Ποίημα Κυρίλλου Μητροπολίτου Ρόδου
Εὐλογήσαντος τοῦ
Ἱερέως τὸ Κύριε εἰσάκουσον, μεθ᾿ ὃ τὸ Θεὸς Κύριος καὶ τὰ κάτωθι Τροπάρια.
Ἦχος δ΄. Ὁ
ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
῾Ως
ἐγκρατείας θαυμαστὸς ὑποφήτης, καὶ εὐσεβείας ἱερὸς μυστολέκτης, παρὰ Χριστοῦ
δεδόξασαι, Μελέτιε σοφέ. Ὅθεν τοὺς προστρέχοντας, τῇ ἁγίᾳ Μονῇ σου, καὶ
ἀσπαζομένους σου, τὴν μυρίπνοον κάραν, ὡς συμπαθὴς πρυτάνευε ἀεί, τὰς δωρεὰς
τῆς ἁγίας σου χάριτος.
Δόξα. Τὸ αὐτό.
Καὶ νῦν. Θεοτοκίον.
Οὐ
σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι· εἰμὴ γὰρ σὺ
προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο, ἐκ τοσούτων κινδύνων; τίς δὲ
διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; οὐκ ἀποστῶμεν Δέσποινα ἐκ σοῦ· σοὺς γὰρ δούλους
σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.
Ὁ Ν΄ καὶ ὁ Κανὼν
τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχὶς ἐν τοῖς Θεοτοκίοις· «Κυρίλλου».
Ὠιδὴ α΄. Ἦχος
πλ. δ΄. Ὑγρὰν διοδεύσας.
᾿Ασκήσας ἐν
κόσμῳ τὴν ἀρετήν, Μελέτιε Πάτερ, ἐδοξάσθης ἐν οὐρανοῖς, καὶ πᾶσι τὴν χάριν σου
βραβεύεις, τοῖς ἐκτελοῦσιν ἀξίως τὴν μνήμην σου.
Μελέτιε
Πάτερ οἱ εὐσεβεῖς, ἔχοντές σε πύργον, σωτηρίας πανασφαλῆ, ἐκ πάσης ῥυόμεθα
ἀνάγκης, καὶ συμφορᾶς τῇ θερμῇ προστασίᾳ σου.
Τῆς Λάρδου ὁ
γόνος ὁ θαυμαστός, καὶ τῆς Ῥοδονήσου, ἐγκαλλώπισμα τὸ τερπνόν, τοῖς κάμνουσι
δίδου εὐρωστίαν, τῇ ἐνεργείᾳ τῆς σῆς ἀντιλήψεως.
Θεοτοκίον.
Κυρία τῆς
κτίσεως Μαριάμ, τῆς κυριευούσης, ἁμαρτίας νῦν ἐπ᾿ ἐμοί, λῦσον τὸν ζυγὸν τῇ
χάριτί σου, ἐλευθερίας μοι χάριν βραβεύουσα.
Ὠιδὴ γ΄.
Οὐρανίας ἁψῖδος.
῾Ρύου πάντας
εὐσπλάγχνως, τοὺς εὐλαβῶς πάντοτε, τῇ σῇ καταφεύγοντας σκέπῃ, Πάτερ Μελέτιε,
ἀπὸ κινδύνων πικρῶν, καὶ συστροφῶν ὀλεθρίων· παῤῥησίας ἔχεις γάρ, ὄντως τὴν
δύναμιν.
Δωρεὰς
ἰαμάτων, πεπλουτηκὼς Ὅσιε, ἐκ σωματικῶν ἀλγημάτων, δεῦρο λυτρούμενος, καὶ
ψυχικῶν ὀδυνῶν, τοὺς εὐλαβῶς προσιόντας, τῇ τιμίᾳ Κάρᾳ σου, Πάτερ Μελέτιε.
῾Η δοθεῖσά
σοι χάρις, παρὰ Θεοῦ Ὅσιε, θείας ἐφαπλοῦσα ἀκτῖνας, παθῶν τὴν ζόφωσιν,
διασκεδάζει ἀεί, καὶ φωτισμοῦ πληροῖ πάντας, τοὺς ἀσπαζομένους σου, πίστει τὰ
λείψανα.
Θεοτοκίον.
῾Υπεράμωμε
Κόρη, Χριστιανῶν καύχημα, δέξαι τὰς οἰκτράς μου δεήσεις, ὡς εὐσυμπάθητος, καὶ
δός μοι δύναμιν, τῇ μητρικῇ χάριτί σου, κατὰ τοῦ ἀλάστορος, ἐχθροῦ Θεόνυμφε.
Διάσωσον
Πάτερ Μελέτιε, κλέος τῶν μοναζόντων, ἀπ᾿ ὀλεθρίων κινδύνων καὶ θλίψεων, τοὺς τῇ
πρεσβείᾳ σου πίστει ἀνακειμένους.
᾽Επίβλεψον
ἐν εὐμενείᾳ Πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ
ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ
Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἦχος β΄. Πρεσβεία θερμή.
Τὸ χαῖρε
εἰπών, τῷ κόσμῳ ὡς θεόσοφος, Ὁσίων θερμῶς, τοῖς τρίβοις ἠκολούθησας, καὶ αὐτῶν
Μελέτιε, ἐν Ἐδὲμ τῆς χαρᾶς ἐκοινώνησας· μεθ᾿ ὧν δυσώπει πάντοτε Χριστόν,
δοθῆναι ἡμῖν πταισμάτων ἄφεσιν.
Ὠιδὴ δ΄.
Εἰσακήκοα Κύριε.
Πολυτρόπων
κινδύνων με, καὶ ὀλεθροτόκων ῥῦσαι συμπτώσεων, παμμακάριστε Μελέτιε, θείᾳ
ἐνεργείᾳ τῆς πρεσβείας σου.
Σκοτισθέντας
Μελέτιε, τῶν ἁμαρτημάτων μέθῃ σωφρόνισον, ἡμᾶς Πάτερ τοὺς καλοῦντάς σε, ἐκ
πολλῆς ἀγάπης ἀντιλήπτορα.
Τὸν ἐχθρὸν
ὑποσκέλισον, τὸν ὑποσκελίζοντα καθ᾿ ἑκάστην με, Πάτερ Ὅσιε Μελέτιε, ὡς αὐτὸν
αἰσχύνας τῇ ἀσκήσει σου.
Θεοτοκίον.
῾Ρυπτικῇ
Μητρπάρθενε, χάριτί σου τέλεον ἀποκάθαρον, τὴν ψυχήν μου ἱκετεύω σε,
καταμολυνθεῖσαν ἁμαρτήμασιν.
Ὠιδὴ ε΄. Φώτισον
ἡμᾶς.
Λύτρωσαι
ἡμᾶς, τοὺς θερμῶς παρακαλοῦντάς σε, μαγγανείας τοῦ ἀρχαίου πτερνιστοῦ, ὦ
Μελέτιε Ὁσίων ἐγκαλλώπισμα.
Ζάλῃ
λογισμῶν, ψυχοφθόρων συνεχόμενοι, καταφεύγομεν Μελέτιε πιστῶς, τῇ γαλήνῃ τῆς
θερμῆς σου ἀντιλήψεως.
Σκέπε
Ὑψενῆς, τὴν Μονὴν θεῖε Μελέτιε, ὡς δομῆτορ εὐκλεέστατος αὐτῆς, καὶ ἀκοίμητος
προστάτης καὶ ὑπέρμαχος.
Θεοτοκίον.
῞Ιλεων ἡμῖν,
τοῖς ἀπαύστως ἁμαρτάνουσι, μητρικῇ σου παῤῥησίᾳ Μαριάμ, τὸν τεχθέντα ἐξ αἱμάτων
σου ἀπέργασαι.
Ὠιδὴ στ΄.
Ἱλάσθητί μοι Σωτήρ.
Ψυχῆς μου τὸ
εἰδεχθές, εἰς εὐμορφίαν ὑπέρλαμπρον, ἐνθέοις σου πρὸς Θεόν, εὐχαῖς μεταποίησον,
Μελέτιε Ὅσιε, ἵνα σε γεραίρω, ὡς Ὁσίων ἐγκαλλώπισμα.
Τὰς χεῖράς
σου πρὸς Θεόν, τὸν πολυέλεον ὕψωσον, Μελέτιε θαυμαστέ, αὐτὸν ἱλεούμενος, ἡμῖν
τοῖς φωνοῦσί σου, τὴν ἁγίαν κλῆσιν, καὶ τιμώντων σου τὴν ἄσκησιν.
Κακίας ταῖς
ἐμβολαῖς, θλιβόμενόν με ἐλέησον, καὶ δίδου μοι τοῦ Θεοῦ, τὸ πάνσεπτον θέλημα,
ἐργάζεσθαι πάντοτε, διά μετανοίας, ἀληθοῦς Πάτερ Μελέτιε.
Θεοτοκίον.
Λυχνία ἡ
χρυσαυγής, Θεοχαρίτωτε Δέσποινα, τὸ σκότος τῶν ἐν ἐμοί, παθῶν διασκέδασον, φωτί
με αὐγάζουσα, τῆς ἐν σοὶ πλουσίας, ἐνοικούσης Μῆτερ χάριτος.
Διάσωσον
Πάτερ Μελέτιε, κλέος τῶν μοναζόντων, ἀπ᾿ ὀλεθρίων κινδύνων καὶ θλίψεων, τοὺς τῇ
πρεσβείᾳ σου πίστει ἀνακειμένους.
῎Αχραντε, ἡ
διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ᾿ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς
ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ
Κάθισμα.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
᾿Επὶ τῆς γῆς
βιοτεύσας ὡς ἄσαρκος, ἐν οὐρανοῖς ἐδοξάσθης Μελέτιε· διό σε πιστῶς ἱκετεύομεν·
Ἐν παῤῥησίᾳ Χριστὸν καθικέτευε, σωθῆναι ἡμᾶς τοὺς τιμῶντάς σε.
Προκείμενον.
Ἦχος δ΄.
Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος
τοῦ Ὁσίου αὐτοῦ.
Στίχ. Μακάριος ἀνήρ ὁ φοβούμενος τὸν Κύριον.
Εὐαγγέλιον, ἐκ
τοῦ κατὰ Ματθαῖον.
(Κεφ. ια΄ 27-30)
(Κεφ. ια΄ 27-30)
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Πάντα μοι
παρεδόθη ὑπὸ τοῦ Πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱόν, εἰμὴ ὁ Πατήρ·
οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰμὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς
ἀποκαλῦψαι. Δεῦτε πρός
με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν
μου ἐφ᾿ ὑμᾶς, καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι, καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ
εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον
μου ἐλαφρόν ἐστιν.
Δόξα. Ταῖς τοῦ σοῦ Ὁσίου... Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεος σου
καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου.
Προσόμοιον. Ἦχος
πλ. β΄. Ὅλην ἀποθέμενοι.
Μελέτιε
Ὅσιε, τῶν μοναζόντων λαμπρότης, τὸ τῆς Λάρδου βλάστημα, καὶ τῆς Ῥόδου τίμιον,
ἐγκαλλώπισμα· τῆς Θεομήτορος, ὁ τῇ εὐδοκίᾳ, ὑπουργήσας προθυμότατα, καὶ κτίτωρ
ἔνθεος, Ὑψενῆς τῆς Μάνδρας γενόμενος, τῆς καυχωμένης πάντοτε, τοῖς
χαριτοβρύτοις λειψάνοις σου, εἰρήνην ἐξαίτει, γαλήνην καὶ τὸν θεῖον φωτισμόν,
τοῖς προσιοῦσιν ἑκάστοτε, τῇ θερμῇ πρεσβείᾳ σου.
Σῶσον, ὁ Θεός,
τὸν λαόν σου...
Ὠιδὴ ζ΄. Οἱ ἐκ
τῆς Ἰουδαίας.
Ἐκτενῶς
ἐκδυσώπει, τὸν Σωτῆρα τοῦ κόσμου, Πάτερ Μελέτιε, ὡς εὔσπλαγχνος ῥυσθῆναι,
ἁπάσης δυσχερείας, τοὺς πιστῶς ἀνακράζοντας· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός
εἶ.
᾿Ακεσώδυνον
Πάτερ, ἐκ λειψάνων σου θείων, πρόεισι φάρμακον, καὶ πᾶσαν ἀμπλακία, ψυχῶν τε
καὶ σωμάτων, θεραπεύει Μελέτιε, γνήσιε δοῦλε Χριστοῦ, τῶν πίστει προσιόντων.
Ὁ Θεὸς ἵλαθί
μοι, τῷ ἀθλίῳ σου δούλῳ, ὡς πολυεύσπλαγχνος· προσάγω σοι γὰρ πρέσβυν, θερμότατον
τὸν νέον, ἐν Ὁσίοις Μελέτιον, τὸν διὰ σὲ ἐπὶ γῆς, βιώσαντα ἀξίως.
Θεοτοκίον.
Λάμπρυνόν
μου Παρθένε, τῆς ψυχῆς τὸν χιτῶνα, τὸν θεοΰφαντον, τὸν καταμολυνθέντα, ἀπείρου
πονηρίας, τοῖς δεινοῖς ἀτοπήμασι, ἵνα ὑμνῶ σε ἀεί, τὴν Κεχαριτωμένην.
Ὠιδὴ η΄. Τὸν
Βασιλέα.
Τὰς
ἀσθενοῦσας, τῇ ἁμαρτίᾳ καρδίας, τῶν προσφύγων σου θεράπευσον τελείως, Μελέτιε
Πάτερ, βοτάνῃ τῶν εὐχῶν σου.
Καταναλώσας,
ἐν ἀσωτίαις τὸν βίον, τῷ Χριστῷ πιστῶς προσάγω σε μεσίτην· μὴ με καταισχύνης,
Μελέτιε παμμάκαρ.
Τῆς
τυραννίδος, τῶν ἀκαθέκτων παθῶν μου, λύτρωσαί με ἐνεργείᾳ τῶν εὐχῶν σου,
Μελέτιε Πάτερ, Ὁσίων ἡ ἀκρότης.
Θεοτοκίον.
Ὁ ἐξ ἁγνῶν
σου, ἐνανθρωπήσας αἱμάτων, ἐδωρήσατο ἡμῖν τὴν σωτηρίαν· ὅθεν σε ὑμνοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Ὠιδὴ θ΄. Κυρίως
Θεοτόκον.
Εὐθύτητι καρδίας,
τῇ σῇ ἀντιλήψει, πάντες προστρέχομεν Πάτερ Μελέτιε, τὴν δυναμένην λυτροῦσθαι,
ἡμᾶς ἐκ θλίψεων.
῾Ροὴν
δακρύων δίδου, ἡμῖν χάριτί σου, ὡς ἂν τὸν ῥῦπον ψυχῶν καθαρίσωμεν, ἐν ἀληθεῖ
μετανοίᾳ, Πάτερ Μελέτιε.
Μελέτιε
παμμάκαρ, ταῖς ἱκετηρίαις, τῶν ἱκετῶν σου φωναῖς ἐπικάμφθητι, καὶ τὰ συμφέροντα
αἴτει, αὐτοῖς ἑκάστοτε.
Θεοτοκίον.
῾Υπέραγνε
Μαρία, Κεχαριτωμένη, μὴ καταισχύνῃς τοὺς πίστει προστρέχοντας, τῇ μητρικῇ σου
πρεσβείᾳ, ὡς πολυεύσπλαγχνος.
Τὸ Ἄξιόν ἐστι
καὶ τὰ Μεγαλυνάρια.
Χαίροις τῶν
Ὁσίων ὁ μιμητής, καὶ ζωῆς ἁγίας, ὁ θεόπνους ὑφηγητής· χαίροις Θεοτόκου, ὁ
γνήσιος θεράπων, Μελέτιε θεόφρον, Ἀγγέλων σύσκηνε.
Τῇ ἀσκητικῇ
σου διαγωγῇ, ὡς φωστὴρ ἐκλάμψας, φαεσφόρος ἐξ Ὑψενῆς, φωτίζεις ἀκτῖσι, τῶν
θείων ἀρετῶν σου, Μελέτιε παμμάκαρ, τοὺς εὐφημοῦντάς σε.
Χαίροις ὁ
τῆς Λάρδου γόνος σεπτός, Μελέτιε Πάτερ, καὶ τῆς Ῥόδου κλέος λαμπρόν· χαίροις
τοῦ σεμνείου, τῆς Ὑψενῆς δομήτωρ, καὶ θεῖος ἀντιλήπτωρ, τῶν ἀνυμνούντων σε.
Σκήνωμα
ἐδείχθης τῶν ἀρετῶν, Μελέτιε Πάτερ, δι᾿ ἀγώνων ἀσκητικῶν· ὅθεν ἐν νυμφῶνι, τῶν
οὐρανῶν σκηνώσας, ὑπὲρ ἡμῶν δυσώπει, τὸν σὲ δοξάσαντα.
Σκέπε τὴν
Μονήν σου τὴν ἱεράν, τὴν μεγαλαυχοῦσαν, τῇ σῇ δόξῃ πνευματικῶς, καὶ ῥύου ἐκ
πάσης, κακίστης ἐπηρείας, τὴν λογικήν σου ποίμνην, ταύτην Μελέτιε.
Τοὺς
προσερχομένους πανευλαβῶς, ναῷ σου τῷ θείῳ, καὶ ὑμνοῦντάς σε πρεπωδῶς, Μελέτιε
Πάτερ, ἀγλάϊσμα Ὁσίων, ἀπὸ κινδύνων ῥῦσαι, τῇ ἀντιλήψει σου.
Πᾶσαι τῶν
Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες,
μετὰ τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τὸ σωθῆναι ἡμᾶς.
Τρισάγιον, τὰ συνήθη Τροπάρια, Ἐκτενὴς παρὰ τοῦ Ἱερέως καὶ
Ἀπόλυσις μεθ᾿ ἣν ψάλλομεν τὰ κάτωθι τροπάρια·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Κόσμου τοῦ ματαίου ἐξελθών, ὡς κατατρωθεὶς τὴν
καρδίαν, τῇ ἀγαπήσει Χριστοῦ, τὸν Σταυρὸν ἐβάστασας, στεῤῥῶς ἐπ᾿ ὤμων σου, καὶ
ὁσίως διήνυσας, ἐπὶ γῆς τὸν βίον, Ὅσιε Μελέτιε, ἀξιοθαύμαστε. Ὅθεν ἐν Ἐδὲμ καταπαύσας, πρέσβευε
ἀεὶ ὑπὲρ πάντων, τῶν εἰλικρινῶς μακαριζόντων σε.
Τὴν πᾶσαν
ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μῆτερ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ
θλίψεως.
Δι᾿ εὐχῶν
τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον και σῶσον ἡμᾶς, Ἀμήν.
Δίστιχον.
Κύριλλον, Μελέτιε, ταῖς σαῖς πρεσβείαις,
τὸν τῆς Ῥόδου, φύλαττε προστρέχοντά σοι.
Κύριλλον, Μελέτιε, ταῖς σαῖς πρεσβείαις,
τὸν τῆς Ῥόδου, φύλαττε προστρέχοντά σοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου