Ποίημα Δρος Χαραλάμπους
Μ. Μπούσια
*******************************************************************
Εὐλογήσαντος
τοῦ Ἱερέως τὸ Κύριε εἰσάκουσον μεθ' ὃ τὸ Θεὸς Κύριος, ὡς συνήθως, καὶ τὸ ἑξῆς·
Ἦχος πλ. δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοῦ Φαρισαίου, Σῶτερ, ὑψηγορίας
δούλους ἀνάδειξον τοὺς Σοὺς ὑπερόπτας
καὶ τοῦ Τελώνου, εὔσπλαγχνε Χριστέ, ζηλωτὰς
δεῖξον ταπεινώσεως καὶ ἱλάσθητι
πάντας
τοὺς δοξολογοῦντάς Σε, ταπεινὸν Θεοῦ Λόγον,
τὸν δι’ ἀγάπην ἄφατον μορφὴν
λαβόντα δούλου ἑκὼν ταπεινούμενος.
Δόξα. Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Οὐ σιωπήσομεν ποτέ, Θεοτόκε,
τὰς δυναστείας σου λαλεῖν οἱ ἀνάξιοι.
Εἰ μὴ γὰρ σὺ προΐστασο πρεσβεύουσα,
τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων;
Τίς δὲ διεφύλαξεν ἕως νῦν ἐλευθέρους;
Οὐκ ἀποστῶμεν, Δέσποινα, ἐκ σοῦ·
σοὺς γὰρ δούλους σῴζεις ἀεὶ ἐκ παντοίων δεινῶν.
Εἶτα
ὁ Ν΄ Ψαλμὸς καὶ ὁ Κανών, οὗ ἡ ἀκροστιχίς·
" Ταπεινοῦ φρονήματος πλῆσόν με,
Σῶτερ. Χ. "
ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Ταπείνωσον, Λόγε Θεοῦ, ἡμᾶς
τοὺς ὑπερηφάνους
καὶ σωτήριον ἀτραπὸν
ὑπόδειξον πᾶσι μετανοίας,
ὁ ἀνυψῶν ταπεινόφρονας ἅπαντας.
Ἀνάγαγε δούλους Σου ἐκ φθορᾶς
ὑπερηφανίαν
τοὺς μισοῦντας καὶ ἀκλινῶς
φιλοῦντας ταπείνωσιν, Παντάναξ,
ὁ ταπεινοῖς πέμπων χάριν Σου ἄφθονον.
Πληθὺν πεπραγμένων μοι ἐννοῶν
δεινῶν τρέμω, Σῶτερ,
τὴν ἡμέραν τὴν ζοφερὰν
Σῆς Κρίσεως· ὅθεν δυσωπῶ Σε.
Δεῖξον κἀμοὶ εὐσπλαχνίας Σου ἔλεος.
Θεοτοκίον.
Ἐπάκουσον πάντων ὡς συμπαθὴς
τῶν σὲ ἀνυμνούντων
ἐν φρονήματι ταπεινῷ
καὶ πᾶσι κατάπεμψον εὐχαῖς σου
τοὺς οἰκτιρμοὺς σοῦ Υἱοῦ, Μητροπάρθενε.
ᾨδὴ γ΄. Οὐρανίας ἁψῖδος.
Ἱκανοὺς σοὺς ἱκέτας
τελωνικῶς εὔχεσθαι
δεῖξον ταπεινῶς τοὺς βοῶντας·
Πᾶσιν ἱλάσθητι
ἁμαρτωλοῖς, Ἰησοῦ,
ὁ δαψιλῶς τὴν Σὴν χάριν
πέμπων ταπεινόφροσι,
δοξολογοῦσί Σε.
Νῦν βοῶμέν Σοι, Σῶτερ·
Δούλοις τοῖς Σοῖς βράβευσον
ταπεινὲ Παντάναξ, Τελώνου
θείαν ταπείνωσιν,
ἵνα χαρᾶς οὐρανῶν
ἀξιωθῶμεν ἀλήκτου,
ἧσπερ ἀπολαύουσιν
οἱ ταπεινόφρονες.
Οὐρανῶν κληρονόμους
τοὺς ταπεινοὺς δούλους Σου,
δεῖξον, τοῦ Θεοῦ τοῦ Ὑψίστου
Λόγε φιλάνθρωπε,
ὁ ἐκ Παρθένου τεχθεὶς
καὶ τοῦ Σταυροῦ ὑπομείνας
πόνους ταπεινούμενος
δι’ ἀγαθότητα.
Θεοτοκίον.
Ὑπερύμνητε Μῆτερ
τοῦ Παντουργοῦ Κτίσαντος,
δὸς ἡμῖν εὐχαῖς σου Τελώνου
τὴν εὐκατάνυκτον
εὐχήν, μισοῦσιν ἀεὶ
φωνὴν μεγάλαυχον, οἴμοι,
Φαρισαίου, ἄχραντε
Θεογεννήτρια.
Ταπείνωσιν
βράβευσον δούλοις Σου, Λόγε Θεοῦ Ὑψίστου,
καὶ μετάνοιαν σωστικὴν τοῖς δοξολογοῦσί Σε
ὡς πάντας μισοῦντα ὑπερηφάνους.
Ἐπίβλεψον
ἐν εὐμενείᾳ, πανύμνητε Θεοτόκε,
ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν
καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.
Αἴτησις καὶ τὸ Κάθισμα.
Ἦχος β΄. Πρεσβεία θερμή.
Ἐγγὺς ὤν, Χριστέ, συντετριμμένοις ἅπασι
καρδίαν πιστοῖς, διάσωσον τοὺς δούλους Σου,
ταπεινοὺς ἐν πνεύματι,
ἐξ ἐχθροῦ ἐπηρείας, στενώσεων,
βιοτικῶν κυμάτων ζοφερῶν,
φθορᾶς καὶ θανάτου αἰωνίζοντος.
ᾨδὴ δ΄. Εἰσακήκοα, Κύριε.
Φαρισαίου, Θεάνθρωπε,
τὴν ὑψηγορίαν ἡμᾶς ἀξίωσον
φεύγειν, ὁ τὴν ταπεινότητα
τοῦ Τελώνου πᾶσιν ὑφηγούμενος.
Ῥεῖθρα, Σῶτερ, τῶν δούλων Σου
πρόσδεξαι δακρύων ὡς εὐσυμπάθητος
ἐκβοώντων· Πύλας ἄνοιξον
μετανοίας πᾶσιν ὑμνηπόλοις Σου.
Ὀφθαλμοὺς τῆς καρδίας μου
ἄνοιξον τοῦ γνῶναι ὁδὸν σωτήριον,
ταπεινόφρον Λόγε Κτίσαντος,
ὁ τοὺς ταπεινοὺς ὑψῶν ἀείποτε.
Θεοτοκίον.
Νέκρωσόν μου κινήματα
τῆς σαρκὸς καὶ ζώωσον, Μῆτερ, πνεῦμά μου
τοῦ ποθεῖν τὰ διαμένοντα
εἰς αἰῶνας, ἄχραντε Παντάνασσα.
ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἦμαρ, Λυτρωτά,
μετανοίας ἐξανάτειλον
ταπεινοῖς, τοῖς Σὲ δοξάζουσιν ἀεί,
τὸν μορφὴν λαβόντα δούλου, Θεὸν Κύριον.
Μέμνησο ἡμῶν
τῶν μισούντων ὑπερήφανον
Φαρισαίου, Σῶτερ εὔσπλαγχνε, φωνὴν
καὶ φιλούντων τοῦ Τελώνου τὴν ταπείνωσιν.
Ἄνεσιν ἡμῖν
δὸς ἐν βίῳ τοῖς ἱκέταις Σου
καὶ ἱλάσθητι πιστοῖς, τοῖς ταπεινῶς
ἐκζητοῦσι τὴν ἀνύστακτόν σου πρόνοιαν.
Θεοτοκίον.
Τεῖχος ἀῤῥαγὲς
προστασίας, Μητροπάρθενε,
καὶ ἑτοίμης ἀρωγῆς Χριστιανῶν,
περιφρούρει τοὺς προστρέχοντας σῇ χάριτι.
ᾨδὴ στ΄. Τὴν δέησιν.
Ὁδήγησον ὕψος πρὸς ἀπρόσιτον
ταπεινόφρονας θεώσεως, Σῶτερ,
ὁ ταπεινῶν πάντας ὑπερηφάνους
καὶ ἀνυψῶν ταπεινούς, πανευΐλατε
Υἱὲ Θεοῦ, ὁ δι’ ἡμᾶς
ὑπομείνας τὴν ἄκραν ταπείνωσιν.
Συντήρησον ἀσινεῖς τοὺς δούλους Σου
ἐπηρείας πτερνιστοῦ τοῦ ἀρχαίου,
τοῦ ἐκπεσόντος ποτὲ ἑῳσφόρου
δι’ ὑπερήφανον φρόνημα, Κύριε,
ὁ ταπεινῶν ὡς ἀληθῶς
ἐπηρμένον τοὺς ἔχοντας φρύαγμα.
Προσπίπτοντες, Ἰησοῦ Θεάνθρωπε,
τῷ παθόντι δι’ ἡμᾶς Σοὶ βοῶμεν
ἐν ταπεινώσει· Μὴ ἐξουθενώσῃς
συντετριμμένας καρδίας τῶν δούλων Σου,
τῶν αἰτουμένων ἱλασμὸν
καὶ τὸ μέγα Σου ἔλεος, Κύριε.
Θεοτοκίον.
Λαμπάδα μοι μετανοίας ἄναψον
τῷ καθεύδοντι ἐν χαμαιζηλίᾳ,
Θεογεννῆτορ, Κυρία Παρθένε,
ἡ ἀστραπαῖς ταπεινώσεως ἅπαντας
φωτίζουσα τοὺς χοϊκούς,
σὲ φαιδροῖς μεγαλύνοντας ᾄσμασι.
Ταπείνωσιν
βράβευσον δούλοις Σου, Λόγε Θεοῦ Ὑψίστου,
καὶ μετάνοιαν σωστικὴν τοῖς δοξολογοῦσί Σε,
ὡς πάντας μισοῦντα ὑπερηφάνους.
Ἄχραντε,
ἡ διὰ λόγου τὸν Λόγον ἀνερμηνεύτως
ἐπ' ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον
ὡς ἔχουσα μητρικὴν παῤῥησίαν.
Αἴτησις καὶ τὸ Κοντάκιον.
Ἦχος β΄. Τοῖς τῶν αἱμάτων σου.
Ὁ ταπεινῶν τὰς καρδίας ἰώμενος
καὶ εὖ ποιῶν ἀκλινῶς εὐσεβόφρονας,
Λόγε Θεοῦ, πανευΐλατε Κύριε,
ὑπερηφάνων ὀφρὺν καταπάτησον
καὶ ταπεινῶν τὰ αἰτήματα πλήρωσον.
Προκείμενον. Ἦχος δ΄. Ἐγγὺς Κύριος
τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει.
Δέσποινα, πρόσδεξαι
τὰς δεήσεις τῶν
δούλων σου
καὶ λύτρωσαι
ἡμᾶς
ἀπὸ πάσης ἀνάγκης
καὶ θλίψεως.
Τὴν πᾶσαν ἐλπίδα μου
εἰς σὲ
ἀνατίθημι·
Μῆτερ τοῦ Θεοῦ,
φύλαξόν με ὑπὸ
τὴν σκέπην σου.