Μακαριστήριον εις τον Όσιον και Θεοφόρον Πατέρα ημών Λεόντιον τον εν Αχαία
Ἦχος γ´. Αἱ γενεαὶ πᾶσαι.Αἱ γενεαὶ πᾶσαι, τιμήσωμεν συμφώνως, Λεόντιον τὸν θεῖον.Αἱ γενεαὶ πᾶσαι, Λεόντιε αἰνοῦσι, τὰς θείας ἀρετάς σου. Κατ᾿ ἀλφάβητον.Ἄγγελος ἐν βίῳ, Λεόντιε ὡράθης, ἀσκήσεως ἀγῶσι.Βλέμμα τῆς ψυχῆς σου, Κυρίῳ ἀνατείνας, φωτὸς θείου ἐπλήσθης. Γένους φθειρομένου, Λεόντιε μακρύνας, Κυρίῳ ᾠκειώθης. Δόξης οὐρανίου, Λεόντιε ἐπλήσθης, καθάρας τὴν καρδίαν. Ἔλαμψας ἐν κόσμῳ, ἀσκήσεως ἀγῶσιν, ὡς ἄστρον θεοφόρε. Ζέων τῇ ἀγάπῃ, Λεόντιε τῇ θείᾳ, παθῶν ἀκάνθας φλέγεις. Ἤρθης ἀπαθείας, Λεόντιε πρὸς ὕψος, τῶν κάτω ἀλογήσας. Θαύμασι θεόθεν, ἀξίως ἐδοξάσθης, Λεόντιε παμμάκαρ. Ἴθυνας Κυρίῳ, ψυχῆς σου τὰς δυνάμεις, ἀμέμπτῳ πολιτείᾳ. Κλέος Ἀχαΐας, Λεόντιε ἐδείχθης, ὡς τοῦ Κυρίου μύστης. Λάμψας τῇ ἀσκήσει, Λεόντιε λαμπρύνεις, τῶν Μοναστῶν τὰ στίφη. Μάνδραν σου τὴν θείαν, Λεόντιε εὐλόγει, τιμῶσίν σου τὴν μνήμην. Νᾶμα θεῖον βλῦσον, Θεοῦ τῆς εὐσπλαγχνίας, τοῖς σὲ τιμῶσι Πάτερ. Ξένος τῶν ἐν κόσμῳ, Λεόντιε ἐγίνου, τῇ σῇ στεῤῥᾷ ἀσκήσει. Ὄμβροις οὐρανίοις, ἐπάρδευσόν με Πάτερ, πρὸς θείας εὐκαρπίαν. Πόλις τοῦ Αἰγίου, χαίρει κτησαμένη, ναόν σου θεῖον Πάτερ. Ῥῶσιν καὶ ὑγείαν, Λεόντιε χορήγει, τοῖς πόθῳ σε τιμῶσι. Σύσκηνος τυγχάνων, Λεόντιε Ἀγγέλοις, ἡμῶν τοὺς ὕμνους δέχου. Ταύτην σου τὴν πόλιν, Λεόντιε συντήρει, ἐκ πάσης δυσπραγίας. Ὕψωσον τὸν νοῦν μου, ἐκ τῶν γηίνων Πάτερ, πρὸς τὴν Χριστοῦ ἀγάπην. Φλέξον θεοφόρε, τὴν καθ᾿ ἡμῶν μανίαν, ἐχθροῦ τοῦ ἀοράτου. Χαίρει ἡ Μονή σου, καὶ πόλις τοῦ Αἰγίου, Πάτερ τῇ χάριτί σου. Ψῦξον τῶν παθῶν μου, τὰς διεκχύσεις Πάτερ, τῇ σῇ ἐπιστασίᾳ. Ὡς Χριστοῦ θεράπων, Λεόντιε δυσώπει, ὑπὲρ ἡμῶν ἀπαύστως. Δόξα. Τριαδικόν.Τριὰς Ὑπεραγία, λιταῖς τοῦ σοῦ Ὁσίου, οἰκτείρησον τὸν κόσμον.Καὶ νῦν. Θεοτοκίον.Ὑπερευλογημένη, Παρθένε Θεοτόκε, σκέπε τοὺς σοὺς ἱκέτας. |
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου