Δευτέρα, 2 Ιανουαρίου 2017

Παράκλησις Ἁγίας ΘΩΜΑΪΔΟΣ τῆς Λεσβίας

       
  Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’(142) Ψαλμός και το Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ. Εἶτα τά Τροπάρια.  
Ἦχος δ'. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Αἱ τοῖς συζύγοις τοῖς δυστρόποις προσκρούουσαι, καί τάς ψυχάς ὑμῶν καί σώματα φθείρουσαι, κατεπειγόντως σπεύσατε ἰδεῖν σύζυγον ἀπτόητον, πρός βολάς τοῦ συζύγου, καί καθυπομένουσαν τάς ἐκ τούτου βασάνους· τήν Θωμαΐδα ὑμνήσω τήν σεπτήν, Λέσβου ἁπάσης, Ἑλλάδος τε καύχημα.
Δόξα. Ὅμοιον.
Οἱ ταῖς βασάνοις τῆς ζωῆς συντριβόμενοι, καί ταῖς αἰκίαις τοῦ βελίαρ καμπτόμενοι, πρός Θωμαΐδα στρέψατε τόν νοῦν, καί τούς ὀφθαλμούς ψυχῆς, καί θεάσασθε σθένος, δι’ οὗ καθυπέμεινε πειρασμούς τοῦ Στεφάνου, τοῦ ἀκανθώδους ὄντως καί σκαιοῦ, συζύγου ταύτης, καί θάρσος ἀντλήσατε.
Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε, Θεοτόκε, τάς δυναστείας Σου, λαλεῖν οἱ ἀνάξιοι· εἰμή γάρ Σύ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; τίς δέ διεφύλαξεν ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ Σοῦ· Σούς γάρ δούλους σῴζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ὁ Ν΄ (50) Ψαλμός.

Ὁ Κανών.
Ὠδή α'. Ἦχος πλ. δ'. Ὑγράν διοδεύσας.
Θωμᾶ Ἀποστόλου συνώνυμε, ἡ χάριν λαβοῦσα Ἀποστόλων ἱκέτευε, εἰρήνην ἐλθεῖν ἐν τῇ ψυχῇ μου, καί ἡρεμίαν καρδίᾳ καί σώματι.

 σύζυξ γενναία τε καί πιστή συζύγῳ ἀπίστῳ καί ἀδίκῳ ἐκδικητῇ, εἰρήνην συζύγοις νῦν παράσχου, τάς τοῦ βελίαρ παγίδας συντρίβουσα.

Ματαίως ἐπείρασε Θωμαΐς ὁ Στέφανος τότε, τό τε σῶμά σου καί ψυχήν, πυκτεύων καί δέρων καί ὕβρεις ἐκτοξεύων, καί μή διασαλεύων σοῦ τό στερέμνιον.

Θεοτοκίον.
Ἀπείρῳ στοργῇ Σου Μῆτερ ἁγνή, Μαρία Παρθένε, ἀγκαλίζου την ταπεινήν ψυχήν μου, ὠδύναις ποικίλαις πεπαρμένην, καί δίδου μοι εἰρήνην, θάρρος καί δύναμιν.

Ὠδή γ'. Οὐρανίας ἁψίδος.

Ἰδιόρρυθμα ζεύγη, ὦ Θωμαΐς, σύ διόρθωσον, ταῖς πρός τόν Δεσπότην πρεσβείαις σου καί δεήσεσι, καί συφιλίωσον ταῦτα εἰς τέλος, Ἁγία, ἵν’ ἐκ πόθου κράζωσι· δόξα Σοι, Κύριε.

Δυναταῖς σου πρεσβείαις, ὦ Θωμαΐς, ἐκδυσώπησον μέγαν τε καί μόνον Δυνάστην ὑπέρ τῶν δούλων σου, τῶν ὁμοζύγων δή, ὧν συζυγία χωλαίνει, καί σταθηρόν ποίησον τούτων τόν σύνδεσμον.

Ἀνδρῶν ὅσων ἡ πίστις τε καί τά ἔργα ἀπάδουσι, πρός ἐπαγγελίας καί ὅρκους οἷς ἐδεσμεύθησαν, ταῖς ὁμοζύγοις δή, καί Ἐκκλησίας Νυμφίῳ, συζυγίας στήριξον καί διατήρησον.

Θεοτοκίον.
Λύπην πᾶσαν ἀπόθου ἐκ τῆς καρδίας, Ἀνύμφευτε Νύμφη τοῦ Θεοῦ τοῦ Ὑψίστου, καί Μῆτερ Ἄχραντε, Υἱοῦ καί Λόγου τε, καί τῶν συζύγων ἁπάντων, οὕς καί καταπράϋνον καί καλοφρόνησον.

Ἄμεμπτε ἐν τοῖς συζύγοις ὑπάρχουσα, Θωμαΐς μου, τούς παραπέοντας συζύγους, πρεσβείᾳ σου, στήριξον, ὡς ἔχουσα πρός Θεόν παῤῥησίαν.

Ἐπίβλεψον ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Κάθισμα. Ἦχος β'. Τά ἄνω ζητών.
Ἀγάπῃ θερμῇ καί πίστει πρός Κύριον, καί πάντας ὁμοῦ ἐν βίῳ σου πανεύφημε, εἰργάσθης καλῶς καί ηὔξησας τάλαντα, ἅ δέδωδέ σοι Χριστός ὁ Νυμφίος σου καί οἱ γονεῖς σου, παιδείᾳ ἐπηύξησαν.

Ὠδή δ'. Εἰσακήκοα Κύριε.
Εἰσακήκοε Κύριος τῶν πιστῶν γονέων σου, καί ἱκάνωσε τῆς μητρός σου μήτραν ὅτε σε, ἐν γαστρί συνέλαβε καί ἔτεκε.

Σήν ἐξέλιξιν, Ἄχραντος Μήτηρ τοῦ Κυρίου σου προεμήνυσε τῇ μητρί σου, ὅτε θαύματι ἐν γαστρί αὐτῆς σε περιέκρυβε.

Βέλη πάντα ἀπέκρουσας τά πεπυρωμένα, ἅ ἐξηκόντισεν ὁ βελίαρ κατά σοῦ σεμνή, καί ἀπήμων ὄντως σύ διέμεινας.

Θεοτοκίον.
Ἴδε, Νύμφη Ἀνύμφευτε, τῶν συζύγων πάντων ἕλκη καί τραύματα, Θωμαΐδος τε δεήσεσι, ταῦτα πάντα ἐξυγείανον.

Ὠδή ε'. Φώτισον ἡμᾶς.
Δόξῃ καί τιμῇ σύ ἐστέφθης, ταῖς γονέων σου προτροπαῖς τε καί δεήσεσι πολλαῖς, τόν ἀκάνθινόν σου στέφανον φορέσασα.

Ἄμεμπτον εὐνήν, Θωμαΐς, σου διετήρησας καί ἁγνείᾳ καί σεμνότητι πολλῇ, συζυγίαν σου Κυρίῳ ἀνατέθεικας.

Ναίουσα, ἁγνή, ἐν πελάγει τῷ τῶν θλίψεων, ἅς προὐξένει καθ’ ἡμέραν σός ἀνήρ, στέφανόν σου τόν ἀκάνθινον ἀπέλαβες.

Θεοτοκίον.
Ἔλεος, Ἁγνή καί εἰρήνην πᾶσι δώρησαι, ταῖς Θωμαΐδος δεήσεσιν ἱεραῖς, καί συζύγους παραπέοντας Σύ στήριξον.

Ὠδή στ'. Τήν δέησιν.
Κατῴκησας ἐν τῇ Λέσβῳ τό πρῶτον, ἔνθα οἶδας τό φῶς τοῦ ἡλίου· γονεῦσι σου, Μιχαήλ καί Καλλίστη, οἵ καί τά φῶτα τά θεῖα σοι ἔδωκαν· καί εἶτα ᾦκησας μετά, Κωνσταντίνου τῇ Πόλει, συζύγου σου.

Παλαίουσα νοερῶς καί νικῶσα, τάς αἰκίσεις συζύγου σου τότε· ἐπέδειξας καρτερίαν καί πίστιν, ἐκδυσωποῦσα Χριστόν σου πανεύφημε· καί γέγονας ὑπογραμμός ὁμοζύγων, τελούντων ἐν θλίψεσι.

Ὁμότροπος τῶν Ἁγίων ἐγένου, Θωμαΐς ἐν τῇ Λέσβῳ καί Πόλει· ἔνθα καλῶς ἐπορεύθης, ὡς νύμφη τοῦ τε Χριστοῦ καί Στεφάνου σου ἄμεμπτε, καί πάντων τούτων, ἀρετάς συνείγηρας, ἁγία, καί τρόπαια.

Θεοτοκίον.
Θεόνυμφε Παναγία Παρθένε, Μήτηρ οὖσα Υἱοῦ καί Θεοῦ Σου· μνημόνευε Σῶν τεκνίων, ἐν βίῳ προσπαλαιόντων βελίαρ τά ἔνεδρα, καί δίδου πᾶσιν εἰσελθεῖν, καί λαβεῖν Παραδείσου τά ἔπαθλα.

Ἄμεμπτε ἐν τοῖς συζύγοις ὑπαρχουσα, Θωμαΐς μου, τούς παραπέοντας συζύγους πρεσβείᾳ σου στήριξον, ὡς ἔχουσα πρός Θεόν παῤῥησίαν.

Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον. Ἦχος β'. Προστασία τῶν Χριστιανῶν.
Προστασία τῶν Χριστιανῶν τῶν τῆς Πόλεως, γοητείᾳ δέ τῶν ἐναρέτων σου πράξεων, ἀνεδείχθης φάρος ὁ θεῖος, ἀσφαλῶς καθοδηγῶν ὁμοζύγους τῷ Χριστῷ, εἰς ὁδόν τοῦ Κυρίου σου·θείαν σου καρτερίαν, σώματός τε ἁγνείαν, ὦ Θωμαΐς, δίδου κἀμοί, ἵνα πόθῳ ἀνυμνήσω σε.

Προκείμενον. Ὑπομένων, ὑπέμεινα τόν Κύριον καί προσέσχε μοι καί εἰσήκουσε τῆς δεήσεώς μου.
Στ. Καί ἔστησεν ἐπί πέτραν τούς πόδας μου καί κατηύθυνε τά διαβήματά μου.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον. Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Ἰδού ἐγώ ἀποστέλλω ὑμᾶς, ὡς πρόβατα ἐν μέσῳ λύκων…
Δόξα. Ταῖς τῆς Σῆς Ὁσίας πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον, ἐξάλειψον τά πλήθη τῶν ἐμῶνἐγκλημάτων.
Προσόμοιον. Ἦχος πλ. β'. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με ὁ Θεός
Πᾶσαν ἀποθέμενοι, οἱ σοί γεννήτορες προῖκα, ἐν τῇ Λέσβῳ ᾤκησαν, Κωνσταντίνου Πόλιν τε τήν πανθαύμαστον, καί ἐκεῖ ἔζησαν, ταπεινῷ τῷ τρόπῳ, ἐκδεχόμενοι βοήθειαν, τῶν θαυμαζόντων δή, διά ἀρετάς ἅς ἐπέδειξαν· ταπείνωσιν, ἐγκράτειαν, καί ὑπομονήν τήν σωτήριον· Θωμαΐς Ὁσία, καί τούτους ἐναπέθου τῷ Θεῷ, τόν μέν πατέρα κηδεύσασα, τήν δέ μητέρα μονάσασαν.

Ὠδή ζ'. Οἱ ἐκ τῆς Ἰουδαίας.
Στερηθεῖσα, Ὁσία, τῶν τοῦ βίου ἡδέων, προσεκολλήθης Θεῷ· και ὀρφανοῖς τά σῖτα προσνέμουσα πλουσίως καί ἀπόρους ψωμίζουσα· καί πλήρεις πάντων ἀγαθῶν, τόν Θεόν σου, ἁγία, ηὐλόγησαν.

Προσευχαῖς καί νηστείᾳ, ὕμνοις τε καί θυσίαις, μῆτερ, ἐβίωσας Χριστοῦ τήν θείαν χάριν καί τό ἔλεος, μέγα καταπλουτίσασα· τό σῶμα σου καί τήν ψυχήν τῷ Κυρίῳ, ὦ μῆτερ, ἀνέθηκας.

Παραδείσου τά κάλλη ἰδεῖν κατηξιώθης, μῆτερ ἀκήρατε, ὦ Θωμαΐς Ὁσία, λαβεῖν τε τα βραβεῖα τῶν ἀγώνων, ἀήττητε, οὕς ἔτλης διά τόν Χριστόν, εὐλογοῦσα Αὐτόν καί δοξάζουσα.

Θεοτοκίον.
Θωμαΐδος πρεσβείαις, Κυρία Θεοτόκε, νῦν, ἐκδυσώπησον Κύριον καί Θεόν Σου καί ἡμῶν τόν Σωτῆρα, ὅπως οἰκτείρῃ με καί σώσῃ με ἐκ τῶν δεινῶν, ἵνα πόθῳ κἀγώ εὐλογήσω Σε.

Ὠδή η'. Τόν Βασιλέα.
Ἐρράπιζέ σε παρειαῖς, ὁ σός σύζυξ καί ἐλάκτιζε λαγόνας σου μῆτερ· ἀλλά, σύ, οὐδόλως ἐλύγισας τοῖς πόνοις.

Ταπείνωσιν, ὑπομονήν, καρτερίαν, σύ ἐπέδειξας συζύγῳ σου μήτερ, Θωμαΐς ἁγία, καί ἔλαβες τά γέρα.

Ἐλευθερίαν, σύ προείλου Κυρίου, καί δουλείαν σοῦ συζύγου ἐδέχθῃ· ὅθεν καί ἀγάλλῃ, εἰς πάντας τούς αἰῶνας.

Θεοτοκίον.
Ὑμνεῖν ἀξίως Σε, ὦ Μῆτερ Παρθένε, καταξίωσον Σούς παῖδας· και πάσας στήριξον, Κυρία, πιστῶν τάς συζυγίας.

Ὠδή θ'. Κυρίως Θεοτόκον.
 Θωμαΐς, ἐτύφθης πυγμαῖς τοῦ σοῦ συζύγου, καί λακτισμοῖς ἀπηνῶς τῇ φθαρτῇ σου σαρκί· καί ἀπενεύρωσας τούτου τήν μῆνιν ἄμεμπτε.

Νενίκηκε πρός ὥραν, ὁ σός σύζυξ, ἁγία, ταῖς τῆς κακίας βολαῖς τε καί πάσαις ποιναῖς· δι’ ὧν σόν σῶμα ἐκάμφθη καί γῇ ἐπέστρεψε.

Ἰδεῖν κατηξιώθη ὁ σός σύζυξ, ἁγία, θαυματουργίας σου θείας, ἐν τάφῳ συρθείς· καί, δαιμονόπληκτος ὤν, σοί ἠλευθέρωται.

Θεοτοκίον.
Κυρίως Θεοτόκον, Σέ ὁμολογοῦμεν, οἱ διά Σοῦ σεσωσμένοι Παρθένε Ἁγνή· σύν Θωμαΐδι Λεσβίᾳ, Σέ μεγαλύνοντες.

Μεγαλυνάρια.
Ἄξιον ἐστιν, ὡς ἀληθῶς μακαρίζειν Σε τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον, καί μητέρα τοῦ Θεοῦ ἡμῶν. Τήν τιμιωτέραν τῶν Χερουβίμ, καί ἐνδοξοτέραν, ἀσυγκρίτως τῶνΣεραφίμ· τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον, σε μεγαλύνομεν.

Ὅλῃ σου καρδίᾳ τε καί ψυχῇ, προσῆλθες Κυρίῳ, καταπτήσασα τά τῆς γῆς ἡδέα· καί πάντα τά ἔνεδρα βελίαρ ἐξέκλινας, Ὁσία, καί πόλον ᾤκησας.

Ἤθλησας ἐν πόνοις μαρτυρικοῖς, Θωμαΐς Ὁσία, καί κατῄσχυνας τόν ἐχθρόν· ὅθεν ἐδοξάσθης παρά Θεοῦ πλουσίως, καί νέμεις τοῖς αἰτοῦσι, τήν σήν βοήθειαν.

Δός μοι καρτερίαν τήν σήν ἁγνή, Θωμαΐς Ἁγία, ἵνα πάντα τά ἐν τῇ γῇ σκαιά τε καί ἡδέα ἐκφεύγω μετά πόθου, καί εὕρω σε ἐν πόλῳ συναντιλήπτορα.

Ἡμᾶς τούς σούς παῖδας, μῆτερ ἁγνή, Θωμαΐς Ὁσία, καθοδήγησον τοῦ ἰδεῖν ἀξίαν συζυγίας τῆς ἐν Χριστῷ· καί ταύτην ἐκ πίστεως στηρίζειν καί συντηρεῖν ὡς χρή.

Ὁδήγησον πάντας τούς νεαρούς συζύγους Κυρίῳ, καί ἀνάθου αὐτούς Θεῷ· ἵν’ εὕρωσι πίστιν, ὑπομονήν ὡσαύτως, χριστοτερπῆ τε βίον καταπολαύσωσι.

Μαινόμενα ζεύγη, ὦ Θωμαΐς, συντήρησον, μῆτερ, ταῖς πρεσβείαις σου ταῖς θερμαῖς· καί ταῦτα παράθου Κυρίῳ τῷ Θεῷ σου, ἵνα αὐτοῖς δωρήσῃ βίον ἀνέφελον.

Ὀρθόδοξον Κοινότητα, Θωμαΐς, εὐλόγησον, μῆτερ, καί τούς κτίτορας σοῦ Ναοῦ· ὅν ἤγειραν πόθῳ καί πίστει τελεούσῃ, ἵνα ἐν παρρησίᾳ πρός σε προσφεύγωσι.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ Ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν εἰς το σωθῆναι ἡμᾶς.

Τρισάγιον καί Ἀπολυτίκιον. Ἦχος δ'. Ταχύ προκατάλαβε.
Τάς θλίψεις τοῦ βίου σου, ὡς προσφοράν λογικήν, Χριστῷ προσενέγκασα, τήν τῶν θαυμάτων ἰσχύν, Ὁσία, ἀντείληφας. Ὅθεν ὡς συζυγίας ὑποτύπωσιν θείαν, μέλπομεν, Θωμαΐς σε, καί πιστῶς σοι βοῶμεν· χαῖρε τῆς νήσου Λέσβου, σεμνόν ἐγκαλλώπισμα.

Πηγή: http://orthodoxhymnography.blogspot.co.nz/2015/08/blog-post_33.html

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου