(ἀρχιμ. Νικοδήμου Ἀεράκη)
ΣΤΑΣΙΣ Α΄
Ἦχος πλ.
Α΄. Ἡ ζωὴ ἐν τάφῳ. Ἀκροστιχίς κατ’ ἀλφάβητον.
Ἀριστεῖς Κυρίου, ἰατροὶ θαυμαστοί, ἀνεδείχθησαν ὡς τέκνα
θεόφρονα, Θεοδότης τῆς Ἁγίας καὶ κλεινῆς.
Βίου θείου ὄντως, ἐρασθέντες Χριστοῦ, οἱ Ἀνάργυροι τὴν
πίστιν ἐβίωσας, Θεοδότης τῆς μητρὸς ταῖς συμβουλαῖς.
Γεωργοὶ ἀγάπης, ἐν ψυχαῖς ἀδελφῶν, Βασιλείας Οὐρανῶν
σπόρον ἔσπειρον, καὶ ζωῆς αἰωνιζούσης ἐν Σιών.
Δεδεγμένοι χάριν, ἰαμάτων Χριστοῦ, ὡς κρουνοὶ τὰς
θεραπείας παρέχουσιν, οἱ Ἀνάργυροι τοῖς πάσχουσι δεινῶς.
Ἐπεζήτουν ὄντως, ἀμοιβὴν θεϊκήν, τὸν Χριστὸν τοὺς
ἰωμένους ὁμολογεῖν, καὶ κηρύττειν Ἰησοῦν ὡς ἰατρόν.
Ζηλωτὰς ἡ μήτηρ, τοὺς υἱοὺς ἐν Χριστῷ, ἐξεπαίδευσεν ἐνθέῳ
φρονήματι, ὁδηγήσασα αὐτοὺς εἰς οὐρανούς.
Ἡ θυσία πάντων, ὑλικῶν ἀγαθῶν, Ἀναργύρους τοὺς Ἁγίους
ἀνέδειξε, πολυῤῥύτων τε ἰάσεων κρουνούς.
Θεῖον πόθον ἔχων, ὁ Κοσμᾶς ὀ κλεινός, τὰ ἐπίκηρα τοῦ
κόσμου κατέλιπε, σὺν τῷ θείῳ αὐταδέλφῳ ἐν Χριστῷ.
Ἰσχυρῶς διδάσκει, ἡ ἁγία ζωή, Ἀναργύρων τοὺς πιστοὺς τὸ
φιλάνθρωπον, καὶ ἐλπίδα πρὸς Χριστὸν τὸν λυτρωτήν.
Κραταιῶς οἱ δύο, τῶν δαιμόνων πληθύν, ἐκδιώκουσιν ἐν
Πνεύματι χάριτος, καὶ δοξάζουσι Τριάδος τὴν ἀρχήν.
Λαμπρυνθέντες ὄντως, τῷ φωτὶ τοῦ Χριστοῦ, τοὺς πιστοὺς
τῆς Ἐκκλησίας στηρίζουσιν, οἱ Ἀνάργυροι ἐν θαύμασι πολλοῖς.
Μεγαλύνει Λόγον, θαυμαστῶς ἡ δυάς, Ἀναργύρων παραλύτους
ἐγείρουσα, ἐν ὀνόματι Χριστοῦ τοῦ Λυτρωτοῦ.
Νεκρωθέντες κόσμῳ, τῇ δυνάμει Θεοῦ, οἱ Ἀνάργυροι Χριστὸν
ἐνεδύσαντο, Ὃν ἐκήρυττον σημείοις θαυμαστοῖς.
Ξενωθέντες βίου, κοσμικοῦ οἱ σεπτοί, ἀναργύρως ἀσθενεῖς
ἐθεράπευον, ὁδηγοῦντες εἰς Χριστὸν τὸν λυτρωτήν.
Οἱ ἀλγοῦντες νόσοις, τὰς ὑμῶν πρὸς Θεόν, ἱκεσίαις
ἐξαιτούμενοι Ἅγιοι, θεραπεύονται Ἀνάργυροι εὐθύς.
Πεποιθότες θεῖοι, εἰς Χριστὸν τὸν Θεόν, ἀπηρνήθητε τοῦ
κόσμου παράκλησιν, ἐκζητοῦντες Παραδείσου τὴν τρυφήν.
Ῥῶσιν τοῖς αἰτοῦσιν, Θεοδότης υἱοί, μετ’ ἀγάπης ἀνιάτοις
διδόασι, φανεροῦντες, τῆς Τριάδος τὴν ἰσχύν.
Σὺ δυὰς ἁγία, Ἀναργύρων Χριστῷ, διηκόνησας ἐν βίῳ
παρέχουσα, θείῳ Πνεύματι ἰάσεις τοῖς πιστοῖς.
Τὴν ζωὴν Ἁγίων, Ἀναργύρων δυάς, ἐμιμήθη ὑπὲρ λόγον ἐν
χάριτι, ἀναπαύουσα ἐν θαύμασι πολλοῖς.
Ὑπακούσατέ μου, δεομένου πιστῶς, παμμακάριστοι Ἀνάργυροι
σπεύδοντες, ἱκετεῦσαι νῦν τὸν Λόγον δι’ ἐμέ.
Φῶς Χριστοῦ ἐκπέμπει, Ἀναργύρων δυάς, καταυγάζουσα πιστῶν
τὴν διάνοιαν, καὶ στηρίζουσα ἐν πίστει ἀκλινεῖ.
Χάριν ἔχεις μῆτερ, Θεοδότη κλεινή, ὁδηγήσασα σὰ τέκνα
πρὸς Κύριον, Ὃς ἀνέδειξεν αὐτοὺς θαυματουργούς.
Δόξα. Τριαδικόν.
Ψαλμικῶς Τριάδα, ἀνυμνοῦμεν πιστῶς, τὸν Πατέρα σὺν Υἱῷ
καὶ τῷ Πνεύματι, τὴν Μονάδα κατ’ οὐσίαν καὶ ἀρχήν.
Καὶ νῦν. Θεοτοκίον.
Ὦ Θεοκυῆτορ, τοὺς πιστοὺς ὑμνητάς, τοῦ Υἱοῦ Σου τῇ Σῇ
σκέπῃ διάσωσον, Ἀναργύρων ἱκεσίαις καὶ λιταῖς.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Ἀριστεῖς Κυρίου, ἰατροὶ θαυμαστοί, ἀνεδείχθησαν ὡς τέκνα
θεόφρονα, Θεοδότης τῆς Ἁγίας καὶ κλεινῆς.
ΣΤΑΣΙΣ Β΄
Ἦχος πλ. Α΄. Ἄξιόν ἐστι. Ἀκροστιχίς κατ’
ἀλφάβητον.
Ἄξιόν ἐστι, μακαρίζειν θείους Ἀναργύρους, τέκνα Θεοδότης
ἔμπλεα χάριτος, καὶ κρουνοὺς τῶν ἰαμάτων θαυμαστούς.
Βίον ἀρετῆς, Ἀναργύροις ἔδειξεν ἡ μήτηρ, ὃν μετ’
εὐλαβείας ὑπερηγάπησαν, καὶ ἐβίωσαν ὡς τέκνα εὐπειθῆ.
Γνώμην ἀγαθήν, καὶ καρδίαν καθαρὰν ἐν πίστει, ἔχοντες οἱ
θεῖοι ὄντως Ἀνάργυροι, διηκόνησαν Χριστῷ ὡς ἰατροί.
Δόξαν τοῦ Θεοῦ, οἱ Ἀνάργυροι ἐπῖποθοῦντες, πάντα τὰ
τερπνὰ τοῦ κόσμου κατέλιπον, ἰατρεύοντες ἐν ζήλῳ ἀσθενεῖς.
Ἔχοντες Χριστόν, οἱ Ἀνάργυροι ἐν τῇ καρδίᾳ, ἀρετὰς Ἁγίων
πάντων ἐκτήσαντι, γεγονότες ἀφομοίωμα αὐτῶν.
Ζήλῳ θεϊκῷ, οἱ Ἀνάργυροι τὰς τοῦ Κυρίου, ῥήσεις
φιλανθρώπους πάσας ἐδέχθησαν, θεραπεύοντες νοσοῦντας δωρεάν.
Ἥλιον Χριστόν, καταυγάζοντα τοὺς Ἀναργύρους, μετὰ
παῤῥησίας πᾶσιν ἐκήρυξαν, διὰ βίου καὶ ἀγάπης ἀληθοῦς.
Θεῖα ἀληθῶς, ἀνεδείχθησαν ἐν ταπεινώσει, τέκνα Θεοδότης
ζήλῳ τοῦ Κτίσαντος, ἐν χαρᾷ διακονοῦντες ἀδελφοῖς.
Ἴσχυσε δυάς, τὸν σατᾶν διὰ Χριστοῦ νικῆσαι, καὶ
πειραζομένους σῶσαι ἐν χάριτι, καὶ δωρήσασθαι τὴν λύσιν τῶν δεινῶν.
Κύριον Χριστόν, οἱ Ἀνάργυροι πᾶσιν ἀνθρώποις, μόνον
Βασιλέα πάσης τῆς κτίσεως, καὶ Θεὸν κηρύττουσιν ἀληθινόν.
Λύουσι δεσμοῖς, οἱ Ἀνάργυροι τῶν ἀσθενούντων, δύναμιν
Κυρίου ἐπικαλούμενοι, καὶ τὸ ὄνομα Κυρίου Ἰησοῦ.
Μέγα ἀληθῶς, ἐπεδόθη ὄνομα τοῖς θείοις, τῶν θαυματουργῶν
δυνάμει τοῦ Πνεύματος, Ἀναργύροις ἰατροῖς τοῖς θαυμαστοῖς.
Νέων ἰατρῶν, ὡς ὑπόδειγμα τῶν Ἀναργύρων, ἡ διακονία πᾶσι
τοῖς πάσχουσιν, ἐπιδείκνυται πρὸς μίμησιν καὶ νῦν.
Ξένον ἀληθῶς, καὶ πανθαύμαστον τῶν Ἀναργύρων, ἔργον πᾶσι
τοῖς αἰτοῦσιν θείαν ἀντίληψιν, καὶ τὴν χάριν τῆς ἰάσεως αὐτῶν.
Ὄντως τῶν φθαρτῶν, οἱ Ἀνάργυροι καταφρονοῦσι, καὶ ποθοῦσι
ζήλῳ θεῖα καὶ ἄφθαρτα, καταπλήττοντες Ἀγγέλους καὶ βροτούς.
Παῦσατε παθῶν, τὰ σκιρτήματα τῶν προσελθόντων, τὴν σεπτὴν
ὑμῶν τιμῆσαι πανήγυριν, ὦ Ἀνάργυροι πρεσβεύοντες Χριστῷ.
Ῥέει ὡς κρουνός, ἐξ Ἁγίων Ἀναργύρων χάρις, τὰς ἰάσεις
πᾶσιν παρέχουσα, τοῖς προστρέχουσιν ἐν πίστει ἀληθεῖ.
Στήριξον ἡμᾶς, ὦ δυὰς Ἁγίων Ἀναργύρων, τοῦ ὑμνεῖν ἐν
πίστει Λόγον Θεάνθρωπον, ἀγαπᾶν τε ἀληθῶς τοὺς ἀδελφούς.
Τήρησον δυάς, ἀνυμνοῦντας τὴν σὴν μνήμην πόθῳ, ἀσφαλεῖς
ἐν βίῳ θείῳ τῆς χάριτος, καὶ ἐν πίστει ὀρθοδόξῳ ἀκραιφνεῖς.
Ὕμνους ταπεινούς, ὑμῖν ψάλλομεν τοῖς Ἀναργύροις, τοῖς
ὑπὲρ Χριστοῦ ζωὴν ἀναλώσασι, καὶ νικήσασιν ἀρχαῖον πτερνιστήν.
Φύλαξον δυάς, ἐκ παγίδων τοῦ ἀντικειμένου, πάντας τοὺς
τιμῶντας μνήμην σου ἔνθεον, μετ’ ᾠδῶν καὶ ἐγκωμίων ψαλμικῶν.
Χαίρετε σεπτοί, ἐστεμμένοι ἐκ Τριάδος ὄντως, ὅτι ἐν χαρᾷ
συμψάλλετε ἅπασι, τοῖς Ἁγίοις Ἀναργύροις τὸν Χριστόν.
Δόξα. Τριαδικόν.
Ψάλλομεν πιστοί, τῇ Τριάδι Μονοκρατορίᾳ, ὕμνους σὺν
Ἀγγέλοις πᾶσι καὶ Μάρτυσι, καὶ Ἁγίοις Ἀναργύροις σὺν μητρί.
Καὶ νῦν. Θεοτοκίον.
Ὤφθης ἀληθῶς, ἐν ἀγκάλαῖς φέρουσα τὸν Κτίστην, Ὃν
ἀγεωργήτως Πνεύματι ἔτεκες, τὸν δωρήσαντα τὴν λύτρωσιν βροτοῖς.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Ἄξιόν ἐστι, μακαρίζειν θείους Ἀναργύρους, τέκνα Θεοδότης
ἔμπλεα χάριτος, καὶ κρουνοὺς τῶν ἰαμάτων θαυμαστούς.
ΣΤΑΣΙΣ Γ΄
Ἦχος γ΄. Αἱ γενεαὶ πᾶσαι. Ἀκροστιχίς κατ’
ἀλφάβητον.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, δυὰς τῶν Ἀναργύρων.
Βήματι Κύριου, ὑπὲρ τῶν ἀσθενούντων, δυὰς καθικετεύει.
Γένει τῷ βροτείῳ, παρέχει τὰς ἰάσεις, δυὰς τῶν Ἀναργύρων.
Δύναμις Κυρίου, Ἁγίους Ἀναργύρους, ἐνίσχυεν ἐν βίῳ.
Ἔχει Ἐκκλησία, κόσμον Ἀναργύρους, καὶ οἱ πιστοὶ
προστάτας.
Ζῆλον Ἀναργύρων, Κύριε παράσχου, τοῖς πίστει Σὲ ὑμνοῦσιν.
Ἡράσθησαν Κυρίου, Ἀνάργυροι οἱ θεῖοι, ποθοῦντες σωτηρίαν.
Θείᾳ συνεργίᾳ, ἐτέλουν τὰς ἰάσεις, Ἀνάργυροι οἱ θεῖοι.
Ἰᾶται πᾶσαν νόσον, δυὰς τῶν Ἀναργύρων, πάντων τῶν προσιόντων.
Κηρύττομεν Ἁγίων, τὰ πλήθη τῶν θαυμάτων, ἐν ὕμνοις
θεοδέκτοις.
Λαὸν τῆς Ἐκκλησίας, στηρίζει ἐν τῇ πίστει, δυὰς τῶν
Ἀναργύρων.
Μῆτερ Θεοδότη, σὺν τέκνοις θεοφρόνοις, πρεσβεύσατε Κυρίῳ.
Νίκας δώρησαί μοι, δυὰς κατὰ δαιμόνων, λιταῖς σου πρὸς
τὸν Κτίστην.
Ξήρανον τὸ ῥεῦμα, παθῶν τῶν τῆς ψυχῆς μου, δυὰς τῶν
Ἀναργύρων.
Ὄμβρησον τὴν χάριν, ἰάσεων νοσοῦσιν, δυὰς τῶν Ἀναργύρων.
Ποίμνην καὶ ποιμένας, τῆς Ἐκκλησίας φρούρει, Κοσμᾶ σὺν
αὐταδέλφῳ.
Ῥῦσαι ἐκ κινδύνων, ἡμᾶς τοὺς σὲ τιμῶντας, Δαμιανὲ
τρισμάκαρ.
Σὺ τοῖς ἀσθενοῦσιν, τὴν χάριν σου παρέχεις, ὦ μῆτερ
Θεοδότη.
Τάχυνον τοῦ σῶσαι, δυὰς τῶν Ἀναργύρων, τοὺς σὲ λαμπρῶς
τιμῶντας.
Ὕμνοις θεοδέκτοις, τιμῶμέν σου τὴν μνήμην, δυὰς τῶν
Ἀναργύρων.
Φώτισον καρδίας, τῶν σὲ ἐπευφημούντων, θεόφρον Θεοδότη.
Χριστὸν καὶ Ἐκκλησίαν, προβάλλεις ἐν τῷ κόσμῳ, δυὰς τῶν
Ἀναργύρων.
Δόξα. Τριαδικόν.
Ψάλλομεν Τριάδος, τὸ ὄνομα τὸ θεῖον, ἐν πίστει καὶ ἀγάπη.
Καὶ νῦν. Θεοτοκίον.
Ὦ Παρθενομῆτορ, Ἁγίων Ἀναργύρων, προσδέχου τὰς πρεσβείας.
Καὶ πάλιν τὸ πρῶτον Τροπάριον.
Αἱ γενεαὶ πᾶσαι, μακαρίζομέν σε, δυὰς τῶν Ἀναργύρων.
ΕΥΛΟΓΗΤΑΡΙΑ
Ἦχος πλ. Α΄. Εὐλογητὸς εἶ Κύριε.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τιμῆσαι Ἀναργύρους.
Τῶν Ἀγγέλων αἱ τάξεις, κατεπλάγησαν πᾶσαι, ὀρῶσαι
Ἀναργύρων, τὸν ἀγῶνα ἐν Θεῷ, καὶ θαυμάτων τὴν πληθύν, χαίροντες λαμπρῶς, καὶ
ἐνθέως λέγοντες· Ἀναργύρων χάριν πιστοὶ προσδέξασθε.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τιμῆσαι Ἀναργύρους.
Μύρα θεῖα τοὺς ὕμνους, νῦν προσφέρωμεν πάντες, τοῖς
σεπτοῖς Ἀναργύροις, κατιδόντες ἐν χαρᾷ, τῶν θαυμάτων τὴν χάριν, καὶ τὴν πρὸς
Χριστόν, ἀληθῆ προσήλωσιν, καὶ τοῖς ἀσθενοῦσιν, ἀγάπην ἔνθεον.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τιμῆσαι Ἀναργύρους.
Λέγεις μῆτερ τοῖς τέκνοις, τὸν Χριστὸν ὡς Σωτῆρα,
ἀγαπήσατε πόθῳ, καὶ τὰ πλήθη ἀσθενῶν, ὡς λαὸν τοῦ Κυρίου, καὶ ὑπὲρ Χριστοῦ,
δωρεὰν τὴν ἴασιν, ὡς Χριστὸς διδάσκει, τοῖς πᾶσι δίδοσθε.
Εὐλογητὸς εἶ Κύριε, δίδαξόν με, τιμῆσαι Ἀναργύρους.
Μυροφόροις προσῆλθον, τῶν πιστῶν αἱ χορεῖαι, τοῦ τιμῆσαι
ἐν ὕμνοις, Ἀναργύρων τὴν ζωήν, καὶ τὴν μνήμην τὴν θείαν, καὶ τὴν τελευτήν, καὶ
τὴν πρὸς Βασίλεια, τῆς ἁγίας δόξης, αὐτῶν τὴν εἴσοδον.
Δόξα. Τριαδικόν.
Προσκυνοῦμεν Τριάδος, τὴν τρισήλιον δόξαν, καὶ σεπτὴν
μοναρχίαν, εὐφημοῦμεν δὲ ταύτην, σὺν Ἁγίοις Ἀγγέλοις, κράζοντες σεπτῶς, ὕμνον
τὸν τρισάγιον· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ Κύριε.
Καὶ νῦν. Θεοτοκίον.
Θεὸν Λόγον τεκοῦσα, τῶν ἀνθρώπων τὸ γένος, ἐλυτρώσω
Παρθένε, Ὃν ἱκέτευε Μῆτερ, ὑπὲρ γένους βροτείου, ὅπως ἐν χαρᾷ, ὡς Θεῷ
λατρεύομεν, καὶ ἐν ἔργοις τιμῶμεν καὶ ᾄσμασιν.
Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα, δόξα Σοι ὁ Θεός. (γ΄)
Πηγή:Εδώ
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου