑπὲρ τῆς εὐσεβείας βασάνους. Διὸ καὶ ἀξιοχρέως χάριν ἔλαβες ὡς πόνων σου αντιμίσθιον, ἐποπτεύειν ὑψόθεν τοὺς ὑμνοῦντάς σε, καὶ περιφρουρεῖν τοὺς τελοῦντας τὴν ἀεισέβαστον μνήμην σου.
Ἦχος γ΄.
Τῇ θεοπρεπῇ σου ζωὴν λαμπροτέραν ἀπειργάσω, τοῖς ὑπὲρ τῆς εὐσεβείας σκάμμασιν, ἱερόαθλε
Παρθένιε. Θείῳ γὰρ ζήλῳ κινούμενος, ὑπὲρ τῆς τοῦ Πλαστουργοῦ σου ἀγάπης, πόνοις πλείστοις
σεαυτὸν ἐξέδωκας. Καὶ ἐν βασάνοις ἀριστεύσας, κληρονόμος Θεοῦ καὶ συγκληρονόμος Χριστοῦ γέγονας, ἀδιαλείπτως Αὐτῷ πρεσβεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Σταθηρῶς βαστάσας τοὺς οἴακας τῆς τοῦ Θεολόγου μάνδρας, καὶ μόχθοις ἀτρύτοις δομήσας τῇ Ζωοδόχῳ Πηγῇ σεμνεῖον, καρτερίᾳ αἰκισμῶν καὶ βασάνων τοὺς Ἄγαρ υἱοὺς ἐθριάμβευσας, Παρθένιε ἱερώτατε. Τοῦ φωτὸς γαρ τὰ ὅπλα περιφέρων, οὐδόλως ἐπτοήθης τὰς ἀπειλὰς τῶν τυράννων, οὔτε τὰς προσβολὰς τῶν βασάνων, ἀλλ’ ὑπεράνω πάντων γενόμενος, τὸ τῆς νίκης διάδημα παρὰ Χριστοῦ ἐκομίσω, τὸ μέγα καὶ πλοῦσιον ἔλεος.
Δόξα. Ἦχος ὁ αὐτός.
Τὸν ἐν ὁμολογηταῖς θεοειδῆ ἱερομόναχον, τὸν ὑπομείναντα διὰ περόνης τοῦ ὀφθαλμοῦ ἐξόρυξιν, καὶ καλάμων αἰχμηρῶν ἔμπηξιν εἰς τοὺς ὄνυχας τῶν δακτύλων, γενναῖον
Παρθένιον τοῖς μύροις τῶν ᾀσμάτων ῥάνωμεν. Οὗτος γὰρ ταπεινῶς ἀμπεχόμενος τριβώνιον εὐτελὲς ἀσκήσεως, ὃ κατεκόσμησεν ἱδρώτων καὶ αἱμάτων σμαράγδοις, ἀπῆλθε Χριστῷ συνεῖναι ἐν πόλει τῇ ἄνω. Καὶ νῦν Αὐτῷ συγχαίρων, καὶ συναγαλλόμενοις τοῖς πάλαι
Ὁσίοις καὶ Μάρτυσιν, ἀπαύστως πρεσβεύει ἡμῖν διδόναι, ἀμπλακημάτων ἄφεσιν καὶ θεῖον ἔλεος.
Καὶ νῦν.
Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε εὐλογημένη Θεοτόκε...
Εἰς τὸν
Στίχον. Ἦχος πλ.
α΄. Χαίροις ἀσκητικῶν
Χαίροις, τῆς εὐσεβείας λαμπτήρ, ὁ
καταυγάζων οἰκουμένης τὰ πέρατα, σῇ θείᾳ ὁμολογίᾳ, καὶ ἀρετῶν ἀστραπαῖς, νεοάθλων γέρας,
τιμιώτατον, θεόφρον Παρθένιε, Ἐκκλησίας θησαύρισμα, τῆς νήσου Πάτμου, πολυτίμητον κλέϊσμα, καὶ κατάπτωμα, τοῦ ἀνόμου συστήματος, Ἄγαρ υἱῶν δριμύτατον. Διὸ νῦν ἀθλήσεως, τῆς ἱερᾶς σου καμάτους, τοὺς ἀνδρικοὺς μακαρίζοντες, Χριστὸν ἀνυμνοῦμεν, τὸν ἰσχύσαντά σε ἄρτι, ἀθλῆσαι ἄριστα.
Στ.: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέρδος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις, τῆς Ζωοδόχου Πηγῆς, Μονῆς ἐν Πάτμῳ κτίτωρ ὁ ἐνθεώτατος, ὁ ἔμπλεως τῆς σοφίας, τοῦ παναγάθου Θεοῦ, Οὗ τὴν θείαν κλῆσιν, ὡμολόγησας, τρανῶς καὶ ὑπέμεινας, ὀφθαλμῶν σου ἐξόρυξιν, δεινὴν καλάμων, ἐν δακτύλοις σου ἔμπηξιν,
καὶ κατάκαυσιν, κεφαλῆς τῆς τιμίας σου, θεοειδὲς Παρθένιε, Μαρτύρων ἀκρώρεια, δι’ ἄγγους πεπυρωμένου,
πανευλαβῶς ἀνακράζοντες· τὰς σὰς ἱκεσίας, ἐκδεχόμεθα πρὸς Κτίστην, τὸν πολυεύσπλαγχνον.
Στ.: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται
δικαιοσύνην καὶ οἱ Ὅσιοί
Σου ἀγαλλιάσει
Μνήμην, τὴν ἱεράν σου λαμπρῶς, ἐπιτελοῦντες θεοφόρε Παρθένιε, καὶ θήκη τῶν σῶν λειψάνων, ἐν Ζωοδόχῳ Πηγῇ, προσκυνοῦντες πόθῳ, χαριτόβρυτε,
κραυγάζομεν· πρόφθασον, καὶ ἐπίσκεψαι ἅπαντας, τοὺς κλονουμένους, ἀσθενοῦντας καὶ κάμνοντας, καὶ αἰτήματα, τὰ ὑμῶν τάχος πλήρωσον, σῇ παῤῥησίᾳ Ἅγιε, πρὸς τὸν πολυεύσπλαγχνον, Λόγον Θεοῦ τοῦ Ὑψίστου, Οὗ κλῆσιν καθωμολόγησας, ἐνώπιον
πλάνων, ἀπογόνων Ἄγαρ Πάτερ, θεοφιλέστατε.
Δόξα. Ἦχος πλ. δ΄.
Ἀσκητικοῖς ἀγῶσιν τὸν ἐκλάμψαντα, καὶ μαρτυρικοῖς φοινιχθέντα αἵμασι
Παρθένιον, ἀσματικοῖς ἐπαίνοις μακαρίσωμεν. Οὗτος γὰρ ἀρτίως ἐν Πάτμῳ ἀσκήσας, μαρτυρικὴν καρποφορίαν ἐξήνεγκε τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ. Καὶ νῦν Χριστῷ παριστάμενος, ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ, ἀδιαλείπτως πρεσβεύει ὑπὲρ τῶν τιμώντων, μνήμην αὐτοῦ τὴν ἀεισέβαστον.
Καὶ νῦν.
Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...
Νῦν ἀπολύεις.
Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος πλ.
α΄. Τὸν
συνάναρχον Λόγον.
Ἱερόθλε
Πάτερ σεπτὲ Παρθένιε, Πατμίων καύχημα θεῖον, καὶ Ζωοδόχου Πηγής, τῆς Μονῆς δομῆτορ πάνσεπτε τιμῶντές
σε, Νεομαρτύρων ὡς φανόν, παμφαῆ καὶ ἱερόν, κοσμήτορα ἱερέων,
θεοπειθεῖς σου πρεσβείας, πρὸς τὸν Σωτῆρα ἐξαιτούμεθα.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Χαῖρε πύλη Κυρίου ἡ ἀδιόδευτος, χαῖρε τεῖχος καὶ σκέπη τῶν προστρεχόντων εἰς σέ, χαῖρε ἀχείμαστε λιμὴν καὶ Ἀπειρόγαμε, ἡ τεκοῦσα ἐν σαρκὶ τὸν Ποιητήν σου καὶ Θεόν, πρεσβεύουσα μὴ ἐλλείπῃς, ὑπὲρ τῶν ἀνυμνούντων, καὶ προσκυνούντων τὸν Τόκον σου.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄
στιχολογίαν, κάθισμα. Ἦχος α΄.
Τὸν τάφον
Σου Σωτήρ.
Ὡς
κρίνον μυριστόν, ἐν ἐσχάτοις τοῖς χρόνοις, καθήδυνας
πιστοίς, εὐωδίᾳ σῶν ἄθλων, καὶ τοὺς μακαρίζοντας, σὲ Πατμίους ἀείποτε, ἱερόαθλε, μάνδρας Πηγῆς Ζωοδόχου, κτίτορ ἔνθεε,
σεπτὲ Παρθένιε σκεῦος, χαρίτων τοῦ Πνεύματος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Ζωήῤῥυτε Πηγή, Παναγία Παρθένε, ἁγίασον ἡμᾶς, τῶν ναμάτων σου ῥείθροις, τοὺς Σὲ μακαρίζοντας, εἰς αἰῶνα τὸν ἅπαντα, καὶ γεραίροντας, τῆς φερωνύμου Σου μάνδρας, τὸν δομήτορα, ἐν νήσῳ Πάτμῳ τὸν θεῖον, φωσφόρον Παρθένιον.
Μετὰ τὴν β΄
στιχολογίαν, κάθισμα. Ταχὺ
προκατάλαβε.
Ἡγούμενε
Ὅσιε τοῦ Θεολόγου Μονῆς, καὶ κτίτορ περίδοξε, τῆς Ζωοδόχου Πηγῆς, Παρθένιε πάντιμε, αἵμασι μαρτυρίου, κατεκόσμησας βίον, χρόνοις ἐν τοῖς ἐσχάτοις, νήσου Πάτμου κοσμῆτορ, διόπερ τὴν σὴν μνήμην λαμπρῶς, ἄγομεν σήμερον.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν πᾶσιν ἀχώρητον ἐν τῇ νηδύϊ τῇ Σῇ, ἀφράστως χωρήσασα, Θεογεννῆτορ σεμνή, πανύμνητε Δέσποινα, πέφηνας πλατυτέρα, οὐρανῶν ὅθεν πάντες, νῦν μεγαλύνοντές Σε, πίστει
δοξολογοῦμεν, ὡς βρέφος ἐν ὠλέναις ταῖς Σαῖς, Ὅνπερ ἐβάστασας.
Μετὰ τὸν
Πολυέλεον, κάθισμα. Ἦχος γ΄.
Τὴν ὡραιότητα.
Τῆς Πάτμου κλέϊσμα, περιφανέστατον, καὶ μέγα σέμνωμα, φρουρὸν καὶ φύλακα, τῆς Ζωοδόχου τῆς Πηγῆς σεμνείου τοῦ περιδόξου, ὡς Ἱερομάρτυρα, νέον ἀνευφημήσωμεν, τῶν υἱῶν αἰσχύναντα, Ἄγρα θράσος τὸ ἄνομον, βοῶντες ἐν ψυχῆς κατανύξει· Χαίροις
Παρθένιε τρισμάκαρ.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, Ἁγνὴ Παρθένε Μαριὰμ ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ Σοι· Χαῖρε ἡ Κεχαριτωμένη.
Τὸ α’ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοῖνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος
ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Οἱ ἱερεῖς Σου
Κύριε ἐνδύσονται
δικαιοσύνην, καὶ οἱ Ὅσιοί
Σου, ἀγαλλιάσει
ἀγαλλιάσονται.
Εὐαγγέλιον κατὰ Λουκᾶν (κεφ. ιβ΄, 8-12): Εἶπεν ὁ Κύριος
τοις ἑαυτοῦ μαθηταῖς· Πᾶς ὃς ἄν ὁμολογήσῃ... (Ζήτει
τῇ στ΄ Νοεμβρίου)
Ὁ Ν΄
ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἀθλοφόρου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον.
Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν
με ὁ
Θεός...
Ταῖς νοηταῖς ἀκτῖσι τῆς τρισσοφαοῦς Θεαρχίας καταλαμπόμενος,
τῆς τῶν χαμαιζήλων ἡμῶν παθῶν ἀχλύος ῥῦσαι Παρθένιε, σαῖς
φωτοφόροις πρεσβείαις τοὺς ἐν σκότει κειμένους ἱκέτας
σου. Χάριν γὰρ εὗρες ὡς πίστεως ὁμολογητὴς γενναιότατος, παύειν
σκάνδαλα καὶ ἐν εἰρήνῃ διέπειν τὴν ζωὴν τῶν τιμώντων σε.
Οἱ Κανόνες· τῆς Θεοτόκου· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Παρθένιε ἐξάδω ᾆσμα τῷ ἐν Μάρτυσι νέῳ. Χ.
ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Παρθένιον ἄριστον Ἱερομάρτυρα μέλψωμεν, ὡς νέον θησαύρισμα, τῆς Πάτμου καὶ τιμαλφῆ, ὄλβον πίστεως, ἡμῶν τῆς Ὀρθοδόξου, ἀθλήσει κοσμήσαντα, ἄρτι τὰ σύμπαντα.
Ἀτίμητον
βλάστημα τῆς νήσου Πάτμου καὶ
βλάστημα, Χριστοῦ θείας πίστεως, Λόγου Θεοῦ τιμαλφές, κατεκόσμησας, ἐν χρόνοις τοῖς ἐσχάτοις, χριστώνυμον σύναξιν, μάκαρ Παρθένιε.
Ῥανίσιν ἱδρώτων σου καὶ πανιέρων αἱμάτων σου, Παρθένιε τρίβωνα, ἀσκητικόν σου σεπτέ, καθηγίασας, καὶ σῆς ἱερωσύνης, στολὴν ἐπορφύρωσας, Μάρτυς ὡς ἄριστος.
Θεοτοκίον.
Θεόνυμφε Δέσποινα λαμπρῶς Χριστὸν καθιλέωσαι, Υἱόν Σου
τὸν πάνσεπτον, ἡμῖν τοῖς Σὲ ἀκλινῶς, μεγαλύνουσι, καὶ τῶν παραπτωμάτων, ἡμῶν αἴτει ἄφεσιν, Θεογεννήτρια.
ᾨδὴ γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Εὐψύχως ὑπέμεινας κακώσεις, τῆς σῆς γενειάδος ἐκκοπήν, ἐν σοῖς δακτύλοις ἔμπηξιν, καλάμων τε καὶ ἔκχυσιν, ἐλαίου μάκαρ ζέοντος, ἐπὶ πληγῶν σου Παρθένιε.
Νεόδρεπτον κρίνον εὐσεβείας, Παρθένιε ἥδυνας πιστούς, τῇ εὐωδίᾳ πόνων σου, ἀθλητικῶν ἐν ἔτεσιν, ἐσχάτοις ἱερόαθλε, καὶ ταῖς ὀδμαῖς τῶν χαρίτων σου.
Ἰσχὺν ἐκ Θεοῦ λαβὼν ἀφθόνως, Παρθένιε ἔτρωσας
υἱῶν, τῆς Ἄγαρ ἅπαν φρύαγμα, μαχαίρᾳ σῆς ἐνστάσεως, καὶ νεοάθλων πέφηνας, τῆς νήσου Πάτμου διάκοσμος.
Θεοτοκίον.
Ὡς
πρόξενον σωτηρίας κόσμου, τιμῶντές Σε Μῆτερ τοῦ Θεοῦ, καὶ θεῖον καταφύγιον, ἐμπεριστάτως
κράζομεν· ἁγίαζε καὶ ἴθυνε, πρὸς ἀφθαρσίαν τοὺς δούλους Σου.
Κάθισμα.
Ἦχος γ΄.
Θείας πίστεως.
Μάρτυς ἔνδοξε, ὁμολογίας, ὁ τὸν στέφανον, παρὰ
Κυρίου, εἰληφὼς τῆς ἀϊδίου λαμπρότητος, τῆς Ζωοδόχου Πηγῆς κτίτορ ἔνθεε, ὁ μαρτυρίῳ φαιδρύνας τὸν βίον σου, καθικέτευε,
Χριστὸν τὸν Θεὸν Παρθένιε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Πάσας νέκρωσον, σαρκὸς κινήσεις, καὶ ἀνάστησον, τὸν νεκρώθεντα, νοῦν μου
ταῖς ἐπαγωγαῖς ἐγκλημάτων μου, καὶ πρὸς ζωὴν τὴν βελτίστην ὁδήγησον, ἡ τὴν ζωὴν τὴν αἰώνιον τέξασα, τὸν προστρέχοντα Σῇ χάριτι
Μητροπάρθενε οἰκέτην τὸν ἀχρεῖόν Σου καὶ τλήμονα.
ᾨδὴ ζ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ἑορτάζοντες
σὴν μνήμην θεοφόρε Παρθένιε, ὥσπερ κυβερνήτην, τῶν ἐμπορικῶν πλοίων μέλπομεν, τὸν δαπανήσαντα πλοῦτον ὃν ἀπεκύησας, πρὸς ἀνέγερσιν, σεμνείου τῆς Θεομήτορος.
Ξύλου τῆς ζωῆς ἀξίως νῦν τρυφᾷς ἐν σκηνώμασιν, οὐρανῶν τρισμάκαρ, ἀθλητὰ Κυρίου Παρθένιε, ὡς τῆς Μονῆς Θεολόγος προηγούμενος,
καὶ σεμνότατος, ἱεροφάντωρ ἀοίδιμε.
Ἀνεδείχθης
θεῖος κτίτορ τῆς ἐν Πάτμῳ Παρθένιε, μάνδρας
Ζωοδόχου, ἄλκιμε Πηγῆς καὶ ἀγλάϊσμα, περικλεῶν ἀθλοφόρων νέων πίστεως,
μέγα ὄνομα, τῶν δοξασάντων τοῦ Κτίσαντος.
Θεοτοκίον.
Δῆμοι εὐσεβῶν φιλούντων τὸν πανίερον Τόκον Σου,
μεγαλύνομέν Σε, πόθῳ Θεοτόκε πανύμνητε,
καθικετεύοντες· ῥῦσαι πόνων θλίψεων, καὶ κακώσεων, τοὺς ἐκζητοῦντας σὴν εὔνοιαν.
ᾨδὴ ε΄. Ἐξέστη τὰ
σύμπαντα.
Ὡς
πλοίαρχος οἴακας νηῶν στεῤῥῶς ἐβάστασας, καὶ ὡς ἀπλανὴς οἰακοστρόφος, ψυχῶν ἀζύγων, αὐτὰς πρὸς τὸν ἀσφαλῆ, κατηύθυνας ὅρμον οὐρανῶν, ἱερὲ Παρθένιε, ἀσκουμένων ὑπόδειγμα.
Ἀθλήσεως
σκάμμασιν ἐλάμπρυνας Παρθένιε, τῆς ἱερωσύνης τὴν στολήν σου, ἣν φέρων Μάρτυς, εἰσῆλθες εἰς οὐρανῶν, μονὰς σὺν Ἀγγέλων στρατιαῖς, πάντοτε εὐφραίνεσθαι, καὶ Ἁγίων συντάγμασι.
Σκοτείαν ἐσκέδασας ἄγαρ υἱῶν ἐνστάσει σου, ἀθλητὰ Παρθένιε ὁ φέγγει, τοῦ Παναγάθου, καὶ παντεπόπτου Θεοῦ, λαμπόμενος καὶ τῶν εὐσεβῶν, ὀρθοδόξων ηὔγασας, τῇ σῇ χάριτι τάγματα.
Θεοτοκίον.
Μητράναδρε Δέσποινα, νοός μου ἐπιβράβευσον, τάχος
καθαρότητος Παρθένε, καὶ τῆς ψυχῆς μου, τὸν γνόφον μαρμαρυγαῖς,
διάλυσον Σοῦ σεπτοῦ Υἱοῦ, ἵνα μακαρίζω Σε, ὡς φανὸν καθαρότητος.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ἀνευφημοῦντες ἀείποτε, ὡς πρόβολον ἀνδρείας Παρθένιε, τὴν τῶν λειψάνων σου, νῦν θήκην κατασπαζόμεθα, τὴν βλύζουσαν ἀφθόνως, πιστοῖς ἰάματα.
Τὸ σὸν ὀρθόδοξον φρόνημα, εἰς
κτίσιν ἐξελήλυθεν ἅπασαν, καὶ ἡ εὐγένεια, τῆς σῆς ψυχῆς ἣν Παρθένιε, ἐν Πάτμῳ ἐπεδείξω, θεοφιλέστατε.
Ὡς νέον
πίστεως καύχημα, Παρθένιε ἀξίως τιμῶντές σε, Ἱερομάρτυρα, θεοειδῆ καὶ δομήτορα, Μονῆς τῆς Θεοτόκου, σὲ μακαρίζομεν.
Θεοτοκίον.
Ἐξ ἐπηρείας τοῦ ὄφεως, καὶ πάσης ἐπωδύνου κακώσεως, πιστοὺς διάσωσον, τοὺς ἐκτενῶς τὸ Σὸν ὄνομα, προσφέροντας ἐκ
πόθου, Θεογεννήτρια.
Κοντάκιον.
Ἦχος πλ.
δ΄. Τῇ Ὑπερμάχῳ.
Πατμίων γέρας πολυτίμητον καὶ αὔγασμα, νεοφανῶν ἱεροάθλων εὐφημήσωμεν, ὡς Πηγῆς τῆς Ζωοδόχου λαμπροῦ
σεμνείου, θεῖον κτίτορα βασάνους ὑπομείναντα, κατωδύνους ὑπ’ ἐκγόνων Ἄγαρ ᾄσμασιν, ἀνακράζοντες· Χαίροις μάκαρ Παρθένιε.
Ὁ Οἶκος.
Ἄριστε
Νεομάρτυς, ἱεροάθλε Πάτμου, πανένδοξε
Παρθένιε μάκαρ, ὁ Μονὴν Ζωοδόχῳ Πηγῇ, ἱερὰν ἐγείρας σὰ σεπτὰ λείψανα, κατέχουσαν καὶ ὕμνοις σοι, κραυγάζουσαν ἐν κατανύξει·
Χαῖρε, τῆς Πάτμου τὸ θεῖον ἔρνος·
χαῖρε, Ὑψίστου Κυρίου φίλος.
Χαῖρε, ἀκραιφνοῦς εὐσεβείας ὑπόδειγμα·
χαῖρε, θεαυγοῦς πολιτείας ἀμάρυγμα.
Χαῖρε, ὅτι καθυπέμεινας, ἀνυποίστους αἰκισμούς·
χαῖρε, ὅτι ἄγαρ ᾔσχυνας, σῇ ἐνστάσει τοὺς υἱούς.
Χαῖρε, ὅτι σεμνείου ἀνεδείχθης δομήτωρ·
χαῖρε, ὅτι τοῦ πόλου ὤφθης θεῖος οἰκήτωρ.
Χαῖρε, Μαρτύρων νέων ἀγλάϊσμα·
χαῖρε, ἀπίστων τάγματος σύντριμμα.
Χαῖρε, πρηστήρ, μισοχρίστων ἀνόμων·
χαῖρε, κρατήρ, δωρεῶν οὐρανίων.
Χαίροις, μάκαρ Παρθένιε.
Συναξάριον
Τῇ ΙΖ΄ τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Παρθενίου, τοὐπικλὴν Παγκώστα, τοῦ Πατμίου καὶ κτίτορος τῆς ἐν τῇ νήσῳ Μονῆς τῆς Ζωοδόχου Πηγῆς.
Χριστοῦ ὁμολογῶν, Παρθένιε, κλῆσιν,
Εὐψύχως ἄρτι ἤθλησας, Πάτμου γέρας.
Οὗτος, ὁ καὶ καθηγούμενος χρηματίσας τῆς Μονῆς τοῦ Θεολόγου ἐν Πάτμῳ, γόνος ἦν επιφανοῦς οἰκογενείας τῆς ἱερᾶς νήσου. Πλοίαρχος ὢν ἐμπορικῶν πλοίων, πρόσκαιρον πλοῦτον συνέλεξεν ἐκ τῶν πολυετῶν αὐτοῦ ταξιδίων ἐν τῇ Εὐρώπῃ καὶ δὴ ἐν τῇ Ὀλλανδίᾳ. Βαρυνθεὶς ὅμως τὴν κοσμικὴν τύρβην, καὶ ποθήσας ἄῤῥευστον συλλέξαι πλοῦτον, τὸν εἰς αἰῶνας διαμένοντα, κατετάγη εἰς τὴν μοναστικὴν τοῦ Θεολόγου ἀδελφότητα τῆς νησου, ἧς καὶ ποδηγέτης ἀπλανέστατος ἐξελέγη κοινῇ γνώμῃ καὶ ψήφῳ τῶν μελῶν αὐτῆς. Τὸν πλοῦτον αὐτοῦ ἅπαντα διὰ τὴν δόμησιν Μονῆς ἐν Πάτμῳ τῇ Ζωοδόχῳ Πηγῇ, ἣν περικαλλεστάτην ἀνέδειξε μοναζουσῶν μάνδραν.
Προσορμισθείς ποτε ὁ αὐτοκρατορικὸς τῶν μιαρῶν τῆς ἄγαρ ἐκγόνων εἰς Πάτμον στόλος
παρετήρησεν ὁ αὐτοῦ ναύαρχος τὸ μεγαλοπρεπὲς κτίριον τῆς Μονῆς μετὰ τῶν αὐτῆς ἐπάλξεων καὶ ὑποπτευθεὶς ὅτι ἡ ανέγερσις αὐτῶν προεδήλου ἐπαναστατικὴν τῶν Πατμίων ἐπιθυμίαν διέταξε τὴν σύλληψιν τοῦ κτίτορος Παρθενίου, ὃν καὶ ἱταμῶς καὶ βιαίως ἐβασάνισεν. Ἔθεσεν πεπυρακτωμένον ἀγγεῖον ἐπὶ τῆς τιμίας αὐτοῦ κεφαλῆς, τῆς Χριστὸν ὁμολογούσης, καλάμους αἰχμητοὺς ἐνέπηξεν εἰς τοὺ αὐτοῦ δακτύλους, τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐξόρυξε καὶ ζέον ἔλαιον ἐπέχυσεν ἐπὶ τῶν πληγῶν αὐτοῦ. Ἀφεθεὶς εἶτα ὁ μακάριος ὑπέκυψεν εἰς τὰ αὐτοῦ τραύματα μετά τι χρονικὸν διάστημα, τῇ 17ῃ τοῦ μηνὸς Ἰουνίου τοῦ σωτηρίου ἔτους 1629. Πανδήμως ἐτάφη εν τῇ ὑπ’ αὐτοῦ δομηθείσῃ Μονῇ τῆς Ζωοδόχου Πηγῆς καὶ ὁ τάφος αὐτοῦ πηγὴ ἐγένετο ἰάσεων, ἐξαιρέτως δὲ τῶν πυρεσσόντων, τῶν αὐτῷ μετὰ πίστεως προσιόντων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων αὐταδέλφων Μαρτύρων Μανουήλ,
Σαβέλ, καὶ Ἰσμαήλ, ἀθλησάντων ἐν ἔτει Σωτηρίῳ 362ῳ.
Τριάδος
αἰσχύνουσιν
ἐχθροὺς τριστάτας·
Τὸν Μανουὴλ νύττουσι
λόγχαι Χριστέ μου,
Οὗτοι ὑπῆρχον ἐκ Περσίδος, ἀποσταλέντες παρὰ τοῦ Βασιλέως Περσῶν Βαλτάνου [παρ’ ἄλλοις Ἀλαμουνδάρου] καὶ τὰ πρὸς εἰρήνην βραβεύοντες, κατὰ τοὺς χρόνους Ἰουλιανοῦ τοῦ Παραβάτου. Ὄν θύοντα τοῖς εἰδώλοις πέραν ἐν Χαλκηδόνι
θεασάμενοι, καὶ πολλοὺς τῇ αὐτοῦ πλάνῃ καθυπαγομένους, αὐτοὶ ὑπάρχοντες θεοσεβεῖς, καὶ τῷ Χριστῷ λατρεύοντες ὠλοφύροντο, καὶ τὸν Χριστὸν καθικετεύον, διαφυλαχθῆναι αὐτοὺς τῇ πίστει τῇ εἰς Αὐτὸν, καὶ μῆ κοινωνῆσαι τῇ πλάνῃ τῶν εἰδωλολατρῶν. Γνωσθέντες δὲ καὶ ἀχθέντες τῷ δυσσεβεῖ Ἰουλιανῷ, τύπτονται, καὶ ἥλοις περονῶνται τοὺς ἀστραγάλους, καὶ λαμπάσι πυρὸς τὰς μασχάλας καταφλέγονται· καὶ ταῦτα μὲν κοινῇ. Ἰδία δὲ ὁ Ἅγιος Μανουὴλ ὑποσχέσεις δεξάμενος παρὰ τοῦ μικροῦ Βασιλέως Ἰουλιανοῦ καὶ παραινέσεις, καὶ μὴ πεισθεὶς θυσίαν προσενεγκεῖν τοῖς εἰδώλοις, καθηλοῦται τὴν κεφαλήν, καὶ ἀμφότερα τὰ νῶτα, καὶ καλάμοις εἱλιθεὶς κατασφίγγεται, καὶ ἑτέροις ὀξέσι κατακεντᾶται βέλεσι, καὶ οὕτως ἅμα τοῖς δυσὶν ἀδελφοῖς αὐτοῦ Σαβὲλ καὶ Ἰσμαὴλ, ἐν τῷ πρὸς Θράκην τείχει, τῷ ἐπιλεγομένῳ Κωνσταντίνου, ἐν τόπῳ κρημνώδει ἀπαχθέντες, τὰς κεφαλὰς ἀπετμήθησαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Ἄθλησις τοῦ Ἁγίου Μάρτυρος Ἰσαύρου καὶ τῶν σὺν αὐτῷ· Βασιλείου, Ἰννοκεντίου, Φίλικος, Ἑρμείου καὶ Περεγρίνου.
Τμηθεὶς Ἴσαυρος
σὺν
συνάθλῳ
πεντάδι,
Σαύρας
νοητῆς
καρδίαν τέμνει μέσον.
Ὁ Ἴσαυρος καὶ οἱ σὺν αὐτῷ ὥρμηντο ἐξ Ἀθηνῶν. Ἐξαναστάντες δὲ τῆς πατρίδος, ἔν τινι Σπηλαίῳ τῆς Ἀπολλωνία γενόμενοι, Φίλικι καὶ Περεγρίνῳ, καὶ Ἑρμείᾳ περιτυγχάνουσιν. Οὕς καὶ διδάσκοντος τοῦ Ἁγίου Ἰσαύρου μὴ πρὸς τὰ παρόντα ἐπτοεῖσθαι, οὗτοι ἔργοις τοὺς αὐτοῦ λόγους ἐπεβεβαίωσαν. Ἀποστρεφόμενοι γὰρ τὴν τῶν συγγενῶν ὁμιλίαν, πρὸς τῷ αὐτῶν Τριποντίῳ Ἐπάρχῳ διαβάλλονται· οὕς καὶ συλλαβών, καὶ τοῦ Χριστοῦ ἀποστῆσαι μὴ δυνηθείς, ξίφει τὰς κεφαλὰς αὐτῶν ἀποτμηθῆναι προστάττει. Ἴσαυρος δὲ ὁ τοῦ Χριστοῦ Διάκονος καὶ οἱ σὺν αὐτῷ, Ἀπολλωνίῳ τῷ υἱῷ Ἐπάρχῳ ἐκδίδονται. Ὑφ’ οὗ πυρὶ καὶ ὕδατι δοκιμασθέντες, καὶ ἐν τῷ παραδόξως ἐκ τοὺτων ῥυσθῆναι, πολλοὺς πρὸς τὴν εἰς τὴν Χριστὸν μεταθέντες πίστιν, ὧν ἦσαν καὶ οἱ πρῶτοι τῆς πόλεως, Ῥοῦφος, καὶ Ῥουφῖνος οἱ αὐτάδελφοι, τελευταῖον τὴν ἀπόφασιν δεξάμενοι,
τέμνονται τὰς κεφαλάς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ὑπατίου τοῦ ἐν Ῥουφιαναῖς.
Κεῖται θαλάσσης Ὑπάτιος
πλησίον,
ὃς ὑπακούει
σὺν Θεοῦ φίλοις ἄνω.
Πατρὶς ὑπῆρχε Φρυγία· καὶ γονεῖς θεοσεβεῖς ἐπὶ τῶν χρόνων Ὀνωρίου, καὶ Ἀρκαδίου τῶν Βασιλέων. Γράμματα δὲ ἱκανὰ παιδευθεὶς, καὶ τὸν ὀκτωκαιδέκατον χρόνον πληρώσας, πάντα καταλιπών, τὸν μονήρη βίον ὑπέδυ· καὶ πάσῃ ἀρετῇ κοσμηθεῖς, τὴν τοῦ πρεσβυτέρου χειροτονίαν δέχεται· καὶ πληρώσας τὸν ὀγδοηκοστὸν χρόνον, μακαρίως ἀνεπαύσατο. Ὁπόσα δὲ δι’αὐτοῦ θαύματα τελοῦνται, ἀδύνατον γράψαι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ἁγίου Φιλονείδου τοῦ Ἱερομάρτυρος, ἐπισκόπου Κουρίου.
Ὁ Φιλονείδης θυσίαν τὸ πρὶν φέρων,
Φέρει ἑαυτὸν
σωφροσύνης θυσίαν.
Οὗτος ὁ Ἅγιος ἦτον κατὰ τοὺς χρόνους τοῦ Βασιλέως Διοκλητιανοῦ, ἐν ἔτει τ΄ [300], ἀποκλεισμένος ἐν τῇ νήσῳ Κύπρῳ μέσα εἰς φυλακὴν διὰ τὴν τοῦ Χριστοῦ ὁμολογίαν, μαζὶ μὲ τοὺς Ἁγίους Ἀριστοκλὴν, Δημητριανόν, καὶ Ἀθανάσιον τὸν Ἀναγνώστην. Ἀφ’ οὗ δὲ ἐκεῖνοι οἱ μακάριοι ἐτελειώθησαν μὲ τὸ μαρτύριον, μετὰ ὁλίγας ἠμέρας ἐξέδωκε δόγμα ὁ μιαρὸς Διοκλητιανός, ἵνα οἱ ἄσωτοι καὶ ἀκόλαστοι Ἔλληνες βιάζουν τοὺς χριστιανοὺς, εἰς τὸ νὰ μολύνουν αὐτοῦς μὲ τὴν φθορὰ τῶν σωμάτων τοὺς. Τούτο δὲ τὸ διαβολικὸν δόγμα μαθῶν ὁ Ἅγιος Φιλονείδης, καὶ μὴ θέλωντας νᾶ μολυνθῆ τὸ σώμα τοῦ ἀπὸ τοῦς ἀσεβεὶς, ἀνέβη ἐπάνω εἰς ἕνα ὑψηλὸν τόπον, καὶ δέσας τὴν κεφαλήν τοῦ, καὶ τὸ πρόσωπόν τοῦ σκεπάσας μὲ τὸ ρούχον τοῦ, ἔκλινε τὰ γόνατά τοῦ εἰς προσευχῆν. Ἀφ’ οὐ δὲ ἐπροσευχήθη ὥρα πολλὴν, ἔρριψε τὸν ἑαυτόν τοῦ κάτων ὄρθιον, πρὸ τοὺ δὲ τὸ σώμα νὰ καταβῆ κάτω, ἐν τῷ μεταξὺ παρέδωκε τὴν ψυχήν τοῦ εἰς χεῖρας Θεοῦ. Κατ’ ἐκεῖνον δὲ τὸν καιρόν, ἐπεριπάτουν δύω ἄνθρωποι πρὸ πολλοῦ διαστήματος τῆς πόλεως. Εἰς τούτους λοιπὸν ἐφάνη ὁ Ἅγιος οὗτος Φιλονείδης τρέχοντας γυμνὸς ἔμπροσθέν τοὺς, καὶ φορῶν μὲν στέφανον εἰς τὴν κεφαλήν, ἀλειμμένος δὲ ὧν μὲ μύρα εὐώδη, ὅστις κρατῶν κλάδον βαΐων εἰς τὰς χείρας τοῦ, ἔλεγεν: Εὐχαριστώ Σοι, Χριστέ μου, ὅτι ἐν Σοὶ νενίκηκα. Σὺ γὰρ ἀπὸ τὴν ἐπίγειον πόρταν, μὲ ἀνεβίβασες εἰς τὴν πόρταν τῶν Οὐρανῶν. Ὅταν δὲ οἱ περιπατούντες ἐκεὶνοι ἄνθρωποι ἔφθασαν κοντὰ εἰς τὴν πόλιν, τότε ἔγινεν ἄφαντος ἀπὸ αὐτοῦς ὁ Ἅγιος. Ὅθεν ἐλθόντες εἰς τὸν τόπον ἐκείνον, ὁποῦ ἔπεσε τὸ σῶμα τοῦ Μάρτυρος, ἐγνώρισαν, πως αὐτὸ ἦτον ἐκείνου τοὺ ἱδίου, ὁποῦ ἐφάνῃ αὐτοῖς εἰς τὸν δρόμον. Μετὰ ταῦτα ἐπήραν οἱ Ἔλληνες τὸ λείψανον, καὶ βαλόντες αὐτὸ μέσα εἰς ἕνα σάκκον, τὸ ἐβύθισαν εἰς τὴν θάλασσαν, ἀλλ’ ἡ θάλασσα παρευθὺς ἐταράχθη, καὶ τὸ ἔῤῥιψεν ἔξω. Ὕστερον δὲ εὑρόντες τὸ τίμιον λείψανον μερικοὶ Χριστιανοὶ, ἐνταφίασαν αὐτό.
Τῆ αὐτῇ ἡμέρᾳ, Μνήμῃ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἰωσὴφ τοῦ ἀναχωρητοῦ.
Θείος σὺ κύκνος Ἰωσῃφ ἐν τῷ τέλει,
Θνήσκων
μετ’ ᾠδὴς, ὡς
κύκνους θνήσκειν λόγος.
Περὶ τοῦ Ὁσίου τοῦτου Ἰωσὴφ γράφει ὁ Εὐεγετινὸς ἐν σελ. 697, ὅτι ἦτον ἀνώτερος ἀπὸ κάθε ἀνθρωπαρέσκειαν καὶ κενοδοξίαν. Ἐπήγε γὰρ φησί, μίαν φορὰν εἰς αὐτὸν ὁ ἱερεὺς Εὐλόγιος, ὅστις ἔτρωγεν εἰς δύω ἡμέρας μίαν φοράν. Πολλαῖς φοραῖς δὲ, ἔτρωγε καὶ μίαν φορὰν τὴν ἑβδομάδα. Ἐπήγε δὲ, ἐλπίζοντας, ὅτι θέλει εὕρη περισσοτέραν σκληραγωγίαν εἰς αὐτὸν. Ὁ δὲ Ἰωσὴφ δεχθεὶς αὐτὸν μετὰ χαράς, ἐπρόσταξεν τὸν μαθητήν τοῦ καὶ ἡτοίμασε κάποιαν παρηγορίαν
φαγητού. Ὅταν δὲ ἐκάθισαν νὰ φάγουν, εἶπον οἱ μαθηταὶ τοῦ Εὐλογίου· ὁ ἱερεὺς δὲν τρώγει ἄλλον τι, εἰ μὴ ψωμὶ καὶ ἄλας. Ὁ δὲ Ἀββὰς Ἰωσὴφ σιωπώντας, ἔτρωγεν. Ἔμεινε δὲ ὁ Εὐλόγιος ἐκεὶ τρεῖς ἡμέρας, καὶ δὲν ἡκουσε νὰ ψάλη ἤ νὰ προσευχηθὴ ὁ Ἰωσὴφ, ἤ κανένας ἀπὸ τοὺς μαθητάς τοῦ, [κρυπτὴ γὰρ καὶ νοερὰ ἦτον ἡ ἐργασία καὶ προσευχή τῶν]. Ὅθεν ἀνεχώρησεν ὁ Εὐλόγιος μὲ τοὺς μαθητάς τοῦ, χωρὶς νὰ ὠφεληθή.
Επειδὴ δὲ ἔγινεν σκότος κατ’ οἰκονομίαν Θεοῦ, πλανηθέντες εἰς τὸν δρόμον, ἐγύρισαν πάλιν εἰς τὸν Ὅσιον Ἰωσὴφ. Πρὸ τοὺ δὲ ἀκόμη νὰ χτυπήσουν τὴν πόρτα, ἥκουσαν ἔξωθεν ὁποῦ ἔψαλλεν ὁ Ἰωσὴφ μὲ τοὺς μαθητάς τοῦ. Εὐθὺς λοιπὸν ὁποῦ ἐκτύπησαν τὴν θύραν, ἤκουσεν ὁ Ἰωσὴφ, καὶ παρευθὺς ἔπαυσεν τὴν ψαλμωδίαν. Διψήσαντος δὲ τοῦ Εὐλογίου ἀπὸ τὸ καῦμα, ἔδωκεν αὐτῷ εἰς μαθητὴς τοὺ Ἰωσὴφ νερόν, μεμιγμένον μὲ νερὸ τῆς θαλάσσης καὶ τοὺ ποταμοῦ. Ὅθεν ἀκολούθως ἦτον τόσον πικρόν, ὁποῦ ὁ Εὐλόγιος δὲν ἡδυνήθη νὰ τὸ πίη. Τότε, ἐπρόσπεσεν εἰς τὶν γέροντα Ἰωσὴφ, καὶ ἐρώτησεν αὐτὸν λέγων: Διατὶ ὦ Ἀββὰ, ὅταν μὲν εἴμεθα μαζί σας, δὲν ἐψάλλετε, ἀφ’ οὐ δὲ ἐφύγαμεν ἡμεῖς, τότε ἐψάλλετε; Καὶ διατὶ, τότε μὲν ἔμπροσθέν μας ἐπίνετε κρασί, τώρα δὲ ἔπιον τὸ νερόν σας, καὶ εἶναι ἀλμυρὸν καὶ ἄποτον.
Εἰς ταῦτα ὁ Ἰωσὴφ άπεκρίθη; Ἐκείνο μὲν τὸ ὁλίγον κρασί, τὸ ἐπίομεν διὰ τὴν ἀγάπην καὶ ἀντάμωσίν σου. Τούτο δὲ τὸ νερόν, εἶναι τὸ συνειθισμένον, ὁποῦ πίνουν οἱ ἀδελφοὶ πάντοτε. Ὁμοίως ἀπεκρίθη καὶ διὰ τὴν ψαλμωδίαν, ὅτι κατ’ οἰκονομίαν τὴν ἔκρυψαν, διὰ νὰ μὴ φανοῦν ὡς ἀνθρωπάρεσκοι. Ὅθεν μὲ τὰ λόγια ταῦτα, ἔκοψεν ἀπὸ τὸν Εὐλόγιον ὅλα τὰ ἀνθρώπινα, καὶ τὸν ἐκατάπεισε νὰ ἐργάζεται ἐν τῷ κρυπτῷ, καὶ ὄχι ἐν ἀνθρωπαρεσκείᾳ. Ὁ δὲ Εὐλόγιος μεγάλως ὠφεληθεὶς, εἶπεν εἰς τὸν Ἰωσὴφ: Ὅντως ἡ εργασία σας, ἐν ἀληθείᾳ εστιν. Ἔλεγον γὰρ περὶ τῶν τότε Σκητιωτῶν, ὅτι ἐὰν ἐγνώριζέ τινας τὴν ἀρετήν τοὺς, δὲν εἶχον πλέον αὐτὴν τὴν ἀρετὴν, ἀλλὰ ὡς ἁμαρτίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὀσίου Πατρὸς ἡμῶν Πίωρ.
Ψυχὴν Πίωρ πίειραν ἀρεταῖς ἔχων,
Πίων ἀπήλθε ψυχικοὺ λίπους
γέμων.
Τὸν βίον τοῦτου τοῦ Ὁσίου Πίωρ ὅρα εἰς τὸ Λαυσαϊκὸν, ὁποῦ θέλεις εὕρης, ὅτι οὗτος εἶχεν ἀδελφὴν κατὰ σάρκα, ἡ ὁποία ἡθέλησεν ἐπιπόνως νὰ τὸν ἰδὴ. Ὅθεν διὰ μεσιτείας, τόσον τοῦ Ἀρχιεπισκόπου τοῦ τόπου ἐκεῖνου, ὅσον καὶ τῶν Πατέρων τὴς Σκήτεως, παρεκινήθη ὁ Ὅσιος, καὶ ἐπήγεν εἰς τὴν ἀδελφήν τοῦ. Σταθεῖς δὲ ἔξω ἀπὸ τὸ ὁσπήτιόν της, ἐσφάλισε τοῦς ὀφθαλμοῦς τοῦ, καὶ λέγει πρὸς ἐκείνην: Ἐγὼ εἶμαι ὁ ἀδελφός σου, ὁ Πίωρ, λοιπὸν ἰδές μοι, ὅσον θέλεις. Παρακαλεσθεὶς δὲ ἀπὸ τὴν ἀδελφήν τοῦ νὰ ἔμβῃ μὲσα εἰς τὸ ὁσπήτιόν της, δὲν ἠθέλησεν, ἀλλὰ εὐχηθεῖς αὐτὴν ἀπὸ ἐκεὶ ὁποῦ ἐστέκετο, ἀνεχώρησεν. Ἦτον δὲ ὁ Πίωρ οὗτος Ἀιγύπτιος, καὶ ὅταν ἦτον νέος κατὰ τὴν ἡλικίαν, ἀπετάξατο τῷ κόσμῳ, καὶ εὐγήκεν ἀπὸ τὸν οἶκον τοῦ πατρός τοῦ, δοῦς λόγον καὶ ὑπόσχεσιν εἰς τὸν Θεὸν, νὰ μὴ ἰδῆ πλέον κανένα συγγενή τοῦ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀλβανοῦ (Alban), πρωτομάρτυρος Ἀγγλίας.
Ο Άγιος Alban (Αλβανός) ήταν ο πρώτος μάρτυρας στα
Βρετανικά Νησιά˙ θανατώθηκε στο Verulamium (τὸ σημερινό Saint Albans που πήρε τὸ όνομά τοῦ από τὸν ίδιο), μάλλον κατά τη
διάρκεια τοῦ διωγμού τοῦ αυτοκράτορα Διοκλητιανού
τὸ έτος 303 μ.Χ. ή 304 μ.Χ., παρόλο που κάποιοι λένε ότι
πέθανε κατά τη διάρκεια της βασιλείας τοῦ Σεπτίμιου
Σεβήρου, γύρω στο 209 μ.Χ.
Σύμφωνα με τὴν ιστορία που διηγείται ο Άγιος Bede (Βέδας), ο Άγιος Alban προστάτευε στο σπίτι τοῦ έναν ιερέα, που κρυβόταν από τοὺς διώκτες τοῦ. Εντυπωσιάστηκε τόσο πολύ από τὴν καλοσύνη τοῦ φιλοξενούμενού τοῦ, που με μεγάλο ζήλο
δέχτηκε τὸ κήρυγμά τοῦ καὶ έλαβε τὸ Βάπτισμα. Σε λίγες μέρες μαθεύτηκε ότι ο ιερέας κρυβόταν
στο σπίτι τοῦ Αγίου Alban καὶ πήγαν στρατιώτες να τὸν συλλάβουν. Τότε ο Άγιος Alban φόρεσε τὰ ρούχα τοῦ ιερέα, παραδόθηκε στη θέση τοῦ καὶ πήγε σε δίκη. Ο δικαστής ρώτησε τὸν Άγιο Alban: «Από ποια
οικογένεια είσαι;» Ο Άγιος απάντησε: «Αυτό είναι ένα θέμα που δεν σας αφορά. Θα
ήθελα να ξέρετε ότι είμαι Χριστιανός». Ο δικαστής επέμεινε καὶ ο άγιος είπε: «Οι γονείς μου με ονόμασαν Alban καὶ λατρεύω τὸν ζωντανό καὶ αληθινό Θεό, τὸν δημιουργό τῶν πάντων». Έπειτα είπε ο δικαστής: «Εάν θέλεις να απολαύσεις τὴν αιώνια ζωή, θυσίασε στους μεγάλους θεούς αμέσως!» Ο άγιος απάντησε:
«Εσείς θυσιάζετε στους δαίμονες, που δεν μπορούν να προσφέρουν καμιά βοήθεια καὶ καμιά ανταπόκριση στις επιθυμίες της καρδιάς. Η ανταμοιβή τέτοιων θυσιών
είναι η ατέρμονη τιμωρία της κόλασης». Ο δικαστής θύμωσε που ξέφυγε ο ιερέας καὶ απείλησε τὸν Άγιο με θάνατο εάν επέμενε να αρνείται τοὺς θεούς της Ρώμης. Αυτός απάντησε θαρραλέα ότι ήταν Χριστιανός, καὶ δεν θα έκαιγε λιβάνι στους παγανιστικούς θεούς. Καταδικάστηκε να
βασανιστεί καὶ μετά να αποκεφαλιστεί.
Λέγεται ότι καθώς οδηγούνταν στο σημείο της
εκτέλεσης (στο λόφο πάνω στον οποίο σήμερα βρίσκεται ο καθεδρικός ναός τοῦ Saint Albans), από τις προσευχές τοῦ μάρτυρα, τὸ πλήθος που τὸν ακολουθούσε στον
τόπο της εκτέλεσής μπόρεσε να διασχίσει αβρόχοις ποσί τὸν ποταμό Coln. Αυτό τὸ θαύμα άγγιξε τόσο πολύ τὴν καρδιά τοῦ δημίου που πέταξε κάτω τὸ ξίφος τοῦ, έπεσε στα πόδια τοῦ Αγίου Alban, δηλώνοντας τὸν εαυτό τοῦ Χριστιανό, καὶ ικέτευσε να
υποφέρει είτε για αυτόν είτε με αυτόν. Ένας άλλος στρατιώτης άρπαξε τὸ ξίφος καὶ, κατά τὰ λόγια τοῦ Βέδα, «τὸ κεφάλι τοῦ γενναίου μάρτυρα
αποκόπηκε καὶ έτσι αυτός πήρε τὸ στέμμα της ζωής,
τὴν οποία ο Θεός υποσχέθηκε σ' αυτούς που Τον αγαπούν».
Ένας πίδακας νερού ξεπήδησε από τὸ σημείο της εκτέλεσης τοῦ μάρτυρα καὶ, λέγεται ότι, τη στιγμή που τὸ κεφάλι τοῦ Αγίου έπεσε στο έδαφος, τὰ μάτια τοῦ δημίου τοῦ βγήκαν από τις κόγχες τοὺς. Πριν από αυτό τὸ θαύμα, ο διοικητής
διέταξε να σταματήσει ο διωγμός τῶν Χριστιανών καὶ να αποδοθεί τιμή στους ένδοξους μάρτυρες τοῦ Χριστού. Από εκείνη τη στιγμή, πολλοί άρρωστοι άνθρωποι βρήκαν γιατρειά
από τὰ αναρίθμητα θαύματα που έγιναν στον τάφο τοῦ Αγίου Alban, καὶ η τιμή τοῦ εξαπλώθηκε σε όλη τὴν Αγγλία όπως επίσης καὶ στην Ευρώπη.
Στην περίοδο τοῦ διωγμού τοῦ Βασιλέως Henry VIII , ο οποίος
κατέστρεψε τὰ Αγγλικά Μοναστήρια, η λάρνακα τοῦ Αγίου Αλβανού άδειασε (ή τὸ λείψανό τοῦ χάθηκε). Το 2002 μ.Χ. ο ναός τοῦ Αγίου
Παντελεήμονος Κολωνίας ο οποίος κατείχε από αιώνων λείψανα τοῦ Αγίου Αλβανού παρεχώρησε ένα μέρος τῶν λειψάνων τοῦ Αγίου, τὰ οποία κατετέθησαν στον τόπο τοῦ μαρτυρίου τοῦ δηλαδή στο σημερινό Saint Albans.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ὁσίων Ἰσαάκ, Κλήμεντος, Κυρίλλου,
Νικήτα καὶ Νικηφόρου τῶν Ῥώσσων.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.
Νῦν τὸν τάφον σου τὸν θεῖον ἀσπαζόμενοι, καὶ τῶν λειψάνων σου, τὴν θήκην
τὴν ἱεράν, ἀλκίφρον Παρθένιε, πιστῶς κραυγάζομεν· τὰ
νοσήματα, ἡμῶν ταχὺ ἐκδίωξον, καὶ ἀπέλασον τὰ ἄλγη.
Μύστα πάνσοφε τῆς τοῦ Χριστοῦ χρηστότητος, καὶ γενναιότατε, Μάρτυς ὁδὸν τὴν καλήν, Πατμίοις ὑπέδειξας,
τῇ πολιτείᾳ σου, καὶ ἀθλήσεως, ἀρίστης σου Παρθένιε, τρισμακάριστε τοῖς πόνοις.
Ἀγαθότητα
αἱμάτων σου τὰ χεύματα, καὶ συμπαθείας σου, τὸ ἀχανὲς ἀθλητά, τιμῶντες Παρθένιε, ἀπεκδεχόμεθα, τὰς πρεσβείας σου, πρὸς τῆς ζωῆς τὸν Κύριον, Ἰησοῦν τὸν Φωτοδότην.
Θεοτοκίον.
Ῥῦσαι
πάναγνε ἐχθροῦ τοῦ παναλάστορος, δεινῆς
στενώσεως, καὶ ψυχοκτόνων παθῶν, τοὺς μέλποντας σκάμματα,
Θεογεννήτρια, Νεομάρτυρος, Πατμίου θεοδόξαστε, Παναγία Παρθενίου.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Τεῖχος παραστήσας εὐσεβείας,
σαυτὸν Μάρτυς γενναιότατε Παρθένιε, τὸν ἐκγόνων ἴνδαλμα, ἄγαρ τὸ παμμίαρον, κατέστρεψας καὶ τάγματα, περιεφρούρησας, Πατμίων, εὐσεβῶν σε τιμώντων, ὡς ἱεροάθλων, διάκοσμον ἐνθέων.
Ὕμνοις
σε γεραίροντες εὐήχοις, Παρθένιε Θεολόγου
προηγούμενε, μάνδρας ἀπλανέστατε, καὶ δομῆτορ πάντιμε, Μονῆς τῆς Θεομήτορος,
θεοειδέστατε, Πηγῆς τῆς, Ζωοδόχου πρεσβείας, σὰς θερμὰς ζητοῦμεν, πρὸς ἀρετῶν τὴν κτῆσιν.
Στῦλε οὐρανόμηκες ἀνδρείας, Παρθένιε ὁ τῇ αἴγλῃ ἐλλαμπόμενος, τοῦ Ἁγίου Πνεύματος, τοὺς ὑμνοῦντας ἄθλους σου, τοὺς ἱεροὺς ἀξίωσον, ἀϊδιότητος, ἐν πόλῳ, καὶ ζωῆς τῆς ἀγήρω, τῆς σὺν σοὶ Πατμίων, περικαλλὲς κοσμῆτορ.
Θεοτοκίον.
Ἴθυνον τὰ βήματα σῶν δούλων, πρὸς τρίβους σωτηριώδους ἐπιγνώσεως, εὐσεβῶν ἰθύντειρα, σταθηρὰ βοῶμέν Σοι· πρὸς ἀφθαρσίας δώματα,
Θεογεννήτρια, καὶ πάντων, τῶν πιστῶν προστασία, τῶν καταφευγόντων, τῇ ἀῤῥαγεῖ Σου σκέπῃ.
ᾨδὴ θ΄. Ἅπας γηγενής.
Νῦν πανευλαβῶς, Πατμίων οἱ σύλλογοι, ἀνευφημοῦμέν σε, καὶ κατασπαζόμενοι, λειψάνων
θήκην, τῶν πανιέρων σου, ἰάματα τὴν βλύζουσαν, δεινῶς τοῖς πάσχουσιν, ἐκβοῶμεν· θαυμαστὲ Παρθένιε, χαῖρε νέον τῆς πίστεως σέμνωμα.
Εὔφρανον ἡμᾶς, τοὺς σὲ μακαρίζοντας, ἐν ταῖς δεήσεσι, πρὸς Θεὸν ταῖς θείαις σου, τοῦ Θεολόγου, πανιερώτατε, σεμνείου προηγούμενε, καὶ κτίτορ πάντιμε, Ζωοδόχου, τῆς Πηγῆς Παρθένιε, ἐν τῇ Πάτμῳ Μονῆς ἀνακράζομεν.
Ὡς φωταγωγόν, ἀρίστης ἀθλήσεως, σὲ μακαρίζομεν, παμφαὲς Παρθένιε, ἐν κατανύξει, ἀναβοῶντές σοι· ἱερομύστα ἔνθεε, καρδίας ἔμπλησον, ἱκετῶν σου, ἀκραιφνοῦς φρονήματος, καὶ ἀγάπης ἀφάτου πρὸς ἔγγιστα.
Θεοτοκίον.
Χαῖρε Μαριάμ, Πηγὴ Ζωοπάροχε, τῶν προσφευγόντων Σοι, χαῖρε θεία πρόμαχος, πιστῶν Πατμίων, μεγαλυνόντων Σε,
καὶ ἀρωγὲ τῶν ὕμνοις Σε, βοώντων·
πρόφθασον, Θεοτόκε, καὶ
δεινῶς ἐκλύτρωσαι, τοὺς θερμῶς τὴν σὴν κλῆσιν προσφέροντας.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Σεπτὸν ἱερομόναχον, ἀθλήσεως τοῖς στίγμασιν, ἐν τοῖς ἐσχάτοις τοῖς χρόνοις, τὸν κοσμηθέντα ἐν Πάτμῳ, Παρθένιον τιμήσωμεν, ὡς εὐσεβείας πρόβολον, καὶ ἀπλανῆ ἰθύντορα, ἀζύγων πρὸς σωτηρίας, τερπνοὺς τοῦ πόλου λειμῶνας.
Θεοτοκίον.
Δεδοξασμένη
Δέσποινα, καταφυγὴ
τῶν
δούλων Σου, παραμυθία γλυκεῖα,
τῶν
θλιβομένων καὶ
σκέπη, καμνόντων παντευλόγητε, τοὺς
Σὲ ὑμνοῦντας λύτρωσαι, ἀπάτης τῆς τοῦ ὄφεως, καὶ συμφορῶν καὶ κινδύνων, Θεογεννήτρια Μῆτερ.
Αἶνοι. Ἦχος α΄.
Πανεύφημοι Μάρτυρες.
Πανεύφημε
Μάρτυς τοῦ
Χριστοῦ, τῷ φωτὶ λαμπόμενος, τῆς Τρισηλίου Θεότητος, ἐπώφθης χάριτος, αὔγασμα τῆς θείας, θαυμαστὲ Παρθένιε, φωτίζων τῶν Πατμίων συστήματα, τελοῦντα μνήμην σου, νῦν τὴν πάνσεπτον καὶ ᾄσμασιν, ἐκβοῶντα· λαμπὰς χαῖρε πίστεως.
Χερσὶ μιαιφόνοις τῶν υἱῶν, ἄγαρ ἐνθεώτατε, βασανισθεὶς καθυπέμεινας, ὡς ἄλλου πάσχοντος, ζέοντος ἐλαίου, καύματα κατώδυνα, ἐξόρυξιν τιμίων ὀμμάτων σου, καὶ ἐν τοῖς ὄνυξι, σῶν σεπτῶν δακτύλων ἔμπηξιν, φεῦ καλάμων, ὀξέων Παρθένιε.
Παρθένιε
μάκαρ τῆς
Μονῆς,
κτίτορ ἐνθεώτατος,
τῆς
Ζωοδόχου θεσπέσιε, Πηγῆς
τιμώσης σε, τῆς
ἀφθόνως
πᾶσιν,
ἐκβλυζούσης
νάματα, ἰάσεων
πιστῶν ὀμηγύρεσιν, ἀρτίως πέφηνας, ἱερόαθλε ἀήττητε, Νεομάρτυς, Χριστοῦ θείας πίστεως.
Παρθένιε
θήκην ἱεράν,
τῶν
σεπτῶν
λειψάνων σου, καὶ
τὸν
πανίερον τάφον σου, κατασπαζόμενοι, ἐμπυρέττων νόσων, τάχος ἐκλυτρούμεθα, καὶ πάσης ἐπηρείας τοῦ ὄφεως, ἀπαλλαττόμεθα, δαψιλῆ γὰρ χάριν εὕρηκας, ἱκετεύειν, ὑπὲρ τῶν τιμώντων σε.
Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε πάντες ἐν κατανύξει συνδράμωμεν, τῇ παμφαεῖ πανηγύρει τοῦ Νέου Ἰερομάρτυρος Παρθενίου, τοῦ κλεΐσαντος τὴν ἡγιασμένην τῶν Πατμίων νῆσον. Οὗτος γὰρ προεξάρχει τῆς πνευματικῆς ταύτης πανηγύρεως, καὶ ἀγαλλιάσεως πληροῖ τὰς καρδίας, τῶν αὐτοῦ μεγαλυνόντων τὴν ἔνδοξον ἄθλησιν, ἱκετεύσωμεν ουν αὐτὸν ἵνα εὐφροσύνης οὐρανίους πληρώση, τὰς ψυχὰς τῶν προσκυνούντων τὴν θήκην, τῶν πανιέρων αὐτοῦ λειψάνων, καὶ πανευλαβῶς ἀνυμνούντων αὐτοῦ τὸ μαρτύριον.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος, τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου