Ψαλλομένη
τῇ 11η Ἰουνίου
ΕΣΠΕΡΙΝΟΣ
Εἰς τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ κάτωθι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου
κληθείς.
Χαίροις ὦ Πάτερ
Μητρόφανες μεγάλως, ὡς καλῶς ποιμάνας σύ, ποίμνην Χριστοῦ ποτέ, καιρῷ εἰρήνης
καὶ οὐ φυγών, ἐμφανισθέντων, λύκων καθάπερ ποιοῦσι μισθωτοί, ᾗ συμπαριστάμενος,
πολλὰς συνέταξας, περὶ σὲ πρόβατα· ὅτε δέ, ἄγριοι λύκοι, καὶ κατεσπάρασσον ὡς
καλὸς ποιμήν, ἦρχες ἐκείνων ἑπομένων σοι, ἔνθα μία ἡ ποίμνη καὶ εἷς ποιμήν, ὁ
ζωῆς αἰωνίου, δοὺς λειμῶνος τὴν ἀπόλαυσιν. (Δίς).
Ὁ παλαιὸς πάλαι δράκων Νεομάρτυς,
λόγχη ἀληθείας σύ,ὃν ἐξεκέντησας, τῇ ἀπωλείᾳ ἐῤῥίφθη ὡς, οἰκεῖν τῷ σκότει,
αἱρετισάμενος καὶ θαμβούμενος, σοῦ ἐκ θείας λάμψεως, καὶ γὰρ οὐκ ἔφερεν, εἰς
κόσμον ὃν ὑπετόπασεν, ἴδιον κτῆμα, Σταυρὸν Χριστοῦ τε καὶ τὴν ἀλήθειαν,
ἀξιωθῆναι τοῦ σεβάσματος, προσκυνῆσαι βιάζων σὲ εἴδωλα, καὶ σὲ κτείνας ἐκτάνθη,
τῇ στεῤῥᾷ ὁμολογίᾳ σου. (Δίς).
Ὅτε ἀθλήσας ἐν Κίνᾳ σου τὸ αἷμα,
Μάρτυς σὺ ἐξέχεας,νέα καὶ ἄφθαρτος, ἡ δυναστεία τῆς χάριτος, Χριστοῦ ἀνῆλθε, σὺ
δ’ ἀνακτόροις ναίεις παντάνακτος, τοῖς ἀχειροτεύκτοις τε, χρυσῷ καὶ χρώμασι,
λίθοις τιμίοις ὁ Ὕψιστος, οἷς ἐφίδρυσας, ὡς θεμελίοις ἐν οἷς τ’ ἐνώκησε, δικαιοσύνη
καὶ ἀλήθεια,ὁ ἑσμὸς ἔνθα μέλπει τρισάγιον, τῶν στολὰς ἐκπλυνάντων, ἑαυτῶν Ἀμνοῦ
τῷ Αἵματι.
Προσενεγκεῖν μὴ θελήσαντες εἰδώλοις,
Μάρτυρες θυμίαμα, σώματα ἴδια, Χριστῷ θυσίαν εὐπρόσδεκτον, ὥσπερ εὐῶδες, ὑμεῖς
θυμίαμα προσηνέγκατε, μὴ καταπτοούμενοι, πάσας τὰς ἀπειλάς, ἀξιωθέντες ᾀσμάτων
τε,θείων Ἀγγέλων, μεθ’ ὧν πρεσβεύετε πρὸς τὸν Κύριον, ἐλεηθῆναι τοὺς
γεραίροντας,χοϊκῇ ἡμᾶς γλώσσῃ τὴν εἴσοδον, τὴν ὑμων φωτοστέπτων, Ἀθλοφόρων εἰς
παράδεισον.
Δόξα. Ἦχος γ΄.
Σκιρτῶσα αἰνεσάτω τὸν Κύριον πᾶσα ἡ
γῆ, ἄσατε τῷ ἀποκαλύψαντι τὴν ἀλήθειαν Αὐτοῦ, πάντα τὰ ἔθνη. Χαῖρε ὦ γῆ τῆς
Κίνας, σὺ γὰρ τὴν σωτηρίαν Αὐτοῦ ἑώρακας, ὁ χοῦς σου τῷ αἵματι, τῶν γηγενῶν
Μαρτύρων σου ἐβράχη, καὶ τὸ πένθος κατεστάλη, ὑπὸ τῆς ἀληθείας τοῦ Χριστοῦ. Τὰ
τέκνα σου τὰ ἄρτι, ὑπὲρ Χριστοῦ μαρτυρήσαντα, νῦν αὐλίζονται, εἰς τὰς αὐλὰς τοῦ
Κυρίου, καὶ μεσιτεύουσι τῷ παντοδυνάμῳ, ὑπὲρ τοῦ κόσμου ὃν ἔπλασε.
Καὶ νῦν. Θεοτοκίον.
Πῶς μὴ θαυμάσωμεν, τὸν
θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴδεξαμένη
Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ
Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν,
ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε
Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων
σε.
Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον
τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Παροιμιῶν τὸ Ἀνάγνωσμα (ι´ 7, γ´
13-16, ἐκλογή).
Μνήμη δικαίου
μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε
σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ
χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ
τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται
δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ
τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ
ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου.Διὰ τοῦτο παρακαλῶ
ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα
βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ
φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες,
εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε
καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά.
Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ.
Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν,
οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι
γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν,καὶ
πλησθήσεσθε Πνεύματος.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (δ´ 7-15).
Δίκαιος, ἐὰν
φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ
ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως,
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος,ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ.
Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει
νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ
ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται.Κρινοῦσιν
ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ᾿ αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
Εἰς τὴν Λιτήν.
Ἦχος α΄.
Κύριε,
ἐκπληρωθήτω ὁ ψαλμὸς ὁ λέγων· εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς, τὸ σωτήριον τοῦ
Θεοῦ ἡμῶν. Σὺ γὰρ προσελάβου, καὶ ἐκ γῆς τῆς Κίνας, νέους ὁμολογητὰς καὶ
Μάρτυρας, τῆς πρὸς Σὲ ἀμωμήτου ὀρθοδόξου πίστεως,πρὸς οὓς ἀθροισθέντες νῦν
βοῶμεν· χαῖρε ὦ Μητρόφανες, καλλὲ τοῦ Χριστοῦ καὶ πιστὲ θεράπον, ὁ φιλοπόνως
ἐργασάμενος, ἐν τῷ τοῦ Κυρίου σου ἀμπελῶνι, ὃν καὶ τῷ αἵματί σου κατήρδευσας·
χαῖρε, ὦ στρατιῶτα Ἡσαΐα, ὁ πλῆγμα ξίφους δεξάμενος,καὶ πεσεῖν ἀναγκάσας, τὰ
τοῦ ἀνθρωποκτόνου ἐχθροῦ, μισάνθρωπα τάγματα· χαῖρε ὦ Ἰωάννη, ὁ ἐν τῷ ἁπαλῷ
νεανικῷ σου σώματι, καθυποστὰς βασάνους, και μυκτηρίσας τῇ καρτερίᾳ σου, τὸν
ἀρχέκακον ἐχθρόν. Σὺν τοῖς συνάθλοις σου τῷ Χριστῷ,μεσίτευσον ὑπὲρ ἡμῶν.
Ὁ αὐτός.
Πεπλήρωται Κύριε,
ὁ ψαλμὸς ὁ λέγων· ταραχθήσονται ἔθνη, καὶ φοβηθήσονται τα πέρατα, ἀπὸ τῶν
σημείων σου. ᾨκονόμησας τῇ προνοίᾳ σου, ἔνδοξον γενέσθαι, τὴν ἐκ τοῦ βίου
ἔξοδον, τῶν σῶν Νεομαρτύρων, καὶ τοῖς πιστοῖς σου πανευφρόσυνον. Δι’ ὃ καὶ
ἡμεῖς αυτοῖς νῦν βοῶμεν· χαῖρε ὦ Μαρία,μετὰ γὰρ τῶν παρθένων ἠκολούθησας, τῇ
Ἀειπαρθένῳ Θεοτόκῳ, καὶ προσήχθης Χριστῷ,τῷ Βασιλεῖ καὶ Θεῷ· χαῖρε ὦ Παῦλε, ὅτι
τῆς ἀγάπης τοῦ Χριστοῦ, οὐδὲν σὲ χωρῖσαι ἴσχυσε· χαῖρε ὦ Ἴα, ἡ τῇ ὀρθῇ ὁμολογίᾳ
σου, τὸν σινικὸν δολιχόσχημον δράκοντα, ὥσπερ ξίφει κατασφάξασα. Χριστῷ σὺν
τοῖς συνάθλοις σου, μεσίτευε ὑπὲρ ἡμῶν.
Ὁ αὐτός.
Ἀληθὴς ὁ λόγος
Σου Κύριε ὁ λέγων· καὶ ἄλλα πρόβατα ἔχω, ἃ οὐκ ἔστιν ἐκ τῆς αὐλῆς ταύτης. Ταῦτα
γὰρ τῆς φωνῆς σου ἤκουσαν, καὶ ὡς γνωρίμῳ Σοι ἠκολούθησαν, τυθέντα Σοι προθύμως,
πρὸς ἃ βοῶμεν λέγοντες· χαῖρε ὦ Κλήμη, ὁ τῆς ἀγάπης σου πρὸς Χριστόν, σοφώτερος
ὅλων τῶν σοφῶν, τῶν ὑπὸ τῶν προγόνων σου τιμωμένων γεγονώς· χαῖρε ὦ Ἄννα, ἡ μὴ
φοβηθεῖσα, ὡς εἶπεν ὁ Κύριος, ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν
ἀποκτεῖναι μὴ δυναμένων· χαίρετε ὦ Ματθαῖε καὶ Βίτε, οἱ ὁμομήτριοι ἀδελφοί,
ὑπὲρ Χριστοῦ τῷ ξίφει οἱ σφαγέντες, οὗ καὶ κατὰ τὴν χάριν, διὰ τοῦ μαρτυρίου,
ἀδελφοὶ γεγόνατε, ἀεὶ πρὸς Χριστὸν πρεσβεύετε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος α΄.





