Τετάρτη 19 Αυγούστου 2020

Ευχή εις τη ζύμωση πρόσφορων

Δέσποτα ἡμῶν, Κύριε  ̓Ιησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ ῎Αρτος τῆς ζωῆς ὁ ἀληθινός, ἐκ τοῦ Οὐρανοῦ καταβὰς καὶ διὰ τὴν σωτηρίαν ἡμῶν γενόμενος ἀῤῥήτως ἄνθρωπος σαρκωθεὶς ἐκ τῶν ἁγνῶν αἱμάτων τῆς Παναγίας Σου Μητρός, ὁ χαρισάμενος αὐτὸ τὸ Τίμιον Σῶμά Σου κατὰ τὴν νύκτα τοῦ Μυστικοῦ Δείπνου καὶ εἰπὼν "ὁ τρώγων μου τὴν Σάρκα καὶ πίνων μου τὸ Αἷμα ἐν ἐμοὶ μένει κἀγὼ ἐν αὐτῷ", ὁ διὰ τοῦ σταυρικοῦ Σου θανάτου ἑκουσίως δοθεὶς φιλανθρώπως ἡμῖν πρὸς βρῶσιν καὶ ζωὴν ἀθανασίας, ἐντειλάμενος ἡμῖν τοῖς ἀναξίοις τελεῖν τὸ ὑπερφυὲς μυστήριον τῆς Θείας Εὐχαριστίας εἰς μέθεξιν τοῦ ποθητοῦ Παραδείσου, Σὲ παρακαλοῦμεν καὶ Σοῦ δεόμεθα, Κύριε· τῷ Πνεύματί Σου τῷ  ̔Αγίῳ καὶ ζωοποιῷ εὐλόγησον καὶ αὔξησον τὴν παροῦσαν ζύμην ἐξ ἧς μέλλομεν παρασκευάσαι προσφορὰς πρὸς τέλεσιν τῆς Θείας Λειτουργίας καὶ μετοχὴν τῶν φρικτῶν σου Μυστηρίων, εἰς ἑνότητα  ̔Αγιότητος καὶ σπέρμα ἀθανάτου ζωῆς. Χάρισαι δὲ τοῖς κοπιῶσιν ἀδελφοῖς τὴν εὐλογίαν σου, καταξιῶν πάντας ἡμᾶς μελετᾶν τὸ μυστήριον τοῦ μυστικοῦ Σώματός Σου, τῆς ἁγιωτάτης καὶ ἀσπίλου Νύμφης Σου  ̓Εκκλησίας, καὶ δοξάζειν Σε σὺν πᾶσι τοῖς  ̔Αγίοις ἀδιαλείπτως ἐν εὐγνωμοσύνῃ ἀνεξοφλήτῳ ἅμα τῷ ἀνάρχῳ Σου Πατρὶ καὶ τῷ Παναγίῳ καὶ ζωοποιῷ Σου Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.  ̓Αμήν.

 

Κυριακή 16 Αυγούστου 2020

Α Κ Ο Λ Ο Υ Θ Ι Α ΤΟΥ ΑΓΙΟΥ ΕΝΔΟΞΟΥ ΠΑΙΔΟΜΑΡΤΥΡΟΣ Τ Α Ρ Σ Ι Ζ Ι Ο Υ

Α Κ Ο Λ Ο Υ Θ Ι Α

 

ΤΟΥ  ΑΓΙΟΥ  ΕΝΔΟΞΟΥ ΠΑΙΔΟΜΑΡΤΥΡΟΣ

 

Τ Α Ρ Σ Ι Ζ Ι Ο Υ

 

ΤΟΥ ΕΝ ΡΩΜῌ ΑΘΛΗΣΑΝΤΟΣ

 

Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΣΤ΄ Αὐγούστου[1].

 

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

*****************************************************

ΕΝ  Τῼ  ΜΙΚΡῼ  ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

 

Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.

 

Παιδίον ἔνθεον Ῥώμης,

σεπτὸν Ταρσίζιον,

καταλιπόντα πάντα

τὰ ἀθύρματα παίδων

καὶ συναριθμηθέντα δήμοις κλεινοῖς

τῶν μαρτύρων τῆς πίστεως,

 ἐγκωμιάσωμεν ᾄσμασι καὶ ᾠδαῖς

καὶ  εὐτάκτοις μελῳδήμασι.

 

ν παιδικῇ ἡλικίᾳ

διαφυλάξαντα

τὸ Σῶμα καὶ τὸ Αἷμα

τοῦ Χριστοῦ ἐν ἀγκάλαις

καὶ λιθοβοληθέντα ἀνηλεῶς

ὑπὸ παίδων τιμήσωμεν

συνομηλίκων ἀπίστων αὐτοῦ λαμπρῶς

χριστοφίλητον Ταρσίζιον.

 

 

Τὸν εὐσταλῆ καὶ γενναῖον

παῖδα Ταρσίζιον,

λαμπρὸν ἀναδειχθέντα

καλλιμάρτυρα ὕμνοις

τιμήσωμεν εὐτάκτοις πάντες πιστοὶ

Ἐκκλησίας ὡς σέμνωμα

καὶ τῆς ἀγάπης Κυρίου περικλεές,

Θεοῦ Λόγου, σεμνολόγημα.

 

Συνομηλίκων μανίαν

καθυπομείναντα

αὐτοῦ παιδίων πάντες

τοὺς δαρμοὺς καὶ τῶν λίθων,

Ταρσίζιον, τὰς ῥίψεις πανευλαβῶς,

ὡς σεπτὸν φυλακτήριον

τῶν τοῦ Χριστοῦ μυστηρίων τῶν ἱερῶν

οἱ πιστοὶ ἀνευφημήσωμεν.

 

Δόξα. Ἦχος β΄.

 

Παιδομάρτυρα δεῦτε Ταρσίζιον,

ὡς χριστοφόρον ἐγκωμιάσωμεν

ὑπερασπισάμενον τὰ Ἄχραντα Μυστήρια ἄχρι θανάτου

ἐν εὐλαβείᾳ λέγοντες·

Ὁ πολιὰν ἐν ἀώρῳ ἡλικίᾳ ἐπιδειξάμενος φρόνημα

καὶ τρόπαιον πίστεως ἐγείραντα ἐν μέσῳ ὁμηλίκων,

ὡς Χριστῷ ἐράσμιον,

τὸν δυσωποῦντα Αὐτὸν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

 

Καὶ νῦν. Θεοτοκίον. Τὴν πᾶσαν ἐλπίδα μου....

 

Ἀπόστιχα. Ἦχος β΄. Οἶκος τοῦ Ἐφραθᾶ.

 

Χαῖρε, ἀνηλεῶς

δαρμοὺς ὁ ὑπομείνας

καὶ τὰς βολὰς τῶν λίθων,

Ταρσίζιε, ὡς δρόσον

οὐράνιον, πανεύφημε.

 

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

 

Σῶμα ὁ τοῦ Χριστοῦ

καὶ αἷμα πρὸς δεσμίων

μετάληψιν ψυλάξας

ἐπιμελῶς ἐν κόλποις,

Ταρσίζιε, ἐνήθλησας.

 

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

λιθοβοληθεὶς

μετὰ δαρμοὺς ἀγρίως

διὰ Χριστοῦ ἀγάπην,

Ταρσίζιε, παιδίων

 μαρτύρων ὤφθης κλέϊσμα.

 

Δόξα. Τριαδικόν.

 

Δόξα Σοι, ὁ Θεός,

ὁ παῖδας ἀναδείξας

τῆς πίστεως πρωτάθλους,

Τριὰς ὑπεραγία,

σεπτὴ καὶ ὑπεράγαθε.

 

Καὶ νῦν. Θεοτοκίον.

 

θυνε πρὸς σκηνὰς

τῆς ἀρετῆς τοὺς παίδας

ἡμῶν, Θεογεννῆτορ,

δοξάζοντας Υἱόν σου

καὶ σὲ λαμπρῶς γεραίροντας.

 

Νῦν ἀπολύεις.....τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ καὶ Ἀπόλυσις.

 

*******************************************************************

ΕΝ  Τῼ  ΜΕΓΑΛῼ  ΕΣΠΕΡΙΝῼ

 

Μετὰ τὸν Προοιμιακὸν τὸ  Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα  ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

 

Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσι.

 

Παιδομάρτυς Ταρσίζιε,

γενναιότητος σκήνωμα,

Ῥώμης ὁ φοινίξας τὰς ῥύμας αἵμασι,

δαρμοὺς καὶ λίθους ὑπέμεινας

καὶ μάρτυς περίδοξος

 

ὤφθης δι’ ἀποφυγῆς

ὑπὸ παίδων μολύσεως,

καρτερόψυχε,

τῶν Ἀχράντων Κυρίου Μυστηρίων,

ἅπερ ἔφερες ἐν κόλποις

διὰ δεσμίων μετάληψιν.

 

Τὸ τῆς Ῥώμης ἐκβλάστημα

καὶ κλεινὸν καλλιμάρτυρα,

εὐσταλῆ Ταρσίζιον εὐφημήσωμεν

ὡς εὐσεβῶν παίδων ἔκτυπον,

Χριστὸν ἀγαπήσαντα

ὑπὲρ πάντας ἀκλινῶς

καὶ προθύμως ἀθλήσαντα

ὑπὲρ πίστεως

μεγαλύνοντες φρόνησιν, ἣν ἔσχε

πολιὰν ἐν ἡλικίᾳ

ἀώρῳ ὕμνοις καὶ ᾄσμασι.

 

Δεῦτε, ἄνθεσι στέψωμεν

ἐγκωμίων, Ταρσίζιον,

τῆς εὐσήμου Ῥώμης σεπτὸν ἐκβλάστημα

τῶν φιλεόρτων οἱ σύλλογοι

ὀδμαῖς γενναιότητος

καὶ ἀθλήσεως στεῤῥᾶς

εὐωδίᾳ κραυγάζοντες

μετὰ πίστεως·

Χαῖρε, κλέος λαμπρὸν Παιδομαρτύρων,

χαῖρε, φάρε εὐτολμίας

καὶ ἀριστείας ἐν σκάμμασι.

 

θλοφόρον Ταρσίζιον,

Παιδομάρτυρα πάντιμον,

Ἄχραντα Μυστήρια τὸν βαστάζοντα

ἐκ κόλποις καὶ μεταφέροντα

αὐτὰ πρὸς μετάληψιν

ἐν δεσμοῖς χριστιανῶν

ὁλοθύμως τιμήσωμεν,

εἰς ὁμήγυριν

ὁμηλίκων αὐτοῦ ἀπίστων παίδων

 

ἐμπεσόντα καὶ τῶν λίθων

βολὰς αὐτῶν ὑπομείναντα.

 

κκλησία σεμνύνεται

τοῦ Χριστοῦ ἐναθλήσει σου,

ἔνδοξε Ταρσίζιε, καὶ γενέτειρα

ἡ σὴ τιμίοις σου αἵμασι,

δι’ ὧν κατεφοίνιξας

ῥύμας, ἄλκιμε, αὐτῆς,

πίστει προασπιζόμενος

τὰ Μυστήρια

τὰ Πανάχραντα, ἅπερ ἐν ἀγκάλῃ

ἔσχες πρὸς τῶν χριστωνύμων

δεσμίων θείαν μετάληψιν.

 

Τὴν ὑπέρτιμον μνήμην σου

ἑορτάζοντες σήμερον

ἐν ἀγαλλιάσει, στεῤῥὲ Ταρσίζιε,

παιδομαρτύρων ὡράϊσμα,

θερμῶς δυσωποῦμέν σε·

Τὴν νεότητα ἡμῶν

τὴν σεμνὴν καὶ θεόφρονα

τήρει πάντοτε

ἀσινῆ τῶν βελῶν τοῦ παλαμναίου,

τρῶσαι θέλοντος καιρίως

αὐτήν, Χριστὸν μεγαλύνουσαν.

 

Δόξα. Ἦχος πλ. β΄.

 

Δεῦτε ἡ φέρελπις εὐλαβεστάτη νεολαία

πνευματικῶς εὐωχουμένη σήμερον

τὴν μνήμην πανηγυρίσωμεν τοῦ ἱερόπαιδος Ταρσιζίου,

τοῦ ἁγιάσαντος Ῥώμην αἵμασιν ἰδίοις

καὶ ἐν κατανύξει αὐτῷ εἴπωμεν·

Ὁ δαρμοὺς ἀηλεῶς καὶ λίθων βολὰς δεξάμενος

ἐν τῆ μετακομιδῇ τῶν Ἀχράντων Μυστηρίων

εἰς τοὺς χριστιανοὺς δεσμίους

ἔχων αὐτὰ ἑπτασφράγιστα ἐν κόλποις,

προασπιστὰς πίστεως ἀνάδειξον εὐχαῖς σου

τοὺς ἐκθύμως τιμῶντάς σε.

 

Καὶ νῦν. Θεοτοκίον. Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε,...

 

Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα·

 

Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.

(Κεφ. μγ΄ 9 - 14)

 

Τάδε λέγει Κύριος·  Πάντα τὰ ἔθνη συνήχθησαν, ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην· ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεὸς καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεὸς καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες καὶ ἐγὼ  Κύριος ὁ Θεός· ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος  Ἰσραήλ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. γ΄ 1 - 9)

 

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δὲ εἰσὶν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.

(Κεφ. ε΄ 15  - στ΄ 3 )

 

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν· ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν, συνεκπολεμήσει δὲ αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν ἐπὶ σκοπὸν ἁλοῦνται καὶ ἐκ  πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς. Καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε, δικασταὶ περάτων γῆς. Ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

 

ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ

Ἰδιόμελα.

Ἦχος α΄.

 

Εὐφραίνου ἐν Κυρίῳ ἡ τοῦ Χριστοῦ Ἐκκλησία

τελοῦσα τὴν μνήμην Ταρσιζίου τοῦ Παιδομάρτυρος,

τοῦ ἐξ ἄκρας εὐλαβείας πρὸς τὰ Ἄχραντα Μυστήρια

καὶ ἐν ἱεραποστολικῇ δράσει

ὑπομείναντος ἐπώδυνον θάνατον

ἐν κατανύξει λέγουσα·

Ὁ ἐν ἀώρῳ ἡλικίᾳ πολιὰν ἐπιδειξάμενος φρόνησιν

καὶ ὑπὲρ Χριστοῦ ἀθλῆσαι τῶν παιγνίων προκρίναντος,

ἀξίωσον καὶ τοὺς τιμῶντας τὴν μνήμην σου

Χριστὸν παῤῥησίᾳ ὁμολογεῖν,

τὸν παρέχοντα πᾶσι τὸ μέγα ἔλεος.

 

Ἦχος β΄.

 

Κατάστικτον τοῖς αἵμασι

καὶ λελεμπρυσμένον τῇ τοῦ Χριστοῦ ὁμολογίᾳ

ἱερόπαιδα τιμήσωμεν, Ταρσίζιον τὸν εὔψυχον,

εἰς πόλου ἀνελθόντα σκηνώματα

Ἀγγέλοις συνευφραίνεσθαι, οὕτω λέγοντες· 

Μάρτυς γενναιότατε τῆς πίστεως,

ὁ ἐκ Ῥώμης εἰς οὐρανίους ἀνελθὼν ἐπάλξεις,

χάριν εὗρες Κυρίῳ πρεσβεύειν

ὑπὲρ τῆς χριστοφιλήτου ἡμῶν νεότητος

καὶ πάντων τῶν τιμώντων τὴν ἀεισέβαστον μνήμην σου.

 

Ἦχος γ΄.

 

Χριστοῦ τὰ Ἄχραντα Μυστήρια

ἐν κομιδῇ πρὸς μετάληψιν Χριστιανῶν δεσμίων

ἀποκρύπτων ἐν κόλποις, Ταρσίζιε,

διὰ μαρτυρίου σου αὐτὰ ἀμόλυντα ἐτήρησας

καὶ εὐσεβείας τρόπαιον ἐν Ῥώμῃ ἤγειρας·

ὅθεν τὴν μνήμην σου σήμερον ἑορτίως πανηγυρίζοντες

καὶ ὡς ἀθλητὴν στεφηφόρον μεγαλύνοντες

τὰς πρὸς τὸν στεφοδότην Κύριον λιτάς σου ἀπεκδεχόμεθα.

 

Ἦχος δ΄.

 

Μαρτυρικῶς τὸν βίον ἐν Ῥώμῃ τελέσας, Ταρσίζιε,

ἀξιοχρέως τὸν τῆς ἀφθαρσίας ἀπείληφας στέφανον

ἐκ τῶν χειρῶν τοῦ Κυρίου σου,

Οὗ τὰ Ἄχραντα ἐτήρησας Μυστήρια ἀμόλυντα

ἐξ ἀπίστων παίδων ἐπιθέσεως·

δεδοξασμένος ὅθεν καὶ στεφηφόρος

Χριστοῦ τῷ θρόνῳ παρίστασαι

καὶ ἐκτενῶς Αὐτὸν ἱκετεύεις

ὑπὲρ τῆς εὐσεβοῦς ἡμῶν νεότητος

καὶ πάντων τῶν ἐκθύμως τιμώντων τὴν μνήμην σου.

 

Δόξα. Ὁ αὐτός.

 

Τὸν δαρμοὺς ἀνηλεῶς καὶ βολὰς λίθων ὑπομείναντα,

εὐκλεῆ ἱερόπαιδα τιμήσωμεν

ὡς παμφαέστατον φωστῆρα τῆς τοῦ Χριστοῦ Ἐκκλησίας

ἐν Ῥώμῃ ἀστραπαῖς μαρτυρίου ἀνατείλαντα,

Ταρσίζιον, ὕμνων καταστέψωμεν ἄνθεσι

καὶ οὕτω βοήσωμεν·

Νεολαίας ἐνθέου ἐγκαλλώπισμα,

ὁ αὐτὴν περισκέπων καὶ ἁγιάζων εὐχαῖς σου,

μὴ παύσῃ τοῦ Κυρίου δεόμενος

ὑπὲρ αὐτῆς ἐκθύμως τελούσης τὴν πανέορτον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ἐκ παντοίων κινδύνων τοὺς δούλους σου φύλαττε,...

 

Ἀπόστιχα.

Ἦχος πλ. α΄. Χαίροις, ἀσκητικῶν.

 

Χαίροις, τῆς νεολαίας φρουρέ,

ὁ ἱερόπαις ὁ στεῤῥὸς καὶ θειότατος,

Ταρσίζιε ἀθλοφόρε,

παιδομαρτύρων πυρσέ,

ὁ φωτίσας Ῥώμην

ἀμαρύγμασι

ψυχῆς γενναιότητος,

εὐτολμίας καὶ πίστεως

καὶ καταλύσας

παίδων συνομηλίων σου

ὅθεν τὴν θείαν μνήμην σου

τιμῶντες γηθόμενοι

τῶν φιλεόρτων οἱ δῆμοι

καὶ μεγαλύνοντες τόλμην σου

ψυχῆς καὶ ἀνδρείαν

ἐκδεχόμεθα πρεσβείας

ἀδιαλείπτους σου.

 

Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

 

Χαίροις, ὁ κατακρύπτων καλῶς

Χριστοῦ τὰ Ἄχραντα ἐν κόλποις Μυστήρια

μετάληψιν πρὸς δεσμίων

χριστιανῶν, θαυμαστέ,

ἵνα ἀποφύγῃς

τούτων μόλυνσιν

ὑπὸ παίδων, πάντιμε,

στίφους συνομηλίκων σου,

σεβόντων, οἴμοι,

τὰ ἀναίσθητα εἴδωλα,

τῶν πληξάντων σε

ἀπηνῶς, γενναιότατε,

ἄχρι σῆς θανατώσεως,

ἐξ ἧς καὶ ἀπείληφας

χρυσοπλοκώτατον στέφος

ἐκ τῶν χειρῶν τοῦ Παντάνακτος

Χριστοῦ ἀφθαρσίας,

τοῦ παρέχοντος τῷ κόσμῳ

τὸ μέγα ἔλεος.

 

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Χαίροις, ὁ μαργαρίτας Χριστοῦ

τιμίου Σώματος καὶ Αἵματος, ἔνθεε,

μετάληψιν πρὸς δεσμίων

μελλοθανάτων πιστῶν

μεταφέρων πόθῳ

ἐν ἀγκάλαις σου,

καλλίπαις Ταρσίζιε,

εὐσεβείας ὑπόδειγμα,

καὶ διὰ τούτων

ὑπὸ συνομηλίκων σου

παίδων εἴδωλα

τῶν σεβόντων μολύνσεως

ἀποφυγὴν κατώδυνον

δαρμὸν καὶ ἀπόῤῥιψιν

καθυπομείνας τῶν λίθων

ἄχρι θανάτου καὶ στέψεως

σεπτῆς κεφαλῆς σου

ὑπὸ τοῦ ἀγωνοθέτου

παντελεήμονος.

 

Δόξα. Ἦχος πλ. δ΄.

 

Φιλοστόργως βαστάσας ἐν κόλποις τὰ Ἄχραντα Μυστήρια 

καὶ αὐτὰ τηρήσας ἀμόλυντα ἐκ παιδων ἀπίστων μανίας,

ἤχθης πρὸς ἔνδοξον μαρτύριον, Ταρσίζιε ἀγγελόβιε·

ὅθεν τὸ εὐκλεῆ σου ἀγῶνα μεγαλύνοντες

καὶ τὴν ψυχικὴν εὐρωστίαν σου γεραίροντες

τὰς ἀδιαλείπτους σου εὐχάς, παιδομάρτυς, ἐκδεχόμεθα

πρὸς ἀρετῆς ὁλοκλήρωσιν καὶ βίον κρείττονα.

 

Καὶ νῦν. Θεοτοκίον. Δέσποινα, πρόσδεξαι...

 

Νῦν ἀπολύεις...τὸ Τρισάγιον, τὸ Ἀπολυτίκιον.

 

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

Παιδομάρτυς ἀνδρεῖε Χριστοῦ, Ταρσίζιε,

ὁ μεταφέρων κρυφίως

χριστιανοῖς ἐν δεσμοῖς

πρὸς μετάληψιν τὰ ἄχραντα μυστήρια,

καὶ πρὸς αὐτῶν ἀποφυγὴν

ὑπὸ παίδων μολυσμοῦ

ἀπίστων, σῶν ὁμηλίκων,

λίθων βολαῖς ἀπεκτάνθης,

Χριστὸν ἡμῖν ὁ ἱλεούμενος.

 

Θεοτοκίον. Χαῖρε, Πύλη Κυρίου ἡ ἀδιόδευτος...

 

Ἀπόλυσις.

*****************************************

ΕΝ  Τῼ  ΟΡΘΡῼ

 

Μετὰ τὸν Ἑξάψαλμον τὸ Ἀπολυτίκιον, ὡς ἐν τῷ Μεγάλῳ Ἑσπερινῷ, μετὰ δὲ τὴν α΄ Στιχολογίαν Κάθισμα.

 

Ἦχος α΄. Τὸν τάφον Σου, Σωτήρ.

 

Τῶν θείων τοῦ Χριστοῦ

Μυστηρίων προστάτην,

ἀμόλυντα αὐτὰ

ἐκ μανίας ἀπίστων

τηρήσαντα μέλψωμεν

παίδων, θεῖον Ταρσίζιον,

γενναιότητος

καὶ εὐψυχίας πυξίον,

ὑπομείναντα

δαρμοὺς ἀγρίως καὶ λίθων

βολὰς ὡς ἀσώματον.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Τὸν Λόγον τοῦ Θεοῦ

ἐν γαστρὶ δεξαμένη

ἀγάπης τὴν πηγήν,

Παναγία Παρθένε,

ἀφράστως, κατεύθυνον

πρὸς ἀγάπης σκηνώματα

τοὺς τιμῶντάς σε

καὶ μεγαλύνοντας πίστει

σὴν ἀντίληψιν

καὶ κραταιὰν προστασίαν

πρὸς πάντας τοὺς δούλους σου.

 

Μετὰ τὴν β΄  Στιχολογίαν Κάθισμα.

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

Νεότητος καύχημα

καὶ ἀντιλῆπτορ σεπτέ,

πολύτιμον σέμνωμα

καὶ ἐν πολέμοις φρουρέ,

θεόφρον Ταρσίζιε,

παίδων καλλιμαρτύρων

ἐγκαλλώπισμα θεῖον, 

κλῆσιν ο τοῦ Ὑψίστου

μεγαλύνας ἀθλήσει,

Χριστῷ ὑπὲρ ἡμῶν ἐκτενῶς

πάντοτε πρέσβευε.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Παρθένε πανύμνητε,

καταφυγὴ εὐσεβῶν

ἐν πόνοις καὶ θλίψεσι

καὶ ἀδυνάτων στεῤῥόν,

Μητρόθεε, στήριγμα,

εὔχου ἀδιαλείπτως

ὑπὲρ πάντων σπευδόντων

χάριτι τῇ πολλῇ σου,

ἐναργεῖ προστασίᾳ

καὶ σκέπῃ ἐν δεινοῖς πειρασμοῖς

καὶ περιστάσεσι.

 

Μετὰ τὸν Πολυέλεον Κάθισμα.

Ἦχος γ΄. Τὴν ὡραιότητα.

 

Προασπιζόμενον θεῖα Μυστήρια

ἄχρις ἀθλήσεως ἐγκωμιάσωμεν

Ῥωμαῖον παῖδα εὐλαβῶς Ταρσίζιον τὸν γενναῖον,

ὡς εὐῶδες πίστεως καὶ ἡδύπνουν κιννάμωμον

εὐλαβῆ νεότητα τόλμῃ τὸν κατευφράναντα

βοῶντες ἐν ᾠδαῖς μελιῤῥύτοις· Χαῖρε, ἱεροπαίδων εὖχος.  

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Τὴν σκοτισθεῖσάν μου ψυχὴν καταύγασον

φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου,

ἁγνὴ Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων,

καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων πταισμάτων μου,

ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως

καὶ πόθῳ ἀσιγήτως βοῶ σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.

 

Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·

Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον· κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17 -ιστ΄ 2 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Ταῦτα ἐντέλλομαι ὑμῖν..

Ὅρα τὸ εἰς τὴν Λειτουργίαν τοῦ Ἁγίου Γεωργίου.

Ὁ Ν΄ Ψαλμός.

Δόξα. Ταῖς τοῦ Ταρσιζίου πρεσβείαις, Ἐλεῆμον,...

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον,...

 

Ἰδιόμελον. Ἦχος πλ. β΄.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Θεοδέγμων σπήλαιον τὴν ἀγκάλην σου ποιήσας

πρὸς Χριστοῦ ἐνοίκησιν, Ταρσίζιε ἔνδοξε,

ὅλος ἡγιάσθης καὶ τὸ μαρτύριον ὡς δῶρον Θεοῦ ἐλογίζου,

παιδομάρτυς χριστοφίλητε·

ὅθεν ἐπαξίως τιμῶντές σε

καὶ μεγαλύνοντες τὴν πρὸς τὴν Ἐκκλησίαν προσφοράν σου

τὰς πρὸς Κύριον ἀσιγήτους σου δεήσεις ἀπεκδεχόμεθα.

 

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου....

 

Εἶτα ὁ Κανὼν τοῦ Παιδομάρτυρος, οὗ ἡ Ἀκροστιχίς·

 

" Ταρσιζίῳ ᾠδή, παιδομάρτυρος Ῥώμης. Χ. Μ.Μ."

 

ᾨδὴ α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.

 

Ταρσίζιον εὔψυχον

καὶ εὐκλεῆ παιδομάρτυρα

τῆς Ῥώμης τιμήσωμεν

ὡς Μυστηρίων σεπτῶν

νῦν ὑπέρμαχον,

δαρμοὺς καὶ λίθων ῥίψεις

ὡς δρόσον οὐράνιον

καταδεξάμενον.

 

θλήσει σεμνύνεται

τῇ σῇ ἐνδόξῳ, Ταρσίζιε,

ἡ Ῥώμη ἡ εὔσημος,

παιδομαρτύρων κρηπίς,

καὶ ἀγάλλεται

Χριστοῦ ἡ Ἐκκλησία

τελοῦσα τὴν μνήμην σου,

τὴν ἀεισέβαστον.

 

ανίσιν αἱμάτων σου

τὸ τῆς ψυχῆς σου ἱμάτιον

ἐπέχρωσας, ἔνδοξε,

ἱεροπαίδων κρηπίς,

τὸ ὑπέρλευκον,

Ταρσίζιε τρισμάκαρ,

ὃ φέρων πρὸς ἔπαλξιν

ἤρθης οὐράνιον.

 

Θεοτοκίον.

 

Σ έ, Μῆτερ, κυήσασαν

Θεοῦ τὸν Λόγον τὸν Ἅγιον

ἀφράστως ἐν μήτρᾳ σου,

Θεογεννῆτορ σεμνή,

ἱκετεύομεν·

Ἁγίαζε καὶ σκέπε

καὶ ῥύου τοὺς δούλους  σου

ἐκ περιστάσεων.

 

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

 

κέτας, Ταρσίζιε, σεμνούς σου

 εὐλόγει τιμῶντας σε λαμπρῶς

ὡς παῖδα τὸν ὡραιότατον,

καὶ ἀστραπαῖς χρηστότητος

καὶ ἤθους λαμπρυνόμενον

σὲ ἀλινῶς μακαρίζοντας.

 

Ζοφώδη τῶν παίδων ἀπιστίαν

τῶν σῶν ὁμηλίκων ἀστραπαῖς

τῆς πίστεώς σου ἔλυσας

καὶ τῷ φωτί, Ταρσίζιε,

νεανικῶν αἱμάτων σου,

παιδομαρτύρων καλλώπισμα.

 

σχύϊ, Ταρσίζιε, τῇ θείᾳ

ἐν κόλποις κατέκρυψας τοῖς σοῖς

ὡς θησαυρὸν ἀτίμητον

τὰ Ἄχραντα Μυστήρια,

ἃ καὶ Χριστῷ ἀμόλυντα

διὰ θανάτου σου ἔδωκας.

 

Θεοτοκίον.

 

ς  τεῖχος ἁπάντων Χριστωνύμων

σὲ ἔγνωμεν, Μῆτερ τοῦ Θεοῦ,

καὶ ἀῤῥαγὲς προπύργιον

ἐν μάχαις ταῖς ἑκάστοτε

κατὰ τοῦ πολεμήτορος,

θεοχαρίτωτε Δέσποινα.

 

Κάθισμα. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

 

Τῆς Ῥώμης, Ταρσίζιε,

ἱεροπαίδων φωστήρ,

ἐφώτισας σύμπαντα

τῆς πίστεώς σου αὐγαῖς

καὶ φέγγει ἀθλήσεως

τῆς στεῤῥοψύχου, μάρτυς,

ὑπὸ παίδων ἀπίστων,

οἴμοι, σῶν ὁμηλίκων,

λίθους ἐκτοξευσάντων

Στεφάνου ζηλωτά, κατὰ σοῦ,

τοῦ Πρωτομάρτυρος.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

ψόθεν ἐπόπτευε

τοὺς σὲ ὑμνοῦντας φαιδρῶς

καὶ σπεύδοντας πάντοτε

ἐν πειρασμοῖς ἀλγεινοῖς

τοῦ βίου καὶ θλίψεσι

θείᾳ σου ἀντιλήψει,

προστασίᾳ ἑτοίμῃ,

σκέπῃ, Θεογεννῆτορ,

καὶ προνοίᾳ, Παρθένε,

πιστῶν ἐν συμφοραῖς καὶ δεινοῖς

τὸ καταφύγιον.

 

ᾨδὴ δ΄. Ὁ καθήμενος ἐν δόξῃ.

 

ραιότης ἀθλοφόρων,

παιδομάρτυς Ταρσίζιε,

Ῥώμης τῆς εὐάνδρου

καύχημα σεπτὸν καὶ περίδοξον,

συνομιλήκων σου παίδων κατενώπιον

ὡμολόγησας

ἄχρι θανάτου τὴν πίστιν σου.

 

Δυναμούμενος θεόθεν,

καλλιμάρτυς Ταρσίζιε,

τοὺς δαρμοὺς καὶ λίθων

τὰς βολὰς ὡς δρόσον οἰόμενος

καὶ ἁερμώνιον αὔραν, οὕσπερ ἔῤῥιψαν

παῖδες ἄπιστοι

κατὰ τῆς σῆς γενναιότητος.

 

λιόμορφε τῷ ὄντι

ἱερόπαις, Ταρσίζιε,

ἔσβεσας ἀκτῖσι

σοῦ τῆς γεραρᾶς ἐνθλήσεως

ἀπίστων παίδων μανίαν καὶ ἀνέτειλας

ἦμαρ πάμφωτον

τῆς εὐσεβείας τοῖς πέρασι.

 

Θεοτοκίον.

 

Παναγία Θεοτόκε,

τὰς ὁδούς μου, βαδίζοντος

ἐν τῆς ἀγνωσίας

ζόφῳ, Φωτοδότην καὶ Κύριον

ἡ δεξαμένη ἀφράστως ἐν νηδύϊ σου,

καταφώτισον

θεογνωσίας πυρσεύμασι.

 

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

 

 

Αἱμάτων σου ῥεύμασι

κατέστιξας, Ταρσίζιε,

τῆς ἁγνῆς ἱμάτιον ψυχῆς σου

καὶ ῥύμας Ῥώμης

πατρίδος σοῦ τῆς κλεινῆς

ἐφοίνιξας, μάρτυς εὐπρεπὲς

τοῦ Χριστοῦ τῆς πίστεως,

ἱερόπαις ἀήττητε.

 

κάνωσον εὔπλαστον,

Ταρσίζιε, νεότητα,

ὄνομα ἐν ἔργοις μεγαλύνειν

τοῦ Ζωοδότου,

πανευϊλάτου Θεοῦ,

ἐκχύσει αἱμάτων σου σεπτῶν

Ὅπερ ἐμεγάλυνας,

παιδομάρτυς πανεύφημε.

 

Δυνάμει δοθείσῃ σοι

θεόθεν ἄχρι τέλους σου

Ἄχραντα Μυστήρια, ἃ ἔσχες

ἐν κόλποις, Μάρτυς,

σεμνίων χριστιανῶν

πρὸς θείαν μετάληψιν, στεῤῥέ,

ἀληθῶς ἀμόλυντα

ἐξ ἀπίστων ἐτήρησας.

 

Θεοτοκίον.

 

Οὐράνωσον φρόνημα,

Παρθένε, τῶν τιμώντων σε,

Κεχαριτωμένη Θεοτόκε,

νῦν Ταρσιζίου

ὑμνούντων ἄθλους σεπτούς,

τοῦ μάρτυρος σοῦ μονογενοῦς

Ἰησοῦ, τοῦ στέφοντος

τοὺς πρωτάθλους τῆς πίστεως.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

 

Μανίας παίδων οὐκ ἔφυγες

ἀπίστων, παιδομάρτυς Ταρσίζιε,

συνομηλίκων σου,

ἀλλὰ δαρμοὺς καθυπέμεινας

αὐτῶν τῶν λίθων ῥίψεις ὥσπερ ἀσώματος.

 

ρίστων παίδων, Ταρσίζιε,

τῆς Ῥώμης ἱερὸν σεμνολόγημα,

διὰ τὸν Κύριον,

Ὅνπερ ἐφίλεις, ἐνήθλησας

καὶ ῥεῖθρα σῶν αἱμάτων

σεπτῶν ἐξέχεας.

 

ωσθεὶς θεόθεν, Ταρσίζιε,

παιγνίων παίδων συνομηλίκων σου

ὑπερεφρόνησας

ἄχρι στεῤῥᾶς σου ἀθλήσεως

ἐν Ῥώμῃ καὶ αἱμάτων

τῶν σῶν ἐκχύσεων.

 

Θεοτοκίον.

 

Τοὺς σοὺς οἰκέτας, Μητρόθεε,

θεόθεν ἐπευλόγει καὶ στήριζε,

τοὺς μεγαλύνοντας

τῶν θαυμασίων σου πέλαγος

καὶ θείαν ἀρωγήν σου

πρὸς πάντα στένοντα.

 

Κοντάκιον. Ἦχος πλ. δ΄. Τῇ Ὑπερμάχῳ.

 

Τὸν τῆς νεότητος προστάτην καὶ συλλήπτορα,

παιδομαρτύρων τὸ ὡράϊσμα τιμήσωμεν,

τὸν φυλάξαντα ἀμόλυντα ἐν τοῖς κόλποις

τὰ Μυστήρια τὰ Ἄχραντα καὶ θάνατον

διὰ λίθων ὑποστᾶντα ἐκτοξεύσεως

πίστει κράζοντες· Χαίροις, μάκαρ Ταρσίζιε.

 

Ὁ Οἶκος.

 

γγελοι κατιδόντες,

ἱερόπαι, ψυχῆς σου

Ταρσίζιε, ἐξέστησαν σθένος

δι’ οὗ δρόσον δαρμοὺς καὶ βολὰς

ἐλογίζω λίθους, μάρτυς, οὐράνιον,

καὶ αὔραν ἁερμώνιον,

πανένδοξε, πρὸς ὃν βοῶμεν·

 

Χαῖρε, παιδίων ἡ ὡραιότης·

χαῖρε, ἀγώνων σεπτῶν τερπνότης.

 

Χαῖρε, Μυστηρίων Ἀχράντων ἡ φύλαξις·

χαῖρε, ἀνωρίμων παιγνίων ἀπόῤῥιψις.

 

Χαῖρε,  ὅτι ἐμεγάλυνας Ἐκκλησίαν τοῦ Χριστοῦ·

χαῖρε, βάθρον πέφηνας μεγαλείου ψυχικοῦ.

 

Χαῖρε, ὁ ὑπομείνας ἐκτοξεύσεις τῶν λίθων·

χαῖρε, ὁ κατευφράνας χριστωνύμων τὸν δῆμον.

 

Χαῖρε, Μαρτύρων Ῥώμης ὁ πρόβολος·

χαῖρε, ἀπίστων παίδων ὁ ἔλεγχος.

 

Χαῖρε, κειμήλιον παιδομαρτύρων·

χαῖρε, ὀσφράδιον θείων ἀγώνων.

 

Χαίροις, μάκαρ Ταρσίζιε.

 

Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας, ἤτοι τῆς ΙΣΤ΄ Αὐγούστου. Εἶτα λέγομεν·

Τῇ αὐτῇ ἡμέρᾳ μνήμη τοῦ Ἁγίου, ἐνδόξου Παιδομάρτυρος, Ταρσιζίου, ἐν Ῥώμῃ ἀθλήσαντος.

 

Στίχοι.

 

Μυστικῶς, Ταρσίζιε, ἤρθης εἰς πόλον

Ἄχραντα Μυστήρια φέρων ἐν κόλποις.

 

Συναξάριον.

 

   ἔνδοξος τοῦ Χριστοῦ παιδομάρτυς Ταρσίζιος ἐμαρτύρησεν ἐν Ῥώμῃ ἐν χρόνοις αὐτοκρατόρων Οὐαλεριανοῦ και Γαλιηνοῦ (257 μ. Χ.) , Μαθητὴν ὢν τοῦ ἱερομάρτυρος Στεφάνου Ῥώμης παιδιόθεν διηκόνει τῇ Ἐκκλησίᾳ ὡς ἱερόπαις.  Ἐν τοῖς διωγμοῖς τῶν χριστιανῶν οἱ ἱερεῖς ἐνεπιστεύθησαν αὐτῷ τὰ Ἄχραντα Μυστήρια πρὸς μετάληψιν τῶν ἐν δεσμοῖς μελλοθανάτων χριστωνύμων.  Φέρων αὐτὰ ὁ Ταρσίζος ἐν κόλποις ὡς θησαυρὸν ἀσύλητον ἐπορεύετο πρὸς τὰς φυλακάς, Καθ’ ὅδον συνομήλικοι αὐτοῦ παῖδες εἰδωλόφρονες ἀπῄτησαν δοῦναι αὐτοῖς τὸ ἐν κόλποις αὐτοῦ φυλαττόμενον. Ἀρνουμένου τοῦ Ταρσιζίου παραδοῦναι τὰ ἅγια τοῖς κυσὶ δαρμοὺς ἀνηλεῶς ὑπέμεινεν καὶ ἐν τέλει διὰ λιθοβολισμοῦ παρέδωκε Κυρίῳ τὸ πνεῦμα. Οἱ χριστιανοὶ παραλαβόντες τὸ μαρτυρικὸν αὐτοῦ σκῆνος ἔθαψαν ἐν τῇ κατακόμβῃ τοῦ Ἁγίου Καλλίστου.

   Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, Χριστέ, ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

 

περένδοξε,

μὴ παύσῃ τὸν Παντάνακτα,

κλυτὲ Ταρσίζιε,

ἐκδυσωπῶν ἀκλινῶς

ὑπὲρ τῶν ὑμνούντων σε

ὡς παιδομάρτυρα,

ὑπομείναντα

παιδίων ὁμηλίκων σου

λιθοβολισμὸν ἀσμένως.

 

είθροις αἵματος

οἰκείου σου, Ταρσίζιε,

κατεπορφύρωσας

τῆς σῆς πανάγνου ψυχῆς

χιτῶνα τὸν πάλλευκον,

ὃν φέρων ἔδραμες

τῷ Παντάνακτι

Θεῷ τῷ πανοικτίρμονι

ὑπαντῆσαι ἐν τῷ πόλῳ

 

λβον πάντιμον,

τὰ Ἄχραντα Μυστήρια,

ἔχων ἐν κόλποις σου

χριστιανῶν ἐν δεσμοῖς

πρὸς θείαν μετάληψιν

στεῤρῶς, Ταρσίζιε,

ἐμαρτύρησας

ὑπὸ τῶν ὁμηλίκων σου

παίδων, μάκαρ, τῶν ἀπίστων.

 

Θεοτοκίον.

 

Σκέπε, Δέσποινα,

Ὑψίστου Μῆτερ ἄχραντε,

Θεογεννήτρια,

εὐλόγει διηνεκῶς

καὶ στήριζε δούλους σου

τοὺς σοὶ προσφεύγοντας

καὶ ἀντίληψιν

σὴν θείαν μεγαλύνοντας

πάντας πρὸς ἐμπεριστάτους.

 

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

 

είθροις σου, Ταρσίζιε, αἱμάτων

ὁ ῥύμας καταφοινίξας Ῥώμης,ἔνδοξε,

κράτος ἐμεγάλυνας

τῆς ἀμώμου πίστεως

ἡμῶν καὶ χείλη ἤνοιξας

πιστῶν τὸν Κύριον

δοξάζειν, τῶν Αὐτοῦ Μυστηρίων

τῶν Ἀχράντων πόθῳ

ἀεὶ μεταλαμβάνειν.

 

σπερ παιδομάρτυρα τιμῶμεν

πανένδοξον, ἱερόπαις καρτερόψυχε,

θαυμαστὲ Ταρσίζιε,

σὲ τὸν μεταφέροντα

τὰ Ἄχραντα Μυστήρια

πιστοῖς τοῖς θέλουσιν

αὐτῶν μεταλαβεῖν τοῖς δεσμίοις

διὰ τὴν ἀγάπην

Χριστοῦ τοῦ Ζωοδότου.

 

Μάρτυς ἱερόπαις γενναιόφρον,

Ταρσίζιε, περιτείχισον νεότητα

θείᾳ ἀντιλήψει σου

καὶ φρουρᾷ τὴν ἔνθεον

τιμῶσάν σε ὡς πρότυπον

αὐτῆς καὶ φύλακα

ἐκ πλάνου ἐπιθέσεων, μάκαρ,

καὶ ἐκ τῆς μανίας

αὐτοῦ τῆς ψυχοκτόνου.

 

Θεοτοκίον.

 

λιον τὸν τῆς δικαιοσύνης

ἡ τέξασα, Θεοτόκε, Μητροπάρθενε,

ἅπασαν φωτίζοντα

ἀστραπαῖς ὑφήλιον

ἀγάπης καὶ χρηστότητος,

ἡμᾶς ἐξάρπασον

ἀδίκων ἐκ χειρῶν καὶ μανίας

ἄρχοντος τοῦ σκότους,

ἐχθροῦ τοῦ μισοκάλου.

 

ᾨδὴ θ΄. Ἅπας γηγενής.

 

Σῶσον ἐ φθορᾶς,

ἀπάτης τοῦ ὄφεως

καὶ περιστάσεως

εὐσεβῆ νεότητα,

παιδομαρτύρων

λαμπάς, Ταρσίζιε,

πιστῶς ἀνευφημοῦσάν σε

αὐτῆς ὡς πρότυπον,

ἱερόπαι,

καὶ προστάτην ἄγρυπνον

ἐν δεινοῖς πειρασμοῖς

καὶ στενώσεσι.

 

Χαῖρε, ὁ καλῶς

ἰθύνας τοὺς πόδας σου

πρὸς τὸ μαρτύριον,

εὐσταλὲς Ταρσίζιε,

καὶ ὑπομείνας

ἐξ ὁμηλίκων σου

δαρμοὺς καὶ λίθους, ἔνδοξε,

μολῦναι Ἄχραντα

τῶν θελόντων

πίστεως Μυστήρια,

ἃ στεῤῥῶς ἐν ἀγκάλαις σου ἔκρυπτες.

 

Μάργαρον Χριστοῦ

τῆς πίστεως πάντιμον,

χαῖρε, Ταρσίζιε,

χαῖρε, γενναιότητος

πυξίον, χαῖρε,

ἀνδρείας πύρσευμα,

χαῖρε, τῆς Ῥώμης αὔγασμα

φωτολαμπέστατον,

χαῖρε, κέρας

εὐσεβοῦς νεότητος,

πολιὰν ὁ δεικνύμενος φρόνησιν.

 

Θεοτοκίον.

 

Μέμνησο ἡμῶν

τῶν ὕμνοις ἑκάστοτε

μακαριζόντων σε

καὶ τιμώντων σήμερον

τοῦ Ταρσιζίου

τοῦ Παιδομάρτυρος

τὸ ἔνδοξον μαρτύριον,

Θεογεννήτρια,

νεολαίας

ἀρωγοῦ ὑπάρχοντος

καὶ προστάτου  ἐν βίου τοῖς κλύδωσι.

 

Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.

 

Νεότητος διάκοσμε

καὶ τιμαλφὲς διάδημα,

Παιδομαρτύρων εὐψύχων,

βλαστὲ θειότατε Ῥώμης,

Ταρσίζιε, ὑπέμεινας

δαρμοὺς καὶ λίθους ὄνομα

ὁμολογῶν τὸ ἅγιον

Χριστοῦ ἐνώπιον παίδων

σῶν ὁμηλίκων ἀπίστων.

 

Θεοτοκίον.

 

Φωτὶ τῶν σῶν δεήσεων,

σεμνὴ Θεογεννήτρια,

πρὸς τὸν Υἱόν σου τὸν θεῖον,

τὸν Φωτοδότην τοῦ κόσμου,

διάλυσον σκοτόμαιναν

τῶν πειρασμῶν καὶ θλίψεων

ἡμῶν καὶ ἐξανάτειλον

 

ἤθους χρηστοῦ καὶ σοφίας

ἦμαρ τοῖς σὲ ἀνυμνοῦσι.

 

Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια·

Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.

 

Σεμνῆς νεολαίας ὁ φρουρός,

εὐσεβείας σκήνωμα

καὶ ἀριστίας ἀρχέτυπον,

μάκαρ Ταρσίζιε,

φεύγων ὁμηλίκων

σοῦ ἀπίστων παίγνια

παιδίων τούτων μῆνιν ἐπλήρωσας

δι’ ἀποχύσεως

ἐν ταῖς ῥύμαις Ῥώμης, ἔνδοξε,

παιδομάρτυς,

τιμίων αἱμάτων σου.

 

Σπαργάνοις σεμνύνεται τοῖς σοῖς

καὶ σεπτῇ ἀθλήσει σου

ἡ ῥώμη, μάρτυς Ταρσίζιε,

γέρας νεότητος

εὐσεβοῦς καὶ λύχνε

Ἐκκλησίας πάμφωτε,

γενναῖε παιδομάρτυς, πανάλκιμε·

ὅθεν τὴν μνήμην σου

τὴν ἁγίαν ἑορτάζοντες

εὐσχημόνως

σὴν χάριν αἰτούμεθα.

 

Μυστήρια Ἄχραντα Χριστοῦ

ἐν τοῖς κόλποις ἔχοντα,

παῖδα ἐν ὕμνοις Ταρσίζιον

πάντες τιμήσωμεν,

καὶ αὐτὰ πρὸ παίδων

τῶν σεβόντων εἴδωλα,

ἀμόλυντα τηρήσαντα ἄσμενοι

ἄχρις ἀθλήσεως

δἰ ἀνηλεοῦ ῥαπίσματος

καὶ τῶν λίθων

δεινῆς ἐκτοξεύσεως.

 

 

Ταρσίζιον μάρτυρα λαμπρῶς,

θεῖον ἱερόπαιδα,

ἀντὶ παιγνίων προκρίναντα

τῷ Παντοκράτορι

καὶ Θεῷ δουλεῦσαι,

καὶ Αὐτοῦ Μυστήρια

τὰ Ἄχραντα πρὸς θείαν μετάληψιν

ἐγκωμιάσωμεν

μεταφέρειν εὐσεβόφροσι

διὰ πίστιν δεσμίοις ἐν ᾄσμασι.

 

Δόξα. Ἦχος πλ. α΄.

 

Τὸν κρύπτοντα Χριστὸν τὸν ζωηφόρον ἐν κόλποις,

Αὐτὸν ὁμολογήσαντα ἐνώπιον παίδων ἀπίστων

καὶ διὰ μαρτυρίου Αὐτῷ ἐν οὐρανοῖς ὑπαντήσαντα,

ἱερόπαιδα Ταρσίζιον εὐφημήσωμεν

οὕτω λέγοντες·

Ὁ πρόβολος τῆς πίστεως καὶ εὐψυχίας,

ἐν παιδικῆ ἡλικίᾳ πολιὰν ἐπιδειξάμενος φρόνησιν,

Χριστὸν ἡμῖν καθιλέωσαι, Ὃν ἐκ βαθέων ἠγάπησας,

τοῖς πανηγυρικῶς ἑορτάζουσι σήμερον

τὴν λαμπρὰν καὶ πανσέβαστον μνήμην σου.

 

Καὶ νῦν. Θεοτοκίον.

Ὑπερευλογμένη ὑπάρχεις,...

 

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

 

*****************************************

ΕΝ  Τῌ  ΛΕΙΤΟΥΡΓΙᾼ

 

Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τοῦ Παιδομάρτυρος ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

 

Ἀπόστολος·  Πρὸς Ἐφεσίους (Κεφ. στ΄ 10  - 17 ).

Ἀδελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος Αὐτοῦ...

Ζήτει τῇ ΚΖ΄ Κυριακῇ.

 

Εὐαγγέλιον·  Κατὰ Λουκᾶν (Κεφ. κα΄ 12  -  19 ).

Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· Προσέχετε ἀπὸ τῶν ἀνθρώπων...

Ὅρα τὸ εἰς τὸν Ὄρθρον τοῦ Ἁγίου Γεωργίου.

 

Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.

 

Μεγαλυνάριον.

 

περαμυνόμενος τοῦ Χριστοῦ

θείων Μυστηρίων,

παιδομάρτυς πανευσταλές,

κέρας εὐσεβείας,

Ταρσίζιε, ἐν Ῥώμῃ

λιθόλευστος ἀνῆλθες

πόλου πρὸς δώματα.

 

Δίστιχον.

 

Ταρσίζιον Χαραλάμπους χάριν ᾖσε,

τὸν παιδομάρτυρα, λαμπρῶς Χαραλάμπης.

 

Τρισσεῦον, "Κύριε, ἐλέησον", ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους

 

Ἄνωθεν, Ταρσίζιε * παιδομάρτυς, ἅπασαν * στήριζε νεότητα.

 



[1] Ἡ μνήμη αὐτοῦ τιμᾶται τῇ ΙΕ΄ Αὐγούστου, ἀλλὰ λόγῳ τῆς μεγάλης θεομητορικῆς ἑορτῆς τῆς Κοιμήσεως τῆς Θεοτόκου μεταφέρεται τῇ ἑπομένῃ, ΙΣΤ΄ Αὐγούστου.