Κυριακή 16 Αυγούστου 2020

ΚΑΝΩΝ ΠΑΡΑΚΛΗΤΙΚΟΣ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΕΝΔΟΞΟΝ ΠΑΙΔΟΜΑΡΤΥΡΑ ΤΑΡΣΙΖΙΟΝ

ΚΑΝΩΝ   ΠΑΡΑΚΛΗΤΙΚΟΣ

 

ΕΙΣ  ΤΟΝ  ΑΓΙΟΝ  ΕΝΔΟΞΟΝ  ΠΑΙΔΟΜΑΡΤΥΡΑ

 

ΤΑΡΣΙΖΙΟΝ

 

ΕΝ ΡΩΜῌ ΑΘΛΗΣΑΝΤΑ

 

Ἡ μνήμη αὐτοῦ τελεῖται τῇ ΙΣΤ΄ Αὐγούστου

 

Ποίημα Δρος Χαραλάμπους Μ. Μπούσια

 

********************************************

Εὐλογήσαντος τοῦ Ἱερέως τὸ  Κύριε εἰσάκουσον,  μεθ' ὃ τὸ  Θεὸς Κύριος,  ὡς συνήθως, καὶ τὸ ἑξῆς·

 

Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.

 

Τὸν παιδομάρτυρα τιμήσωμεν Ῥώμης,

ὡς Μυστηρίων τῶν Ἀχράντων προστάτην,

δαρμοὺςς τὸν ὑπομείναντα τῶν λίθων βολάς,

ἄπιστοι ἃς ἔῤῥιψαν κατ’ αὐτοῦ, οἴμοι, παῖδες,

εὐσταλῆ ὡς πρώταθλον τοῦ σταδίου, θεόθεν

αὐτοῦ ἱκέταις ἐν τοῖς οὐρανοῖς

τὸν Ζωοδότην Χριστὸν ἱλεούμενον.

 

Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.

 

Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,

τὰς δυναστείας σου λαλεῖν, οἱ ἀνάξιοι.

Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα

τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;

Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;

Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·

σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.

 

Εἶτα ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανὼν, οὗ ἡ Ἀκροστιχίς·

" Ταρσίζιε παιδομάρτυς, νεότητα σκέπε. Χ."

 

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.

 

Ταρσίζιε μάρτυς, σοὺς ὑμνητὰς

συντήρει ἐχθίστου

παναλάστορος ἀσινεῖς

μανίας εὐχαῖς σου ἀσιγήτοις

πρὸς ὃν ἠγάπησας Κτίστην καὶ Κύριον.

 

ήττητε Μάρτυς, ἡμῶν φωνῶν

ἐπάκουσον τάχος

καὶ παράσχου ὡς συμπαθὴς

λιταῖς σου, Ταρσίζιε, θεόθεν

πιστῇ νεότητι ἄμφω ὑγίειαν.

 

ανίσι, Ταρσίζιε θαυμαστέ,

οἰκείων αἱμάτων

ὁ σὸν ἔνδυμα παιδικὸν

φοινίξας, ἀπόπλυνον τὸν ῥύπον

ἡμῶν παθῶν πρεσβειῶν σου τοῖς ῥεύμασι.

 

Θεοτοκίον.

 

Σεμνὴ Θεοτόκε, οἱ εὐσεβεῖς

ῥωννύμεθα πάντες

ἀντιλήψει σου ἐναργεῖ,

σεμνὴ Παναγία, προστασίᾳ

καὶ ἀρωγῇ ταχινῇ, Μητροπάρθενε.

 

ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.

 

σχυρὰν ἐν ταῖς μάχαις

κατὰ παθῶν, ἔνδοξε,

δεῖξον τὴν νεότητα, Μάρτυς,

σώφρον Ταρσίζιε,

διὰ Χριστοῦ, τοῦ Θεοῦ,

τῆς μεταλήψεως, μάκαρ,

Σώματος καὶ Αἵματος,

ὧν ὤφθης πρόμαχος.

 

Ζωηρῶν Μυστηρίων,

ἐν κόλποις ἃ ἔκρυπτες,

ὑπεραμυνόμενος τούτων,

μάρτυς Ταρσίζιε,

δαρμοὺς καὶ λίθων βολὰς

ὑπὸ ἀπίστων ὑπέστης,

ὁ Χριστὸν ἱκέταις σου

καθιλεούμενος.

 

θυντὴρ νεολαίας

πρὸς οὐρανοὺς πέφηνας

ἀπλανής, Ταρσίζιε, χάριν

ἔχων ὡς ἔκτυπον

χριστομιμήτου ζωῆς

καὶ Μυστηρίων Ἀχράντων

πίστεως ὑπέρμαχος

ἄχρις ἀθλήσεως.

 

Θεοτοκίον.

 

Εὐσυμπάθητε Μῆτερ,

ἡ τὸν Χριστὸν τέξασα,

Κεχαριτωμένη Παρθένε,

Θεογεννήτρια,

τοῦ Ταρσιζίου εὐχαῖς,

τοῦ παιδομάρτυρος, ῥῦσαι

πειρασμῶν καὶ θλίψεων

σοὶ τοὺς προστρέχοντας.

 

δήγησον

ταχύ, Ταρσίζιε μάρτυς, πρὸς σωτηρίαν

τὴν νεότητα καὶ ἡμᾶς ἐκθύμως τιμῶτάς σε

ὡς πρόβολον θεῖον παιδομαρτύρων.

 

πίβλεψον

ἐν εὐμενεία, πανύμνητε Θεοτόκε,

ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν

καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

 

Αἴτησις καὶ τὸ Κάθισμα.

Ἦχος β΄. Πρεσβεία θερμή.

 

κρύπτων καλῶς τὰ Ἄχραντα Μυστήρια,

τὸ Σῶμα Χριστοῦ καὶ Αἷμα τὸ πανάγιον,

εὐσθενὲς Ταρσίζιε,

ἐν ἀγκάλαις πιστῶν πρὸς μετάληψιν

δεσμίων ἄχρι σοῦ μαρτυρικοῦ

θανάτου, φρουρὸς ἴσθι νεότητος.

 

ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.

 

Περιφρούρει, Ταρσίζιε,

πάντας τοὺ ὑμνοῦντας τὸ σὸν μαρτύριον,

οὓς καὶ ῥύου περιστάσεων,

ἀρχεκάκου βλάβης καὶ στενώσεων.

 

λγηδόνων ἀπάλλαξον

καὶ πειρατηρίων δεινῶν ἱκέτας σου,

παιδομάρτυς γενναιότατε,

τῶν ἀγγέλων σύσκηνε, Ταρσίζιε.

 

κετῶν σου, Ταρσίζιε,

παιδομάρτυς ἄριστε, σκέπε φάλαγγας,

παρ’ ἀπίστων ὁμηλίκων σου

ὁ ἀνηλεῶς δαρμοὺς δεξάμενος.

 

Θεοτοκίον.

 

Δὸς τοῖς σὲ μακαρίζουσι

δαψιλῶς κατ’ ἄμφω, Μῆτερ, ὑγίειαν

καὶ ἰσχύν, Θεογεννήτρια,

ἔνεδρα συντρίψαι τοῦ ἀλάστορος.

 

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.

 

λβον ὡς σεπτὸν

κρύπτων Ἄχραντα Μυστήρια

ἐν ἀγκάλαις σου, Ταρσίζιε στεῤῥέ,

χάριν θείαν σου ἱκέταις σου φανέρωσον.

 

Μάρτυς θαυμαστέ,

ἐπευλόγει καὶ ἁγίαζε

τοὺς τιμῶντάς σου, Ταρσίζιε, λαμπρῶς

ἐν τῇ Ῥώμῃ τὸ πανένδοξον μαρτύριον.

 

Αἴγλης θεϊκῆς

καταξίωσον σοὺς πρόσφυγας,

ἀνυμνοῦντάς σε ὡς μάρτυρα Χριστοῦ,

καὶ τὴν χάριν δεχομένων σου, Ταρσίζιε.

 

Θεοτοκίον.

 

 

ῦσαι συμφορῶν,

πειρασμῶν καὶ περιστάσεων

τοὺς προστρέχοντας τῇ σῇ ἐπισκοπῇ

καὶ προνοίᾳ, Μητροπάρθενε, καὶ χάριτι.

 

 ᾨδὴ στ΄. Τὴν δέησιν.

 

Τοὺς μέλποντας χάριν σου, Ταρσίζιε

παιδομάρτυς, πλῆσον πάντας σοφίας

καὶ σωφροσύνης, ὡς δρόσον τοὺς λίθων

σῶν ὁμηλίκων βολὰς ὁ οἰόμενος

ἀπίστων παίδων, ὧν σοφῶς

μετοχήν σου ἠρνήσω εἰς παίγνια.

 

πέρτιμε ἀθλητά, Ταρσίζιε,

ὁ δαρμοὺς ἀνηλεῶς ὑπομείνας

καὶ μεταστὰς διὰ πτώσεως λίθων

πρὸς τὴν ἀγήρω ζωήν, πάντας ἴθυνον

τοὺς σὲ τιμῶντας πρὸς αὐτήν,

τῇ σῇ χάριτι συνεπαγάλλεσθαι.

 

Σκοτόμαιναν ἀγνωσίας δίωξον

τῆς νεότητος ἡμῶν, παιδομάρτυς,

τῶν ἐνταλμάτων ἀνάτειλον ἦμαρ

Χριστοῦ τοῖς μέλπουσιν ἄθλους τιμίους σου

φωτὶ σῆς θείας ἀρωγῆς

καὶ θερμῆς πρὸς αὐτὴν ἀντιλήψεως.

 

Θεοτοκίον.

 

Νῦν ἅπαντες, Μῆτερ, εὐφημοῦμέν σε

σωτηρίας ὡς πηγήν, Θεοτόκε,

καὶ χαρμονῆς πολυχεύμονα κρήνην,

τὴν δαψιλῶς ἀναβλύζουσαν νάματα

ἰσχύος, σθένος, χαρμονῆς,

ὑγιείας πιστοῖς καὶ δυνάμεως.

 

δήγησον

ταχύ, Ταρσίζιε μάρτυς, πρὸς σωτηρίαν

τὴν νεότητα καὶ ἡμᾶς ἐκθύμως τιμῶτάς σε

ὡς πρόβολον θεῖον παιδομαρτύρων.

 

χραντε,

ἠ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως

ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον

ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.

 

Αἴτησις καὶ τὸ Κοντάκιον.

Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.

 

Τῶν Μυστηρίων ὑπέρμαχε πίστεως

τῶν Παναχράντων, Ταρσίζιε πάνσεπτε,

δαρμοὺς καὶ λίθων βολὰς καθυπέμεινας

ἐκ τῶν χειρῶν δι’ αὐτὰ ὁμηλίκων σου,

ὁ δι’ ἡμᾶς τοῦ Κυρίου δεόμενος.

 

Προκείμενον. Ἦχος δ΄. Θαυμαστός, ὁ Θεός, ἐν τοῖς Ἁγίοις Αὐτοῦ.

Στίχος. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.

 

Εὐαγγέλιον·  Κατὰ Ἰωάννην (Κεφ. ιε΄ 17-27, ιστ΄ 1-2).

Ζήτει εἰς τὴν Λειτουργίαν τοῦ ἁγίου Γεωργίου τοῦ Τροπαιοφόρου.

 

Δόξα.

 

Ταῖς τοῦ Ἀθλοφόρου

πρεσβείαις, Ἐλεῆμον,

ἐξάλειψον τὰ πλήθη

τῶν ἐμῶν ἐγκλημάτων.

 

Καὶ νῦν.

 

Ταῖς τῆς Θεοτόκου

πρεσβείαις, Ἐλεῆμον,

ἐξάλειψον τὰ πλήθη

τῶν ἐμῶν ἐγκλημάτων.

 

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι.

Στίχος. Ἐλεῆμον, ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν Σου ἐξάλειψον τὸ ἀνόμημά μου.

 

Εὔτολε Ταρσίζιε,

Χριστοῦ τῆς πίστεως γέρας,

παιδομάρτυς ἔνδοξε,

Ἄχραντα Μυστήρια

ὁ ἐν κόλποις σου

ὥσπερ θησαύρισμα

θεῖον κατακρύψας

πρὸς δεσμίων πορευόμενος

πιστῶν μετάληψιν

ἄχρις εὐσθενοῦς μαρτυρίου σου,

ἱκέτευε τὸν Ὕψιστον,

εὔσπλαγχνον Θεὸν καὶ φιλάνθρωπον

δοῦναι σοῖς ἱκέταις

ὑγίειαν καὶ ῥῶσιν καὶ ἰσχὺν

καταπατῆσαι τὰ ἔνεδρα

τοῦ παγκάκου δαίμονος.

 

Σῶσον, ὁ Θεός, τὸν λαόν Σου.....

 

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.

 

πηρείας ἐχθίστου

ἀνωτέρους συντήρει

τοὺς ἀνυμνοῦντάς σε

ἐκθύμως, παιδομάρτυς,

Ταρσίζιε γενναῖε,

Ῥώμης ἔμψυχον σέμνωμα

καὶ Ἐκκλησίας Χριστοῦ

ἀγλάϊσμα τὸ θεῖον.

 

δηγὸς νεολαίας

πρὸς ἀρχῶν εὐσεβείας

σεπτὴν προάσπισιν,

Ταρσίζιε, ὑπάρχων

καθοδηγῶν μὴ παύσῃ

ταύτην βάκτρῳ σῆς χάριτος

πρὸς μετανοίας ὁδοὺς

καὶ σωτηρίας τρίβους.

 

Τῶν εὐχῶν σου ῥανίσι

καθαγίαζε πάντας

τοὺς εὐφημοῦντάς σε

ὡς βάθρον ἀριστείας,

Ταρσίζιε, καὶ στῦλον

ἀδιάσειστον πίστεως

τοῦ Ζωοδότου Χριστοῦ,

λαμπρῶς δοξάσαντός σε.

 

Θεοτοκίον.

 

μεσίτρια πάντων,

Παναγία Παρθένε,

Θεογεννήτρια,

βροτῶν, τῶν σοὶ σπευδόντων

πρὸς τὸν μονογενῆ σου,

εὐσυμπάθητον Κύριον,

Αὐτὸν δυσώπει ἀεὶ

ὑπὲρ τῶν σὲ ὑμνούντων.

 

ᾨδὴ η΄. Τὸν Βασιλέα.

 

Ταῖς σαῖς πρεσβείαις

τοὺς καταφεύγοντας ῥύου

ἀλγηδόνων, Ταρσίζιε Μάρτυς,

πρὸς τὸν Ζωοδότην

καὶ Λυτρωτὴν τοῦ κόσμου.

 

νδρείας λύχνε,

στεῤῥὲ Ταρσίζιε, ζόφον

φέγγει δίωξον τῆς χάριτός σου

τῶν παθῶν ἐξ ἔθνους

ἡμῶν τῆς νεολαίας.

 

Σὲ τῶν ὑμνούντων

ἰσχύος πλῆσον καρδίας,

ὡς ἀγάπης Χριστοῦ ἐκμαγεῖον

καὶ παιδομαρτύρων,

Ταρσίζιε, ἀστέρα.

 

Θεοτοκίον.

 

Κλέος παρθένων,

σκέπε καὶ φρούρει τοὺς πίστει

θαυμασίων σου πλῆθος ὑμνοῦντας,

Κεχαριτωμένη,

κυρία Θεοτόκε.

 

ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.

 

Εὐλόγει καὶ συντήρει

ἀσινεῖς μανίας

ἐχθροῦ ἱκέτας θερμούς σου, Ταρσίζιε,

παιδομαρτύρων σεμνότης καὶ ἀγαλλίαμα.

 

Προστάτης νεολαίας

πέλεις, παιδομάρτυς,

τῆς εὐφημούσης σοὺς ἄθλους, Ταρσίζιε,

χερσὶν ἀθλήσας ἀπίστων συνομιλήκων σου.

 

Εὐκλείας οὐρανίου

καταξίωσόν με,

τὸν εὐλαβῶς σὲ ὑμνοῦντα, Ταρσίζιε,

ὡς τῶν ἐν πόλῳ Ἀγγέλων λαμπρὸν ὁμόσκηνον.

 

Θεοτοκίον.

 

Χριστοῦ ἁγία Μῆτερ,

Κεχαριτωμένη,

Αὐτόν, μὴ παύσῃ θερμῶς ἱκετεύουσα

ὑπὲρ τῶν πίστει καὶ πόθῳ μακαριζόντων σε.

 

Ἄξιόν ἐστι....καὶ τὰ παρόντα Μεγαλυνάρια.

 

περαμυνόμενος τοῦ Χριστοῦ

θείων Μυστηρίων,

παιδομάρτυς πανευσταλές,

κέρας εὐσεβείας,

Ταρσίζιε, ἐν Ῥώμῃ

λιθόλευστος ἀνῆλθες

πόλου πρὸς δώματα.

 

Χαίροις παιδομάρτυς, ὁ τὰς βολὰς

λίθων ὥσπερ αὔραν

λογιζόμενος καὶ δαρμούς,

χαίροις, ἐν  τῇ Ῥώμῃ,

Ταρσίζιε, ὁ στήσας

παιδίων πρὸ ἀπίστων

πίστεως τρόπαιον.

 

 

Πρότυπον νεότητος εὐσεβοῦς,

φύλαξ καὶ προστάτης,

ἀντιλήπτωρ καὶ βοηθὸς

ἄγρυπνος ὑπάρχεις,

Ταρσίζιε παμμάκαρ,

παιδομαρτύρων Ῥώμης

θεῖον ἀγλάϊσμα.

 

Στήριζε νεότητα εὐσεβῆ

ὑπεράσπισίν σου

ἀνυμνοῦσαν τῶν τοῦ Χριστοῦ

Θείων Μυστηρίων,

Ταρσίζιε, ἐν Ῥώμῃ,

καὶ λιθοβολισμόν μου

τὸν ἱερώτατον.

 

Σὲ Χριστός, Ταρσίζιε εὐσθενές,

Μάρτυς τροπαιοῦχε,

κατηξίωσεν εἰς Αὐτὸν

οὐ μόνον πιστεύειν,

ἀλλὰ καὶ  πανανδρείως,

ὑπὲρ Αὐτοῦ ἐν Ῥώμῃ

πάσχειν, πανεύφημε.

 

Παίδων καὶ ἐφήβων καὶ νεαρῶν

εὐσεβῶν ὑπάρχεις

σεμνολόγημα ἱερὸν

καὶ πυξίον θεῖον,

Ταρσίζιε, Μαρτύρων

τῆς Ῥώμης ὡραιότης

καὶ ἀγαλλίαμα.

 

Πᾶσαι τῶν Ἀγγέλων αἱ στρατιαί,

Πρόδρομε Κυρίου,

Ἀποστόλων ἡ δωδεκάς,

οἱ Ἅγιοι πάντες,

μετὰ τῆς Θεοτόκου

ποιήσατε πρεσβείαν

εἰς τὸ σωθῆναι ἡμᾶς.

 

 

Τὸ Τρισάγιον καὶ τὸ Ἀπολυτίκιον.

Ἦχος πλ. α΄. Τὸν συνάναρχον Λόγον.

 

Παιδομάρτυς ἀνδρεῖε Χριστοῦ, Ταρσίζιε,

ὁ μεταφέρων κρυφίως

χριστιανοῖς ἐν δεσμοῖς

πρὸς μετάληψιν τὰ ἄχραντα μυστήρια,

καὶ πρὸς αὐτῶν ἀποφυγὴν

ὑπὸ παίδων μολυσμοῦ

ἀπίστων, σῶν ὁμηλίκων,

δαρμοῖς καὶ λίθοις ἐκτάνθης,

Χριστὸν ἡμῖν ὁ ἱλεούμενος.

 

Ἐκτενὴς καὶ Ἀπόλυσις, μεθ' ἣν ψάλλομεν τὸ ἑξῆς·

 

Ἦχος β΄. Ὅτε ἐκ τοῦ Ξύλου.

 

Παίδων εὐαγῶν ὑπογραμμόν,

Ῥώμης καλλιμάρτυρα θεῖον,

τῶν Μυστηρίων καλῶς

ὑπεραμυνόμενον

τῆς Ἐκκλησίας ἡμῶν

τῶν Ἀχράντων τιμήσωμεν,

Ταρσίζιον, πάντες

ἄχρις ἐναθλήσεως

στεῤῥᾶς ὡς ἔνθερμον

πρέσβυν πρὸς Θεὸν καὶ μεσίτην,

τὸν ἡμῖν δωρούμενον πᾶσι

τοῖς αὐτοῦ πρεσβείαις θεῖον ἔλεος.

 

Δέσποινα, πρόσδεξαι

τὰς δεήσεις τῶν δούλων σου

καὶ λύτρωσαι ἡμᾶς

ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.

 

Τὴν πᾶσαν ἐλπίδα μου

εἰς σὲ ἀνατίθημι,

Μῆτερ τοῦ Θεοῦ,

φύλαξόν με ὑπὸ τὴν σκέπην σου.

 

Τρισσεῦον, "Κύριε, ἐλέησον", ὡς ἐν Λιτῇ Ἁγίου Ὄρους

 

Ἄνωθεν, Ταρσίζιε * παιδομάρτυς, ἅπασαν * στήριζε νεότητα.

 
Δίστιχον.

 

Ταρσίζιε, φερώνυμόν μοι εὐλόγει,

παιδομάρτυς, Χαραλάμπης κραυγάζει σοι.

 

ΤΕΛΟΣ ΚΑ Ι   Δ Ο Ξ Α Τῼ   ΜΟΝῼ   ΑΛΗΘΙΝῼ Θ Ε ῼ   Η Μ Ω Ν

 Ἀριθμ. Καταλ. Π 833 / 22 – 7- 20

 

 

 

 

 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου