(Ἀρχιμανδίτου Νικοδήμου
Ἀεράκη, 2006)
Ὁ Ἱερεὺς ἄρχεται τῆς
Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν: Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν
καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.
Ὁ χορός: Ἀμήν.
Ἤ μὴ ὑπάρχοντος Ἱερέως,
ἡμεῖς τό:
Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν,
Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.
Ψαλμός ρμβ’ (142).
Κύριε εἰσάκουσον
τῆς προσευχῆς μου, ἐνώτισαι τὴν δέησίν μου ἐν τῇ ἀληθείᾳ Σου, εἰσάκουσον μου ἐν
τῇ δικαιοσύνῃ Σου καὶ μὴ εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου Σου, ὅτι οὐ
δικαιωθήσεται ἐνώπιόν Σου, πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τὴν ψυχήν μου,
ἐταπείνωσεν εἰς γῆν τὴν ζωήν μου. Ἐκάθισέ με ἐν σκοτεινοῖς, ὡς νεκρούς αἰῶνος
καὶ ἠκηδιάσεν ἐπ’ ἐμέ τό πνεῦμα μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην
ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πᾶσι τοῖς ἔργοις Σου, ἐν ποιήμασι τῶν χειρῶν Σου
ἐμελέτων. Διεπέτασα πρός Σέ τάς χείρας μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρός Σοι. Ταχύ
εἰσακουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμα μου. Μή ἀποστρέψης τό πρόσωπόν Σου ἀπ’
ἐμοῦ καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησόν μου τό
πρωΐ τό ἔλεός Σου, ὅτι ἐπί Σοί ἤλπισα. Γνώρισόν μοι, Κύριε, ὁδόν ἐν ἧ
πορεύσομαι, ὅτι πρός Σέ ἦρα τὴν ψυχήν μου. Ἐξελοῦ με ἐκ τῶν ἐχθρῶν μου, Κύριε,
πρός Σέ κατέφυγον, δίδαξόν με τοῦ ποιεῖν τό θέλημά Σου, ὅτι Σύ εἶ ὁ Θεός μου. Τό
Πνεῦμα Σου τό ἀγαθόν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ, ἕνεκεν τοῦ ὀνόματός Σου, Κύριε,
ζήσεις με. Ἐν τῇ δικαιοσύνῃ Σου ἐξάξεις ἐκ θλίψεως τὴν ψυχήν μου καὶ ἐν τῷ
ἐλέει Σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τὴν
ψυχήν μου, ὅτι ἐγώ δοῦλος Σου εἰμί.
Καί εὐθύς ψάλλεται τετράκις
ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. α’.
Ἐξομολογεῖσθε τῷ Κυρίῳ καὶ ἐπικαλεῖσθε τό ὄνομα τό Ἅγιον Αὐτοῦ.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β’. Πάντα τὰ
ἔθνη ἐκύκλωσάν με καὶ τό ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ’. Παρά
Κυρίου ἐγένετο αὕτη καὶ ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἡμῶν.
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν,
εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Εἶτα τὸ τροπάριον. Ἦχος δ΄.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν Ἰωάννην ἐπισκόπων τὸ κλέος,
πανευλαβῶς ἐγκωμιάσωμεν ὕμνοις, θεοφιλῶς δὲ εἴπωμεν αὐτῷ ἐν χαρᾷ, στήριξον ταῖς
ἱκεσίαις σου, εὐσεβεῖς ἐλεήμονας, φώτισιν διδοὺς αὐτοῖς, ἐλεεῖν ἐν ἀγάπῃ,
ἐπιμελεῖσθαί τε τῶν ἐνδεῶν, ὡς ἐκδιδάσκει, Χριστὸς ὁ φιλάνθρωπος.
Δόξα. Καὶ νῦν.
Θεοτοκίον.
Τὴν Θεοτόκον ἐν ᾠδαῖς εὐφημοῦμεν, καὶ
μεγαλύνομεν Αὐτῇ ἐκβοῶντες· τὴν Ἐκκλησίαν στήριξον Παρθένε σεμνή, φρούρησον ἐν
τῇ δυνάμει σου, ὀρθοδόξων συστήματα, σῶσον τοὺς τιμῶντάς Σε ἐξ ἐχθρῶν ἀοράτων,
καὶ ἐκ κινδύνων πλείστων χαλεπῶν, Σὺ γὰρ ὑπάρχεις, βροτῶν ἡ ἀντίληψις.
Ψαλμός ν’ (50).
Ἐλέησόν με, ὁ
Θεός, κατά τό μέγα ἔλεός Σου καὶ κατά τό πλῆθος τῶν οἰκτιρμῶν Σου, ἐξάλειψον τό
ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνόν με ἀπό τῆς ἀνομίας μου καὶ ἀπό τῆς ἁμαρτίας μου
καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγώ γινώσκω καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου
ἐστι διά παντός. Σοί μόνῳ ἥμαρτον καὶ τό πονηρόν ἐνώπιόν Σου ἐποίησα, ὅπως ἄν
δικαιωθῇς ἐν τοῖς λόγοις Σου καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί Σε. Ἰδοῦ γάρ ἐν
ἀνομίαις συνελήφθην καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοῦ γάρ ἀλήθειαν
ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας Σου ἐδήλωσάς μοι. Ῥαντιεῖς μὲ
ὑσσώπῳ καὶ καθαρισθήσομαι, πλυνεῖς με καὶ ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς
μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τό
πρόσωπόν Σου ἀπό τῶν ἁμαρτιῶν μου καὶ πάσας τάς ἀνομίας μου ἐξάλειψον. Καρδίαν
καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός καὶ πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.
Μή ἀποῤῥίψῃς με ἀπό τοῦ προσώπου Σου καὶ τό Πνεῦμα Σου τό Ἅγιον μὴ ἀντανέλῃς
ἀπ’ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου Σου καὶ πνεύματι ἡγεμονικῷ
στήριξόν με. Διδάξω ἀνόμους τάς ὁδούς Σου καὶ ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσιν. Ῥῦσαι
με ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μου, ἀγαλλιάσεται ἡ γλῶσσα μου τὴν
δικαιοσύνην Σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις καὶ τό στόμα μου ἀναγγελεῖ τὴν
αἴνεσίν Σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις.
Θυσίᾳ τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ
Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ Σου τὴν Σιών καὶ
οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν
καὶ ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν ἐπί τό θυσιαστήριόν Σου μόσχους.
Εἶτα, ὁ Κανὼν τοῦ Ἁγίου, οὗ
ἠ ἀκροστιχίς: Ἰωάννῃ Ἐλεήμονι, ἔπαινος τοῦ Νικοδήμου.
Ωδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν
διοδεύσας.
Ἰσχὺν τὴν τοῦ Πνεύματος ἐκζητῶ,
ὑμνῆσαι ἀξίως, Ἰωάννην τὸ ἀρετῆς, ὑπόδειγμα θεῖον τῆς ἀγάπης, καὶ τοῦ ἐλέους
πηγὴν ἀνεξάντλητον.
Ὢ Πάτερ φιλάνθρωπε καὶ σεπτέ, Χριστοῦ
Ἰωάννη, ἀφομοίωμα ἀληθές, ἱκέτευε Λόγον ὑπὲρ δούλων, ἐπιθυμούντων μιμεῖσθαι τὸ
ἔργον σου.
Ἀγάπης ἀπαύγασμα ἱερόν, τῆς
Ἀλεξανδρείας, ἱεράρχης θεοφιλής, πενήτων τροφεὺς καὶ ὑποφήτης, Χριστιανῶν
Ἰωάννη γεγένησαι.
Θεοτοκίον.
Ναὸς ἀνεδείχθης ὑπερφυής, τοῦ Λόγου
Παρθένε, ὡς κυήσασα ἐν γαστρί, ἐκ Πνεύματος θείου τὸν Σωτῆρα, τῶν πεπτωκότων
βροτῶν παναμώμητε.