Τετάρτη 21 Δεκεμβρίου 2011

Ακολουθία Αγ. Θεμιστοκλέους (21 Δεκεμβρίου)

ΑΚΟΛΟΥΘΙΑ
ψαλλομένη τῇ 21 Δεκεμβρίου
ΠΟΙΗΘΕΙΣΑ ΕΝ ΑΓΙῼ ΟΡΕΙ
ΥΠΟ ΓΕΡΑΣΙΜΟΥ ΜΟΝΑΧΟΥ ΜΙΚΡΑΓΙΑΝΝΑΝΙΤΟΥ
ΥΜΝΟΓΡΑΦΟΥ ΤΗΣ ΜΕΓΑΛΗΣ ΤΟΥ ΧΡΙΣΤΟΥ ΕΚΚΛΗΣΙΑΣ
Δεκεμβρίου κα’ .
Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος τοῦ Χριστοῦ Θεμιστοκλέους.
ΕΝ Τῼ ΕΣΠΕΡΙΝῼ
    Μετὰ τὸν Προοιμιακόν, τὸ «Μακάριος ἀνήρ». Εἰς δὲ τὸ «Κύριε ἐκέκραξα» ἱστῶμεν στίχους στ', καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια.
Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Προεορτίους αἰνέσεις Χριστῷ προσᾴδοντες, τῷ ἥκοντι τεχθῆναι, ἐν σπηλαίῳ ἀφράστως, τὴν τοῦ Θεμιστοκλέους τοῦ Ἀθλητοῦ, ἑορτάσωμεν ἄθλησιν, ὅτι Θεὸν σαρκωθέντα ὑπὲρ ἡμῶν, τὸν Χριστὸν λαμπρῶς ἐκήρυξε.

Ὥσπερ, ἀστὴρ ἑωσφόρος προλάμπει σήμερον, τῇ τοῦ Χριστοῦ γεννήσει, ἡ ἁγία σου μνήμη, θέοφρον Θεμιστόκλεις καὶ δᾳδουχεῖ, πρὸς τὸν ἄδυτον Ἥλιον, τῶν εὐσεβῶν τὰς καρδίας τὸν ἐξ Ἁγνῆς, ἐν σπηλαίῳ ἀνατείλαντα.

Τρίϋλον δῶρον οἱ Μάγοι προευτρεπίζονται, προσάξαι τῷ Σωτῆρι, γεννηθέντι ἀτρέπτως· σὺ δὲ Θεμιστόκλεις ὑπὲρ χρυσόν, σμύρναν ἅμα καὶ λίβανον, τούτῳ προσήγαγες Μάρτυς ἀθλητικῶς, τῶν αἱμάτων σου τὴν πρόσχυσιν.
Προσόμοια ἕτερα. Ἦχος δ'. Ὡς γενναῖον ἐν Μάρτυσι.
Ὡς ἀνδρείως διήνυσας, μαρτυρίου τὰ σκάμματα, τὸν Χριστὸν ἐδόξασας τῇ ἐνστάσει σου, ὦ Θεμιστόκλεις μακάριε· ὡς ἄλλου γὰρ πάσχοντος, ἐκαρτέρησας στερρῶς, τὰς ποινὰς τῶν κολάσεων, καὶ τὸν θάνατον· διὰ τοῦτο ζωῆς τῆς ἀθανάτου, εὐκλεῶς κατηξιώθης, θαυμαστωθεὶς θείῳ Πνεύματι.

Ἐν τῷ ὄρει ὡς εὗρόν σε, ποίμνην ἄλογον νέμοντα, ὡς ὁ Ἄβελ πρότερον Μάρτυς ἔνδοξε, τῆς πρὸς Χριστὸν εὐσεβείας σε, χωρίσαι ἠθέλησαν, οἱ διώκοντες ἐχθροί· καὶ προθύμως εἰς θάνατον, σαυτὸν δέδωκας, τῇ τελείᾳ πτερούμενος ἀγάπῃ, ἀντὶ τοῦ Διοσκορίδους, ὦ Θεμιστόκλεις πολύαθλε.
Ἀνενδότῳ φρονήματι, ἐναθλῶν Μάρτυς ἔνδοξε, τῆς γαστρὸς ὑπέμεινας τὰ ῥαβδίσματα, καὶ τὴν ἐν ξύλῳ ἀνάρτησιν, Θεμιστόκλεις Ἅγιε, καὶ τριβόλων σιδηρῶν, τὴν ἀνύποιστον κάκωσιν· ὅθεν ἤμβλυνας, τοῦ Βελίαρ τὰ κέντρα καὶ τὰς στρέβλας, καὶ ἀνῆλθες νικηφόρος, πρὸς οὐρανῶν τὰ σκηνώματα.
Δόξα. Ἦχος πλ. β’.
Ἐν εὐσεβείᾳ νέμων τῇ ψυχῇ τὰ πρόσφορα, δοῦλος Χριστοῦ ἀνεδείχθης, ὡς ὁ Ἄβελ ὁ κλεινός, Θεμιστόκλεις θέοφρον· φερωνύμως γὰρ τῶν θείων θεσμῶν, φυλάττων τὴν ἀκρίβειαν, μαρτυρικοῦ κλέους κατετρύφησας, νομίμως ἀγωνισάμενος, ὑπὲρ Χριστοῦ τοῦ Θεοῦ· τοῖς μὴ ζητοῦσί σε γὰρ Μάρτυς, σαυτὸν δεδωκώς, λόγῳ καὶ ἔργῳ ὑπέδειξας, τῆς θείας ἀγάπης τὸν πλοῦτον. Ἀλλ΄ ὡς ἔχων παρρησίαν, τῷ Δεσπότῃ τῶν ὅλων, ἀπαύστως ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τόν τῳ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως, ἡμᾶς τοὺς γηγενεῖς. Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτὸν καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὅν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι ; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός ;

    Εἴσοδος, «Φῶς ἱλαρόν», τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. ΜΓ' 9-14).
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.Τίς ἀναγγελεῖ ταῦτα ; Ἢ τὰ ἐξ ἀρχῆς τίς ἀκουστὰ ποιήσει ὑμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς, λέγει Κύριος ὁ Θεός, καὶ ὁ παῖς μου, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ' ἐμὲ οὐκ ἔσται. Ἐγὼ ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ὑμῖν Θεὸς ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός. Ἔτι ἀπ’ ἀρχῆς ἐγώ εἰμι καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος τοῦ Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ ἀνάγνωσμα.
(Κεφ. γ', 1-3)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καί γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καί ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.
(Κεφ. γ.' 15.)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης· ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.

    Εἰς τὴν Λιτήν,
Ἰδιόμελα. Ἦχος α'.
Ὡς καλῶς ἀγωνισάμενος, Θεμιστόκλεις θέοφρον, τὸ βραβεῖον τῆς ἄνω κλήσεως, ἐπαξίως ἐδέξω· τὸν γὰρ λόγον τοῦ Σωτῆρος πληρώσας, εὐθαρσῶς τὸ ὄνομα αὐτοῦ ὡμολόγησας ἐπὶ ἀπίστων ἐχθρῶν· καὶ ποικίλως δοκιμασθείς, ἐν τῇ καλῇ ὁμολογίᾳ, ἀθλητὴς περίδοξος, τῆς εὐσεβείας ὤφθης· Ἐν αὐτῇ καὶ ἡμᾶς συντήρησον, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.
Ἦχος β’.
Ἀγάπῃ θείᾳ καλλωπιζόμενος, ἐν ἀπλάστῳ ψυχῇ, ὑπὲρ Χριστοῦ ἀθλῆσαι προείλου, Θεμιστόκλεις τρισμάκαρ· Μακάριος εἶ, ὅτι καιροῦ εὐθέτου λαβόμένος, τὰ πάντα ἡγήσω σκύβαλα, ἵνα Χριστὸν κερδήσης· ἀντὶ τοῦ θείου γὰρ Διοσκορίδους, σαυτὸν προθύμως δέδωκας, τοῖς ἀνόμοις διώκταις· καὶ θεοφρόνως ἀθλήσας, τῆς σῆς ἐφέσεως ἔστης, ἀπολαβὼν ὃν ἐπόθεις. Αὐτοῦ τυχεῖν ἀξίωσον καὶ ἡμᾶς, μαρτυρικῇ πρεσβείᾳ σου.
Ἦχος γ'.
Ὡς ἀδάμας στερρός, ἐν ἀκαταπλήκτῳ ψυχῇ, τῶν αἰκισμῶν τὸ ἄλγος ἤνεγκας, Θεμιστόκλεις ἀήττητε· τὴν γὰρ θείαν ἐνδεδυμένος δύναμιν, κατὰ γαστρὸς σκληρῶς τυπτόμενος, τῶν ἀοράτων ἐχθρῶν τὰς ὄψεις, τῇ σῇ καρτερίᾳ ἐρράπισας· καὶ τῶν ὀξέων ἥλων ταῖς τρώσεσι, τῶν ἀντικειμένων τὴν πλάνην κατέτρωσας. Ἀλλ' ὡς ἐν πᾶσι δοξάσας Χριστόν, καὶ διὰ πάντων θαυμαστωθείς, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Δόξα. Ἦχος δ'.
Θρεμματικοῖς ποιμνίοις ἐνδιαπρέψας, ἀθλητικοῖς ἀγῶσι διέλαμψας, Θεμιστόκλεις Ἀθλητὰ μακάριε· τὴν καθαράν σου γὰρ ζωήν, Χριστὸς ὁ Θεὸς ἀμειβόμενος, πρὸς ὑπερτέραν δόξαν σε κέκληκε, καὶ τοῦ οἰκείου πάθους τὸ ποτήριον, πιεῖν σε ἠξίωσεν· ἁγίων γὰρ ἄθλων στάδιον ἤνυσας, καὶ ἐν αἵματι Μαρτύρων, πρὸς αὐτὸν ἐξεδήμησας, πρεσβεύων τοῦ σωθῆναι, τοὺς σὲ μακαρίζοντας.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ἡσαΐα χόρευε, Λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ Κόρῃ Μαριάμ, Βάτον πυρὶ καίεσθαι, καὶ μὴ καταφλέγεσθαι, τῇ αΐγλῃ τῆς Θεότητος· Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ, καὶ Μάγοι πορεύεσθε, ἰδεῖν τὴν σωτηρίαν, ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ ἐμήνυσεν, ἐπάνω τοῦ Σπηλαίου, ζωοδότην Κύριον, τὸν σῴζοντα τὸ γένος ἡμῶν.
    Εἰς τὸν τίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'. Ὁ ἐξ Ὑψίστου κληθείς.
Ὁ τὸν Σωτῆρα λαμπρῶς ὁμολογήσας, ὅτε ἐναπέκρυψας, γνώμῃ θεόφρονι, Διοσκορίδην τὸν Μάρτυρα, ἐκ τῶν θελόντων, τοῦ συλλαβέσθαι τοῦτον μακάριε, τότε προθυμότατα σαυτὸν παρέδωκας, πρὸς ἐθελούσιον θάνατον, ὑπὲρ τῆς πάντων, ζωῆς θέοφρον καὶ ἀναστάσεως, καὶ ἐναθλήσας ὥσπερ ἄσαρκος, Θεμιστόκλεις ἀξίως δεδόξασαι, ἱκετεύων ἀπαύστως, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Δίκαιος ὡς φοῖνιξ ἀνθήσει...
Νομεὺς ὑπάρχων θρεμμάτων Θεμιστόκλεις, πανσόφως ἐποίμανας, τοὺς λογισμοὺς τῆς ψυχῆς, ἐπὶ τὸν φόβον τὸν ἔνθεον, καὶ ἐπὶ πόαν, τῶν προσταγμάτων τοῦ Παντοκράτορος, τοῦ Ἄβελ μιμούμενος τὴν καθαρότητα, καὶ ὡς θυσίαν προσήγαγες, τελειοτάτην, σαυτὸν ἀγῶσι θείας ἀθλήσεως, τῷ πάντων Κτίστῃ καὶ Θεῷ ἡμῶν, τῷ ἰσχὺν παρασχόντι σοι ἄνωθεν. Ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τάς ψυχὰς ἡμῶν.
Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Γνώμῃ τελείᾳ καὶ σθένει οὐρανίῳ, ἀνδρείως ὑπέμεινας ὡς ἄλλου πάσχοντος, τῶν ῥαβδισμῶν τὸ ἐπίπονον, καὶ τὴν ἐν ξύλῳ, δεινὴν ἀνάρτησιν ἀξιάγαστε· ἐν ἥλοις ὀξέσι δὲ σκληρῶς συρόμενος, εἰς γῆν καθήλωσας Ἅγιε, τῇ σῇ ἀνδρείᾳ, τὸν παλαμναῖον ἐχθρὸν καὶ δόλιον, καὶ νικηφόρος ἀνελήλυθας, Θεμιστόκλεις πρὸς δόξαν τὴν ἄρρητον, ἱκετεύων σωθῆναι, τοὺς τιμῶντάς σου τὴν ἄθλησιν.
Δόξα. Ἦχος πλ. δ'.
Ἀγάπῃ θείᾳ πυρσευόμενος, μαρτυρικὴν ἐπεδείξω ἀνδρείαν, Θεμιστόκλεις Μάρτυς ἀήττητε· καὶ ἐν ἀθλήσει ἀριστεύσας, καὶ ἐν πᾶσι δόκιμος φανείς, ὑπὲρ τὰ δῶρα τῶν Μάγων, τὸ σὸν αἷμα προσήγαγες, τῷ ἐν σπηλαίῳ γεννηθέντι, Χριστῷ τῷ Θεῷ, εἰς ἀνάπλασιν κόσμου, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει. Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς. Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε. Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν παντουργέτην.
Ἀπολυτίκιον.
Ἦχος δ'. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ὡς ἐναθλήσας ἀπτοήτῳ καρδίᾳ, κατηγωνίσω τὸν ἀρχέκακον ὄφιν, καὶ τὸν Χριστὸν ἐδόξασας τοῖς ἄθλοις σου· ὅθεν συνηρίθμησαι, τῶν Μαρτύρων τοῖς δήμοις, Θεμιστόκλεις ἔνδοξε, Ἀθλητὰ γενναιόφρον· μεθ' ὧν δυσώπει πάντοτε Χριστόν, ἐλεηθῆναι τοὺς σὲ μακαρίζοντας.
Καὶ τὸ Προεόρτιον.
Ἑτοιμάζου Βηθλεέμ· ἤνοικται πᾶσιν ἡ Ἐδέμ. Εὐτρεπίζου Ἐφραθᾶ, ὅτι τὸ ξύλον τῆς ζωῆς, ἐν τῷ Σπηλαίῳ ἐξήνθησεν ἐκ τῆς Παρθένου. Παράδεισος καὶ γάρ, ἡ ἐκείνης γαστήρ, ἐδείχθη νοητός, ἐν ᾧ τὸ θεῖον φυτόν· ἐξ οὗ φαγόντες ζήσωμεν, οὐχὶ δὲ ὡς Ἀδὰμ τεθνηξόμεθα. Χριστὸς γεννᾶται, τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
    Μετὰ τὴν α΄. Στιχολογίαν, Κάθισμα.
Ἦχος α'. Τὸν τάφον σου Σωτήρ.
Προλάμπει μυστικῶς, τοῦ Χριστοῦ τῇ γεννήσει, ἡ μνήμη σου στερρέ, Ἀθλητὰ Θεμιστόκλεις, ἣν πόθῳ ἑορτάζοντες, τοὺς ἀγῶνάς σου μέλπομεν, δι΄ ὧν μέτοχος, τῆς οὐρανῶν βασιλείας, ἀναδέδειξαι, ἧς καὶ ἡμᾶς κληρονόμους, λιταῖς σου ἀπέργασαι.
Προεόρτιον, ὅμοιον.
Ἀτρέπτως δι' ἡμᾶς, νηπιάσας ὁ Λόγος, προέρχεται σαρκί, ἐν σπηλαίῳ τεχθῆναι, ἐκ Κόρης Θεόπαιδος, εἰς βροτῶν ἀναγέννησιν, δεῦτε ἅπαντες, ἐν καθαρᾷ τῇ καρδίᾳ, ὑπαντήσωμεν, τῷ δι' ἡμᾶς ἐρχομένῳ, τεχθῆναι ὡς νήπιον.

    Μετὰ τὴν β' Στιχολογίαν, Κάθισμα.
Ἦχος δ'. Κατεπλάγη Ἰωσήφ.
Ἑκουσίως σεαυτόν, τοῖς συλλαβοῦσί σε σοφέ, παραδέδωκας ἀντί, Διοσκορίδους τοῦ κλεινοῦ, ὁμολογήσας τὴν κλῆσιν Χριστοῦ τὴν θείαν· ὅθεν χαλεπῶς, μαστιζόμενος, ᾔσχυνας ἐχθρόν, τῇ εὐτολμίᾳ σου, καὶ τῶν τριβόλων ἐνέγκας τὴν ἄλγησιν, πρὸς λῆξιν ἄπονον ἔδραμες, καλῶς τελέσας, τὸ θεῖον σκάμμα, Θεμιστόκλεις θεόληπτε.
Προεόρτιον, ὅμοιον.
Ἐν σπηλαίῳ Βηθλεέμ, ἀποτεχθῆναι ἐν σαρκί, ὁ προάναρχος Θεός, ἥκει ἐκ Κόρης τῆς ἁγνῆς, ἵνα τὸν ἄνθρωπον σώσῃ ἐκ τῆς κατάρας· γῆ καὶ οὐρανός, καταπλήττονται, τὴν ἄκραν καὶ φρικτήν, αὐτοῦ ταπείνωσιν· ὅτι Θεὸς ὢν ἑκὼν σωσωμάτωται, δι' ἀγαθότητα ἄμετρον. Ἀλλ' ὦ Οἰκτίρμον, δόξα τῇ θείᾳ, καὶ ἀπορρήτῳ κενώσει σου.

    Μετὰ τὸν Πολυέλεον, Κάθισμα.
Ἦχος γ'. Τὴν ὡραιότητα.
Ἄβελ τὸν δίκαιον, καλῶς μιμούμενος, νομεὺς γεγένησαι, προβάτων Ἅγιε, καὶ σεαυτὸν θῦμα δεκτόν, προσήγαγες τῷ Κυρίῳ, ἄνθραξιν ἀθλήσεως, θεολήπτῳ φρονήματι· ὅθεν καὶ ἀπέλαβες, ἐπαξίως τῶν πόνων σου, τὰ θεῖα Θεμιστόκλεις βραβεῖα, ὡς Μάρτυς Χριστοῦ τῶν παθημάτων.
Προεόρτιον, ὅμοιον.
Ἡ κτίσις ἅπασα, προευτρεπίζεται, καθυποδέξασθαι, οἷά περ νήπιον, τὸν ἐν σπηλαίῳ Βηθλεέμ, ἐρχόμενον γεννηθῆναι, Βασιλέα Κύριον, καὶ Θεὸν πάσης κτίσεως, κόσμον ἀναπλάττοντα, ἐκ φθορᾶς ὡς ηὐδόκησε, καὶ τούτῳ προεόρτιον αἶνον, φέρει ὡς προσφορὰν ἁγίαν.

Τὸ α' ἀντίφωνον τοῦ δ' ἤχου
Προκείμενον.
Δίκαιος ὡς φοῖνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν οἴκῳ Κυρίου...
Εὐαγγέλιον Μαρτυρικόν.
Ὁ Ν'.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Ἰδιόμελον. Ἦχος β'.
Ἀθλητικὴν ἀνύσας πορείαν, εἰδωλικὴν ἀπάτην ἐξεφαύλισας, τοῖς στερροῖς ἀγῶσί σου, Θεμιστόκλεις θέοφρον· ὅθεν Χριστὸς ὁ ἀθλοθέτης, ζωαρχικῇ χειρί σε ἐδόξασε, τῇ ἀθανάτῳ δόξῃ· ᾧ πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
    Εἶτα οἱ Κανόνες, ὁ Προεόρτιος ἐκ τοῦ Μηναίου, καὶ τοῦ Ἁγίου ὁ ἑξῆς, ἔχων τήν δε Ἀκροστιχίδα·
Χάριν μοι δίδου ὦ Θεμιστόκλεις. Γερασίμου.
ᾨδὴ α'. Ἦχος δ'. Θαλάσσης τὸ Ἐρυθραῖον.
Χορεύων, περὶ τὸν πάντων ἄνακτα, ὡς Μάρτυς ἔνθεος, σὺν Ἀσωμάτων τάξεσι σοφέ, Θεμιστόκλεις θεόληπτε, λόγον μοι δίδου μέλποντι, τῆς σῆς ἀθλήσεως τὰ σκάμματα.

Ἀγάπῃ, τῇ θεϊκῇ πτερούμενος, σαυτὸν παρέδωκας, τοῖς τοῦ Χριστοῦ διώκταις ἀνδρικῶς, καὶ νομίμως ἠγώνισαι, καταβαλὼν τὸν τύραννον, τῇ ἀνενδότῳ καρτερίᾳ σου.

Ῥημάτων, τῶν δυσσεβῶν ἠλόγησας, τοῦ ματαιόφρονος, ἐκπειρωμένου σε ἀπὸ Χριστοῦ, ἀποστῆσαι μακάριε, καὶ πίστιν τὴν σωτήριον, στόματι θείῳ ὡμολόγησας.
Θεοτοκίον.
Ἱλέῳ, καὶ εὐμενεῖ σου ὄμματι, ἐπὶ τὴν κάκωσιν, τὴν τῆς ψυχῆς μου βλέψον Ἀγαθή, καὶ παθῶν με ἀπάλλαξον, τῶν χαλεπῶς θλιβόντων με, καὶ συνωθούντων πρὸς ἀπώλειαν.
ᾨδὴ γ΄. Οὐκ ἐν σοφίᾳ.
Νομεὺς προβάτων, ὡς ὁ Ἄβελ ὁ δίκαιος πέφηνας, καὶ Μαρτύρων εὐκλεῶν, τὴν εὐκληρίαν ἐπλούτησας, ἀθλήσας στερρότατα, ὑπὲρ τοῦ Κτίστου σου.

Μετ΄ εὐφροσύνης, σεαυτὸν παραδέδωκας Ἅγιε, τοῖς ζητοῦσιν ἐμμανῶς, Διοσκορίδην τὸν Μάρτυρα, καὶ χαίρων ἠγώνισαι, ὑπὲρ τοῦ Κτίστου σου.

Ὅλον τὸν πόθον, πρὸς Χριστὸν Θεμιστόκλεις ἀνέτεινας· ὅθεν ἔφερες στερρῶς, τῶν αἰκισμῶν τὸ ἐπώδυνον, πρὸς δόξαν τὴν ἄπονον, ἀποσκοπούμενος.
Θεοτοκίον.
Ἰδοὺ ὡς ἔφη, Ἡσαΐας Παρθένος προέρχεται, ἐν σπηλαίῳ τοῦ τεκεῖν, τὸν Ποιητὴν πάσης κτίσεως, σάρκα προσλαβόμενον, δι' ἀγαθότητα.

Κάθισμα. Ἦχος δ', Ταχὺ προκατάλαβε.
Ἀνδρείως ὑπέμεινας, τοὺς σπαραγμοὺς τῆς σαρκός, καὶ πάσας ἐσπάραξας, τοῦ δυσμενοῦς τὰς βουλάς, ὡς Μάρτυς ἀήττητος· πίστει γὰρ ἡνωμένος, τῇ ἀΰλῳ ἐλλάμψει, ἤθλησας θεοφρόνως, Θεμιστόκλεις τρισμάκαρ· ἐντεῦθεν τῶν οὐρανίων, στεφάνων ἠξίωσαι.
Προεόρτιον, ὅμοιον.
ᾨδὴν προεόρτιον, τῷ ἐρχομένῳ σαρκί, τεχθῆναι ὡς νήπιον, δι΄εὐσπλαγχνίαν πολλήν, πιστῶς ἀναμέλψωμεν· ἥκει γὰρ ὁ Δεσπότης, τὸν Ἀδὰμ ἀνασῶσαι· ὅθεν τούτου τὸν τόκον, ἀστὴρ Μάγοις μηνύει, καὶ πάντες ὑπαντήσωμεν αὐτῷ, ἐν ἔργοις κρείττοσι.

ᾨδὴ δ'. Ἐπαρθέντα σε ἰδοῦσα.
Διδαχαῖς ταῖς ζωηφόροις λελαμπρυσμένος, ἐν θεαρέστοις πράξεσι, καὶ ἀμέμπτῳ βίῳ, ὤφθης σεμνυνόμενος, καὶ χαίρων ἐχώρησας, πρὸς τὰ τῆς ἀθλήσεως σκάμματα.

Ἱερεῖον ὡς ἀμώμητον προσηνέχθης, Θεμιστόκλεις Ἅγιε, καὶ τέλειον θῦμα, Χριστῷ τῷ παντάνακτι, ἀθλήσας ὡς ἄσαρκος, καὶ καταβαλὼν τὸν πολέμιον.

Διαγγέλλων τὴν Χριστώνυμον Μάρτυς κλῆσιν, τοῖς συλλαβέσθαι σπεύδουσι, τὸν Διοσκορίδην, ἀντὶ τούτου ἔσπευσας, θανεῖν προθυμότατα, θάνατον ζωῆς θείας πρόξενον.

Ὁμολογήσας ἐνώπιον τοῦ τυράννου, Χριστὸν τὸν πάντων Κύριον, Μάρτυς Θεμιστόκλεις, ἐτύφθης σκληρότατα, καὶ πόνους ὑπέμεινας, φίλτρῳ θεϊκῷ κουφιζόμενος.
Θεοτοκίον.
Ὑ'περύμνητε Παρθένε δεδοξασμένη, πῶς τέξῃ ὡς νήπιον, τὸν Θεὸν τῶν ὅλων; πῶς γάλα θηλάσεις δέ, τὸν πάντα ἐκτρέφοντα ; δόξα τῇ ἀρρήτῳ κυήσει σου.

ᾨδή ε'. Σὺ Κύριέ μου φῶς.
Ὡς ἔχων τὸν Χριστόν, ἐν καρδίᾳ σου Ἅγιε, ὑπέμεινας τῆς γαστρός σου, ῥαβδισμοὺς ἀνυποίστους, αἰσχύνων τὸν ἀντίπαλον.

Θεὸν τὸν ἐν σαρκί, ἡμῖν ἐπιδημήσαντα, τοῖς ἀσεβέσι κηρύξας, σαρκός σου τὰς αἰκίας, ὑπέστης καρτερώτατα.

Ἐσύρθης ἀπηνῶς, ἐν τριβόλοις μακάριε, καὶ τοὺς τριβόλους τῆς πλάνης, ἀνέσπασας Θεμιστόκλεις, τῇ καρτερᾷ ἐνστάσει σου.
Θεοτοκίον.
Μὴ φλέξας σὴν νηδύν, πῦρ ὑπάρχων ὁ Κύριος, προέρχεται γεννηθῆναι, ἐξ ἁγνῶν σου αἱμάτων, σωματικῶς Πανάχραντε

ᾨδή στ'. Θύσω σοι.
Ἴσχυσας, ἐν ἀσθενείᾳ σαρκὸς ὡς ἀσώματος, ὑπενεγκεῖν Θεμιστόκλεις, τῶν πικρῶν βασάνων τὰς ἀλγηδόνας, οὐρανόθεν, δυναμούμενος σθένει τοῦ Πνεύματος

Σοφίᾳ, ἣν Χριστὸς ἀοράτως σοὶ δέδωκεν, ἐπὶ κριτῶν παρανόμων, τούτου ὡμολόγησας Θεμιστόκλεις, τὴν ἁγίαν, καὶ φρικτὴν ἐνανθρώπησιν Ἅγιε.

Τὸν νοῦν σου, πρὸς Χριστὸν ὁλικῶς ἔχων Ἅγιε, τιμωριῶν τὰς ὀδύνας, οὐκ ᾐσθάνου Μάρτυς ἀλλ΄ εὐφροσύνως, τὸ σὸν πνεῦμα, ἐναπέθου χερσὶ τοῦ Κυρίου σου.
Θεοτοκίον.
Ὁ Λόγος, ὁ του Θεοῦ ἐκ σοῦ σὰρξ γενόμενος, Θεογεννῆτορ Παρθένε, ὃ οὐκ ἦν προσέλαβεν ὃ ἦν μείνας, ὃν προέρχῃ, ἐν σπηλαίῳ γεννῆσαι ὡς ἄνθρωπον.

Κοντάκιον. Ἦχος γ'. Ἡ Παρθένος σήμερον.
Τοῦ Χριστοῦ τὸ ὄνομα, ὁμολογήσας ἀνδρείως, Θεμιστόκλεις Ἅγιε, μαρτυρικῶς ἠγωνίσω· πάσας γάρ, σαρκὸς ἐνέγκας τὰς ἀλγηδόνας, εἴληφας, τῶν σῶν ἀγώνων τὸ θεῖον γέρας, ἐκ χειρὸς τῆς τοῦ Κυρίου· ὃν ἐκδυσώπει, σωθῆναι πάντας ἡμᾶς.
Ὁ Οἶκος.
Θεμιστοκλέους τοῦ στερροῦ, ἡ φωτοφόρος μνήμη, προκαταγγέλλει μυστικῶς, ἀνατολὴν τὴν νοητήν, τοῦ τῆς δικαιοσύνης Ἡλίου, τοῦ δι’ εὐσπλαγχνίαν γεννηθῆναι σωματικῶς, ἐκ τῆς Ἀχράντου Παρθένου ἐρχομένου. Αὐτοῦ τὴν ἐν σαρκὶ παρουσίαν, κηρύξας οὗτος ἐναντίον ἀσεβούντων, στρατιώτης ἄριστος, καὶ ἀθλητὴς ἀήττητος, τῆς δόξης αὐτοῦ ἀνεδείχθη· παρ' οὗ τὰ γέρα τῶν καμάτων εἰληφώς, πρεσβεύει σωθῆναι πάντας ἡμᾶς.

Συναξάριον.
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ καλλινίκου Μάρτυρος τοῦ Χριστοῦ Θεμιστοκλέους.
Στίχ.
Τὰς ἐκ σιδηρῶν ὀξέων ἥλων ξέσεις
Ὥς τις σιδηροῦς καρτερεῖς Θεμιστόκλεις.
Θεμιστοκλέους ἦτορ εἰκάδι πρώτῃ Θεῷ ἔστη.

Οὗτος ἦν ἐπὶ τῆς βασιλείας Δεκίου, ἐκ Μύρων τῆς Λυκίας, ποιμὴν προβάτων ὑπάρχων. Τοῦ οὖν ἄρχοντος διωγμὸν κατὰ τῶν Χριστιανῶν κινήσαντος, καὶ τοῦ ἁγίου Διοσκορίδους ἐπιζητουμένου, ἐπεὶ πρὸς τὸ ὄρος κατέφυγεν, οἱ ζητοῦντες αὐτὸν εὗρον νέμοντα τὸν Θεμιστοκλέα, καὶ ἀνηρώτων περὶ τοῦ Διοσκορίδους. Ὁ δέ, ἐκεῖνον μὲν ἀπέκρυψε, μὴ εἰδέναι λέγων ἔνθα ἐστίν, ἑαυτὸν δὲ παρέδωκεν, ὁμολογήσας εἶναι Χριστιανόν. Καὶ τὸν Χριστὸν κηρύξας ἐνώπιον τοῦ ἄρχοντος Ἀσκληπιοῦ, καὶ παρρησιασάμενος, ἐτύφθη κατὰ γαστρὸς ἕως ἐρράγη· καὶ ἐπὶ ξύλου ἐκρεμάσθη. Εἶτα σύρεται ἐπὶ τριβόλων σιδηρῶν, ὑφ' ὧν ὅλον τὸ σῶμα περονούμενος, τῷ Θεῷ τὸ πνεῦμα παρέθετο.

Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.

ᾨδὴ ζ'. Ἐν τῇ καμίνῳ.
Καταπαλαίσας, τῇ σῇ ἀνδρείᾳ τὸν ἀλάστορα, Μάρτυς Θεμιστόκλεις, εἴληφας ἐκ Χριστοῦ, τὸ βραβεῖον τῶν καμάτων σου. Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Λελαμπρυσμένος, μαρτυρικῶν ἀγώνων στίγμασι, Μάρτυς Θεμιστόκλεις, ἔδραμες ἐν χαρᾷ, πρὸς νυμφῶνα τὸν οὐράνιον. Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.

Ἐπὶ τοῦ ξύλου, ἀναρτηθεὶς Μάρτυς ἀήττητε, πάθος ἐμιμήσω, τοῦ ἐν τῷ Σταυρῷ, κρεμασθέντος ἀγαθότητι, ζωῆς τῷ ξύλῳ δέ, μετὰ τέλος παρέστης γηθόμένος.

Ἰδὼν ὁ ἄρχων, τῆς καρτερίας σου τὸ εὔτονον, μάστιξι προστάττει, ξαίνεσθαι ἀπηνῶς, Θεμιστόκλεις τὴν κοιλίαν σου. Εὐλογημένος εἶ, ὁ Θεός μου βοῶντος καὶ Κύριος.
Θεοτοκίον.
Σαρκὶ τεχθῆναι, ἐκ τῆς γαστρός σου ὁ Ὑπέρθεος, ἥκει δι΄ εὐσπλαγχνίαν, Παρθένε· ὃν ὡς βροτόν, διαθρέψεις τῷ σῷ γάλακτι· ὢ μεγαλείων σου ! τίς οὖν Κόρη ὑμνήσει τὴν δόξαν σου;

ᾨδὴ η'. Χεῖρας ἐκπετάσας.
Γνώμῃ ἀηττήτῳ καὶ σπουδῇ, ἐνθέως ἔδραμες, πρὸς τὰ παλαίσματα, τὰ τῆς ἀθλήσεως Ἅγιε, τὴν ἰσχὺν ἔχων τὴν ἄνωθεν, ἐνδυναμοῦσάν σε στερρῶς, καὶ ψάλλειν πείθουσαν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ἐνώπιον ἄρχοντος δεινοῦ, στερρῷ φρονήματι, καθωμολόγησας, Χριστοῦ τὸ ἅγιον ὄνομα, Θεμιστόκλεις παναοίδιμε, καὶ μαστιζόμενος σκληρῶς, χαίρων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.

Ράβδοις τὴν γαστέρα σου ξανθείς, πᾶσιν ὑπέδειξας, τὴν πρὸς τὸν Κύριον, ἐν σοὶ τελείαν ἀγάπησιν, Θεμιστόκλεις καὶ ἀνάνευσιν, πρὸς ὃν θέοφρον ἀφορῶν, ψάλλων ἐκραύγαζες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον.
Ἀσπόρως συνέλαβες Χριστόν, τὸν πάντων Κύριον, δι' ἀγαθότητα, Θεοχαρίτωτε Δέσποινα, ὃν καὶ τέξῃ οἷα νήπιον, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, τὸν ἀπερίληπτον· ὅθεν πάντες, ὑμνολογοῦμεν Παρθένε τὴν δόξαν σου.

ᾨδὴ θ'. Λίθος ἀχειρότμητος.
Σύρεις ἀπηνῶς Θεμιστόκλεις, ἐπὶ ὀξέων Μάρτυς ἥλων, κρίσει δικαστῶν παρανόμων, τὸν σὸν ἀγῶνα χαίρων ἐτέλεσας, καὶ πρὸς τὸ φῶς τὸ ἄφραστον, τῆς αἰωνίου δόξης ἔδραμες.

Ἰσχὺν ἐνδυσάμενος θείαν, τὸν ἰσχυρὸν ἐν τῇ κακίᾳ, δράκοντα κατέβαλες Μάρτυς, ἀθλητικοῖς σου ἀνδραγαθήμασι, καὶ νίκης τὸ διάδημα, παρὰ Χριστοῦ ἀξίως ἔλαβες.

Μύρων σε ἡ πόλις Κυρίῳ, τῷ ἐν σπηλαίῳ τικτομένῳ, οἷά περ πανεύοσμον μύρον, ἐν εὐφροσύνῃ Μάρτυς προσήγαγε, καὶ προσφορὰν εὐπρόδεκτον, τῷ Ζωοδότῃ καὶ Οἰκτίρμονι.

Οἱ ἀθλητικοί σου ἀγῶνες, ὡς δῶρα θεῖα Θεμιστόκλεις, τῷ ἐν τῷ σπηλαίῳ τεχθέντι, ἐκ τῆς Ἄχράντου Κόρης προσήχθησαν· ὅθεν ὡς δῶρον πρόσδεξαι, κἀμοῦ τὴν αἴνεσιν καὶ σῶσόν με.
Θεοτοκίον.
Ὑψίστου ἀνάκτορον θεῖον, πῶς μικρὸν σπήλαιον ὑπέρχῃ, Κεχαριτωμένη Παρθένε ; Πῶς ἐν αὐτῷ δὲ τέξῃ τὸν Κύριον, τὸν μηδαμοῦ χωρούμενον, καὶ χωρητὸν ἐν σοὶ γενόμενον ;

Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
Μαρτυρικοὺς ἀγῶνας, ἀνύσας Μάρτυς ἀνδρικῶς, κατῄσχυνας τὸν Βελίαρ, τῇ σῇ λαμπρᾷ ὑπομονῇ, ὦ Θεμιστόκλεις θέοφρον· διό σε ὑμνολογοῦμεν.
Προεόρτιον, ὅμοιον.
Ἡ Θεοτόκος Κόρη, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, προέρχεται Χριστὸν τέξαι, σωματωθέντα δι' ἡμᾶς, προϋπαντήσωμεν ταύτῃ, ἐν καθαρᾷ συνειδήσει.

    Εἰς τοὺς Αἴνους. Ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια τοῦ Ἁγίου Μάρτυρος.
Ἦχος πλ. β'. Αἱ Ἀγγελικαί.
Τῶν ἀθλητικῶν, παλαισμάτων σου ἡ μνήμη, οἷά περ ἀστήρ, προανέτειλε τῷ κόσμῳ, τήν τοῦ Χριστοῦ ἁγίαν, προκηρύττουσα γέννησιν, Μάρτυς Θεμιστόκλεις Ἀθλοφόρε· ἣν ἐπιτελοῦντες ἐκβοῶμεν, πιστῶς ἅπαντες· ὁ Βασιλεὺς τῶν οὐρανῶν, Χριστὸς παραγίνεται.

Ἔδωκας σαυτόν, ἑκουσίως Θεμιστόκλεις, ἀντὶ τοῦ κλεινοῦ, Ἀθλητοῦ Διοσκορίδους, Χριστοῦ τῇ ἀγαπήσει, πρὸς ἀγῶνας καὶ σκάμματα, οὓς καὶ θεοφρόνως διαθλήσας, τὰς ὑπὲρ λόγον ἀντιδόσεις, λαμπρῶς εἴληφας, ὡς στρατιώτης ἀληθής, Χριστοῦ τοῦ Παντάνακτος.

Ἤχθης ἀπηνῶς, ἐκ τοῦ ὄρους Θεμιστόκλεις, καὶ τῷ δικαστῇ, τῷ τῆς πλάνης ἀπτοήτως, παρέστης Ἀθλοφόρε, καὶ Χριστὸν ὡμολόγησας, Κύριον ἁπάντων καὶ Δεσπότην, σάρκα δι΄ ἡμᾶς ἀνειληφότα, καὶ ἐξ Ἁγνῆς σπεύδοντα, ἐν τῷ σπηλαίῳ Βηθλεέμ, τεχθῆναι δι' ἔλεος.

Ἤνεγκας σκληράς, μαστιγώσεις ἀνενδότως, γνώμῃ δὲ στερρᾷ, ἐπὶ ξύλου ἀνηρτήθης, ἐπὶ ὀξέων ἥλων, ὡς ἐσύρθης δὲ Ἅγιε, ταῖς χερσὶ παρέθου τοῦ Κυρίου, τὴν σὴν ψυχὴν ἠγλαϊσμένην, λαμπροῖς στίγμασι, τῶν πολυτρόπων αἰκισμῶν, δι΄ ὧν τεθαυμάστωσαι.
Δόξα. Ἦχος β'.
Τὴν παντευχίαν ἀναλαβὼν τῆς πίστεως, τῷ ἐχθρῷ συνεπλάκης στερρῶς, καὶ τοῦτον κατὰ κράτος ὤλεσας, Θεμιστόκλεις τρισμάκαρ· διὰ μαρτυρικῶν γὰρ καμάτων, ἠκολούθησας Χριστῷ, καὶ στρατιώτης αὐτοῦ δόκιμος, ἀνεδείχθης Ἀθλητά. Ὅθεν Μαρτύρων συνὼν τοῖς δήμοις, σὺν αὐτοῖς ἱκέτευε, σωθῆναι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Ὁ αὐτός. Προεόρτιον.
Βηθλεὲμ γῆ Ἰούδα, τὸ κατὰ σάρκα πολίτευμα, φαιδρῶς εὐτρέπισον τὸ Θεῖον Σπήλαιον, ἐν ᾧ Χριστὸς σαρκὶ τίκτεται, ἐξ ἀπειράνδρου ἁγίας Παρθένου, εἰς τὸ σῶσαι τὸ γένος ἡμῶν.
Εἰς τὴν Λειτουργίαν.
Τὰ Τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ΄ καὶ στ' ᾠδη.
Ἀπόστολον καὶ Εὐαγγέλιον τῆς β' Σεπτεμβρίου.
Κοινωνικόν. «Εἰς μνημόσυνον αἰώνιον...»
Μεγαλυνάριον.
Ἤθλησας νομίμως ὑπὲρ Χριστοῦ, Μάρτυς Θεμιστόκλεις, καὶ κατέβαλες τὸν ἐχθρόν· ὅθεν ἡμᾶς ῥῦσαι, τῆς τούτου ἐπηρείας, καὶ πάσης ἄλλης βλάβης, τῇ ἀντιλήψει σου.
Δίστιχον.
Θεμιστόκλεις πρόσδεξαι τοῦτον τὸν ὕμνον, Ὃν περ σοι Γεράσιμος ἐκ πόθου φέρει.
http://analogion.gr/glt/texts/Dec/21b.uni.htm

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου