Ἀπερχόμενοι δὲ εἰς τὸ τοῦ Ἁγίου Λογγίνου Παρεκκλήσιον, ψάλλομεν τὰ Τροπάρια ὡς ἔμπροσθεν. Εἰς ἤχον πλ. β΄. Τὴν τιμιωτέραν.
Ἰδὼν
ὁ Λογγίνος τὰ ἐν τῷ σῷ, πάθει γεγονότα, φρικτὰ λίαν καὶ θαυμαστά, Θεοῦ σὲ ἐπέγνω,
Υἱὸν ἐν ἀληθείᾳ, τρανῶς τε ὡμολόγει, ἀνακηρύττων σε.
Δόξα
σοι ὁ Θεός, ἡμῶν δόξα σοι.
Κρεμάμενον
ἥλιος ἐν Σταυρῷ, ἥλιε τῆς δόξης, καθορῶν σε κρύπτει τὸ φῶς, καὶ ὅλον φωτίζει,
φωτὶ θεογνωσίας, Λογγῖνον σὲ εἰδέναι Θεὸν καὶ ἄνθρωπον.
Δόξα.
Λογγίνου
τὴν κάραν Ἑβραῖοι πρίν, ὑπὲρ σοῦ Χριστέ μου, ἐκτεμόντες οἱ δολεροί, ἔκρυψαν
κοπρίᾳ, γυνὴ τυφλὴ δὲ ταύτην, ἀνέβλεψεν εὑροῦσα καὶ σὲ δοξάζουσα.
Καὶ
νῦν.
Μακρόθυμε
Σῶτερ Υἱὲ Θεοῦ, ὁ θεῖον Λογγῖνον, κατιδόντα σε ἐν Σταυρῷ, φωτίσας οἰκτίρμον, πρὸς
σὴν θεογνωσίαν, καὶ ἡμᾶς ταῖς πρεσβείαις ἐκείνου φώτισον.
Καὶ θυμιᾷ ὁ Ἱερεύς. Εἶτα ὁ Διάκονος τὰς συνήθεις αἰτήσεις ὡς προδεδήλωται, καὶ ὁ Ἱερεὺς τὴν εὐχὴν ταύτην ἐκφώνως.
Χριστὲ
ὁ Θεὸς ἡμῶν, ἡ τῶν ἀνθρώπων ὑπεργλυκυτάτη ἀγάπη, τὸ φῶς, ἡ ὁδός, ἡ ζωή, καὶ
σωτηρία ἡμῶν , εὐχαριστοῦμέν σου τῷ ἀπείρῳ ἐλέει, καὶ τῇ ἀφάτῳ σου εὐπσλαγχνίᾳ
καὶ χρηστότητι, δι’ ἅ τὸν σταυρικὸν εἵλου θάνατον, ζωῶσαι θέλων ἡμᾶς τοὺς
θανέντας ἀθάνατε. Καὶ νῦν πολυεύσπλαγχνε Κύριε, ἀποροῦντες ἡμεῖς οἱ ἀνάξιοι δοῦλοί
σου ὕμνων ἀνταξίων τῇ σῇ ἀγαθότητι, τὴν ἐπὶ τοῦ Σταυροῦ ὁμολογίαν τοῦ δικαίου
Λογγίνου προσφέρομέν σοι λέγοντες· Ἀληθῶς Θεοῦ Υἱὸς εἶ σύ. Σὺ εἶ Κύριε ὁ Υἱὸς
καὶ Λόγος τοῦ Θεοῦ καὶ Θεός, σὺ εἶ ὁ βασιλεὺς τοῦ παντός. Σὺ εἶ ὁ βασιλεὺς τῶν
βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων. Σὺ εἶ ὁ Ποιμὴν ὁ καλός, ὁ τὸ ἀπολωλὸς
πρόβατον ἀναζητήσας καὶ εὑρών, καὶ ἐπὶ τῶν ὤμων ἀναλαβών, καὶ Πατρὶ σου τῷ ἀνάρχῳ
προσαγαγών. Σὺ οὖν ὁ ὑπὸ πάντων καὶ ἐν πᾶσι καὶ διὰ πάντα δεδοξασμένος Κύριος, ἀξίωσον
τοὺς ταπεινοὺς ἡμᾶς καὶ ἀναξίους ἀνυμνεῖν καὶ δοξάζειν σε πάντοτε. Σὺ ὁ μόνος
καθαρὸς καὶ ἀκήρατος, καθάρισον ἡμᾶς ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Σύ, ὁ ὑπὲρ τῆς ἀθανασίας τῶν ἀνθρώπων ἑκουσίως πιὼν τὸ ποτήριον τοῦ θανάτου,
πότισον ἡμᾶς οἶνον κατανύξεως, καὶ τῶν πλημμελημάτων ἡμῶν τὴν ἄφεσιν δώρησαι,
πρεσβείαις τῆς ᾈειπαρθένου σου Μητρός, τοῦ Ἁγίου Μεγαλομάρτυρος Λογγίνου τοῦ ἑκατοντάρχου,
καὶ πάντων σου τῶν Ἁγίων. Ἀμήν.


Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου