Πέμπτη, 20 Οκτωβρίου 2011

Παρακλητικός Κανών στον Άγιο Λουκά τον Ευαγγελιστή και Απόστολο

Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν, πάντοτε νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ. (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου. Καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου. Ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος, καί ἠκηδίασεν ἔπ΄ ἐμέ τό πνευμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. Διεπέτασα πρός σέ τάς χεῖρας μού` ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε` ἐξέλιπε τό πνεῦμά μου. Μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ΄ ἐμοῦ καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. Ἀκουστόν ποίησον μοί τό πρωί τό ἐλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα. Γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἡ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου. Ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, πρός σέ κατέφυγον` δίδαξον μέ
τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου. Τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία` ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ. Ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου, καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου. Καί ἀπολεῖς πάντας τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμί.

Ἦχος δ`.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν` εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. ἄ`. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν` εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. β`. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν` εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχ. γ`. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἐστί θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν` εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Ἦχος δ`. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Τοῦ φιλανθρώπου Ἰησοῦ καί Δεσπότου, μύστης ὑπάρχων ὤ Λουκᾶ θεηγόρε, πιστῶν δέ τό προσφύγιον ἐν νόσοις χαλεπαῖς, τάς αἰτήσεις προσδεξαι καί ἰάτρευσον τάχει, ἀσθενείας σώματος, καί ψυχῆς πάντα ἄλγη, ὅπως τιμῶμεν παντοντε τήν σήν μνήμην, καί αἶνον Κυρίω προσάγωμεν.


Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.

Ἀπολυτίκιο. Ἦχος ἄ`. Τῆς ἐρήμου πολίτης
Λουκᾶν τόν Θεηγόρον καί τοῦ Παύλου συνέκδημον, καί Εὐαγγελίου τοῦ τρίτου, συγγραφέα Θεόπνευστον. Ἐν ὕμνοις τιμήσωμεν πιστοί, ὡς ἄξιον ἐργάτην τοῦ Χριστοῦ, τῷ φωτί γάρ τοῦ Κυρίου καταυγασθεῖς, μετέδωκε φῶς τῷ κόσμω, γράψας τάς θαυμαστᾶς παραβολᾶς, σύστασιν ἐκκλησίας τέ, τή ἐπελεύσει τοῦ Πνεύματος ἱστορησάμενος.

Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Θεοτοκίον. Ἦχος δ`. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ
Ἡ ἐν γαστρί σου τόν Θεόν δεξαμένη, τόν Ἰατρόν ψυχῶν ἠμῶν καί σωμάτων, Παρθένε Παναμώμητε, ἤς παντιμον μορφήν, πρῶτος ἀνιστόρησεν, ἰατρός καί ζωγράφος, Λουκᾶς ὁ θεσπέσιος, τάς δεήσεις προσδέχου, τῶν προσφοιτώντων τούτω τῷ ναῶ, καί ἀσθενείας, ἠμῶν λύε τάχιστα.

Ὁ Ἀναγνώστης (χύμα).
Ψαλμός Ν΄. (50).

Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου. Ἐπί πλεῖον πλῦνον μέ ἀπό τῆς ἀνομίας μου, καί  ἀπό τῆς ἁμαρτίας μου καθάρισον μέ. Ὅτι τήν ἀνομίαν μου ἐγώ γινώσκω, καί ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστί διά παντός. Σοί μόνω ἥμαρτον, καί τό πονηρόν  ἐνώπιόν σου ἐποίησα, ὅπως ἄν δικαιωθῆς ἐν τοῖς λόγοις σου, καί νικήσης ἐν τῷ κρίνεσθαι σέ. Ἰδού γάρ ἐν ἀνομίαις συνελήφθην, καί ἐν ἁμαρτίαις ἐκίσσησε μέ ἡ μήτηρ μου. Ἰδού γάρ ἀλήθειαν ἠγάπησας` τά ἄδηλα καί τά κρύφια της σοφίας σου ἐδήλωσας μοί. Ραντιεῖς μέ ὑσσώπω, καί καθαρισθήσομαι, πλυνεῖς μέ, καί ὑπέρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοί ἀγαλλίασιν καί εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀποστεψον τό πρόσωπόν σου ἀπό τῶν ἁμαρτιῶν μου, καί πάσας τάς ἀνομίας μου ἑξάλειψον. Καρδίαν καθαράν κτίσον ἐν ἐμοί ὁ Θεός, καί Πνεῦμα εὐθές ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μή
ἀπορρίψης μέ ἀπό τοῦ προσώπου σου, καί τό Πνεῦμά σου τό γιόν μή ἀντανέλης ἄπ΄ ἐμοῦ. Ἀπόδος μοί τήν ἀγαλλίασιν τοῦ σωτηρίου σου καί Πνεύματι ἠγεμονικῶ στήριξον μέ. Διδάξω ἀνόμους τάς ὁδούς σου, καί ἀσεβεῖς ἐπί σέ ἐπιστρέψουσι. Ρύσαι μέ ἐξ αἱμάτων ὁ Θεός, ὁ Θεός τῆς σωτηρίας μού` ἀγαλλιάσεται ἡ γλῶσσά μου τήν δικαιοσύνην σου. Κύριε, τά χείλη μου ἀνοίξεις, καί τό στόμα μου ἀναγγελεῖ τήν αἴνεσίν σου. Ὅτι, εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν, ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῶ, πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καί τεταπεινωμένην ὁ Θεός οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τή εὐδοκία σου τήν Σιῶν, καί οἰκοδομηθήτω τά τείχη Ἱερουσαλήμ. Τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφοράν καί ὁλοκαυτώματα. Τότε ἀνοίσουσιν
ἐπί τό θυσιαστήριόν σου μόσχους.

Ὁ κανών οὐ ἡ ἀκροστιχίς:
Ὠδή ἄ`. Ἦχος πλ. δ`. Ὑγρᾶν διοδεύσας.

Λουκᾶ Χριστοφίλητε ἰατρέ, ψυχῶν καί σωμάτων, ἀκεσώδυνε πρεσβευτά, προσδέχου αἰτήσεις ἱκετῶν σου, καί τῷ Κυρίω ταχέως προσάγαγε.
Ὁ Λόγος σεσάρκωται τοῦ Πατρός, ἐκ φιλανθρωπίας, καί ἰάσατο τάς πληγᾶς, τοῦ γένους ἀνθρώπων ὡς πανσόφως, σύ ὤ Λουκᾶ, ἰατρέ ἐξιστόρησας.
Ὑψόθεν ἐπιβλεψον ὤ Λουκᾶ, καί πρός ὕψος ἄρον, τάς καρδίας ἠμῶν καί νοῦν, ποικίλαις νοσούντων ἀσθενείαις, καί προστρεχόντων ἐν πίστει πρεσβεία σου.

Θεοτοκίον
Κοιλία σου γέγονεν οὐρανός, Κεχαριτωμένη, ὡς γεννήσασα τόν Χριστόν. Ὄν πάντοτε Μῆτερ ἐξιλέου, ὑπέρ τῶν πόθω τήν σκέπην αἰτούντων σου.

Ὠδή γ`. Οὐρανίας ἁψίδος.
Ἀνεσίν μοί παρασχου, ἐκ τῶν πολλῶν θλίψεων, αἵ πέρ μέ κατέλαβον ἄφνω, καί ἐξηφάνισαν, χαράν καρδίας μου, Λουκᾶ καί στήριξον πάσαν, κλονουμένην
ὕπαρξιν, εὐχαῖς ἁγίαις σου.
Ἰασαί μου τά ἄλγη, ὡς ἰατρός ἄριστος, ἔχων ἐπιστήμης τήν γνῶσιν, καί χάριν ἄνωθεν, Λουκᾶ μακάριε, καί δίδαξον μέ δοξάζειν, τόν οἰκονομούμενον τήν σωτηρίαν μου.
Ἀηδής μοί ὑπάρχει, ἡ νοσερά ζόφωσις, ὅθεν ἑξαιτῶ φώτισόν μου, Λουκᾶ διάνοιαν, ὅπως τό σκόπιμον, τῆς ἐπισκέψεως ταύτης, τοῦ Κυρίου δέξωμαι, πρός σωτηρίαν μου.

Θεοτοκίον .
Τί σοί δῶρον Παρθένε, οἱ γηγενεῖς οἴσομεν, ὅτι τόν καλόν Σαμαρείτην, ἐτεκνοτρόφησας, τό θεῖον ἔλαιον, πληγαῖς βαλόντα ἀπάσαις, καί ληστῶν τά τραύματα, ἑξαφανίσαντα.

Διασωσον, ἀπό κινδύνων ἰκέτας σου θεοφόρε, ὅτι πάντες Λουκᾶ πρό σέ καταφεύγομεν, αἰτούμενοι θεραπείαν ταχίστην.
Ἐπιβλεψον, ἐν εὐμενεία Πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν του σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Ὁ Ἱερεύς: Ἐλέησον ἠμᾶς, ὁ θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: Μετά ἀπό κάθε αἴτηση τοῦ Ἱερέως Κύριε, ἐλέησον (ἐκ γ΄).

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα, ὑπέρ τοῦ πατρός καί Ἀρχιεπισκόπου ἠμῶν................. καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν, τῶν ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου καί πάντων τῶν κατοικούντων καί
παρεπιδημούντων ἐν τή πόλει (ἤ χώρα, ἤ νήσω) ταύτη.
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα)

Ὁ Χορός: Ἐνῶ μνημονεύονται τά ὀνόματα, ψάλλει χαμιλόφωνα τό, Κύριε, ἐλέησον .
Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Κάθισμα.
Ἦχος β`. Τά ἄνω ζητῶν.

Φιλάνθρωπος ὧν, ἀκέστωρ πανάριστε, Λουκᾶ καί ἠμῶν, τά ἄλγη θεράπευσον, τάς ψυχᾶς καί σώματα καταβάλλοντα καί ἀνάγαγε, ἀπό ταλαιπωρίας δεινῆς, τούς πόθω ναῶ σου καταφεύγοντας.

Ὠδή δ`. Εἰσακήκοα Κύριε.
Ρῶσιν πάρεχε γιέ, ἐπικαλουμένοις τήν σήν βοήθειαν, καί χαράν ἤν πέρ εἰσήνεγκε, τή σαρκώσει Λόγος καί Θεός ἠμῶν.
Εὐφροσύνη τήν κάκωσιν, καί ἡ εὐθηνία ἅπασαν στένωσιν, διαδέξοιτο σεπταῖς εὐχαῖς, σού Λουκᾶ καί ρώσις τήν ἀσθένειαν.
Θεοῦ γέγονας μίμημα, Εὐαγγελιστά Λουκᾶ μακάριε, τάς ἀκτίνας ἐπιχέων σου, τοῖς ἑξαιτουμένοις παρρησίαν σου.

Θεοτοκίον.
Ἐμεγάλυνε Κύριος, σέ Παρθενομῆτορ ὡς προεφήτευσας, γενεαί γάρ εὐφημούσι σέ, ὅτι Ἰατρόν ψυχῶν ἐγέννησας.

Ὠδή ἔ`. Φώτισον ἠμᾶς.
Ρήματα ζωῆς, ἅ συνέγραψας τή χάριτι, ταῖς ψυχαῖς Λουκᾶ κατάβαλλε, ὅπως ἄλγη, ὀδυνῶν ἀποκρουώμεθα.
Ἁμαρτητικής, διαθέσεως ἁπάλλαξον, τῆς γεννώσης θλίψιν σώματι, καί καρδίας, τῷ Θεῶ Λουκᾶ στερέωσον.
Παῦσον ὀδυνῶν, τῶν ποικίλων Λουκᾶ μάστιγας, ὑπομονήν δέ ἐν ταῖς νόσοις δός ἠμίν, καί διαβλέπειν, τοῦ Κυρίου θείαν πρόνοιαν.

Θεοτοκίον.
Ἔλυσας ἠμᾶς, τή κυήσει σου Πανάμωμε, ἐκ τῶν δεσμῶν τοῦ πολεμήτορος, καί ἐν κινδύνοις, πανταχοῦ ρύστις παρίστασαι.

Ὠδή στ`. Τήν δέησιν ἐκχεῶ
Ὑψώσαις μου, πεπτωκός τό φρόνημα, καί τά νέφη διαλύσαις ψυχῆς μου, ὅτι ἰδού, ἀσθενείας μέ ἄλγος, καί τό μικρόψυχόν της διανοίας μου, κατέβαλον θεῖε Λουκᾶ, ὅθεν κράζω σοί τάχυνον σωσόν μέ.
Σαββάτισον, τήν ψυχήν μου γιέ, ἀπό ἔργων τῆς αἰσχρᾶς ἁμαρτίας, ἔχουσι γάρ, τήν ἰσχύν συνηθείας, καί τήν ὀδύνην μισθόν ἀποτίκτουσιν, ἀντί ὑλώδους ἡδονῆς, ἤν ὡς δέλεαρ καθυποβάλλουσι.
Ἀναστησον, ἀπό κλίνης ἅπαντας, ὡς Δεσπότης σου ἀνέστησε πλήθη, ὧν ἐν τή γῆ ἰατρέ μυστογράφε, καί εὐγνωμόνως κραυγάζειν ἀξιῶσον, Φιλάνθρωπε δόξα τή σή, πρός ἠμᾶς συμπαθεία σου πάντοτε.

Θεοτοκίον.
Ἰάματα, θαυμασίων πάντοτε, ἡ σεπτή πηγάζει Μήτηρ μορφή σου, ἤν ὁ Λουκᾶς, αὐτοψεῖ καθορῶν σέ, χρωματουργία σοφῶς ἀνιστόρησεν, καί χάριν εἴληφεν ἔκ σού, εὐλογία τοῦ Τόκου σου Δέσποινα.
Διασωσον, ἀπό κινδύνων ἰκέτας σου θεοφόρε, ὅτι πάντες Λουκᾶ πρός σέ καταφεύγομεν, αἰτούμενοι, θεραπείαν ταχίστην.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἔπ΄ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα, δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα, ὑπέρ τοῦ πατρός καί Ἀρχιεπισκόπου ἠμῶν................. καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ,
πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν, τῶν ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου καί πάντων τῶν κατοικούντων καί
παρεπιδημούντων ἐν τή πόλει (ἤ χώρα, ἤ νήσω) ταύτη.
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα)

Ὁ Χορός: Ἐνῶ μνημονεύονται τά ὀνόματα, ψάλλει χαμιλόφωνα τό, Κύριε, ἐλέησον .
Ὁ Ἱερεύς: Ὅτι ἐλεήμων καί φιλάνθρωπος Θεός ὑπάρχεις καί σοί τήν δόξαν ἀναπέμπομεν τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ Ἁγίω Πνεύματι, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.



Κοντάκιον Ἦχος β`. Προστασία
Ἐπιστήμη συζεύξας τήν χάριν τοῦ Πνεύματος θεραπεύεις Λουκᾶ, τά ἄλγη τοῦ σώματος, καί ταῖς ψυχαῖς ἐμβάλλεις εἰρήνην οὐράνιον, διό καί νῦν τῷ σῶ ναῶ,
συνελθόντες εὐλαβῶς, βοωμέν σοί κράζοντες, προσχες ἠμίν νοσούσι, πέμψον ταχύ τήν λύσιν, καί ἀγαλλίασιν φαιδράν, ἰκέταις σου δώρησαι.

Προκείμενον.
Εἰς πάσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ρήματα αὐτοῦ. (Δίς)
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ, ποίησιν δέ χειρῶν αὐτοῦ ἀναγγέλει τό στερέωμα.
Εἰς πάσαν τήν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ καί εἰς τά πέρατα τῆς οἰκουμένης τά ρήματα αὐτοῦ.

Ὁ Ἱερεύς: Καί ὑπέρ τοῦ καταξιωθῆναι ἠμᾶς τῆς ἀκροάσεως τοῦ ἁγίου Εὐαγγελίου, Κύριον τόν Θεόν ἠμῶν ἰκετεύσωμεν.
Ὁ Χορός: Κύριε, ἐλέησον (ἐκ γ΄).
Ὁ Ἱερεύς: Σοφία` ὀρθοί, ἀκούσωμεν τοῦ ἁγίου Εὐαγγελίου.
Εἰρήνη πασι.
Ὁ Χορός: Καί τῷ Πνεύματί σου.
Ὁ Ἱερεύς: Ἐκ τοῦ κατά Λουκᾶν ἁγίου Εὐαγγελίου, τό Ἀνάγνωσμα. Προσχωμεν.
Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Ὁ Ἱερεύς: τό Εὐαγγέλιον. Κέφ. ἰ΄(10). 16-21
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς. Ὁ ἀκούων ὑμῶν, ἐμοῦ ἀκούει, καί ὁ ἀθετῶν ὑμᾶς, ἐμέ ἀθετεῖ. ὁ δέ ἐμέ ἀθετῶν, ἀθετεῖ τόν ἀποστείλαντα μέ. Ὑπέστρεψαν δέ οἱ Ἑβδομήκοντα μετά χαρᾶς, λέγοντες, Κύριε, καί τά δαιμόνια ὑποτάσσεται ἠμίν ἐν τῷ ὀνόματί σου. Εἶπε δέ αὐτοῖς, Ἐθεώρουν τόν Σατανᾶν ὡς ἀστραπήν ἐκ τοῦ οὐρανοῦ πεσόντα. Ἰδού δίδωμι ὑμίν τήν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καί σκορπίων, καί ἐπί πάσαν τήν δύναμιν τοῦ ἐχθροῦ, καί οὐδέν ὑμᾶς οὐ μή ἀδικήση. Πλήν ἐν τούτω μή χαίρετε, ὅτι τά πνεύματα ὑμίν ὑποτάσσεται, χαίρετε δέ μᾶλλον, ὅτι τά ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς. Ἐν αὐτή τή ὥρα ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καί εἶπεν, Ἐξομολογοῦμαι σοί, Πάτερ, Κύριέ του οὐρανοῦ καί τῆς γής, ὅτι ἀπέκρυψας ταῦτα ἀπό σοφῶν καί συνετῶν, καί ἀπεκάλυψας αὐτά νηπίοις, ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.

Ὁ Χορός: Δόξα σοί, Κύριε, δόξα σοί.

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι.
Ταῖς τοῦ Ἀποστόλου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.
Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Ταῖς τῆς Θεοτόκου, πρεσβείαις, Ἐλεῆμον, ἑξάλειψον τά πλήθη τῶν ἐμῶν ἐγκλημάτων.

Στίχ. Ἐλέησον μέ ὁ Θεός κατά τό μέγα ἔλεός σου, καί κατά τό πλῆθος τῶν οἰκτιρμῶν σου ἑξάλειψον τό ἀνόμημά μου.

Προσόμοιον. Ἦχος πλ. β΄. Ὅλην ἀποθέμενοι
Ἰατρέ πανάριστε, καί ἱερέ μυστογράφε, κλῖνον οὖς εὐήκοον, καί ἠμῶν ἐπάκουσον δεομένων σου. Ἰατρούς εὐλόγησον, νοσοκόμους στήριξον, ἀσθενούσι ρῶσιν χάρισαι, πάντας ἁγίασον, τούς ὑπό τήν σκέπην σου τρέχοντας καί ὡς ζωγράφος μόνιμον, ταῖς ψυχαῖς Χριστόν ἐξεικόνισον, ὅπως ἐν εἰρήνη, διαγωμεν τόν χρόνον τῆς ζωῆς, καί σέ πρεπόντως δοξάζωμεν, Λουκᾶ ἀξιάγαστε.

Ὁ Ἱερεύς: Σῶσον, ὁ Θεός, τόν λαόν σου, καί εὐλόγησον τήν κληρονομίαν σού` ἐπισκεψαι τόν κόσμον σου ἐν ἐλέει καί οἰκτιρμοίς` ὕψωσον κέρας Χριστιανῶν
Ὀρθοδόξων, καί καταπεμψον ἔφ΄ ἠμᾶς τά ἐλέη σου τά πλούσια` πρεσβείαις τῆς Παναχράντου Δεσποίνης ἠμῶν Θεοτόκου καί ἀειπαρθένου Μαρίας` δυνάμει τοῦ
τιμίου καί ζωοποιοῦ Σταυρού` προστασίαις τῶν τιμίων, ἐπουρανίων Δυνάμεων Ἀσωμάτων` ἰκεσίαις τοῦ τιμίου, ἐνδόξου, Προφήτου, Προδρόμου καί Βαπτιστοῦ
Ἰωάννου, τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων, τοῦ ἁγίου ἐνδόξου Ἀποστόλου καί Εὐαγγελιστού Λουκᾶ τοῦ ἰατρού` τῶν ἐν ἁγίοις Πατέρων ἠμῶν
μεγάλων Ἱεραρχῶν καί οἰκουμενικῶν Διδασκάλων, Βασιλείου τοῦ Μεγάλου, Γρηγορίου τοῦ Θεολόγου καί Ἰωάννου τοῦ Χρυσοστόμου, Ἀθανασίου καί Κυρίλλου, Ἰωάννου τοῦ Ἐλεήμονος, πατριαρχῶν Ἀλεξανδρείας` Νικολάου τοῦ ἐν Μύροις, Σπυρίδωνος ἐπισκόπου Τριμυθοῦντος, Νεκταρίου Πενταπόλεως, καί Παρθενίου ἐπισκόπου Λαμψάκου, τῶν θαυματουργών` τῶν ἁγίων ἐνδόξων μεγαλομαρτύρων Γεωργίου τοῦ Τροπαιοφόρου, Δημητρίου τοῦ Μυροβλύτου, Θεοδώρου τοῦ Τήρωνος καί Θεοδώρου τοῦ Στρατηλάτου, Μηνᾶ τοῦ θαυματουργοῦ Τρύφωνος τοῦ ἀναργύρου` τῶν ἱερομαρτύρων Χαραλάμπους καί Ἐλευθερίου` τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων` τῶν Ὁσίων καί θεοφόρων Πατέρων ἠμῶν, Ἀντωνίου τοῦ μεγάλου, Σάββα τοῦ ἠγιασμένου, Ἀρσενίου τοῦ ἐν Πάρω` τῆς ὁσίας μητρός ἠμῶν Ξένης (του Ἁγίου του Ναοῦ, ἔφ΄ ὅσον δέν ἐμνημονεύθη ἐν τοῖς ἄνω), τῶν ἁγίων καί Δικαίων, θεοπατόρων
Ἰωακείμ καί Ἄννης, ( τοῦ Ἁγίου της ἡμέρας,) καί πάντων σου τῶν Ἁγίων, ἰκετεύομεν σέ, μόνε πολυέλεε Κύριε, ἐπάκουσον ἠμῶν τῶν ἁμαρτωλῶν
δεομένων σου καί ἐλέησον ἠμᾶς.
Ὁ Χορός: Κύριε, ἐλέησον (12άκις).

Ὁ Ἱερεύς: Ἐλέει καί οἰκτιρμοῖς, καί φιλανθρωπία τοῦ Μονογενοῦς σου Υἱοῦ, μέθ΄ οὐ εὐλογητός εἰ, σύν τῷ παναγίω καί ἀγαθῶ καί ζωοποιῶ σου Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Ὠδή ζ`. Παῖδες Ἑβραίων.
Σώματα ἐξησθενημένα, ἐνδυνάμωσον Λουκᾶ σεπτέ ἀκέστορ, δυνατόν γάρ ἐστι, σοί ἔχοντι τήν χάριν, τά φυσικῶς ἀδύνατα, μεταστῆσαι παραδόξως.
Ἤλγησε σφόδρα ἡ ψυχή μου, τήν τοῦ σώματος ἰδοῦσα διαρτίαν, ἀσθενοῦσαν δεινῶς, διό τή σή πρεσβεία, Λουκᾶ θεοφρον ἅπασαν, ἀνατίθημι ἐλπίδα.
Μεῖνον ψυχή μου φοβουμένη, ὤ Φιλάνθρωπε πρεσβεία Ἀποστόλου, μήπως σκότος βαρύ, αὐτήν διαχωρίση, τῆς γλυκυτάτης θέας σου, καί ἀπολωμαι ὁ τάλας.

Θεοτοκίον.
Ὤ τῆς πρός ΄μέ φιλανθρωπίας, Παναγία μου καί φῶς τῶν ὀφθαλμῶν μου, ὅτι ἔχεις ἀεί, ὀξείαν σήν πρεσβείαν, εἰ καί ἐγώ οὐ παύομαι, τῷ Υἱῶ σου ἁμαρτάνειν.

Ὠδή ἤ`. Τόν Βασιλέα
Νοσῶν τό σῶμα, κατακεῖμαι ἐν κλίνη, τῆς ὀδύνης Λουκᾶ θεραπευτά μου, ὅθεν ἔγειρον μέ, σή θεία μεσιτεία.
Τόν Ἱπποκράτην, ὑπερήρας τή γνώσει, φωτισθεῖς ἑλλάμψει Παρακλήτου διό κατά χάριν Λουκᾶ ἴασαι νόσους.
Ἄνευ φαρμάκων, νόσους πάσας διώκεις, ἐπικλήσει Ὀνόματος Κυρίου, ὡς Λουκᾶ προεῖπεν, συλλόγω Ἀπόστολων.

Θεοτοκίον.
Ἀνανεοῦμαι, θεοτόκε λαμβάνων κατά νοῦν μου πολλήν φιλοτεκνίαν, ἡ χριστιανούς σου, ὡς Μήτηρ περιβάλλεις.

Ὠδή θ`. Κυρίως Θεοτόκον.
Λουκᾶ θαυματοφόρε, δέχου τάς δεήσεις, τῶν ἐν Ἰδρύματι τούτω τόν ἄνθρωπον, διακονούντων καί κλίνη ὀδύνης κείμενον.
Γινώσκεις τάς αἰτήσεις, ἔχεις θείαν χάριν, Λουκᾶ ἤν δεῖξον πιστοῖς αἰτουμένοις σέ, καί ἀσθενείας σούς δούλους, εὐθύς ἁπάλλαξον.
Ἠλάττωται ἡ πίστις, νόσος δέ ὑψοῦται, καί ἡ ψυχή μου ὡς φύλλον σαλεύεται, Λουκᾶ μακάριε σπεῦσον, κινδύνου ρύσαι μέ.

Θεοτοκίον.
Ἀνύμφευτε παρθένε, Ἰατρῶν ψυχῶν τέ, καί τῶν σωμάτων τεκοῦσα τόν Κύριον, σύν τῷ Λουκᾶ τάς δεήσεις, ἐκπλήρου δούλων σου.

Καί εὐθύς, τό.
Ἀξιόν ἐστίν ὡς ἀληθῶς, μακαρίζειν σέ τήν Θεοτόκον, τήν ἀειμακάριστον καί παναμώμητον καί μητέρα τοῦ θεοῦ ἠμῶν.
Τήν τιμιωτέραν τῶν Χερουβείμ καί ἐνδοξοτέραν ἀσυγκρίτως τῶν Σεραφείμ, τήν ἀδιαφθόρως Θεόν Λόγον τεκοῦσαν, τήν ὄντως Θεοτόκον σέ μεγαλύνομεν.

Μεγαλυνάρια
Χαίροις ὁ θεοσοφός συγγραφεύς, τοῦ Εὐαγγελίου, πνευματέμφορος ἐρμηνεύς, ἀληθής ἀκέστωρ, τῆς ἀπιστίας νόσου, Λουκᾶ λουτροῦ τοῦ θείου, χρίσει ἰώμενος.
Θάλαμον λιποῦσα τόν νυμφικόν, ξενοτρόπως Μῆτερ, ἠκολούθησας τῷ Χριστῷ ὤ καί νυμφευθεῖσα, τή ξένη βιοτή σου, ὤ Ξένη πανολβία, ἠμῶν μνημόνευε.
Μακαρίζομέν σου τήν δεξιάν, Λουκᾶ θεηγόρε, δί ἤς ἔχομεν οἱ πιστοί, τάς τοῦ Θεοῦ Λόγου, διττᾶς ἁγίας πλάκας, καί τήν σεπτήν εἰκόνα, τῆς Θεομήτορος.
Νόσους ἰατρεύων παντοδαπᾶς, χάριτι Κυρίου, ὤ Λουκᾶ θαυματοπρεπῶς, πάσης ἀσθενείας, ἁπάλλατε καί ἄλγους, τούς προσιόντας πόθω, ναῶ τῷ θείω σου.
Σύν τή Πανυμνήτω Μητρί Θεοῦ, ἤς τόν χαρακτήρα, ἐξεικόνισας, πρῶτος σύ, πρέσβευε Κυρίω, Λουκᾶ ὑπέρ τῶν ὅσοι, ἐν κλίνη ἀσθενείας, κεῖνται ὡς εὔσπλαχνος.
Ἰατρούς ἐνταύθα τους ἀσθενεῖς, ὡς ὁ Σαμαρείτης, ἐν ἀγάπη πολλή Λουκᾶ, ζήλω ἐξιῶνται, εὐλόγει χάριτί σου, ἑκατονταπλασίως, ὧν πέρ προσφέρουσι.
Πᾶσαι τῶν Ἀγγέλων αἵ στρατιαί, Πρόδρομε Κυρίου, Ἀποστόλων ἡ δωδεκάς, οἱ ἅγιοι Πάντες μετά τῆς Θεοτόκου, ποιήσατε πρεσβείαν, εἰς τό σωθῆναι ἠμᾶς.

Ὁ Ἀναγνώστης: Ἀμήν. Ἅγιος ὁ Θεός, Ἅγιος Ἰσχυρός, Ἅγιος Ἀθάνατος, ἐλέησον ἠμᾶς. (τρίς).

Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Παναγία Τριάς, ἐλέησον ἠμᾶς. Κύριε, ἰλάσθητι ταῖς ἁμαρτίαις ἠμων. Δέσποτα συγχώρησον τάς ἀνομίας ἠμίν, γιέ, ἐπισκεψαι καί ἴασαι τάς ἀσθενείας ἠμῶν,
ἕνεκεν τοῦ ὀνόματός σου.
Κύριε, ἐλέησον. (τρίς)
Δόξα Πατρί καί Υἱῶ καί Ἁγίω Πνεύματι. Καί νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων. Ἀμήν.
Πάτερ ἠμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τό ὄνομά σου. Ἐλθέτω ἡ Βασιλεία σου. Γενηθήτω τό θέλημά σου, ὡς ἐν οὐρανῶ καί ἐπί τῆς γής. Τόν ἄρτον ἠμῶν τόν ἐπιούσιον δός ἠμίιν σήμερον, καί ἅφες ἠμίιν τά ὀφειλήματα ἠμῶν, ὡς καί ἠμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἠμῶν. Καί μή εἰσενέγκης ἠμᾶς εἰς πειρασμόν, ἀλλά ρύσαι ἠμᾶς ἀπό τοῦ πονηροῦ.
Ὁ Ἱερεύς: Ὅτι σου ἐστίν ἡ Βασιλεία καί ἡ δύναμις καί ἡ δόξα τοῦ Πατρός καί τοῦ Υἱοῦ καί τοῦ ἁγίου Πνεύματος, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.

Τό Ἀπολυτίκιο Ἦχος ἄ`. Τῆς ἐρήμου πολίτης
Λουκᾶν τόν Θεηγόρον καί τοῦ Παύλου συνέκδημον, καί Εὐαγγελίου τοῦ τρίτου, συγγραφέα Θεόπνευστον. Ἐν ὕμνοις τιμήσωμεν πιστοί, ὡς ἄξιον ἐργάτην τοῦ Χριστοῦ, τῷ φωτί γάρ τοῦ Κυρίου καταυγασθεῖς, μετέδωκε φῶς τῷ κόσμω, γράψας τάς θαυμαστᾶς παραβολᾶς, σύστασιν ἐκκλησίας τέ, τή ἐπελεύσει τοῦ Πνεύματος ἱστορησάμενος.

Ὁ Ἱερεύς: Ἐλέησον ἠμας, ὁ θεός, κατά τό μέγα ἔλεός σου, δεόμεθά σου ἐπάκουσον καί ἐλέησον.
Ὁ Χορός: (Μετά ἀπό κάθε αἴτηση τοῦ Ἱερέως) Κύριε, ἐλέησον (ἐκ γ΄).

Ὁ Ἱερεύς: Ἔτι δεόμεθα, ὑπέρ τῶν εὐσεβῶν καί Ὀρθοδόξων Χριστιανῶν.
Ἔτι δεόμεθα, ὑπέρ τοῦ πατρός καί Ἀρχιεπισκόπου ἠμῶν .................. καί πάσης της ἐν Χριστῷ ἠμῶν ἀδελφότητος.
Ἔτι δεόμεθα, ὑπέρ ἐλέους, ζωῆς, εἰρήνης, ὑγείας, σωτηρίας, ἐπισκέψεως, διαφυλάξεως συγχωρήσεως καί ἀφέσεως τῶν ἁμαρτιῶν τῶν δούλων τοῦ Θεοῦ, πάντων τῶν εὐσεβῶν καί ὀρθοδόξων Χριστιανῶν, τῶν ἐπιτρόπων, συνδρομητῶν καί ἀφιερωτῶν τοῦ ἁγίου Ναοῦ τούτου καί πάντων τῶν κατοικούντων καί παρεπιδημούντων ἐν τή πόλει (ἤ χώρα, ἤ νήσω) ταύτη.
Ἔτι δεόμεθα καί ὑπέρ τῶν δούλων τοῦ Θεοῦ (καί μνημονεύει τά ὀνόματα)
Ἔτι δεόμεθα ὑπέρ τοῦ διαφυλαχθῆναι τήν ἁγίαν Ἐκκλησίαν τήν πόλιν ταύτην τό ἵδρυμα τοῦτο, καί πάσαν πόλιν καί χώραν ἀπό ὀργῆς, λοιμοῦ, λιμοῦ, σεισμοῦ, καταποντισμοῦ, πυρός, μαχαίρας, ἐπιδρομῆς ἀλλοφύλων, ἐμφυλίου πολέμου, καί αἰφνιδίου θανάτου, ὑπέρ τοῦ ἴλεων, εὐμενῆ καί εὐδιάλλακτον γενέσθαι τόν ἀγαθόν καί φιλάνθρωπον Θεόν ἠμῶν, τοῦ ἀποστρέψαι καί διασκεδᾶσαι πάσαν ὀργήν καί νόσον, τήν κάθ΄ ἠμῶν κινουμένην` καί ρύσασθαι ἠμᾶς ἐκ τῆς ἐπικειμένης δικαίας αὐτοῦ ἀπειλῆς, καί ἐλεῆσαι ἠμᾶς.
Ἔτι δεόμεθα, ὑπέρ τοῦ εἰσακοῦσαι Κύριον τόν Θεόν φωνῆς τῆς δεήσεως ἠμῶν τῶν ἁμαρτωλῶν, καί ἐλεῆσαι ἠμᾶς.
Ὁ Χορός: Ἀμήν.

Ὁ Ἱερεύς: Ἐπάκουσον ἠμῶν, ὁ Θεός, ὁ Σωτήρ ἠμῶν, ἡ ἐλπίς πάντων τῶν περάτων τῆς γής καί τῶν ἐν θαλάσση μακράν` καί ἴλεως, ἰλεως γενού ἠμίν, Δέσποτα, ἐπί ταῖς ἁμαρτίαις ἠμῶν, καί ἐλέησον ἠμᾶς. Ἐλεήμων γάρ καί φιλάνθρωπος Θεός ὑπάρχεις, καί σοί τήν δόξαν ἀναπέμπομεν, τῷ Πατρί καί τῷ Υἱῶ καί τῷ ἁγίω Πνεύματι, νῦν, καί ἀεί, καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Χορός: Ἀμήν.
Ὁ Ἱερεύς: (ποιεῖ μικρᾶν Ἀπόλυσιν).
Δόξα σοί Χριστέ ὁ Θεός, ἡ ἐλπίς ἠμῶν, δόξα σοί. Χριστός ὁ ἀληθινός Θεός ἠμῶν, ταῖς πρεσβείαις τῆς παναχράντου καί παναμώμου ἁγίας Αὐτοῦ Μητρός` τῶν ἁγίων ἐνδόξων καί πανευφήμων Ἀποστόλων` τοῦ ἁγίου ἀποστόλου καί Εὐαγγελιστού Λουκᾶ, (τοῦ ἁγίου του Ναοῦ) τῶν ἁγίων ἐνδόξων καί καλλινίκων Μαρτύρων` τῶν ἁγίων καί Δικαίων θεοπατόρων Ἰωακείμ καί Ἄννης, (τῶν ἁγίων της ἡμέρας), ὧν τήν μνήμην ἐπιτελοῦμεν καί πάντων τῶν Ἁγίων, ἐλεησαι καί σῶσαι ἠμᾶς, ὡς ἀγαθός καί φιλάνθρωπος καί ἐλεήμων Θεός..

Ὁ Χορός: Ψάλλει.
Ἦχος β`. Ὄτε ἐκ τοῦ ξύλου σέ.

Πάντας ἀσθενοῦντας ἀλγεινῶς, ἴασαι Λουκᾶ χάριτί σου, καί νόσους δίωκε, κλίνης ἑξανάστησον, κατακειμένους καί γάρ, ὁ φιλάνθρωπος Κύριος, πολλήν δέδωκε σοί, δύναμιν τοῦ Πνεύματος, ὡς οἰκονόμω πιστῶ, ὅθεν νῦν δεήσεις προσδέχου, πάντων ἐν ναῶ σου ἁγίω, τούτω καί ἐκπλήρου τά αἰτήματα.

Ἦχος πλ. δ`.
Δέσποινα, προσδεξαι τάς δεήσεις τῶν δούλων σου, καί λύτρωσαι ἠμᾶς, ἀπό πάσης ἀνάγκης καί θλίψεως.

Ἦχος β`.
Τήν πάσαν ἐλπίδα μου εἰς σέ ἀνατίθημι, Μήτηρ τοῦ Θεού` φύλαξον μέ ὑπό τήν σκέπην σου.

Ὁ Ἱερεύς: Δί’ εὐχῶν τῶν ἁγίων πατέρων ἠμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καί σῶσον ἠμᾶς.
 Ἀμήν.
 http://www.xristianos.gr/forum/viewtopic.php?f=23&t=2852

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου