Τετάρτη, 5 Σεπτεμβρίου 2012

Κανών Παρακλητικός - Εις τους εν φυλακαίς νέους ενδόξους αγίους Ρουμάνους Ομολογητάς και Μάρτυρας του εικοστού αιώνος

Η μνήμη αυτών τελείται τη ΙΔ' Μαΐου και τη ΙΗ' Φεβρουαρίου[1] . 
Ευλογήσαντος του Ιερέως το Κύριε εισάκουσον, μεθ' ο το Θεός Κύριος, ως συνήθως, και το εξής·
 
Ήχος δ'. Η υψωθείς εν τω Σταυρω. 
Τους καταισχύναντας αθέους τυράννους* της Ρουμανίας εν εσχάτοις τοις χρόνοις* και υψηλώ φρονήματι εν ταις φυλακαίς* πίστει υπομείναντας* κολασμούς επωδύνους* και στερράν ενάθλησιν δι' αγάπην Υψίστου* πανευλαβώς τιμώντες προς Αυτόν* θερμούς μεσίτας και πρέσβεις προβάλλομεν. 
Δόξα. Το αυτό. Και νυν. Θεοτοκίον. 
Ου σιωπήσομέν ποτε, Θεοτόκε,* τας δυναστείας σου λαλείν, οι ανάξιοι.* Ει μη γαρ συ προΐστασο πρεσβεύουσα* τις ημάς ερρύσατο* εκ τοσούτων κινδύνων;* Τις δε διεφύλαξεν έως νυν ελευθέρους;* Ουκ αποστώμεν, Δέσποινα, εκ σου'* σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών. 
Είτα ο Ν' Ψαλμός και ο Κανών, ου η Ακροστιχίς·
 
«Φυλακών Ρουμανίας Νεοάθλων αίτησις. Χ»

Ωδή α'. Ήχος πλ. δ. Υγράν διοδεύσας.
 
Φωτίσατε πάντων υμών φωτί* οδούς, Ρουμανίας* οι αθλήσει τας φυλακάς* λαμπροίς αγιάσαντες αγώσι* διά Χριστού το υπέρτιμον όνομα. 
Υμνούντες παλαίσματα τα υμών* εν δεσμωτηρίοις* Ρουμανίας πανευλαβώς* αιτούμεθα, Μάρτυρες, πρεσβείας* υμών θερμάς προς τον εύσπλαγχνον Κύριον. 
Δόξα. 
Λαμπάδες, Νεόαθλοι, αρετής,* φωτίσατε πάντας,* Ρουμανίας των φυλακών* φωστήρες, αυγαίς υμών ανδρείας* μαρτυρικής τους υμάς μακαρίζοντας. 
Και νυν. Θεοτοκίον. 
Ανάδειξον δόμων των ουρανών* υμάς κληρονόμους,* Μήτερ πάντων Χριστιανών,* τους ύμνοις τιμώντας σε, Παρθένε,* και τον Υιόν σου εκθύμως δοξάζοντας. 

Ωδή γ'. Ουρανίας αψίδος. 
Καθαρότης καρδίας,* Μάρτυς Χριστού άμεμπτε,* και ο πλούτος της πίστεώς σου* εις δεσμώτηρια* ωδήγησάν σε φρικτά* και εις αθλήσεως σκάμμα,* πρεσβευτά προς Κύριον* πάντων, Βαλέριε. 
Ως λαμπρόν, Ιωάννη,* σε ευλαβώς μέλποντες,* ομολογητήν Ρουμανίας* άρτι εκλάμψαντα* εν φυλακαίς ταπεινώς* απεκδεχόμεθα χάριν,* ην θεόθεν είληφας* στύλος ως πίστεως. 
Δόξα. 
Νεαυγές Ιλαρίων,* καθηγητά ένθεε,* ο αναψυκτήρια θεία* της αθεότητος* τας σκοτεινάς φυλακάς* της Ρουμανίας αρτίως* δείξας φέγγει λόγων σου,* ζόφον μου σκέδασον. 
Και νυν. Θεοτοκίον. 
Ρυπτικαίς σου πρεσβείαις,* Μήτερ Θεου, κάθαρον* τον ρερυπωμένον σου δούλον* τοις κακουργήμασιν,* η την πηγήν της ζωής* και του απείρου ελέους* τέξασα,* τον βόρβορον* κόσμου καθαιρούσα. 

Ισχύσατε* ημάς πατήσαι το φρύαγμα των άθεων,* Ρουμανίας εν φυλακαίς οι άρτι, Νεόαθλοι,* κρατύναντες πίστιν Χριστού Αγίαν. 
Επίβλεψον* εν ευμενεία, πανύμνητε Θεοτόκε,* επί την εμήν χαλεπήν του σώματος κάκωσιν* και ίασαι της ψυχής μου το άλγος. 
Αίτησις και το Κάθισμα.
Ήχος β’. Πρεσβεία θερμή.
 
Αθέων πληθύν αισχύναντες ηθλήσατε* εν ταις φυλακαίς της Ρουμανίας, Μάρτυρες* ευσέβειας άμεμπτοι,* και Χριστόν λαμπρώς εδοξάσατε* ομολογία κλήσεως Αυτού,* πιστοίς δωρουμένου μέγα έλεος. 
Ωδή δ'. Εισακήκοα, Κύριε. 
Οδηγέ  απλανέστατε* των  συνδεσμωτών  σου προς το μαρτύριον,* πάντας ίθυνον, Βαλέριε,* προς την μαρτυρίαν θείας πίστεως. 
Υπερεύχου των υμνοις σε,* Δανιήλ, τιμώντων ως νέον Μάρτυρα,* υπομείναντα κατάψυξιν* την θανατηφόρον ως ασώματος. 
Δόξα. 
Μαρτυρίου ηνύσατε* τρίβον, Ρουμανίας σεπτοί Νεόαθλοι,* εν ταις φυλακαίς και άγρυπνοι* εν δεινοίς πιστών φρουροί γεγόνατε. 
Και νυν. Θεοτοκίον. 
Αγιάζουσα πάντοτε* μη ελλίπης δούλους σου, Μητροπάρθενε,* τους εν φυλακαίς γεραίροντας* Μάρτυρας Ρουμάνους θείας πίστεως. 

Ωδή ε’. Φώτισον ημάς. 
Νέοι αθληταί* Ρουμανίας, αγιάσαντες* φύλακας υμών αιμάτων ταις ροαίς,* εποπτεύετε* υμάς τους μεγαλύνοντας. 
Ίσχυσον ημάς* θριαμβεύσαι τον αλάστορα,* ο ακμήν σης ηλικίας παριδών* διά πίστιν* άρτι, ένδοξε Βαλέριε. 
Δόξα. 
Άπαντες πιστοί* τα υμών τιμώντες σκάμματα,* Νεομάρτυρες Ρουμάνοι θαυμαστοί, καταφεύγομεν* υμών ταις παρακλήσεσι. 
Και νυν. Θεοτοκίον. 
Σώσον εκ φθοράς* και θανάτου τους υμνούντάς σε,* Θεοτόκε, η Χριστόν υπερφυώς* του θανάτου τον ολέτην κόσμω τέξασα. 
Ωδή στ'. Την δέησιν. 
Νεόδρεπτα* κρίνα Θείας Χάριτος,* φυλακάς ευωδιάσατε άρτι* της Ρουμανίας οσμαίς μαρτυρίας* Χριστού, του Λόγου Υψίστου, ονόματος* και μαρτυρίου ευκλεούς* ευωδία, ημών αντιλήπτορες.
 
Εν έτεσι* τοις εσχάτοις, Μάρτυρες* φυλακών της Ρουμανίας φωσφόροι,* Σταύρου δυνάμει αισχύναντες στίφος* αθέων πίστιν Χριστού εκρατύνατε,* παρ' Ου την χάριν δαψιλώς* εποπτεύειν πιστούς απειλήφατε. 
Δόξα. 
Ομβρίσατε* υετόν της Χάριτος* τοις υμάς πανευλαβώς ευφημούσι,* θεολογίας βαλβίς, Ιλαρίων,* πανευσταλές Δανιήλ, καθηγούμενε,* συν Βαλερίω τω στερρώ* και σεπτώ Ιωάννη, θεόφρονες. 
Και νυν. Θεοτοκίον. 
Απέλασον* λογισμούς ατάκτους μου,* απρεπείς και μιαρούς ση δυνάμει* και καταπράϋνον τάχος* κινήσεις σαρκός του πίστει τιμώντός σε, Δέσποινα,* Θεογεννήτορ Μαριάμ,* θυμηδία αχρείου οικέτου σου. 
Ισχύσατε* ημάς πατήσαι το φρύαγμα των αθέων,* Ρουμανίας εν φυλακαίς οι άρτι, Νεόαθλοι,* κρατύναντες πίστιν Χριστού Αγίαν. 
Άχραντε,* η διά λόγου τον Λόγον ανερμηνεύτως* επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον* ως έχουσα μητρικήν παρρησίαν. 
Αίτησις και το Κοντάκιον. 
Ήχος β'. Τοις των αιμάτων σου. 
Των φυλακών τους στερρόφρονας Μάρτυρας της Ρουμανίας αθέους αισχύναντας και μεγαλύναντας Άγιον όνομα του Ιησού ευσχημόνως τιμήσωμεν αυτών θερμάς ικεσίας αιτούμενοι.
 
Προκείμενον. Ήχος δ'. Θαυμαστός, ο Θεός, εν τοις Αγίοις Αυτού. 
Στίχος. Τοις Αγίοις τοις εν τη γη Αυτού εθαυμάστωσεν ο Κύριος. 
Ευαγγέλιον κατά Ιωάννην (Κεφ. ιε' 17-27, ιστ' 1-2).
Ζήτει εις την Λειτουργίαν του αγίου Γεωργίου του Τροπαιοφόρου.
 
Δόξα. Ταις των Νεοάθλων πρεσβείαις, Ελέημον,... 
Και νυν. Ταις της Θεοτόκου πρεσβείαις, Ελέημον,... 
Προσόμοιον. Ήχος πλ. β'. Όλην αποθέμενοι. 
Στίχος. Ελεήμον, ελέησόν με, ο Θεός, κατά το μέγα έλεός Σου και κατά το πλήθος των οικτιρμών Σου εξάλειψον το ανόμημά μου.
Μάρτυρες Νεόαθλοι,* οι του Σταυρου τη δυνάμει* θραύσαντες το φρύαγμα* εν εσχάτοις έτεσιν* αθεότητος* και λαμπρά τρόπαια* εν δεσμωτηρίοις* Ρουμανίας ανεγείραντες,* φανοί νεότητος,* οι αυγαίς υμών γενναιότητος* και πίστεως φωτίσαντες* οικουμένης πέρατα, δείξατε* στύλους ευσέβειας* τους μέλποντας ως όμολογητάς* υμάς και πίστεως μέλαθρα* του Χριστού νεότευκτα.
Σώσον, ο Θεός, τον λαόν Σου   
Ωδή ζ'. Οι εκ της Ιουδαίας. 
Θριαμβεύσαι τον πλάνον* αξιώσατε πάντας τους αναμέλποντας* υμών τας αριστείας* εν τοις δεσμωτηρίοις* Ρουμανίας, Νεόαθλοι,* θριαμβευταί ιεροί* του κράτους των αθέων. 
Λυπηρών μου ομίχλην* διασκέδασον τάχος, σεμνέ Βαλέριε,* ο έχων εν καρδία* χαράν πεπληρωμένην* εκ σεπτής ενοικήσεως* του Λυτρωτού εν αυτή,* Ρουμάνε Νεομάρτυς. 
Δόξα. 
Ως πυξία χαρίτων* και προβόλους ανδρείας υμάς  γεραίροντες,* στερρόφρον Ιλαρίων,* τρισμάκαρ Ιωάννη* Δανιήλ αξιάγαστε* συν Βαλερίω, λιτάς* υμών επιζητούμεν. 
Και νυν. Θεοτοκίον. 
Νυν ως νέων Μαρτύρων* γλυκασμόν Ρουμανίας σε μεγαλύνομεν* και χαρμονήν μερόπων,* υπερευλογημένη,* θλιβομένων, Μητρόθεε,* η ρυσαμένη φθοράς* ημάς θανατηφόρου. 

Ωδή η’. Τον Βασιλέα. 
Ανδρείας λύχνοι* και ευσέβειας φωστήρες,* φυλακών Αθληταί Ρουμανίας,* πλήσατε αγάπης* καρδίας νεολαίας. 
Ιδείν την δόξαν* Χριστού, Βαλέριε Μάρτυς,* καταξίωσον σους υμνηπόλους,* φυλακών αλείπτα* Μαρτύρων Ρουμανίας. 
Ευλογούμεν πατέρα, Υιόν.... 
Τας ικεσίας* υμών αιτούμεθα πάντες* προς Θεόν, Ιλαρίων στερρόφρον,* Δανιήλ γενναίε* και Ιωάννη θείε. 
Και νυν. Θεοτοκίον. 
Η θεία σκέπη* και αρωγός των σων δούλων,* σκέπε πάντας τους σπεύδοντας πίστει,* Κεχαριτωμένη,* τη ση επιστασία. 

Ωδή θ'. Κυρίως Θεοτόκον. 
Σαρκός επαναστάσεις,* Μάρτυρες Ρουμάνοι,* των φυλακών, τάχος καταπραΰνατε* πιστών υμνούντων εκθύμως* υμών τα σκάμματα. 
Ιθύνατε τας τρίβους* προς σκηνώσεις πόλου* της νεολαίας, Ρουμάνοι Νεόαθλοι* οι την ακμήν παριδόντες* υμών νεότητος. 
Δόξα. 
Στηρίξατε εν πίστει* Μάρτυρες γενναίοι* την νεολαίαν υμάς μακαρίζουσαν* ως φυλακών Ρουμανίας ευώδη λείρια.
Και νυν. Θεοτοκίον. 
Χρηστότητος ταμείον* Κεχαριτωμένη,* Θεογεννήτορ, ηθών δείξον έκτυπα* τους εις αιώνας αιώνων σε μακαρίζοντας. 

Άξιόν εστι... και τα παρόντα Μεγαλυνάρια. 
Χαίροις, των Ρουμάνων εν φυλακαίς* ορμαθός Μαρτύρων* και σεπτών Ομολογητών,* των βασανισθέντων* εν τοις εσχάτοις χρόνοις* διά Χριστού την κλήσιν* την μεγαλώνυμον. 
Χαίροις, αδελφότητος του Σταυρού* εν της Ρουμανίας,* ω Βαλέριε, φυλακαίς* θεαυγής ηγέτης,* ο έμπλεως αγάπης* προς τους βασανιστάς σου,* Μάρτυς νεόαθλε. 
Χαίροις, Νεοάθλων η κορυφή,* των δεσμωτηρίων* Ρουμανίας η λαμπηδών,* χαίροις, ο αλείπτης* δεσμίου νεολαίας* προς άθλησιν γενναίαν,* Μάρτυς Βαλέριε. 
Χαίροις, Ιλαρίων θεοειδές,* θεολόγων κλέος* διδασκάλων και Δανιήλ,* ηγουμένων γέρας,* ο υπομείνας ψύξιν* διά Χριστού αγάπην* πάντας θερμαίνουσαν. 
Χαίροις, Ιωάννη, ο ευλαβώς* καταγράψας πόνους* των Μαρτύρων εν φυλακαίς* Ρουμανίας άρτι* και καθομολογήσας* ενώπιον αθέων* πίστιν την σώζουσαν. 
Πλήσατε φρονήματος ταπεινού* τους υμάς τιμώντας,* Νεομάρτυρες ευκλεείς* των δεσμωτηρίων* της Ρουμανίας, ύμνοις,* τυράννους αθεΐας* οι καταισχύναντες. 
Πάσαι των Αγγέλων αι στρατιαί,* Πρόδρομε Κυρίου,* Αποστόλων η δωδεκάς,* οι Άγιοι πάντες,* μετά της Θεοτόκου* ποιήσατε πρεσβείαν* εις το σωθήναι ημάς. 

Το Τρισάγιον και το Απολυτίκιον.  
Ήχος πλ. α'. Τον συνάναρχον Λόγον. 
Φυλακών Ρουμανίας* εγκλείστους μέλψωμεν* διά Χριστού την αγάπην* εν τοις εσχάτοις καιροίς,* Ιωάννην, Ιλαρίωνα, Βαλέριον* συν σμήνει Ομολογητών* και Μαρτύρων, Δανιήλ,* αθέων τους καθαιρέτας,* στερρά αθλήσει το κράτος* της ευσεβείας μεγαλύναντας.
Εκτενής και Απόλυσις, μεθ' ην ψάλλομεν το εξής·
Ήχος β'. Ότε εκ του Ξύλου.
 
Νέοι Ρουμανίας Αθληταί,* οι εν φυλακαίς θείαν κλήσιν* ομολογήσαντες* του Χριστού την πάνσεπτον* και υπομείναντες* ζοφερά κολαστήρια,* δεινός κακουχίας* και στερρόν μαρτύριον,* μη διαλίπητε* πάσιν ιλεούμενοι Κτίστην* τοις υμών τιμώσι την μνήμην* ύμνοις την φωσφόρον και πανέορτον. 
Δέσποινα, πρόσδεξαι* τας δεήσεις των δούλων σου* και λύτρωσαι ημάς* από πάσης ανάγκης και θλίψεως. 
Την πάσαν ελπίδα μου* εις σε ανατίθημι,* Μήτερ του Θεού,* φύλαξόν με υπό την σκέπην σου.
 

Δίστιχον. 
Φυλακών Μάρτυρες Ρουμανίας, έστε φρουροί
Βαρθολομαίου και Χαραλάμπους.

1. Τη 18η Φεβρουαρίου του 1952 εν ταις φυλακαίς μαρτυρικώς ετελεύτησεν ο Νεομάρτυς Βαλέριος Γκαφένκου, ο πνευματικός χειραγωγός πλήθους συνεγκλείστων αυτού νεαρών Νεοάθλων εις τας φυλακάς Αϊούντ.

Δρος Χαραλάμπους Μ. Μπούσια
Μεγάλου Υμνογράφου της Αλεξανδρέων Εκκλησίας
ΒΙΟΣ - ΑΚΟΛΟΥΘΙΑ - ΠΑΡΑΚΛΗΣΙΣ
Των εν φυλακαίς Νέων ενδόξων Αγίων Ρουμάνων Ομολογητών και Μαρτύρων του εικοστού αιώνος
 Πηγή: impantokratoros.gr

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου