Δευτέρα 5 Μαΐου 2014

Παναγίας Παραβουνιώτισσας, Παρακλητικός Κανων

ΔΕΥΤΕΡΑ ΤΟΥ ΘΩΜΑ.

(Νεκτάριος Μαμαλοῦγκος. )


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


Ψαλμός ρμβ’ (142).



Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ προσκυνοῦντας τὴν σεπτήν Σου Εἰκόνα, πανευλαβῶς ἁγνὴ Παραβουνιώτισσα, πάσης ἐλευθέρωσον, ἀπειλῆς καὶ ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης, τεκοῦσα τὸν Ἄρχοντα.

Δόξα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν Ἁγίαν Εἰκόνα τῆς Θεομήτορος, εἰς Γαλλιμὴν εὑρεθεῖσα, ἐν τοῖς ἀρχαίοις καιροῖς, Παραβουνιώτισσα τὴν θείαν προσκυνήσωμεν, ὅτι Εὐβοίας ἡ χαρά, Ἐρετρίας τε φρουρός, ἐδείχθη ἡμῖν καὶ δόξα, καὶ εἰσακούει ταχέως, δεήσεις πάντων τῶν τιμώντων Αὐτήν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ξενοφῶν ξένως ἐμφώνησόν μοι. Ἰσιδώρας

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παράσχου μοι χάριν καὶ φωτισμόν, Εὐβοίας Κυρία Ἐρετρίας τε χαρμονή, ἀντάξιον ὕμνον ὅπως ψάλλω, τῆς ἱερᾶς Σου Εἰκόνος ἐνώπιον.

Ἐλεύθερον βίον πάσης ὀργῆς, καὶ πάσης ἀνάγκης καὶ ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς Σῆς προμηθείας τὴν Εἰκόνα Σου τὴν σεπτήν, τοῖς ἐκδεχομένοις τὴν Σὴν χάριν, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

Ἐλέους τεκοῦσα τὸν χορηγόν, ἐλέησον Κόρην τοῖς πλουσίοις Σου οἰκτιρμοῖς, τοὺς τὴν Σὴν ἀντίληψιν αἰτοῦντας, Παραβουνιώτισσα Κόρη Πανύμνητε.
Θεοτόκιον.
Ὑμνοῦσι τὴν θείαν Σου ἀρωγήν, τῆς Σῆς προμηθείας ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῶζε ἡμᾶς ἐκ πάσης βλάβης, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Γυναικῶν τῶν ἀτέκνων λῦσον δεσμὰ Δέσποινα, καὶ δίδου καρπὸν τῆς κοιλίας πρὸς τεκνοποίησιν, καὶ τὰς κυήσεις αὐτῶν, διὰ τῆς Σῆς προστασίας, στερεὰς συντήρησον ὦ Μητροπάρθενε.

Ἐπιτόκοις γυναίοις ὡς συμπαθὴς βράβευε, τὴν ἐλευθερίαν Παρθένε ἡνίκα τίκτουσι, πρός Σε γὰρ σπεύδουσιν, Παραβουνιώτισσα Κόρη, τὸ σεπτόν Σου ὄνομα ἐπικαλούμεναι.

Τὰ τεκνία Παρθένε Χριστιανῶν φύλαξον, πάντα ἀσινῆ ἐκ κινδύνων καὶ περιστάσεων, καὶ σὺν αὐτοῖς τοὺς γονεῖς, Ὀρθοδοξίᾳ ἐμμένειν, καὶ τηρεῖν τὰ πάτρια πάντας ἀξίωσον.
Θεοτόκιον.
Ὠρυόμενον σφόδρα νῦν καθ’ ἡμῶν σύντριψον, τῇ Σῇ κραταιᾷ προστασίᾳ ἐχθρὸν τὸν δόλιον, Παραβουνιώτισσα, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον ἡμῶν δεόμεθα.

Διάσωσον, Παραβουνιώτισσα Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν Σὴν ὡς ὀχυρὸν προπύργιον, πλουτοῦντες ἁγνὴ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ ἀλάστορος, καὶ εὐφροσύνης καὶ θείας χαρᾶς, πληρούμεθα μόνη παντευλόγητε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Σὴν χάριν ἀγγέλουσι, οἱ τῆς δαιμονίων οἰκτρᾶς πιέσεως, λυτρωθέντες Παραβουνιώτισσα, τῇ δυνάμει Μῆτερ τῆς Εἰκόνος Σου.

Πᾶσιν δίδου τὴν ἴασιν, τοῖς προσβεβλημένοις ποικίλαις θλίψεσι, Παραβουνιώτισσα πανάμωμε, παῤῥησία ἔχουσα πρὸς Κύριον.

Συνεχόμενοι θλίψεσι, πρὸς τὴν Σὴν ἀντίληψιν καταφεύγομεν, καὶ λυτρούμεθα πανάχραντε, τῶν κατὰ τὸν βίον περιστάσεων.

Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα πανάμωμε, ὡς ἡμῶν Παραβουνιώτισσα, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.
Θεοτόκιον.
Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας πάσης φαυλότητος, Θεοτόκε Ἀειπάρθενε, τοὺς Παραβουνιώτισσα πλουτοῦντάς Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄκουσον φωνῆς, δεομένων Σου πανύμνητε, καὶ τὰ σκιρτήματα παθῶν σαρκικῶν, τῇ ὑπερλόγῳ Σου ἁγνείᾳ διασκέδασον.

Σκέπασον καλῶς, τὰς οἰκίας Παραβουνιώτισσα, τῶν προστρεχόντων τῷ Ναῷ Σου ἁγνή, καὶ μετὰ πόθου ἐκζητούντων τὸ Σὸν ἔλεος.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα Σου κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τὰς δωρεάς, δαψιλῶς Παραβουνιώτισσα λαμβάνομεν.

Ἅπας εὐσεβής, τῷ Ναῷ Σου σπεύδει πάναγνε, καὶ λαμβάνει τὰς αἰτήσεις συμπαθῶς, Σὺ γὰρ πάντας ἐλεεῖς Παραβουνιώτισσα.
Θεοτόκιον.
Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς Παραβουνιώτισσα ἐπόμβρησον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προσέλθετε, τῶν Εὐβοέων θρέμματα, τῷ Ναῷ Παραβουνιωτίσσης ἐν ζήλῳ, καὶ τῆς Πανάγνου Εἰκόνος τὴν θείαν, ἀπὸ καρδίας πιστοὶ προσκυνήσωμεν, λυτρούμενοι τῶν δυσχερῶν, τῶν κλυδώνων τοῦ βίου ἑκάστοτε.

Κυκλοῦντές Σου, τὴν Εἰκόνα Ἄνασσα, ἐν τῷ μέσῳ τοῦ Ναοῦ Σου ὡραίου, εὐεργεσίας ποικίλας δεχθέντες, εὐγνωμονοῦμεν καὶ ὕμνον Σοι ᾄδομεν, καὶ τῇ Εἰκόνι τῇ σεπτῇ, θυμιάματα εὔοσμα καίομεν.

Τοῖς πᾶσι, ἡ τῶν θαυμάτων φήμη Σου, Παραβουνιώτισσα ἠκούσθη ταχέως, τοῦ γὰρ καρκίνου τὴν νόσον διώκεις, καὶ γυναικῶν διαλύεις τὴν στείρωσιν, ἀλάλοις δίδεις λαλιάν, καὶ ὑγείαν χαρίζει τοῖς βρέφεσι.

Συντήρησον, Ἐκκλησίαν Δέσποιναν, καὶ ἐκδίωξον αἱρέσεων νέφη, ὅτι ὡς λύκοι κατέπεσαν πάντες, Ὀρθοδοξίας ζητοῦντες ἀλλοίωσιν, ἵνα ἐχόμενοι αὐτῆς, τῶν Πατέρων τηρῶμεν παράδοσιν.
Θεοτόκιον.
Ὀδύνης, τῆς χαλεπῶς πιεζούσης, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ δαπανώσης οἰκτρῶς μου τὸ σῶμα, τῇ σωστικῇ Σου θεράπευσον χάριτι, Θεοχαρίτωτε ἁγνή, καὶ δεινῆς ἀθυμίας με λύτρωσαι.


Διάσωσον, Παραβουνιώτισσα Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.

Ἄχραντε, ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν ἀκαταίσχυντε, μεσιτεία πρὸς τὸν Ποιητὴν ἀμετάθετε, μὴ παρίδῃς ἁμαρτωλῶν δεήσεων φωνάς, ἀλλὰ πρόφθασον ὡς ἀγαθή, εἰς τὴν βοήθειαν ἡμῶν, τῶν πιστῶς κραυγαζόντων Σοι· τάχυνον εἰς πρεσβείαν, καὶ σπεῦσον εἰς ἱκεσίαν, ἡ τῶν Ἐρετριαίων κραταιά, προστασία Παραβουνιώτισσα.


Προκείμενον: Τὸ πρόσωπον σου λιτανεύουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Στ.: Μνησθήσομαι τοῦ ὀνόματός σου.

Εὐαγγέλιον. Ἐκ τοῦ κατὰ Λουκᾶν: Ἐν ταῖς ἡμέραις ἐκείναις, ἀναστᾶσα Μαριάμ...

Δόξα: Ταῖς τῆς Θεοτόκου...
Καὶ νῦν: Ταῖς τῆς Παραβουνιωτίσσης...

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...

Λάμψιν ἐξαστράπτουσα, ἡ πανωραία μορφή Σου, ἐν Γαλλιμῇ εὕρηται, θείαν καθ’ ὑπόδειξιν παμμακάριστε, πρὸς αὐτῆς καίομεν, ἄσβεστον λυχνίαν, Παραδείσου φῶς ἐκπέμπουσα, ἔκτοτε ἵσταται, πρέσβυς τῶν Ἑλλήνων ἀκοίμητος, τυφλοῖς τὸ φῶς παρέχουσα, καὶ τοῖς ἀσθενοῦσι τὴν ἴασιν, λύουσα στειρώσεις, καρκίνου θεραπεύουσα θυμόν, διὸ τὴν δέησιν πρόσδεξαι, τῶν προσερχομένων Σοι.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ἐν ἐσχάτοις τοῖς χρόνοις τοὺς πιστοὺς Ὀρθοδόξους Παρθένε στήριξον, καὶ πλήρωσον τὸν πόθον, ἐλθεῖν ἐν Ἐρετρίᾳ, εἰς Εἰκόνος προσκύνησιν, Παραβουνιωτίσσης σεπτῆς, θαυματοβρυτούσης.

Στεναγμοὺς καὶ δεήσεις ἱκετῶν Σου ἐν θλίψει Κυρία Δέσποινα, ἐν τάχει εἰσακούεις, πρεσβεύουσα Κυρίῳ πληρωθῆναι αἰτήματα, Σοῦ προσκυνοῦντας πιστῶς, Εἰκόνα ἐν Ναῷ Σου.

Τῆς ἀγχώδους μερίμνης καὶ πιέσεων βίου ἡμᾶς ἀπάλλαξον, καὶ δίδου ταῖς καρδίαις, κατάνυξιν καὶ ζῆλον, προσευχῆς καὶ ἀσκήσεως, ὅπως Κυρίῳ ἁγνή, εὐάρεστοι φανῶμεν.

Προφητῶν τὰς προῤῥήσεις προτυπώσας Μορφήν Σου καλῶς ἐπλήρωσας, ὡς ῥάβδος γὰρ ἐδείχθης, καὶ κιβωτὸς καὶ στάμνος, καὶ ὡς πόκος ὁ ἔνδροσος, ἔτι λυχνία χρυσή, καὶ βάτος φλεγομένη.
Θεοτόκιον.
Ῥῶσιν σώματος δίδου καὶ ψυχῆς θεραπείαν Παραβουνιώτισσα, τοῖς πίστει ἀδιστάκτῳ, τῷ θείῳ Σου τεμένει, προσιοῦσι καὶ ψάλλουσιν· Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Λελυτρωμένη, ἀπὸ παντοίων κινδύνων, Ἐρετρίᾳ ἐν Σοὶ ἐγκαυχᾶται, καὶ τῇ Σῇ Εἰκόνι, προστρέχει ἐν Ναῷ Σου.

Αἰτούμεθα Παρθένε, πρέσβευε Υἱῷ Σου, τῆς σωτηρίας ἁγνὴ ὅπως τύχωμεν, οἱ μετὰ φόβου καὶ δέους, Αὐτῷ πιστεύοντες.

Φωνὴν δὸς τοῖς ἀλάλοις, κωφοῖς εὐηκοΐαν, τοῖς δὲ τυφλοῖς τὸ ὁρᾶν Παραβουνιώτισσα, τοῖς προσδραμοῦσιν ἐν πίστει, τῇ σκέπῃ Σου.

Τὸν ὕμνον περατοῦντες, κράζομέν Σοι Χαῖρε, καὶ τῇ ἁγίᾳ Εἰκόνι προσπίπτομεν, ἐν κατανύξει δὲ βαθείᾳ, τὸ γόνυ κλίνοντες.
Θεοτόκιον.
Ὑψίστου Θεοῦ Μῆτερ, πάσης ἐπηρείας, τῆς τοῦ ἐχθροῦ μου ἐλεύθερον φύλαττε, Παραβουνιώτισσα Κόρη τὸν Σὲ δοξάζοντα.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἁπάντων τῶν κινδύνων, ἐχθρῶν τε ἀοράτων, καὶ τῶν ἐν σώματι παντοίων κακώσεων, ἐκλύτρωσαι πάντας Κόρη Παραβουνιώτισσα.

Δεσπότου Χαῖρε Μῆτερ, Παραβουνιώτισσα χαῖρε, ἡμῶν ἀσφαλὲς καταφύγιον, καὶ σωτηρία καὶ σκέπη καὶ ἀγαλλίαμα.

Πολύφωτε λυχνία, τῆς ἀΰλου δόξης, Παραβουνιώτισσα Δέσποινα λάμπρυνον, τὰς σκοτισθείσας ψυχὰς ἡμῶν τῶν ὑμνούντων Σε.

Παρθένε Θεοτόκε, σῶσον τοὺς Σοὺς δούλους, καὶ ἐκ δεινῶν νοσημάτων ἀπάλλαξον, ταῖς μητρικαῖς Σου πρεσβείαις Παραβουνιώτισσα.
Θεοτόκιον.
Ὑμνοῦμέν Σε Παρθένε, ὡς Θεοῦ Μητέρα, καὶ ἀσιγήτως τὸ χαῖρε βοῶμέν Σοι, Σὺ γὰρ Παραβουνιώτισσα πάντας περίσωζε.

Μεγαλυνάρια.

Ἄξιόν ἐστιν ὡς ἀληθῶς, μακαρίζειν Σε τὴν Θεοτόκον, τὴν ἀειμακάριστον καὶ παναμώμητον καὶ μητέρα τοῦ Θεοῦ ἡμῶν. Τὴν τιμιωτέραν τῶν Χερουβείμ καὶ ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τὴν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τὴν ὄντως Θεοτόκον Σέ μεγαλύνομεν.

Χαῖρε τῶν θαυμάτων ὁ θησαυρός, καὶ τῆς Ἐρετρίας ἡ προστάτις καὶ ἡ φρουρός, χαῖρε τῆς Εὐβοίας, καὶ πάσης τε Ἑλλάδος, ἀντίληψις ταχεῖα ἐν περιστάσεσι.

Χαῖρε Ἐρετρίας λαμπρὸς Ναός, ἔχουσα ὡς πλοῦτον τὴν Εἰκόνα Σου τὴν σεπτήν, χαίρει καὶ ἡ θεία, Μητρόπολις Χαλκίδος, τὴν χάριν δεχομένη Σῆς παρακλήσεως.

Δεῦτε προσκυνήσωμεν ἀδελφοί, τῆς Παραβουνιωτίσσης τὴν Εἰκόνα τὴν σεβαστήν, τὴν πεφημισμένην, περίδοξον ἐν πᾶσι, τῷ πλήθει τῶν θαυμάτων ὕμνοις δοξάζοντες.

Τὴν Παντοβασίλισσαν Μαριάμ, τὴν ἐλευθεροῦσαν ἀπὸ πάσης ἡμᾶς ὀργῆς, καὶ πρὸς βασιλείαν, εἰσάγουσαν τὴν ἄνω, τὴν μόνην Θεοτόκον ὕμνοις τιμήσωμεν.

Τοὺς μαστιζομένους ὑπὸ παθῶν, καὶ συνεχομένους ἀσθενείαις ὀδυνηραῖς, Κόρη Παναγία, τῇ Σῇ ἐπιστασίᾳ, ὡς Μήτηρ εὐσπλαγχνίας ἀπελευθέρωσον.

Ἅπαντας τοὺς πίστει εἰλικρινεῖ, προστρέχοντας Κόρη τῇ θερμῇ Σου ἐπισκοπῇ, ἀβλαβεῖς συντήρει, ἐκ πάσης ἐπηρείας, ὡς εὐσεβῶν Παρθένε Παραβουνιώτισσα.

Τῇ ἐπισκιάσει Σου τῇ σεπτῇ, ὄντως ὡραιώθη ἡ Εἰκών Σου ἡ θαυμαστή ,καὶ ἐλευθερίαν, δεινῶν ἀεὶ παρέχει, τοῖς ταύτῃ προσιοῦσιν Παραβουνιώτισσα.

Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, χαῖρε τεθλιμμένων ἡ γλυκεῖα ἀναψυχή, χαῖρε αἰχμαλώτων, ἡ λύτρωσις Παρθένε, καὶ τῶν πασχόντων χαῖρε Παραβουνιώτισσα.

Δεῦτε Ὀρθοδόξων αἱ στρατιαί, ἄχραντον Παρθένον καὶ ὑπέρμαχον Στρατηγόν, ὑμνήσωμεν Μαρίαν, τὴν Κεχαριτωμένη, καὶ πάντων ἐν κινδύνοις Παραβουνιώτισσα.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς τό σωθῆναι ἡμᾶς.


Τὸ Τρισάγιον. Τὰ συνήθη τροπάρια. Εἶτα ὁ Ἱερεύς, τὴν Ἐκτενῆ Δέησιν, ἡμῶν ψαλλόντων τό λιτανευτικόν· Κύριε ἐλέησον. Ὑπὸ τοῦ Ἱερέως Ἀπόλυσις. Καὶ τῶν Χριστιανῶν ἀσπαζομένων τὴν Εἰκόνα καὶ χριομένων δι’ ἁγίου ἐλαίου, ψάλλονται τὰ παρόντα
Τροπάρια:

Ἦχος β’. Ὅτε ἐκ τοῦ ξύλου.
Πάντας, τοὺς τὴν θείαν καὶ σεπτήν, κατασπαζομένους Εἰκόνα τὴν Σὴν πανύμνητε, ἥνπερ ὀνομάζομεν Παραβουνιώτισσα, πειρασμῶν ἐλευθέρωσον, καὶ νόσων παντοίων, καὶ πταισμάτων αἴτησαι, ἡμῖν τὴν ἄφεσιν, ἵνα, μεγαλύνωμεν πάντες, τὰ Σὰ μεγαλεῖα Παρθένε, καὶ τὴν πρὸς ἡμᾶς κηδεμονίαν Σου.

Δεῦτε, προσκυνήσωμεν πιστοί, καὶ κατασπασώμεθα πάντες, ἐν κατανύξει ψυχῇ, τὸ σεπτὸν Εἰκόνισμα, τῆς Παναγίας Μητρός, ὃ ἐκ Γαλλίμης προῆλθεν, ἐν Ἐρετρίᾳ λάμπει, καὶ τελεῖ ἑκάστοτε, ἡμῖν θαυμάτων πληθύν, δίδωσι καρπὸν γὰρ ἀτέκνοις, τὴν ἀπαλλαγὴν ἐκ καρκίνου, καὶ τῶν δαιμονίων τὴν ἀπέλασιν.

Δέσποινα πρόσδεξαι...

Τὴν πᾶσαν ἐλπίδα μου...


Δι’ εὐχῶν

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου