Κυριακή 2 Φεβρουαρίου 2020

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΗΝ ΕΝΔΟΞΟΝ ΜΑΡΤΥΡΑ ΒΙΒΙΑΝ ΠΕΡΠΕΤΟΥΑΝ



Ἡ μνήμη αὐτῆς τελεῖται τῇ Α΄ Φεβρουαρίου.

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

*****************************************************
Εὐλογήσαντος τοῦ Ἱερέως τὸ  Κύριε εἰσάκουσον, μεθ' ὃ τὸ  Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·

Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

Τὴν ὑπὲρ βρέφος τὸ θηλάζον φιλοῦσαν
Χριστόν, Περπέτουαν, τιμήσωμεν ὕμνοις,
τὴν μάρτυρα, προκρίνασαν σαφῶς τὸ θανεῖν
τῆς Αὐτοῦ ἀρνήσεως ἐν τῷ μέσῳ σταδίου
Καρχηδόνος κράζοντες· Ἀθληφόρε ἀρίστη,
ὑπὲρ ἡμῶν δυσώπει ἐκτενῶς,
σὲ ἀνυμνούντων, Νυμφίον σου εὔσπλαγχνον.

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς·


«Περπέτουα, εὔχου ἀεὶ ὑπὲρ ἱκετῶν σου. Χ.Μ.»

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

Περπέτουα, Κτίστου ἀμνὰς σεμνή,
Αὐτὸν ἐκδυσώπει,
ὑπὲρ πάντων σῶν ὑμνητῶν,
τιμώντων σου μνήμην τὴν ἁγίαν,
τῆς Καρχηδόνος Μαρτύρων ὡράϊσμα.

πάκουσον πάντων σῶν ἱκετῶν
δεήσεων, Μάρτυς,
ἀνυμνούντων σε ὡς Χριστοῦ
ἀγάπης ἀλάβαστρον εὐῶδες
καὶ ἴον πίστεως, σῶφρον Περπέτουα.

υπώδους ἀρνήσεως τοῦ Χριστοῦ
σαφῶς ὑπερτέρα,
δυσωδίας ἡμῶν παθῶν
ἀνάδειξον πάντας ὑπερόπτας
τοὺς μελῳδοῦντας σοὺς ἄθλους, Περπέτουα.

Θεοτοκίον.

Παράσχου ἀφθόνως, Μῆτερ Θεοῦ,
ἡμῖν τὰ ἐλέη
καὶ τὸ πλῆθος τῶν οἰκτιρμῶν
λιταῖς Περπετούας, τοῦ Υἱοῦ σου,
εὐλογημένη, τοῦ κόσμου διάσωσμα.

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

κτενῶς ἐκδυσώπει
τὸν Ἰησοῦν, ἔνδοξε
Βίβιαν Περπέτουα, Μάρτυς
ἀξιοθαύμαστε,
ὑπὲρ ἡμῶν ἐν δεινοῖς
καὶ πειρασμοῖς καὶ κινδύνοις
προστρεχόντων χάριτι
τῇ θεοσδότῳ σου.

Τὰς ὁρμὰς τῶν θηρίων
καὶ κεφαλῆς ἔκτμησιν,
Βίβιαν Περπέτουα, Μάρτυς,
ἡ ὑπομείνασα
εὐκλείας τῶν οὐρανῶν
κατηξιώθης καὶ χάριν

ἱλεοῦσθαι Ὕψιστον
πᾶσιν ἀπείληφας.

Οἱ πιστοὶ κατὰ χρέος
σὲ ἀκλινῶς μέλπομεν,
Βίβιαν Περπέτουα, νύμφην
Κτίστου ὡς πάνσεμνον
συνάθλῳ σου σὺν σεμνῇ,
Φιλικητάτῃ ἀνδρείᾳ,
μεθ’ ἧς καθιλέωσαι
πᾶσι τὸν Ὕψιστον.

Θεοτοκίον.

περύμνητε Μῆτερ
τοῦ Λυτρωτοῦ, Δέσποινα,
δυσωποῦσα Τόκον σου θεῖον,
τὸν πολυεύσπλαγχνον,
μὴ παύσῃ τῶν ἐκτενῶς
ἀνευφημούντων καμάτους
Περπετούας Μάρτυρος,
τοὺς ὑπὲρ ἔννοιαν.

ξίωσον
εὐκλείας πάντας ἱκέτας σου οὐρανίου,
τοῦ Κυρίου ἀμνὰς σεμνὴ καὶ μάρτυς, Περπέτουα,
ἀπαύστως, στεῤῥόφρον, ἧς ἀπολαύεις.

πίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.

Μαρτύρων στεῤῥῶν, Περπέτουα, ὡράϊσμα,
Νυμφίον Χριστὸν μὴ παύσῃ ἱκετεύουσα,
Καρχηδόνος βλάστημα,
ὑπὲρ πάντων τιμώντων σὴν ἔνστασιν,
εἱρκτήν, ὁρμὰς θηρῶν καὶ ἐκτομὴν
αὐχένος σεπτοῦ σου δι’ εὐσέβειαν.
 
ᾨδὴ δ΄.  Εἰσακήκοα, Κύριε.

σεβεῖς καταισχύνασα,
Βίβιαν Περπέτουα, τῇ ἐνστάσει σου
καὶ τομῇ σῆς κάρας εἴληφας
χάριν περισκέπειν τοὺς τιμῶντάς σε.

πιβράβευσον δύναμιν,
Βίβιαν Περπέτουα, τοῖς τιμῶσί σε
Καρχηδόνος ὡς ἀθλήτριαν,
δύναμιν λαβοῦσαν θείαν ἄνωθεν.

περεύχου, Περπέτουα,
σὺν Φηλικιτάτῃ, σεπτῇ συνάθλῳ σου
καὶ Σατύρῳ, διδασκάλῳ σου,
τῶν εἰλικρινῶς μακαριζόντων σε.

Θεοτοκίον.

Χαρμονῆς κόσμου πρόξενε,
Κεχαριτωμένη Θεογεννήτρια,
λυπηρῶν, δεινῶν καὶ θλίψεων
ῥῦσαι τοὺς προστρέχοντας σῇ χάριτι.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

μβρισον ἡμῖν,
εὐφημοῦσί σε, Περπέτουα,
ὡς μητέρα, τὴν προκρίνασαν Χριστὸν
τοῦ σοῦ βρέφους, ὑετὸν τῆς Θείας Χάριτος.

μνοις καὶ ᾠδαῖς
μεγαλύνομεν, Περπέτουα,
προθυμίαν μαρτυρίου σου στεῤῥοῦ
καὶ παγκάλου κεφαλῆς σου τὴν ἀπότμησιν.

σμασι τερπνοῖς
τὴν σὴν ἄθλησιν, Περπέτουα,
ἀνυμνοῦντες ἐκδεχόμεθα λιτὰς
πρὸς Νυμφίον σου οὐράνιον ἐνθέρμους σου.

Θεοτοκίον.

λεος ἡμῖν
τοῦ Υἱοῦ σου, Μητροπάρθενε,
τὸ ἀμέτρητον κατάπεμψον, ἁγνή,
Περπετούας ἀριστείας μεγαλύνουσι.

ᾨδὴ στ΄. Τὴν δέησιν.

θύνουσα πόδας σου, Περπέτουα,
διὰ πίστιν εἰς θηριομαχίαν
καὶ ἐκτομὴν κεφαλῆς σου τιμίας
τῆς Καρχηδόνος ἡγίασας στάδιον
καὶ χάριν εἴληφας πολλὴν
ἁγιάζειν τοὺς σὲ μεγαλύνοντας.

πέρλαμπρε τοῦ σταδίου πρώταθλε,
ἡ αἰσχύνασα, Περπέτουα, πλάνον
Σεβῆρον ἄθλοις τοῦ σοῦ μαρτυρίου
τῷ σῷ Νυμφίῳ Χριστῷ εὐηρέστησας,
Ὃν ἐκδυσώπει ἐκτενῶς
ὑπὲρ πάντων τιμώντων σὴν ἄθλησιν.

Περπέτουα, ἐν ὠσί σου κλάμματα
τοῦ θηλάζοντός σου βρέφους ἀπήχουν,
ὅτε οἱ θῆρες ἐξέσχιζον σάρκα
τὴν ἁπαλήν σου καὶ μάχαιρα ἔτεμνε
τὴν σὴν ἁγίαν κεφαλήν,
καλλιμάρτυς, πιστῶν παραμύθιον.

Θεοτοκίον.

πάκουσον,  Θεοτόκε, Δέσποινα,
ἱκετῶν σου τῶν φωνῶν καὶ σαρκίου
ἡμῶν κινήσεις κατάστειλον τάχος,
τῶν εὐφημούντων ἀθλήσεως σκάμματα
τῆς Περπετούας τῆς σεμνῆς,
εὐπρεποῦς νύμφης Τόκου τοῦ θείου σου.

ξίωσον
εὐκλείας πάντας ἱκέτας σου οὐρανίου,
τοῦ Κυρίου ἀμνὰς σεμνὴ καὶ μάρτυς, Περπέτουα,
ἀπαύστως, στεῤῥόφρον, ἧς ἀπολαύεις.

χραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

Κοντάκιον. Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

ρίστων ἄθλων ἡ στέφος, Περπέτουα,
ἐκ τῶν χειρῶν δεξαμένη Νυμφίου σου
τοῦ οὐρανίου, θεόθεν κατάπεμψον
ἡμῖν Αὐτοῦ τὸ ἀμέτρητον ἔλεος,
τοῖς ἑορτάζουσι πόθῳ τὴν μνήμην σου.

Προκείμενον. Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι καὶ εἰσήκουσε τῆς δεήσεώς μου.
Στίχος. Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατηύθυνε τὰ διαβήματά μου.

Εὐαγγέλιον·  Κατὰ Ματθαῖον (Κεφ. ε΄ 24 - 34 ).
Ζήτει τῇ Δευτέρᾳ τῆς ΙΕ΄ Ἑβδομάδος.

Τῷ καιρῷ ἐκείνω, ἐπορεύετο ὁ Ἰησοῦς καὶ ἠκολούθει αὐτῷ ὄχλος πολὺς καὶ συνέθλιβον αὐτόν. Καὶ γυνή τις οὖσα ἐν ῥύσει αἵματος ἔτη δώδεκα, καὶ πολλὰ παθοῦσα ὑπὸ πολλῶν ἰατρῶν καὶ δαπανήσασα τὰ παρ᾿ ἑαυτῆς πάντα καὶ μηδὲν ὠφεληθεῖσα, ἀλλὰ μᾶλλον εἰς τὸ χεῖρον ἐλθοῦσα, ἀκούσασα περὶ τοῦ Ἰησοῦ, ἐλθοῦσα ἐν τῷ ὄχλῳ ὄπισθεν ἥψατο τοῦ ἱματίου αὐτοῦ· ἔλεγε γὰρ ἐν ἑαυτῇ ὅτι ἐὰν ἅψωμαι κἂν τῶν ἱματίων αὐτοῦ, σωθήσομαι. Καὶ εὐθέως ἐξηράνθη ἡ πηγὴ τοῦ αἵματος αὐτῆς, καὶ ἔγνω τῷ σώματι ὅτι ἴαται ἀπὸ τῆς μάστιγος. Καὶ εὐθέως ὁ Ἰησοῦς ἐπιγνοὺς ἐν ἑαυτῷ τὴν ἐξ αὐτοῦ δύναμιν ἐξελθοῦσαν ἐπιστραφεὶς ἐν τῷ ὄχλῳ ἔλεγε· Τίς μου ἥψατο τῶν ἱματίων; Καὶ ἔλεγον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Βλέπεις τὸν ὄχλον συνθλίβοντά σε καὶ λέγεις τίς μου ἥψατο; Καὶ περιεβλέπετο ἰδεῖν τὴν τοῦτο ποιήσασαν. Ἡ δὲ γυνὴ φοβηθεῖσα καὶ τρέμουσα, εἰδυῖα ὃ γέγονεν ἐπ᾿ αὐτῇ, ἦλθε καὶ προσέπεσεν αὐτῷ καὶ εἶπεν αὐτῷ πᾶσαν τὴν ἀλήθειαν. Ὁ δὲ εἶπεν αὐτῇ· Θύγατερ, ἡ πίστις σου σέσωκέ σε· ὕπαγε εἰς εἰρήνην, καὶ ἴσθι ὑγιὴς ἀπὸ τῆς μάστιγός σου.

Δόξα.

Ταῖς τῆς Περπετούας
πρεσβείαις, Ἐλεῆμον,

ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

Καὶ νῦν.

Ταῖς τῆς Θεοτόκου
πρεσβείαις, Ἐλεῆμον,
ἐξάλειψον τὰ πλήθη
τῶν ἐμῶν ἐγκλημάτων.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

Βίβιαν Περπέτουα,
τῆς Καρχηδόνος Μαρτύρων
ἔμψυχον ὡράϊσμα,
ἡ Χριστὸν κηρύξασα
τὸν Θεάνθρωπον,
Ὅνπερ ἠγάπησας
ὅλης ἐκ καρδίας
ὑπὲρ βρέφος τὸ θηλάζον σου,
καὶ ὑπομείνασα
δι’ Αὐτὸν εἱρκτήν, κολαστήρια,
ὁρμὰς θηρῶν καὶ μάχαιραν
ἄχρι μαρτυρίου, κατάπεμψον
σὺν Φιλικητάτῃ,
σοὺς ἄθλους ζηλωσάσῃ, καὶ στεῤῥᾷ
τετράδι θείων συνάθλων σου,
πᾶσι Κτίστου ἔλεος.

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

είθροις νεανικῶν σου,
καλλιμάρτυς, αἱμάτων,
σεμνὴ Περπέτουα,
ἐν μέσῳ Καρχηδόνος
ἐπέχρωσαν στολήν σου
τῆς ψυχῆς, ἣν παρέλαβε
Χριστός, εὐχαῖς σου πιστοῖς
ὁ νέμων τὰ βραβεῖα.

κετεύουσα, Μάρτυς,
τὸν Σωτῆρα μὴ παύσῃ,
Χριστόν, Περπέτουα,
σὺν τῇ Φιλικητάτῃ,
Σατύρῳ, Σατορνίνῳ
καὶ Ῥευκάτῳ στεῤῥόφρονι,
ἅμα Σεκούνδῳ κλεινῷ,
ὑπὲρ τῶν ἱκετῶν σου.

Καρχηδόνος εὐῶδες
ἴον, ἤδυνας πάντας
πιστούς, Περπέτουα,
γενναίᾳ σου ἐνστάσει
καὶ μαρτυρίου πόνοις,
δι’ ὧν χάριν ἀπείληφας
καθιλεοῦσθαι Χριστὸν
τοῖς σὲ ὑμνολογοῦσι.

Θεοτοκίον.

Εὐσυμπάθητε Μῆτερ,
κόπασόν μου τον σάλον
παθῶν καὶ θλίψεων,
τῇ πανσθενεῖ χειρί σου,
Κυρία Θεοτόκε,
παντευλόγητε Δέσποινα,
τῆς Περπετούας λιταῖς,
ἀμνάδος τοῦ Υἱοῦ σου.

ᾨδὴ η΄. Τὸν Βασιλέα.

Τῆς βασιλείας
τῶν οὐρανῶν δεῖξον πάντας
σέ, Περπέτουα Μάρτυς, μετόχους,
ἀνυμνολογοῦντας
ὡς πρώταθλον σταδίου.

ς ἀθληφόρον
 σεμνήν, Περπέτουα Μάρτυς,
σὲ ὑμνοῦντες προσφεύγομεν πίστει

ταῖς δεήσεσί σου
πρὸς τὸν τοῦ κόσμου Κτίστην.

Νίκης βραβεῖα
ἡ δεξαμένη θεόθεν,
ἐπευλόγει, Περπέτουα, πάντας
σὲ ὡς στεφηφόρον
ἀθλήτριαν τιμῶντας.

Θεοτοκίον.

Σκέδασον ζόφον
ἡμῶν παθῶν χαμαιζήλων,
τῶν πιστῶς σε ὑμνούντων, Παρθένε,
Κεχαριτωμένη,
τῆς ἀπαθείας κέρας.

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

δὸν τοῦ μαρτυρίου
ἐν τῇ Καρχηδόνι
πανευλαβῶς ἡ βαδίσασα, ἔφθασας
εἰς οὐρανοὺς ἱλεοῦσθαι ἡμῖν τὸν Ὕψιστον.

μνοῦντες ἄθλησίν σου
καὶ τομὴν σῆς κάρας
ταῖς σαῖς πρεσβείαις, Περπέτουα, σπεύδομεν
πρὸς σὸν Νυμφίον, στεῤῥόφρον, τὸν πολυέλεον.

Χαρᾶς ἡμῶν καρδίας
πλήρωσον, τῶν πίστει
σὲ ἀνυμνούντων, ὀλβία Περπέτουα,
ὡς εὐσταλῆ ἀθληφόρον καὶ καλλιμάρτυρα.

Θεοτοκίον.

Μετὰ τῆς Περπετούας,
νύμφης τοῦ Υἱοῦ σου,
Θεογεννῆτορ, παγκάλου ἱκέτευε
Αὐτὸν ὑπὲρ τῶν ἐκθύμως μακαριζόντων σε.

Ἄξιόν ἐστι..... καὶ τὰ παρόντα Μεγαλυνάρια.

Βίβιαν Περπέτουα, εὐσθενῶν
πέφηνας μαρτύρων
Καρχηδόνος ἡ καλλονή,
χαίροις, ἀθληφόρε,
θηλαζουσῶν μητέρων
ἀγλάϊσμα καὶ γέρας
πίστεως πάντιμον.

ῦσαι νοσημάτων παναλγεινῶν,
σὺν Φιλικητάτῃ,
ὁμοζήλῳ σου εὐσθενεῖ,
καὶ τῶν σῶν συνάθλων
τετράδι, σοὺς ἱκέτας,
τιμῶντας ἄθλησίν σου
θείαν, Περπέτουα.

Βίβιαν Περπέτουα, τοῦ Χριστοῦ
κλῆσιν τὴν ἁγίαν
πρὸ Σεβήρου τοῦ ἀσεβοῦς
ἄχρι μαρτυρίου
καὶ τμήσεως αὐχένος
τοῦ ἱεροῦ σου πίστει
καθωμολόγησας.
 
Εὔκλειαν, εὐμάρειαν καὶ τιμὰς
ἡ καταλιποῦσα
δι’ εὐσέβειαν ἀληθῶς
ἤθλησας εὐτόλμως,
Περπέτουα, καὶ δόξης
κατηξιώθης θείας
Μάρτυς ὡς ἔνδοξος.

θλησας, Περπέτουα, ἐνσθενῶς
σὺν Φιλικητάτῃ
καὶ Σατύρῳ, τῷ σῷ σοφῷ
διδασκάλῳ, ἅμα
Σεκούνδῳ, Σατορνίνῳ
καὶ εὐσταλεῖ Ῥευκάτῳ,
Μάρτυς θηλάζουσα.


Παριδοῦσα ἄνθος τῆς σῆς ἀκμῆς
καὶ τὰς παραινέσεις
δι’ ἀπάρνησιν τοῦ Χριστοῦ
σοῦ πατρὸς ὑπέστης,
Περπέτουα, βασάνους
θηρῶν ὁρμὰς καὶ κάρας
θείας σου ἔκτμησιν.

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,
Πρόδρομε Κυρίου,
Ἀποστόλων ἡ δωδεκάς,
οἱ Ἅγιοι πάντες,
μετὰ τῆς Θεοτόκου
ποιήσατε πρεσβείαν
εἰς τὸ σωθῆναι ἡμᾶς.

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.
Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

Τὴν ἀγάπην Κυρίου Χριστοῦ προκρίνασαν
στοργῆς θηλάζοντος βρέφους
τοῦ σοῦ, Μαρτύρων κρηπίς,
Καρχηδόνα καθηγίασας, Περπέτουσα
ῥείθροις αἱμάτων σου σεπτῶν,
συναθλήτρια σεμνὴ
εὐψύχου Φιλικητάτης,
καὶ δυσωπεῖν χάριν εὗρες
Χριστὸν ὑπὲρ τῶν εὐφημούντων σε.

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·
Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

Μάρτυς εὐσταλὲς Λόγου Θεοῦ,
Βίβιαν Περπέτουα, εὖχος
τῆς Καρχηδόνος σεπτόν,
ἡ ἀκμὴν νεότητος,
βρέφος καὶ σύζυγον
παριδοῦσα καὶ ὄνομα
κηρύξασα θεῖον
τοῦ Χριστοῦ πρὸ βήματος
Σεβήρου, ἄνωθεν
πέμψον ἱκεσίαις σου θείαις
ῥώμην καὶ ἰσχὺν σοῖς ἱκέταις
τὸ Αὐτοῦ κηρύττειν μέγα ὄνομα.

Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν δούλων σου
καὶ λύτρωσαι ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ ἀνατίθημι,
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

Τρισσεῦον Κύριε Ἐλέησον Λιτῆς Ἁγίου Ὄρους.

 Γάλακτι, Περπέτουα * καλλιμάρτυς, πότισον * τοὺς ἀνευφημοῦντάς σε.

Τετράστιχον.

Περπέτουα, Χαραλάμπη ἐπευλόγει,
ὁ αὐτοῦ φερώνυμος δέεταί σου, Μάρτυς.

 

Ἀριθμ.Καταλ. Π 803 / 30-5-19

Τ Ε Λ Ο Σ  

 

ΚΑ Ι   Δ Ο Ξ Α


Τ ῼ   Μ Ο Ν ῼ   Α Λ Η Θ Ι Ν ῼ

 

Θ Ε ῼ   Η Μ Ω Ν





1 σχόλιο:

  1. Αν μπορείτε να ανεβάσετε την παράκληση στο καναλι του yutube ώστε να την ακούμαι!

    ΑπάντησηΔιαγραφή