ΤΗΣ ΑΓΙΑΣ ΕΝΔΟΞΟΥ ΟΣΙΟΠΑΡΘΕΝΟΜΑΡΤΥΡΟΣ
ΕΥΓΕΝΙΑΣ
ΔΕΚΕΜΒΡΊῼ ΜΗΝΙ 24ῌ
ΧΑΡ. ΜΠΟΥΣΙΑ
Μεγάλου Ὑμνογράφου τῆς τῶν Ἀλεξανδρέων Ἐκκλησίας.
ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν εἰς τὸ Κύριε
ἐκέκραξα ἱστῶμεν στίχους δ' καὶ ψάλλομεν τὰ ἑξῆς
Προσόμοια·
῏Ηχος δ'. ῾Ως γενναῖον ἐν μάρτυσι.
Τοῦ
Χριστοῦ νύμφη πάγκαλε, Εὐγενία περίδοξε, ὁσιομαρτύρων παρθένων σέμνωμα, ἡ μὴ
φεισθεῖσα νεότητος, τοῦ κάλλους προσώπου σου καὶ σαρκίου ἁπαλοῦ τοῦ σεπτοῦ σου,
ἀοίδιμε, ὡς ἀσώματος ἀνδρικοὺς εἰς ἀγῶνας ἀλκιφρόνως προσεχώρησας καὶ ἄθλοις τῷ
Λυτρωτῆ εὐηρέστησας.
Τὸ
ταμεῖον τῆς γνώσεως, τὸ ἀσύλητον μέλψωμεν, καὶ φιλοσοφίας φανὸν τὸν πάμφωτον,
Ἀλεξανδρείας φωτίσαντα τὴν χθόνα πυρσεύμασιν ἀρετῆς καὶ ἀστραπαῖς, σωφροσύνης
κραυγάζοντες· ζόφον λύσασα τῶν εἰδώλων λατρείας, Εὐγενία, φῶς ἀλήκτου εὐφροσύνης
ἤνοιξας πᾶσι, φωτόλαμπρε.
Ἀραμένη
ἐπ' ὤμων σου, τὸν σταυρὸν ἐκ νεότητος, τοῦ Χριστοῦ κατέλιπες πᾶσαν εὔκλειαν,
τρυφὴν καὶ δόξαν τὴν ῥέουσαν, καὶ πόθῳ ἀνέδραμες κατοικῆσαι εἰς μονὴν ἀνδρικὴν
ὑπερβάλλουσα φύσιν θήλεος, θαυμαστῶς, Εὐγενία θεοφόρε, γυναικῶν ὁσιοάθλων
περιφανὲς σεμνολόγημα.
Τὴν
πανίερον μνήμην σου, ἐκτελοῦντες γηθόμενοι, ἐν τοῖς προεόρτοις Χριστοῦ
γεννήσεως, πανευλαβῶς μεγαλύνομεν ἀσκήσεως πόνους σου τοὺς στερροὺς καὶ
ἀνδρικοὺς καὶ καμάτους ἀθλήσεως παναλκίμου σου, καλλιμάρτυς παρθένε, Εὐγενία,
νύμφη ἄσπιλε Κυρίου, τοῦ οὐρανίου Νυμφίου σου.
Δόξα.
Ηχος β'.
Τὴν
διπλοῖς ἑαυτὴν κοσμήσασαν στεφάνοις, ἀσκήσεως νυχθημέρου καὶ ἀθλήσεως ἀρίστης,
Εὐγενίαν τὴν παρθενομάρτυρα, ἐκθύμως τιμήσωμεν·αὕτη γὰρ ἀνδρικῶς πολιτευσαμένη
και ἀσελγοῦς συκοφαντίαν ἀπορρίψασα τῇ ἐπιδείξει τῆς αὐτῆς θηλείας φύσεως
μονοτρόπων καὶ πάντων χριστωνύμων τὰς χορείας κατηύφρανε· καὶ νῦν τῷ αὐτῆς
ποθεινῷ Νυμφίῳ παρεστῶσα καὶ ἀγγέλοις συγχορεύουσα, ἀδιαλείπτως Χριστῷ πρεσβεύει
ὑπὲρ εἰρήνης τοῦ σύμπαντος κόσμου καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν
Προεόρτιον (᾽Εκ του Μηναίου).
Ἰδοὺ
καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν· εὐτρεπίζου, σπήλαιον· ἡ παρθένος ἐγγίζει τοῦ
τεκεῖν· Βηθλεέμ, γῆ ᾽Ιούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος
ἡμῶν. Ἀκούσατε, ὄρη καὶ βουνοὶ καὶ τὰ περίχωρα τῆς ᾽Ιουδαίας, ὅτι ἔρχεται
Χριστός, ἵνα σώσῃ, ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος.
Εἰς τὸν Στίχον.
῏Ηχος β'. Οἶκος τοῦ ᾽Εφραθᾶ.
Οἶκόν
σου πατρικὸν λιποῦσα Εὐγενία, σὺν δούλων σου δυάδι ἐν ἀνδρικῷ σεμνείῳ ὑπερφυῶς
ἐνήσκησας.
Στίχος.
῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Θήλεος
ἀσθενὲς καὶ χαῦνον τοῦ σαρκίου ἀσκήσει καὶ ἀθλήσει στερρᾷ σου, Εὐγενία, παρεῖδες
πίστει, ἔνδοξε.
Στίχος.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
ᾜσχυνας
τὸν ἐχθρὸν συντόνοις σου καμάτοις καὶ μαρτυρίου πόνοις, παρθένων, Εὐγενία,
θεοεικέλων κλέϊσμα.
Δόξα.
Τριαδικόν.
Δώρησαι
ψυχικὴν εὐγένειαν Σοῖς δούλοις, Τριὰς ὑπεραγία, ἐνδόξου Εὐγενίας τοῖς μέλπουσι
παλαίσματα.
Καὶ
νῦν. Προεόρτιον.
Ῥῦσαι
ἡμᾶς δεινῶν τοὺς νῦν δοξολογοῦντας ἐν Βηθλεὲμ τῇ πόλει ῝Ον ἔτεκες ἀφράστως
Θεάνθρωπον, Μητρόθεε.
ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ
Μετὰ τὸν Προοιμιακὸν τὸ
Μακάριος ἀνήρ, εἰς δὲ τὸ Κύριε ἐκέκραξα
ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια·
῏Ηχος α'. Τῶν οὐρανίων ταγμάτων.
Tῆς
θεαυγοῦς Εὐγενίας, παρθενομάρτυρος, τῆς ἐν Αλεξανδρείᾳ ἀσκησάσης ἐνθέως, καὶ
τρίβον ἐν τῇ ῾Ρώμῃ ἀθλητικὴν ἀνυσάσης τιμήσωμεν, τὴν πανσεβάσμιον μνήμην
πανευλαβῶς φιλεόρτων τὰ συστήματα.
Τρωθεῖσα ἔρωτι θείῳ, ἠρνήσω πρόσκαιρον, μνηστῆρα καὶ τὸν οἶκον σοῦ πατρός,
Εὐγενία, καὶ φύσιν ὑπερβᾶσα σὴν ἀνδρικοῖς, προσεχώρησας σκάμμασι καὶ σῷ Νυμφίῳ
καὶ Κτίσαντι τοῦ παντός, σῇ ἀσκήσει εὐηρέστησας.
Συκοφαντίαν φυγοῦσα Θεοῦ τῇ χάριτι, καὶ σὲ τοῖς ἀδικοῦσι καταδείξασα φύσιν σὴν
θήλειαν χορείας τῶν εὐσεβῶν, Εὐγενία, κατηύφρανας καὶ εἰς τὴν πίστιν
προσείλκυσας τοῦ Χριστοῦ τὸν γεννήτορά σου Φίλιππον.
Σὺν τῷ
πατρί σου Φιλίππῳ, Βασίλᾳ ἤθλησας, τῇ τοῦ κυρίου νύμφη, καὶ σεπτῇ ξυνωρίδι, σῶν
δούλων, Εὐγενία, τῶν εὐσταλῶν ἐν τῇ ῾Ρώμῃ δοξάσασα, τοῦ μαρτυρίου σου πόνοις τὸν
᾽Ιησοῦν σὲ λαμπρῶς ἀντιδοξάσαντα.
Παρ'
ἐπισκόπου ῾Ελένου τοῦ οὐρανόφρονος, τὸ βάπτισμα τὸ θεῖον, Εὐγενία, ἐδέξω καὶ
λόγοις θεαρέστοις, μῆτερ, αὐτοῦ καθυπείκουσα ἔδραμες, σὺν τοῖς δυσί σου οἰκέταις
εἰς ἀνδρικὴν μάνδραν κρύπτουσα τὴν φύσιν σου.
Χαμαικοιτίᾳ, στερήσει, εὐχῇ καὶ δάκρυσι, νηστείᾳ, ἀγρυπνίᾳ καὶ συντόνῳ ἀσκήσει
ἐνέδρας τοῦ Βελίαρ τὰς ζοφεράς, Εὐγενία, κατέστρεψας, καὶ ὑπερέβαλες πάντας
συμμοναστάς, ἀνδρικοῖς σου κατορθώμασι.
Δόξα.
῏Ηχος πλ. β'.
Παρθενίας ὡραϊσμένη κάλλεσι καὶ ψυχικῆς εὐγενείας κεκοσμημένη τρόποις μοναχικῆς
πολιτείας θησαύρισμα καὶ σωφροσύνης ταμεῖον ἐχρημάτισας, ὁσιομάρτυς Εὐγενία·
ὑπὲρ φύσιν οὖν ἀνδραγαθήσασα καὶ ἀνδρικῶς ἀθλήσασα ἀθανάτων ἀμοιβῶν ἠξιώθης ἐν
παστάδι οὐρανίῳ, ἔνθα τοῦ ἀρρήτου ἀπολαύουσα τοῦ Κυρίου κάλλους· Αὐτῷ πρεσβεύεις
ῥύεσθαι κινδύνων τοὺς σὲ μακαρίζοντας.
Καὶ
νῦν. Προεόρτιον. (᾽Εκ τοῦ Μηναίου).
Δανιήλ,
ἀνὴρ ἐπιθυμιῶν, λίθον ἄνευ χειρὸς τμηθέντα θεωρήσας Σε, Κύριε, Βρέφος ἄνευ
σπορᾶς τεχθῆναι προηγόρευσε Σὲ τὸν ἐκ Παρθένου σαρκωθέντα Λόγον τὸν ἀναλλοίωτον
Θεὸν καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἴσοδος. φῶς
ἱλαρόν. Τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Αναγνώσματα.
Σοφίας Σειρὰχ τὸ Ανάγνωσμα.
(Κεφ. ιε' 1 10).
Ὁ
φοβούμενος Κύριον ποιήσει ἐντολὰς αὐτοῦ καὶ ὁ ἐγκρατὴς τοῦ νόμου καταλήψεται
σοφίαν· καὶ ὑπαντήσεται αὐτῷ ὡς μήτηρ καὶ ὡς γυνὴ παρθενίας προσδέξεται αὐτόν.
Ψωμιεῖ αὐτὸν ἄρτον συνέσεως καὶ ὕδωρ σοφίας ποτίσει αὐτόν. Στηριχθήσεται ἐπ'
αὐτὴν καὶ οὐ μὴ κλιθῇ καὶ ἐπ' αὐτῆς ἐφέξει καὶ οὐ μὴ καταισχυνθῇ· καὶ ὑψώσει
αὐτὸν παρὰ τοὺς πλησίον αὐτοῦ καὶ ἐν μέσῳ ἐκκλησίας ἀνοίξει στόμα αὐτοῦ.
Εὐφροσύνην καὶ στέφανον ἀγαλλιάματος καὶ ὄνομα αἰώνιον κατακληρονομήσει. Οὐ μὴ
καταλήψονται αὐτὴν ἄνθρωποι ἀσύνετοι καὶ ἄνδρες ἁμαρτωλοὶ οὐ μὴ ἴδωσιν αὐτήν·
μακράν ἐστιν ὑπερηφανίας καὶ ἄνδρες ψεῦσται οὐ μὴ μνησθήσονται αὐτῆς. Οὐχ ὡραῖος
αἶνος ἐν στόματι ἁμαρτωλοῦ, ὅτι οὐ παρὰ Κυρίου ἀπεστάλη· ἐν γὰρ σοφίᾳ ῥηθήσεται
αἶνος καὶ ὁ Κύριος εὐοδώσει αὐτόν.
Παροιμιῶν τὸ Ανάγνωσμα.
(Κεφ. λα' 10-31)
Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη. Θαρσεῖ ἐπ
αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ
τῷ ἀνδρὶ ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λίνον ἐποίησεν εὔχρηστον ταῖς
χερσὶν αὐτῆς. ᾽Εγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν, συνάγει δὲ, αὐτῆς τὸν
πλοῦτον. Καὶ ἀνίσταται ἐκ νυκτῶν καὶ ἔδωκε βρώματα τῷ οἴκῳ καὶ ἔργα ταῖς
θεραπαίναις. Θεωρήσασα γεώργιον ἐπρίατο, ἀπὸ δὲ καρπῶν χειρῶν αὐτῆς κατεφύτευσε
κτῆμα. Αναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς ἤρεισε τοὺς βραχίονας αὐτῆς εἰς
ἔργον. ᾽Εγεύσατο ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι καὶ οὐκ ἀποσβέννυται ὁ λύχνος
αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ συμφέροντα,τὰς δὲ χεῖρας
αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε
πτωχῷ. Οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν που χρονίζῃ· πάντες γὰρ οἱ
παρ' αὐτῆς ἐνδεδυμένοι εἰσί. Δισσὰς χλαίνας ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου
καὶ πορφύρας ἑαυτῇ ἐνδύματα. Περίβλεπτος δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις,
ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν γερόντων κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε
καὶ, ἀπέδοτο τοῖς Φοίνιξι, περιζώματα δὲ τοῖς Χαναναίοις. ᾽Ισχὺν καὶ εὐπρέπειαν
ἐνεδύσατο καὶ εὐφράνθη ἐν ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ
ἐννόμως καὶ τάξιν ἐστείλατο τῇ γλώσσῃ αὐτῆς. Στεγναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα
δὲ ὀκνηρὰ οὐκ ἔφαγε. Τὸ στόμα δὲ ἀνοίγει σοφῶς καὶ νομοθέσμως, ἡ δὲ ἐλεημοσύνη
αὐτῆς ἀνέστησε τὰ τέκνα αὐτῆς καὶ ἐπλούτησαν καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν.
Πολλαὶ θυγατέρες ἐκτήσαντο πλοῦτον, πολλαὶ ἐποίησαν δύναμιν, σὺ δὲ ὑπέρκεισαι
καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι καὶ μάταιον κάλλος γυναικός· γυνὴ γὰρ
συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτῇ ἀπὸ καρπῶν χειλέων
αὐτῆς καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Σοφίας Σολομῶντος τὸ Ανάγνωσμα.
(Κεφ, γ' 1 -9)
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. ῎Εδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ
δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης· καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται· κρινοῦσιν
ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ
πεποιθότες ἐπ' αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
αὐτοῦ.
ΕΙΣ ΤΗΝ ΛΙΤΗΝ
᾽Ιδιόμελα
῏Ηχος α'.
Τὴν
παρθενίαν φυλάξασα ὡς ὀφθαλμοῦ κόρην ἀνδρικῷ φρονήματι ἠνδραγάθησας καὶ
ἰσαγγέλως ἐπολιτεύσω, Εὐγενία, νύμφη Χριστοῦ πανάμωμε· ἑαυτὴν οὖν στολισαμένη
ἀρετῶν ἄνθεσιν εἰς τὸ στάδιον τῆς ἀθλήσεως εἰσῆλθες, ἐξ ἧς νικηφόρως πρὸ πόλον
ἀνελθοῦσα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
῏Ηχος β'.
Ἐκ τῆς
ἐν τῇ φιλοσοφίᾳ ἐντρυφήσεώς σου καὶ ἐκ τῶν ἐπιστολῶν τοῦ θείου Παύλου ἔγνως τὸν
Κύριον τῆς δόξης, Εὐγενία πανένδοξε· τῇ Αυτοῦ γὰρ ἀγάπῃ τρωθεῖσα πᾶν γεηρὸν καὶ
μάταιον κατέλιπες καὶ ὁλοθύμῳ καρδίᾳ Αὐτῷ ἠκολούθησας· καὶ νῦν, πολυΰμνητε καὶ
πανάμωμε νύμφη τοῦ ῾Υψίστου, Αὐτοῦ τὴν λαμπρότητα θεωμένη ἐν παστάδι ἀΰλῳ μὴ
παύσῃ δυσωποῦσα ὑπὲρ τῶν τιμώντων σε.
῏Ηχος γ'.
Ἀθλητικῶς ἐν ῾Ρώμῃ τὸν βίον ἐτέλεσας μετὰ τὴν τοῦ πατρός σου Φιλίππου εἴσοδον
εἰς τὴν ἁγίαν πίστιν καὶ γενναιοτάτην ἐνάθλησιν καὶ τὸ ἔνδοξον μαρτύριον τῶν
συνοδῶν σου, Πρωτᾶ καὶ Ὑακίνθου, ὡς καὶ Βασίλης,τῆς βασιλίδος, Εὐγενία
πανεύφημε· προθύμως οὖν δεξαμένη ἐκτομὴν κεφαλῆς σου ἔδειξας τοῖς ἐν ῾Ρώμῃ
φιλομάρτυσι τὴν ἐν σοὶ κεκρυμμένην ψυχῆς εὐγένειαν καὶ γέγονας πάντων πρέσβειρα
θερμοτάτη πρὸς Κύριον, τὸν παρέχοντα ἡμῖν εὐχαῖς σου τὸ μέγα ἔλεος.
῏Ηχος δ'.
Τὴν
συκοφαντίαν τῆς ἀσελγοῦς πολιτείας σου ἀπορρίψασα τῇ ἐπιδείξει τῆς γυναικείας
σου φύσεως πάντας ἐξέπληξας τῇ σῇ ψυχικῇ εὐσθενείᾳ καὶ πίστει, ὁσιωτάτη Εὐγενία·
ὅθεν γνωσθεῖσα ὑπ' αὐτοῦ τοῦ πατρός σου χαρᾶς τὴν ψυχὴν αὐτοῦ ἔπλησας καὶ πρὸς
τὴν εἰς Χριστὸν πίστιν αὐτὸν εἵλκυσας, τὸν σὺν σοὶ Αὐτῷ πρεσβεύοντα ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Δόξα.
Ἦχος ὁ αυτός.
Ὡς
πολύτιμον μαργαρίτην εὑροῦσα τὸν Κύριον, ὀπίσω Αὐτοῦ ἔδραμες ὁλοθύμῳ ψυχῆς
ἐφέσει, Εὐγενία, ὁσιοάθλων ἐγκαλλώπισμα· ἀθλήσασα οὖν ὑπὲρ Αὐτοῦ ἐν τῇ εὐφροσύνῳ
ἡμέρᾳ τῶν Αὐτοῦ γενεθλίων εἰρήνευσον τὴν ζωὴν ἡμῶν λιταῖς σου πρὸς τὸν δι' ἡμᾶς
ἐνανθρωπήσαντα Σωτῆρα τῆς κτίσεως.
Καὶ
νῦν. Προεόρτιον. (᾽Εκ τοῦ Μηναίου).
Ἡσαΐα,
χόρευε, λόγον Θεοῦ ὑπόδεξαι· προφήτευσον τῇ κόρῃ Μαριάμ, βάτον καταφλέγεσθαι καὶ
πυρὶ μὴ καίεσθαι τῇ αἴγλῃ τῆς Θεότητος. Βηθλεὲμ εὐτρεπίζου, ἄνοιγε πύλην ἡ
᾽Εδέμ· καὶ Μάγοι πορεύεσθε ἰδεῖν τὴν σωτηρίαν ἐν φάτνῃ σπαργανούμενον, ὃν ἀστὴρ
ἐμήνυσεν, ἐπάνω τοῦ σπηλαίου ζωοδότην Κύριον τὸν σῴζοντα τὸ γένος ἡμῶν.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
῏Ηχος πλ. α'. Χαίροις, ἀσκητικῶν.
Χαίροις, ὁσιοάθλων πυρσός, ὁ πᾶσι κτίσει φαίνων ἄθλων πυρσεύμασιν, ἀσκήσεως
θεαρέστου καὶ μαρτυρίου στερροῦ, μάρτυς Εὐγενία, καλλιπάρθενε· σεμνότητος
πρόβολε, παρθενίας ἀνάκτορον, χρηστοηθείας καὶ εὐχῆς ἐργαστήριον καὶ τῆς χάριτος
εὐπρεπὲς ἐνδιαίτημα· ὅθεν τὴν θείαν μνήμην σου, τελοῦντες γηθόμενοι τῶν εὐσεβῶν
αἱ χορεῖαι πανευλαβῶς ἀνακράζομεν· Χριστὸν ἐκδυσώπει, ταῖς ψυχαῖς ἡμῶν δοθῆναι
τὸ μέγα ἔλεος.
Στίχος.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Χαίροις, ἡ τοῦ Κυρίου ἀμνάς, ἡ τὴν ἡμέραν τῆς Αὐτοῦ ἐνσαρκώσεως, ἀθλήσασα ἐν τῇ
῾Ρώμῃ ὡς εὐσθενὴς ἀθλητής, μάρτυς Εὐγενία, ἀξιάγαστε· διὸ νῦν τὴν μνήμην σου τὴν
λαμπρὰν καὶ πανέορτον, ἐν προεόρτῳ ἐκτελοῦντες γεννήσεως, τοῦ Νυμφίου σου ᾽Ιησοῦ
πόθῳ κράζομεν· πρέσβευε, ὁσιόαθλε, ὑπὲρ τῶν τιμώντων σε, τῷ δι' ἡμᾶς τοὺς
ἀνθρώπους σάρκα λαβόντι τὴν βρότειον, καὶ σπαργανωθέντι Βηθλεὲμ ἐν τοῦ σπηλαίου
τῇ φάτνῃ, πάνσεμνε.
Στίχος.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Χαίροις, σὺν τῷ σῷ δούλῳ, Πρωτᾷ, καὶ ῾Υακίνθῳ ὑπὲρ φύσιν ἀσκήσασα καὶ δρόμον τοῦ
μαρτυρίου τὸν εὐκλεῆ σὺν αὐτοῖς, μάρτυς Εὐγενία, ἡ βαδίσασα· τῇ σῇ γὰρ
στερρόφρονι, παρρησίᾳ καὶ τρόποις σου, συκοφαντίας ἀπορρίψεως εἵλκυσας, πρὸς
μαρτύριον τὸν πατέρα σου, Φίλιππον, καὶ τὴν Βασίλαν, ἔνθεε σταδίου ἀθλήτρια, ἡ
πορφυρώσασα ὄμβροις τοῦ παναγίου σου αἵματος, τῆς ῾Ρώμης τὴν χθόνα, τὴν
βλαστήσασάν σε, μῆτερ, ὡς ἄνθος ἥδιστον.
Δόξα.
῏Ηχος πλ. δ'.
Τὴν
ἐπιδείξασαν ἀδούλωτον φρόνημα καὶ σὺν τοῖς δούλοις αὐτῆς ἀσκήσασαν καὶ ἀθλήσασαν
ὡς δούλην ταπεινὴν καὶ ἄσημον τοῦ Κυρίου τῆς δόξης, Εὐγενίαν τὴν ὁσιομάρτυρα,
εὐσχημόνως ὑμνήσωμεν κράζοντες· ἡ τὴν σὴν ἁγνὴν καρδίαν φάτνην ἀναπαύσεως τοῦ
Κυρίου ποιήσασα καὶ ὁσίων καὶ μαρτύρων δήμοις συναριθμηθεῖσα, ἀξίωσον ἡμᾶς
δέξασθαι ἐν καρδίαις τὸν δι' ἄκραν ἀγαθότητα ἐνανθρωπήσαντα Κύριον.
Καὶ
νῦν. Προεόρτιον. (᾽Εκ τοῦ Μηναίου).
Τῶν
νομικῶν διδαγμάτων ὁ σύλλογος τὴν ἐν σαρκὶ ἐμφανίζει τοῦ Χριστοῦ θείαν γέννησιν
τοῖς πρὸ τοῦ νόμου τὴν χάριν εὐαγγελιζομένοις ὡς ὑπὲρ νόμον τῇ πίστει ὑπάρξασιν·
ὅθεν τῆς φθορᾶς ἀπαλλαγῆς οὖσαν πρόξενον ταῖς ἐν ᾍδη κατεχομέναις ψυχαῖς
προεκήρυττον διὰ τῆς ἀναστάσεως. Κύριε, δόξα Σοι.
῏Ηχος πλ. α'. Τὸν συνάναρχον Λόγον.
Τὴν
εὐγένειαν ἔργοις καὶ λόγοις δείξασα, τῆς σῆς ψυχῆς φερωνύμως, χαριεστάτη ἀμνάς,
τοῦ Κυρίου, Εὐγενία καλλιπάρθενε, ὁσιομάρτυς ἀγλαή, ἡ κοσμήσασα σαυτὴν ἀσκήσει
καὶ μαρτυρίῳ, Χριστὸν ἡμῖν καταπέμψαι ἀεὶ δυσώπει θεῖον ἔλεος.
Θεοτοκίον.
Χαῖρε,
Πύλη Κυρίου ἡ ἀδιόδευτος...
ΕΝ Τῼ ΟΡΘΡῼ
Μετὰ τὴν α' Στιχολογίαν Κάθισμα.
῏Ηχος α'. Τὸν τάφον Σου, Σωτήρ.
Σὑν
δούλων σου στερρῶν ξυνωρίδι Βασίλᾳ, τῇ νύμφῃ τοῦ Χριστοῦ, καὶ Φιλίππῳ, πατρί
σου, ἐνήθλησας ἄριστα, Εὐγενία πανεύφημε, καὶ ἐδόξασας ἀγωνισμάτων σου ἄθλοις
τὸν δοξάσαντα σὲ θαυμασίων πληθύϊ, Χριστόν, τὸν Θεάνθρωπον.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Γενέθλια Χριστοῦ, τοῦ Υἱοῦ σου Παρθένε, ἡμῶν τοῦ Λυτρωτοῦ καὶ Σωτῆρος, ἐκθύμως
νῦν προεορτάζοντες νοῦν ἡμῶν ἀνατείνομεν, Μῆτερ ἄφθορε, ἐπὶ τὴν φάτνην σπηλαίου,
ἵνα ἴδωμεν ἐν Βηθλεὲμ τὸν Δεσπότην ἀφράστως τικτόμενον.
Μετὰ τὴν β' Στιχολογίαν Κάθισμα.
῏Ηχος δ'. Ταχὺ προκατάλαβε.
Ψυχῆς
σου εὐγένειαν καὶ εὐμορφίαν σαρκός, ὡς προῖκα πολύτιμον προσενεγκοῦσα Χριστῷ,
Νυμφίῳ τῷ θείῳ σου, ἤσκησας ἐν σεμνείῳ ἀνδρικῷ καὶ ἀνδρείως, ἤνεγκας μαρτυρίου,
Εὐγενία, τοὺς πόνους· διὸ διπλοῖς στεφάνοις Χριστὸς κάραν σου ἔστεψε.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Παλάτιον ἔμψυχον Παμβασιλέως Χριστοῦ, ἁγνὴ ἀειπάρθενε, Ὃν οὐ χωρεῖ οὐρανὸς
ἐχώρησε μήτρα σου, σάρκα βροτῶν λαβόντα ἵνα γένος θεώσῃ τὸ ἐκπεσὸν δωμάτων
οὐρανίων δι' ἄκραν, συμπάθειαν, ἁγνή, πατρικὴν καὶ ἀγαθότητα.
Μετὰ τὸν Πολυέλεον Κάθισμα.
῏Ηχος γ'. Τὴν ὡραιότητα τῆς παρθενίας σου.
Ψυχῆς
εὐγένειαν σῆς ἐπιδείξασα, καὶ θεῖον φρόνημα κοσμοῦν σε ᾔσχυνας, ἀεὶ πτερνίζοντα
ἡμῶν τὸ φύραμα, Εὐγενία, ἀνδρικοῖς καμάτοις σου καὶ ἀθλήσεως πόνοις σου· ὅθεν
μελῳδοῦντές σου μνήμην τὴν ἀεισέβαστον, ψυχῆς ἐν κατανύξει βοῶμεν· χαῖρε, στερρὰ
ὁσιομάρτυς.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος τοῦ θείου Τόκου σου, ἁγνὴ
Παρθένε, Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῶ
σοι· Χαῖρε, ἡ Κεχαριτωμένη.
Τὸ α' Αντίφωνον τοῦ δ' ἤχου
Προκείμενον.
῾Υπομένων ὑπέμεινα τὸν Κύριον καὶ προσέσχε μοι.
Στίχος.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου καὶ κατεύθυνε τὰ διαβήματά μου.
Εὐαγγέλιον κατὰ Ματθαῖον (Κεφ. κε' 1-13).
Εἶπεν ὁ
Κύριος τὴν παραβολὴν ταύτην· ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις...
(Ζήτει τῷ Σαββάτῳ τῆς ΙΖ΄Ἑβδομάδος)
Δόξα.
Ταῖς
τῆς ἀθληφόρου πρεσβείαις, ᾽Ελεῆμον,...
Καὶ νῦν.
Ταῖς
τῆς Θεοτόκου πρεσβείαις, ᾽Ελεῆμον,...
᾽Ιδιόμελον. ῏Ηχος πλ. β'
Τοῦ
πνευματοφόρου ῾Ελένου τοῖς λόγοις ὑπείκουσα ἐν ἀνδρικῷ σεμνείῳ προσῆλθες,
Εὐγενία, καὶ ἀνδρικῷ φρονήματι ἀγωνισαμένη ἀγγέλους ἐξέπληξας καὶ συμμοναστάς
σου κατηύφρανας· σὺ γὰρ ὑπομείνασα συκοφαντίαν ἀσελγοῦς Μελανθίας, μὴ γνούσης
τὴν γυναικεῖάν σου φύσιν, καὶ ἀνδροπρεπῶς ἀθλήσασα διπλῶν ἠξιώθης στεφάνων ἐν
οὐρανίῳ παστάδι, ἔνθα Χριστῷ πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Εἶτα ὁ Κανὼν τῆς ῾Οσιομάρτυρος, οὗ ἡ Ακροστιχίς·
«Εὐγενίαν σεπτὴν ἀνυμνῶ, ὁσιομάρτυρα. Χ.»
ᾨδὴ α'. ῏Ηχος δ'. Ανοίξω τὸ στόμα μου.
Εὑγένειαν δείξασαν ψυχῆς αὐτῆς ἐκ νεότητος, τῶν χρόνων τιμήσωμεν θεοτερπέσιν
ᾠδαῖς, ὁσιόαθλον παρθένον, Εὐγενίαν, ἀνδρείως ἀσκήσασαν καὶ ἐναθλήσασαν.
Ὑπέρλαμπρον ἄγαλμα τῆς τοῦ Χριστοῦ ἀγαπήσεως, σοφίας, συνέσεως, ἀσκητικῆς
ἀγωγῆς, καὶ ἀθλήσεως ἀρίστης, Εὐγενία, πιστοὺς κατηγλάϊσας τῇ πολιτείᾳ σου.
Γαυρίαμα θραύσασα τοῦ μισοκάλου ἀλάστορος, φρονήσει ἐνθέῳ σου καὶ ἀγωγῇ
ἀκραιφνεῖ, ῾Ρώμης βλάστημα εὐῶδες, Εὐγενία, ὀδμαῖς ἀριστείας σου κόσμον
κατηύφρανας.
Θεοτοκίον.
Εὑρύχωρον σκήνωμα τοῦ Θεανθρώπου, ἐχώρησας ἐν μήτρᾳ πανσέπτῳ σου Αὐτόν, ῝Ον γῆ
᾽Εφραθᾶ, ὑπεδέξατο ὡς βρέφος, Θεοτόκε, χερσὶ τὸν συνέχοντα κόσμου τὰ πέρατα.
ᾨδὴ γ'. Τοὺς σοὺς ὑμνολόγους.
Ῥοός
σου τὴν ἔφεσιν ἐκθύμως ἀνέτεινας πρὸς τὸν Λυτρωτήν, ἐν οὐρανοῖς Νυμφίον σου τὸν
ποθεινόν, πανάριστε, δι' Ὃν μνηστῆρα βρότειον καὶ πᾶσαν τέρψιν κατέλιπες.
Ἰσχύος
πλησθεῖσα οὐρανίου σὺν τῷ ῾Υακίνθῳ καὶ Πρωτᾷ, τοῖς δούλοις σου, κατέλιπες
Φιλίππου, σοῦ γεννήτορος, τὸν οἶκον καὶ κατῴκησας εἰς ἀνδρικὸν φροντιστήριον.
Ἁγνείας
θεόφρον Εὐγενία, θησαύρισμα καὶ πολυτελές, ἀνάκτορον συνέσεως, ὑπείκουσα τοῖς
φθέγμασι, ῾Ελένου τοῦ παμμάκαρος, φύσιν τὴν σὴν ὑπερέβαλλες.
Θεοτοκίον.
Νῦν
γέννησιν Τόκου σου τοῦ θείου, ἐν φάτνῃ σπηλαίου Βηθλεέμ, Παρθένε, ἑορτάζοντες,
ἀεί σε μακαρίζομεν, ὡς σωτηρίας πρόξενον ἡμῶν τοῦ γένους γηθόμενοι.
Κάθισμα. ῏Ηχος γ'. Θείας πίστεως.
Χαῖρε,
σέμνωμα σεπτῶν παρθένων, ἀγαλλίαμα σεμνῶν ὁσίων καὶ περίλαμπρον μαρτύρων
ὡράϊσμα, θεοειδὲς Εὐγενία, πανεύφημε, Κυρίου νύμφη ἁγνὴ καὶ πανάμωμε, πόθῳ
κράζοντες πρεσβείας σου ἐξαιτούμεθα πρὸς μόνον σῴζειν ἅπαντας δυνάμενον.
Δόξα.
Τὸ αὐτό. Καὶ νῦν. Προεόρτιον.
Σάρκα
βρότειον δι' εὐσπλαγχνίαν, ἄκραν πάνσεμνε ἐκ τῆς γαστρός σου τῆς ἀμώμου ὁ
Θεάνθρωπος ἔλαβεν, ἵνα θεώσῃ ἀνθρώπινον φύραμα τὸ εὐλαβῶς μακαρίζον σε,
Δέσποινα, καὶ δοξάζον σου τὸν Τόκον τὸν ὑπερθαύμαστον, Οὗ ἄγγελοι δοξάζουσι τὴν
γέννησιν.
ᾨδὴ δ'. ῾Ο καθήμενος ἐν δόξῃ.
Σωφροσύνης ἐκμαγεῖον, Εὐγενια πανεύφημε, σὺν τῷ ῾Υακίνθῳ καὶ Πρωτᾷ, δυάδι τῶν
δούλων σου, συνηριθμήθης ἀνδρῶν ἀζύγων τάγμασι καὶ ὡς ἄσαρκος ἤσκησας, νύμφη τοῦ
Κτίσαντος.
Ἐπιπόνῳ
ἐνασκήσει λαμπρυνθεῖσα καὶ χύσασα, τὸ σεπτόν σου αἷμα ἐν τῇ ῾Ρώμῃ σὺν τοῖς
συνάθλοις σου, τῶν Χριστουγέννων ἡμέραν τὴν πανέορτον κατηξίωσαι τῆς ἀϊδίου
λαμπρότητος.
Πῖδαξ
βλύζων, Εὐγενία, εὐφροσύνην ἀέναον, τοῖς πιστοῖς ἐδείχθης τοῖς ἐγκωμιάζουσι
σκάμματα, ἀσκήσεώς σου συντόνου καὶ ἀθλήσεως, δι' ὧν εἴληφας διπλοῦν ἀμάραντον
στέφανον.
Θεοτοκίον.
Τὸν
Θεάνθρωπον τεκοῦσα Ἰησοῦν, ἀπειρόγαμε, Κεχαριτωμένη, ἐν τῇ Βηθλεὲμ ἀνεγέννησας,
ἡμῶν τὸ γένος καὶ ἤνοιξας Παράδεισον, οἱ προπάτορες ὃν διὰ βρώσεως ἔκλεισαν.
ᾨδὴ ε'. ᾽Εξέστη τὰ σύμπαντα.
Εὑτρέπισας οἶκόν σου ψυχῆς συντόνοις πόνοις σου, ῥείθροις ἀειρρύτων σου δακρύων,
σκληραγωγίᾳ, καρδιακῇ προσευχῇ καὶ ἄκρᾳ νηστείᾳ, θαυμαστὴ Εὐγενία, πάνσεμνε,
ὁσιότητος μάργαρον.
Νομίμως
ἐνήθλησας ἐν Ῥώμῃ σὺν τοῖς δούλοις σου, μῆτερ, τῷ Πρωτᾷ καὶ ῾Υακίνθῳ, καὶ σὺν
Βασίλᾳ, τῇ νύμφῃ τῇ εὐκλεεῖ τοῦ Παμβασιλέως ᾽Ιησοῦ, Εὐγενία, μέλαθρον ἀριστείας
χρυσότευκτον.
Ἁγνείας
μυράλειπτρον καὶ μυροβόλε ἴασμε, μῆτερ Εὐγενία, παρθενίας, Ἀλεξανδρείας σεμνείῳ
ἐν ἀνδρικῷ, ἐξήνθησας δῆμον μοναστῶν τρόποις σου ἡδύνουσα, θεαρέστου ἀσκήσεως.
Θεοτοκίον.
Ναὲ
ἀχειρότευκτε Χριστοῦ τοῦ Παντοκράτορος, ἐν γαστρὶ τῇ θείᾳ σου ἐδέξω, ῝Ον ἐν
σπηλαίῳ τῆς Βηθλεὲμ ταπεινῶς, ἐγέννησας Λόγον τοῦ Θεοῦ, ὕμνοις δοξαζόμενον ὑπ'
ἀΰλων δυνάμεων.
ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.
Ὑπὲρ
Χριστοῦ ἐγκατέλιπες, μνηστῆρά σου καὶ οἶκον πατρῷόν σου καὶ ἠκολούθησας, σεπτοῦ
῾Ελένου τοῖς ῥήμασι καὶ θείων, Εὐγενία, ἀνδρῶν τοῖς βήμασι.
Μονήρους βίου ἀρχέτυπον, ὀφθεῖσα, Εὐγενία, διέπρεψας, ὡς καθηγούμενος φέρων τὴν
κλῆσιν Εὐγένιος, καὶ πάντας κατευθύνων σαφῶς πρὸς θέωσιν.
Νοὸς
τὰς βάσεις ἐρείσασα, ἐν πέτρᾳ τῆς Χριστοῦ ἀγαπήσεως, ὤφθης ἀσάλευτος, κρηπὶς
ἐνθέου ἀσκήσεως καὶ βάθρον, Εὐγενία, στερρᾶς ἀσκήσεως.
Θεοτοκίον.
Ὡς
Θεοτόκον τιμῶντές σε, δοξάζομεν τὸν πάνσεπτον Τόκον σου, ῞Ονπερ ἐδέξατο, τῆς
Βηθλεὲμ θεῖον σπήλαιον, τὸ ταπεινόν, καθάπερ δῶρον οὐράνιον.
Κοντάκιον.
῏Ηχος πλ. δ'. τῇ ῾Υπερμάχῳ.
Τὴν ἐν
νεότητι τρωθεῖσαν θείῳ ἔρωτι, καὶ ὑπερβᾶσαν φύσιν θήλεος τιμήσωμεν, δι' ἀγάπην
οὐρανίου αὐτῆς Νυμφίου, Εὐγενίαν, τὴν σεμνὴν παρθενομάρτυρα, ὡς ὁσίων ἀθληφόρων
ἐγκαλλώπισμα, πόθῳ κράζοντες· Χαίροις, Μῆτερ θεόλεκτε.
῾Ο Οἶκος.
Ἄγγελοι, Εὐγενία, τὴν ἀνδρείαν ψυχῆς σου ἐθαύμασαν ἐν πόνοις καὶ ἄθλοις σῆς
ἀσκήσεως τῆς θεαυγοῦς καὶ τοῦ μαρτυρίου τοῦ στερροῦ, εὔψυχε· διό σε μακαρίζοντες
κραυγάζομεν φωναῖς αἰσίαις·
Χαῖρε,
ὁ θεῖος βλαστὸς τῆς ῾Ρώμης
χαῖρε,
τὸ εὖχος τῆς σωφροσύνης.
χαῖρε,
τοῦ Ὑψίστου τῆς πίστεως κόσμημα·
χαῖρε,
τοῦ ἐπάρχου Φιλίππου ἐκβλάστημα.
Χαῖρε,
στῦλος ὁσιότητος καὶ ἀθλήσεως κανών·
χαῖρε,
φάρος γενναιότητος καὶ φρονήσεως λειμών.
Χαῖρε,
Ἀλεξανδρείας πολυτίμητον γέρας·
χαῖρε,
τῆς παρθενίας θεοτίμητον κέρας.
Χαῖρε,
ψυχῆς ἀνδρείας ὑπέρβασις·
χαῖρε,
σεπτῆς ἀσκήσεως ἔλλαμψις.
Χαῖρε,
δι' ἧς ἐδοξάσθη ὁ Κτίστης·
χαῖρε,
δι' ἣν μεγαλύνεται κτίσις·
Χαίροις, μῆτερ θεόλεκτε.
Καὶ ἀναγιγνώσκεται τὸ Μηνολόγιον τῆς ἡμέρας.
ἤτοι τῆς ΚΔ' Δεκεμβρίου. Εἶτα λέγομεν·
Τῇ αὐτῇ
ἡμέρᾳ μνήμη τῆς ἁγίας, ἐνδόξου ὁσιοπαρθενομάρτυρος, Εὐγενίας.
Στίχοι.
Εὐγενῶν
ἀγώνων, Εὐγενία, τύπος
ἐν μονῇ
ἀνδρῴᾳ καὶ σταδίῳ ὤφθης,
Συναξάριον.
Ἡ
ἔνδοξος ὁσιομάρτυς τοῦ Χριστοῦ Εὐγενία, θυγάτηρ Φιλίππου, τοῦ ἐπάρχου ῾Ρώμης,
ἐγεννήθη ἐπὶ τῆς βασιλείας Κομμόδου ( 180- 192 μ. Χ.) ἐν αὐτῇ. ῞Οτε μετετέθη ὁ
πατὴρ αὐτῆς εἰς Ἀλεξάνδρειαν, ἠκολούθησεν αὐτῷ καὶ ἐν τῇ μεγάλῃ αὐτῇ πόλει
κατέδειξε τὰς ὑψηλὰς φιλοσοφικὰς αὐτῆς γνώσεις καὶ ἐγνώρισε τὴν τοῦ Χριστοῦ
πίστιν, ἀναγνώσασα τὰς ἐπιστολὰς τοῦ οὐρανοβάμονος ἀποστόλου Παύλου. Νοήσασα τὴν
ματαιότητα τοῦ κόσμου καὶ ὑπείκουσα τοῖς λόγοις τοῦ ἁγίου ἱεράρχου ῾Ελένου ἡ
Εὐγενία ἐγκατέλιπε σὺν τοῖς δυσὶν αὐτῆς δούλοις, τῷ ῾Υακίνθῳ καὶ τῷ Πρωτᾷ, τὸν
πατρικὸν οἶκον καὶ κατέφυγεν εἰς ἀνδρικὸν σεμνεῖον φέρουσα τὴν κλῆσιν Εὐγένιος.
᾽Εν αὐτῷ ἀνῆλθε τὴν κλίμακα τῶν ἀρετῶν διὰ τῶν συντόνων αὐτῆς καμάτων καὶ
ὑπερβᾶσα πάντας τῇ μοναδικῇ πολιτείᾳ ἀνέλαβε κοινῇ τῶν μοναστῶν ἀπαιτήσει καὶ
τὴν ἀρχὴν αὐτοῦ. Καταγγελθεῖσα ὅμως ὑπὸ τῆς συγκλητικῆς Μελανθίας ὡς ἀσελγὴς εἰς
τὸν ἔπαρχον Φίλιππον, ἡ Εὐγενία ἐνώπιον τοῦ μὴ γνόντος αὐτὴν πατρὸς αὐτῆς
ἀπεκάλυψε τὴν θήλειαν αὐτῆς φύσιν καὶ ἀπηλλάγη τῆς συκοφανικῆς δυσφημίσεως. ᾽Εκ
τοῦ συγκινητικοῦ αὐτοῦ δράματος ὁ πατὴρ τῆς Εὐγενίας Φίλιππος ἐπίστευσεν εἰς
Χριστὸν καὶ γενόμενος ἐπίσκοπος ἐτελειώθη διὰ ξίφους, ἡ δὲ Εὐγενία μετὰ τῆς
μητρὸς αὐτῆς καὶ τῶν συνακολουθησάντων αὐτῇ ῾Υακίνθου καὶ Πρωτᾶ ἤχθη εἰς Ρώμην,
ἔνθα ἅπαντες τὰς κεφαλὰς τεμνόμενοι τοὺς τοῦ μαρτυρίου ἀπέλαβον στεφάνους. ῾Η
παρθενομάρτυς Εὐγενία ἐτμήθη τὴν κεφαλὴν τὴν ἡμέραν τῆς ἑορτῆς τῆς γεννήσεως τοῦ
Θεανθρώπου ᾽Ιησοῦ.
Ταῖς
αὐτῆς ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Αμήν.
ᾨδὴ ζ'. Οὐκ ἐλάτρευσαν.
Ὁσιόαθλε μετὰ τὴν ἀποκάλυψιν θηλείας φύσεως καὶ ἀπορρήτου τοῦ σοῦ, ὃ ἔκρυπτες
ἄριστα ἐν τῇ καρδίᾳ σου, τὸν πατέρα σου Χριστοῦ εἰς πίστιν εἵλκυσας τὴν ἁγίαν,
Εὐγενία.
Τοῖς
παλαίσμασι τοῖς ἀνενδότοις ἔδειξας τὴν σὴν εὐγένειαν, τὴν ψυχικήν, θαυμαστὴ,
ἀμνὰς τοῦ Παντάνακτος, συνασκουμένων σου ὁμηγύρεσιν ἀνδρῶν, ἃς τρόποις ηὔφρανας
τοῖς σεπτοῖς σου, Εὐγενία.
Ἵνα
φύσιν σου τὴν γυναικείαν, πάνσεμνε, κρύψῃς τοῖς ῥήμασι ῾Ελένου τοῦ θεαυγοῦς,
ὑπήκουσας τάχιστα καὶ ὡς Εὐγένιος, τῷ προΐστορι μονῆς ἀνδρῴας, ἔνθεε,
συνεστήθης, Εὐγενία.
Θεοτοκίον.
Ὃν
ἐδόξασαν ἀγγέλων σὺν συστήμασι, βοσκοὶ ποιμαίνοντες τοὺς ἄρνας ἐν Βηθλεέμ,
Χριστὸν τὸν Θεάνθρωπον, σαρκὶ ἐγέννησας, Μητροπάρθενε, εὐλογημένη Δέσποινα,
Παναγία Θεοτόκε.
ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.
Μάρτυς
καρτερόφρον, Εὐγενία, παρθένων Ἀλεξανδρείας ἐγκαλλώπισμα, τρόποις σου ῾Υάκινθον
καὶ Πρωτᾶν, τοὺς δούλους σου, πρωταθλητὰς ἀνέδειξας Χριστοῦ τῆς πίστεως, ὁμοῦ
σὺν τῷ πατρί σου Φιλίππῳ καὶ Βασίλᾳ, κόρῃ πανευκλεεῖ τῆς ῾Ρώμης.
Ἄγαλμα
θεόγλυπτον ἀνδρείας, κρηπὶς παρθενίας καὶ συνέσεως, βάθρον γενναιότητος καὶ
βαλβὶς χρηστότητος, ἐδόξασας ἀσκήσει σου, καὶ μαρτυρίῳ σου, Χριστὸν τὸν δι' ἡμᾶς
σαρκωθέντα ἐξ ἁγνῆς Παρθένου, στερρόφρον Εὐγενία.
Ῥεύμασι
τιμίων σου ἱδρώτων ἐν μάνδρᾳ ἀνδρῴᾳ, μῆτερ ἀθληφόρητε, καὶ ῥοαῖς αἱμάτων σου,
τὴν ἁγνὴν κοὶ πάλλευκον, στολήν σου κατεφοίνιξας ψυχῆς, πανεύφημε, ἀμνὰς τοῦ
Αρχιποίμενος Λόγου τοῦ Θεοῦ καὶ κλέος μαρτύρων, Εὐγενία.
Θεοτοκίον.
Τὴν
γέννησιν Τόκου σου τοῦ θείου, ἐν οἴκῳ τοῦ ᾽Εφραθᾶ νῦν ἑορτάζοντες, Παναγία
Δέσποινα, μελιρρύτοις ᾄσμασι, λαμπρῶς σε μεγαλύνομεν, ὡς κόσμου σώτειραν, τὴν
τέξασαν τὸν σώσαντα πάντας ἐκ φθορᾶς θανάτου, Χριστὸν τὸν Ζωοδότην.
ᾨδη θ'. Ἅπας γηγενής.
Ὕμνοις
ἱεροῖς, τὴν πάνσεπτον μνήμην σου ἐγκωμιάζομεν, Εὐγενία ἔνδοξε, καὶ σοὺς ἀγῶνας
λαμπρῶς γεραίρομεν, πρὸς ἀρετῆς ἀπόκτησιν καὶ δοξολόγησιν σοῦ Νυμφίου, τοῦ
σεπτοῦ ὀνόματος δι' ἀγῶνος στερροῦ, μάρτυς ἄλκιμε.
Ῥῦσαι
συμφορῶν, κινδύνων, στενώσεως καὶ πάσης θλίψεως, τοὺς ἀνευφημοῦντάς σε
ὁσιοάθλων, ὡς σεμνολόγημα καὶ τῶν παρθένων στήριγμα ἀδιασάλευτον, Εὐγενία,
γυναικῶν ὡράΐσμα, εὐσεβῶν καὶ μαρτύρων ἀκρώρεια.
Αὗχος
ἱερόν, Χριστοῦ θείας πίστεως, παρακαλοῦμέν σε· παρθενίας σκήνωμα, σκληραγωγίας
καὶ ταπεινώσεως, διάκοσμε περίδοξε ὁδὸν ἀθλήσεως, Εὐγενία, εὐσθενῶς ἀνύσασα,
περιφρούρει καὶ σκέπε σοὺς πρόσφυγας.
Θεοτοκίον.
Χάριτος
κρουνέ, ἀείρρυτε, Δέσποινα, ἐκδυσωποῦμέν σε· τὴν χαρὰν ἡ τέξασα παντὸς τοῦ
κόσμου, ἀχλὺν τῶν θλίψεων, σῶν δούλων διασκέδασον, τὴν θείαν γέννησιν, τῶν
ὑμνούντων τοῦ πανσέπτου Τόκου σου, Βηθλεὲμ ἐν τῇ πόλει, Μητρόθεε.
᾽Εξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Εὐτάκτως ἀνυμνοῦμέν σε, παρθένων ὡς καλλώπισμα, ἀσκητριῶν θεοφόρων πολυτιμότατον
ὄλβον καὶ στερροψύχων σέμνωμα, ἀθλητριῶν, πανένδοξε, Ἀλεξανδρείας καύχημα,
θεοειδὲς Εὐγενία, καὶ ῾Ρώμης γόνε καὶ γέρας.
Προεόρτιον.
Ὁλόφωτον παλάτιον, Χριστοῦ τοῦ Παντοκράτορος, ἐν Βηθλεὲμ ἀνεδείχθη ἀλόγων ζώων ἡ
φάτνη, ἐν ᾗ Αὐτόν, Πανάχραντε Παρθένε, ἐσπαργάνωσας, τὸν Κτίστην καὶ Παντάνακτα,
τὸν Πλαστουργὸν καὶ Σωτῆρα καὶ Λυτρωτὴν τῶν ἁπάντων.
Εἰς τοὺς Αἴνους ἱστῶμεν στίχους δ' καί ψάλλομεν Στιχηρὰ Προσόμοια.
῏Ηχος πλ. δ'. ῎Ω τοῦ παραδόξου θαύματος.
Μάρτυς
Εὐγενία, πάνσεμνε, ἁγνὴ Κυρίου ἀμνάς, ῾Ρώμης γόνε περίδοξε, εἰς τὴν Αλεξάνδρειαν
σῷ πατρὶ ἠκολούθησας, ἐν ᾗ σοφίαν πᾶσαν τὴν θύραθεν, λαβοῦσα ὤφθης κρηπὶς
συνέσεως, γνώσεως οἴκημα θεϊκῆς περίλαμπρον καὶ ἀρετῆς θείας ἐνδιαίτημα· διὸ
τιμῶμέν σε.
Μάρτυς
Εὐγενία, κόσμημα, τῆς ᾽Εκκλησίας Χριστοῦ, ξυνωρίδι σὺν δούλων σου εἰς μονὴν
κατέφυγες ἀνδρικὴν φύσιν κρύπτουσα, σὴν γυναικείαν, ἔνθα ἀσκήσεσι,συντόνοις
πάντας αὐτῆς οἰκήτορας, καὶ σοῖς παλαίσμασιν ἄνδρας ὑπερέβαλες τῆς σῆς μονῆς
ἀνδρικοῖς σου, ἔνθεε Χριστοῦ ἀσκήτρια.
Μάρτυς
Εὐγενία, πρότυπον ἀσκητικῆς ἀγωγῆς, ἀσελγεῖς συκοφάντας σου πάντας κατετρόπωσας
ἐπιδείξει σῆς φύσεως, τῆς γυναικείας καὶ κατηγλάϊσας, ἀζύγων δήμους τοὺς γνόντας
πόνους σου, τῆς ἐνασκήσεως, οὕσπερ ἔτλης, ἔνδοξε, διὰ Χριστοῦ, τοῦ σεπτοῦ
Νυμφίου σου, ἀγάπην, πάγκαλε.
Μνήμην
σου τὴν πανσεβάσμιον μελισταγέσιν ᾠδαῖς, καταστέφομεν σήμερον, Εὐγενία εὔτολμε,
τὴν λαμπρὰν προεόρτιον, Χριστοῦ ἡμέραν σεπτῆς γεννήσεως, ἐκ τῆς Παρθένου
Θεογεννήτορος· ὅθεν τιμῶντές σε ὡς ὁσιομάρτυρα θεοφιλῆ, τὸν ἐνανθρωπήσαντα Θεὸν
δοξάζομεν.
Δόξα.
῏Ηχος πλ. δ'.
Ὡς
ἀείφωτον σέλας ψυχικῆς εὐγενείας, λαμπάδα φρονήσεως ἀνδρικῆς φωτόλαμπρον καὶ
ἀθλητικῶν κατορθωμάτων φέγγος τηλαυγέστατον ἀνέλαμψας τῇ ᾽Εκκλησίᾳ τοῦ οὐρανίου
σου Νυμφίου, Εὐγενία, τῆς πίστεως ἔρεισμα· φωτίσασα οὖν πάντας σῷ σθένει καὶ
θείᾳ χάριτι ἀγγέλων δήμοις χοροβατεῖν ἠξιώθης ἐν τῷ οὐρανίῳ νυμφῶνι, ἔνθα Κυρίῳ
πρεσβεύεις ὑπὲρ τῶν τιμώντων τὴν μνήμην σου.
Καὶ
νῦν. Προεόρτιον. (᾽Εκ τοῦ Μηναίου).
Ὑπόδεξαι, Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον ἐπὶ σὲ γεννῆσαι
ἥκει. Ἄγγελοι, θαυμάσατε ἐν οὐρανῷ· ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς· Μάγοι, ἐκ
Περσίδος τὸ τρισσόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν Τρισάγιον
ὕμνον μελῳδήσατε. Πᾶσα πνοή, αἰνεσάτω τὸν Παντουργέτην.
Δοξολογία Μεγάλη καὶ Απόλυσις.
ΕΝ Τῌ ΛΕΙΤΟΥΡΓΙᾼ
Τὰ Τυπικά, οἱ Μακαρισμοὶ καὶ ἐκ τοῦ Κανόνος τῆς Ὁσιομάρτυρος ἡ γ΄καὶ στ΄ᾠδή.
Ἀπόστολος πρὸς Γαλάτας,(Κεφ. γ΄23-29, δ΄1-5).
Ἀδελφοί, πρὸ τοῦ ἐλθεῖν τὴν πίστιν...
(Ζήτει τῇ Πέμπτῃ τῆς ΙΕ΄ Ἑβδομάδος)
Εὐαγγέλιον κατὰ Μᾶρκον (Κεφ. ε΄24-34).
Τῷ
καιρῷ ἐκείνῳ ἠκολούθει τῷ Ἰησοῦ ὄχλος πολύς...
(Ζήτει τῇ Δευτἐρᾳ τῆς ΙΕ΄Ἑβδομάδος)
Κοινωνικόν.
Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Παριδοῦσα φύσεως ἀσθενές, ἐν μονῇ ἀνδρῴᾳ, Εὐγενία ἀνδροπρεπῶς, ἤσκησας καὶ
πλάνου τεχνάσματα φυγοῦσα, τῇ θείᾳ συνεργείᾳ πίστιν έκράτυνας.
Δίστιχον.
Παταπίᾳ
δεῖξον ἀφθαρσίας τρίβον,
Εὐγενία, Μῆτερ, βοᾷ, Χαραλάμπης.
http://analogion.gr/glt/texts/Dec/24b.uni.htm
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου