Σάββατο 4 Μαΐου 2019

Σύναξη των Οσίων Κολλυβάδων Πατέρων, των εκ του Αγιωνύμου Άθωνος ορμωμένων

Γέροντος Εφραίμ Βατοπαιδινού.
Ἀπολυτίκιον
Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.
Κολλυβάδων Πατέρων τὴν χορείαν τιμήσωμεν, Πνεύματος Ἁγίου τοὺς μύστας, οἰκονόμους τῆς χάριτος, Χριστοῦ τὸ Εὐαγγέλιον ἡμῖν, ἐδίδαξαν ἐν χρόνοις χαλεποῖς· καὶ ἀστέρες ὡς ὑπέρφωτοι τῶν ψυχῶν, τῆς πλάνης σκότος λύουσιν· χαίροις, τῶν θεοφόρων ἡ πλειάς, χαίρετε γένους στήριγμα, χαίρετε ἀληθείας οἱ πυρσοί, καὶ πίστεως ἐκφάντορες.
Κοντάκιον
Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Κατὰ χρέος ἅπαντες, τῶν Κολλυβάδων, τὴν χορείαν μέλψωμεν, τοὺς ἐν ὑστέροις τοῖς καιροῖς, τρανῶς ἡμῖν ἐκδιδάξαντας· τῆς ἀληθείας, τὸ μέγα μυστήριον.
Ἕτερον Κοντάκιον
Ἦχος πλ. δ’. Τῇ ὑπερμάχῳ.
Τῶν Κολλυβάδων τόν χορόν ἐγκωμιάσωμεν, τόν ἐν ὑστέροις τοῖς καιροῖς μεγαλουργήσαντα, ἐν σοφίᾳ καί συνέσει θεοκινήτῳ. Ἐκ τοῦ Ἀθωνος αἰθρίως ἁνατείλαντα, καί τήν κτίσιν ὑπερκάλως ὡραΐσαντα· πόθῳ μέλποντες· Λόγου χαίρετε σάλπιγγες.
Κάθισμα
Ἦχος α’. Τὸν τάφον σου Σωτὴρ.
(Μετά τήν α' στιχολογιάν)
Τἁς σάλπιγγας Χριστοῦ, τάς ἠχούσας τῷ κόσμῳ, ζωῆς ἀληθινῆς, τόν θεόσδοτον νόμον, Πατέρας οὐρανόφρονας, Κολλυβάδας θαυμάσωμεν τούτοις χαίρετε, ἀπό καρδίας βοῶντες· τῆς ἀμείνονος, χαρᾶς ἡμᾶς κοινωνῆσαι, ἀξίους ποιήσατε.
Ἕτερον Κάθισμα
Ἦχος πλ. δ΄. Τὸ προσταχθέν.
(Μετά τήν β' στιχολογιάν)
Τούς θεωρούς τῆς λαμπρᾶς φωτοχυσίας, καί κοινωνοῦντας τῆς ὑψίστης κληρουχίας, τούς ὡς Παῦλος τά κάλλη, οὐρανοῦ ὁρῶντας, Πατέρας τούς Κολλυβάδας οἱ γηγενεῖς, τιμῶντες ἐν ἐτησίοις ἑορτασμοῖς· πόθῳ κρείττονι εἴπωμεν, τῆς Ἀναστάσεως ἰδεῖν, ἡμᾶς καταξιώσατε· τήν ἀγήρω τερπνότητα.
Ἕτερον Κάθισμα
Ἠχος δ' Κατεπλάγη Ἰωσήφ.
(Μετά τόν Πολυέλεον)
Τά κειμήλια πιστοί, τῶν θεοσδότων δωρεῶν, καί χαρίτων δαψιλῶν, τοὺς πληρεστάτους ποταμούς, τούς Κολλυβάδας Πατέρες μεγαλυνοῦμεν. Τούτων τήν πολλήν ἐκθειάζοντες, δόξαν ἐκ Θεοῦ, ἥν ἐκτήσαντο· ὅτι φθαρτῶν ἠλὸγησαν ἐμφρόνως, ἵνα Κυρίῳ ἀρέσωσιν· Αὐτῶν ζηλοῦντες τήν πολιτείαν, τῶν κακῶν ἀποστῶμεν.
Ἕτερον Κάθισμα
Ὴχος πλ. δ'. Ἀνέστης ἐκ νεκρῶν.
Πατὲρων Ἱερῶν, Κολλυβάδων τήν μνήμην, αἰνέσωμεν πιστοί, χαρμονικῶς βοῶντες· χαίρετε μαργαρίτες, τῆς Ἐκκλησίας οἱ πολυτίμητον χαίρετε, εὐλογίας· τῆς οὐρανίου πηγαί ἀθόλωτοι, Θεοφανείας ἔσοπτρα λαμπρά, καί φίλοι τῆς σοφίας.
Ὁ Οἶκος
Ἄπρατον τοῦ Κυρίου καί ἀνώνητον χάριν ἐκτήσασθε σοφοί Κολλυβάδες· ἐν ὁσίοις τρόποις ἐπί γῆς καλῶς αὐτήν ἐμπορευσάμενοι, καί ἄχρι βίου τελευτῆς ὑμῶν, ἐν ἀκριβεῖ συνέσει καί καρδίας καθαρότητι, φυλάξαντες ταύτην ἀμέμπτως. Διό καί χορηγεῑτε δαψιλεῖ χρηστότητι τὰς δωρεάς, τοῖς ἐπαινοῦσι τά ἐξαίρετα τῆς πολιτείας ὑμῶν ἔπαθλα, καί ψάλλουσιν ἀνεμποδίστως ταῦτα·
Χαίρετε ἔσοπτρα τῆς σοφίας·
χαίρετε ἄροτρα ἀληθείας.
Χαίρετε τοῦ θείου λόγου οἱ ἀκάματοι σπορεῖς·
χαίρετε θεολογίας οὐρανίου σκαπανεῖς.
Χαίρετε τούς ἐν τῇ πλάνῃ σώσαντες Χριστοῦ σαγήνη
χαίρετε ψυχάς πεινώντων θρέψαντες δικαιοσύνῃ.
Χαίρετε Σταυρόν Κυρίου ἄραντες προθύμῳ γνώμῃ·
χαίρετε ζυγόν τοῦ σκότους ἐκτινάξαντες ὡς κόνιν.
Χαίρετε Εὐαγγελίου οἱ κηρύξαντες τούς νόμους·
χαίρετε καρδίας δέει στέρξαντες θεσμοὺς πατρῴους.
Χαίρετε τῆς ἡσυχίας τῆς καλλίστης ἐρασταί·
χαίρετε τοῦ Παραδείσου λαμπροφόροι οἰκισταί.
Μεγαλυνάριον
Χαίρετε Πατέρες θεοειδεῖς, Κολλυβάδες θεῖεοι, Ἐκκλησία σάλπιγξ χρυσῆ· χαίρετε οἱ πράξει, καὶ λόγῳ δαδουχοῦντες, πιστοὺς εἰς τὸ γινώσκειν, δόγματα ἅγια.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου