Ἀκολουθία ΠΑΝΤΩΝ ΤΩΝ ΕΝ ΚΑΠΠΑΔΟΚΙᾼ ΑΓΙΩΝ, Δρ. Χαρ.
Μπούσια
Ψαλλομένη τῇ πρώτῃ Κυριακῇ
τοῦ Νοεμβρίου
ΜΙΚΡΟΣ
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν
στίχους δ΄ καὶ ψάλλομεν Στιχηρά Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων Ταγμάτων.
Καππαδοκίας
τὰ κλέη, ἀνευφημήσωμεν, τοὺς φωτοφόρους λύχνους, τῆς Χριστοῦ Ἐκκλησίας,
ἀδάμαντας ἀγάπης εἰλικρινοῦς, στεῤῥοτάτους καὶ πρότυπα, ἠθῶν ὁσίων τιμῶντες
θεοπρεπῶς, τὴν αὐτῶν κοινὴν πανήγυριν.
Θεοειδὴς
συνοδεία, λαμπρὰ ὁμήγυρις, τῶν εὐκλεῶν Πατέρων, ἱερὰ συστοιχία, Μαρτύρων καὶ
Ὁσίων δῆμε κλεινέ, γυναικῶν θεῖον ἄθροισμα, ἐκ χαλεπῆς ἐπηρείας τοῦ δυσμενοῦς,
ἀσινεῖς ἡμᾶς φυλάττετε.
Ἀγαλλιάσθω
ἡ χώρα, ἡ περιώνυμος, τῶν Καππαδόκων γόνους, καὶ μετοίκους ἐν ταύτῃ, ἐνδόξους
ὡς προστάτας καὶ ἀρωγούς, εἰς αἰῶνα κατέχουσα· ὅθεν τρισάγιον ὕμνον τῷ Λυτρωτῇ,
ἐνεγκάτω χαριστήριον.
Τοὺς
θεοφόρους Ποιμένας, τὰ θεῖα σφάγια, Δικαίων καὶ Ὁσίων, ἀσκουμένων τοὺς δήμους,
τοὺς ἄχρι τῶν ἐσχάτων χρόνων λαμπρῶς, τὴν χορείαν πλουτίσαντας, τῶν ἐν τῷ πόλῳ
Ἁγίων μελῳδικῶς, ἐπαινέσωμεν γηθόμενοι,.
Δόξα.Ἦχος
δ΄.
Ἡ
τοῦ Χριστοῦ Ἐκκλησία πανηγυρίζουσα, κοινοῖς τοῖς ὕμνοις καταστέφει αἰσίως, τοὺς
Καππαδόκας λαμπροφόρους Ἁγίους. Πάντας τοὺς ἐν αὐτῇ φωτοειδῶς βλαστήσαντας, καὶ
ἐξ ἀλλοδαπῆς ἐν ταύτῃ ἐκλάμψαντας, ἄνδρας καὶ γυναῖκας ἐν χρόνοις ποικίλοις.
Οὗτοι γὰρ λαμπρῶς ἐπὶ γῆς πολιτευσάμενοι, καὶ νῦν ἐν οὐρανοῖς ἔχοντες τὸ
πολίτευμα, πρεσβεύουσιν ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ
νῦν. Τὸ δογματικὸν τοῦ ἤχου.
Εἰς
τόν Στίχον. Πρῶτον τὸ Ἀναστάσιμον τοῦ ἤχου· εἶτα τῶν Ἁγίων. Ἦχος β΄. Οἶκος τοῦ
Ἐφραθᾶ.
Ἄθροισμα
συμπαγές, Μαρτύρων καὶ Ὁσίων, τροπαιοφόρος δῆμος, Ἁγίων Καππαδόκων, ὑμνείσθω
νῦν ἐν ᾄσμασι.
Στ. Θαυμαστὸς
ὁ Θεός ἐν τοῖς Ἁγίοις Αὐτοῦ.
Χαίροις
ἡ τοῦ Χριστοῦ, λαμπροφανὴς χορεία, Ἁγίων Καππαδόκων, ἡ λόγοις τε καὶ ἔργοις,
τὴν πίστιν κραταιώσασα.
Στ. Καυχήσονται
Ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὐτῶν.
Σύλλογον
ἱερόν, τῶν Καππαδόκων πάντων, τιμήσωμεν Ἁγίων, αὐτῶν τὴν πολιτείαν, τὴν εὐσεβῆ
μιμούμενοι.
Δόξα.Τριαδικόν.
Δέχου
Τριὰς σεπτή, Θεότης τρισαγία, ἡμῶν τὰς ὑμνῳδίας, καὶ πάντας ἐν τῇ πίστει, τοὺς
εὐσεβείας κραταίωσον.
Καὶ
νῦν. Θεοτοκίον.
Πάναγνε
Μαριάμ, λιταῖς τῶν Καππαδόκων, Ὁσίων καὶ Μαρτύρων, ἐλέησον τὸν κόσμον, τὸν
πίστει ἀνυμνοῦντά Σε.
Νῦν
ἀπολύεις, Τρισάγιον, Ἀπολυτίκιον. Τὸ Ἀναστάσιμον τοῦ ἤχου.
Δόξα.
Τῶν Ἁγίων. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χορὲ
θεοσύλλεκτε παρεμβολὴ ἱερά, πανεύφημοι Μάρτυρες καὶ τῶν Ὁσίων πληθύς, ἡμᾶς
διασώζοιτε, κλέη Καππαδοκίας, τοὺς ὑμᾶς εὐφημοῦντας, ῥύσασθε πολυπλόκων,
συμφορῶν καὶ κινδύνων, πρεσβείαις ὑμῶν ἀόκνοις, πρὸς τὸν Παντάνακτα.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΜΕΓΑΣ
ΕΣΠΕΡΙΝΟΣ
Εὐλογήσαντος
τοῦ Ἱερέως ὁ Προοιμιακός καί τὸ Μακάριος ἀνήρ. Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν
στίχους ι΄ καὶ ψάλλομεν Στιχηρά Ἀναστάσιμα δ΄ καὶ τῶν Ἁγίων στ΄. Ἦχος δ΄. Ὁ ἐξ
Ὑψίστου κληθείς.
Τῶν Καππαδόκων τὴν
εὔφημον συστάδα, σύλλογον τὸν ἔνθεον, δῆμον τὸν ἔνδοξον, τὸ συμπαγὲς θεῖον
ἄθροισμα, τὴν συστοιχίαν, τὴν θεοφόρητον καὶ περίβλεπτον, ὕμνοις καταστέψωμεν
καὶ μελωδήμασιν, ἀναβοῶντες· πρεσβεύσατε, τῷ Ζωοδότῃ, Χριστῷ διδόναι ἐξ ὕψους
δύναμιν, κατατροπῶσαι τὸν μισόκαλον, τοῖς τιμῶσιν ὑμᾶς ἐκλαμπρότατοι, ἀσκηταὶ
καὶ γενναῖοι, Ἀθληταὶ φωτοειδέστατοι.
Τῶν θεοφόρων
Πατέρων τοὺς ἀστέρας, φῶς τῆς θείας γνώσεως τοὺς καταυγάζοντας, εὐσεβοφρόνων τὸ
σύνταγμα, φαιδροῖς ἐν ὕμνοις, ἀξιοχρέως ἐγκωμιάσωμεν, Νύσσης τὸν Γρηγόριον καὶ
τοὺς ὁμαίμονας, αὐτοῦ τὸν Μέγαν Βασίλειον, καὶ Σεβαστείας, τὸν θεῖον Πέτρον σὺν
τοῖς θεόφροσι, Ἀριανζοῦ Ποιμένι σώφρονι, καὶ υἱῷ συνωνύμῳ αὐτοῦ κλεινῷ,
θεολόγων ἐκτύπῳ, Γρηγορίῳ καὶ ἀκρότητι.
Τὴν τῶν Μαρτύρων
φωτόλαμπρον πλειάδα, δεῦτε φιλομάρτυρες πιστῶς τιμήσωμεν, Καππαδοκίας τὰ
στέμματα, καὶ τὰς κορώνας, ὡς ἀηττήτους ὁπλίτας πίστεως, ἔνδοξον Μερκούριον τὸν
θεοστήρικτον, τροπαιοφόρον Γεώργιον, τὸν Στρατηλάτην, Ὀρέστην θεῖον βουκόλον
Βλάσιον, Γορδιανόν τε Ἀγαθόδωρον, καὶ Λογγῖνόν ποτε ἑκατόνταρχον, σὺν κλεινῶν
Εὐψυχίων, ξυνωρίδι τῇ θεόφρονι.
Τοὺς πολυτίμους
Ὁσίων μαργαρίτας, πρότυπα ἀσκήσεως καὶ ταπεινώσεως, τῆς προσευχῆς τὰ κορούνδια,
καὶ τοὺς σαπφείρους, νυνὶ θαυμάζοντες ἐπαινέσωμεν, Ὅσιον Μελέτιον κλυτὸν
Ἀρσένιον, τὸν ἐκ Φαράσων ὁρμώμενον, ἡγιασμένον, τὸν θεῖον Σάββαν Εἰρήνην
καύχημα, Χρυσοβαλάντου Θεοδόσιον, κοινοβίων τὸν πρῶτον καὶ πάνσεμνον, Ἰωάννην
τὸν Ῥῶσσον, Προκοπίου τὸ ἀγλάϊσμα.
Τοῦ Βασιλείου
Μεγάλου αὐταδέλφους, δίκαιον Ναυκράτιον ἀνευφημήσωμεν, σὺν τῇ Μακρίνῃ τῇ
σώφρονι, καὶ τοὺς ἑτέρους, τοῦ Γρηγορίου σοφοῦ ὁμαίμονος, ἄριστον Καισάριον καὶ
θεοφρούρητον, τὴν Γοργονίαν γηθόμενοι, σὺν Ἰκονίου, Ἀμφιλοχίῳ τῷ ἀρχιποίμενι,
Καρτερίῳ Μαρτύρων ἀκρότητι, Εὐδοκίμῳ δικαίῳ, καὶ Κανίδῃ ὑψηλόφρονι.
Τὴν Νεονίλλαν καὶ
τρεῖς αὐτῆς ἐκγόνους, Πεύσιππον Ἑλάσσιπον καὶ θεῖον Μέσιππον, τοὺς
λαμπροχίτωνας Μάρτυρας, ἐν ἐφυμνίοις, εὐήχοις ἅπαντας ἀναμέλψωμεν, σὺν αὐτοῖς
Γεώργιον τῆς Νεαπόλεως, τὸν εὐσταλῆ Νεομάρτυρα, τῆς τῶν Δαλμάτων, μονῆς τὸν
Πρόεδρον Ἰλαρίωνα, καὶ τῆς μονῆς Βαθέος Ῥύακος, ἡγουμένων τριάδα τὴν ἔνθεον,
καὶ Βασίλειον θεῖον, τὸν σεπτὸν αὐτῆς δομήτορα.
Δόξα.Ἦχος πλ. β΄.
Σήμερον ὡς
θεοφεγγὲς σέλας ἐπέλαμψε τῶ κόσμῳ, ἡ τῶν Καππαδόκων Ἁγίων μνήμη, πυρσεύουσα τὴν
τοῦ Χριστοῦ Ἐκκλησίαν. Δεῦτε οὖν φιλακόλουθοι πνευματικῶς εὐωχηθῶμεν, τρυφῶντες
τῶν εὐαγῶν αὐτῶν καμάτων, καὶ ἐν ἀγαλλιάσει βοήσωμεν· χαίρετε, τῆς πίστεως
Πατέρες πνευματέμφοροι, οἱ τὴν οἰκουμένην φαιδρύναντες μαρμαρυγαῖς, τῶν
θεοσόφων ἡμῶν διδαγμάτων· χαίρετε, ἀήττητοι Μάρτυρες, οἱ τὰ στήθη προτείναντες
τοῖς μισοθέοις ἄρχουσι, καὶ ὡς σφάγια τυθέντες ὑπὲρ τοῦ Κυρίου· χαίρετε, Ὁσίων
οἱ σύλλογοι, οἱ τὸν ἀλάστορα καταπαλαίσαντες, πρὸς τὸν σκοπὸν τῆς ἄνω κλήσεως,
ὁλικῶς ἀτενίζοντες. Χριστῷ τῷ Θεῷ ἡμῶν πρεσβεύσατε, Καππαδόκες τρισόλβιοι,
εἰρήνην πᾶσι δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὸ τοῦ ἤχου.
Εἴσοδος,
Φῶς ἱλαρόν, Προκείμενον τῆς ἡμέρας, Ἀναγνώσματα.
Παροιμιῶν
τὸ Ἀνάγνωσμα (Κεφ. θ΄ 1-11).
Ἡ
Σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον καὶ ὑπήρεισε στύλους ἑπτά. Ἔσφαξε τὰ ἑαυτῆς θύματα
καὶ ἐκέρασεν εἰς κρατῆρα τὸν ἑαυτῆς οἶνον καὶ ἡτοιμάσατο τὴν ἑαυτῆς τράπεζαν.
Ἀπέστειλε τοὺς ἑαυτῆς δούλους, συγκαλοῦσα μετὰ ὑψηλοῦ κηρύγματος ἐπὶ κρατῆρα,
λέγουσα· ὅς ἐστιν ἄφρων, ἐκκλινάτω πρός με. Καὶ τοῖς ἐνδεέσι φρενῶν εἶπεν·
ἔλθετε, φάγετε τὸν ἐμὸν ἄρτον καὶ πίετε οἶνον, ὃν κεκέρακα ὑμῖν. Ἀπολείπετε
ἀφροσύνην καὶ ζήσεσθε καὶ ζητήσατε φρόνησιν, ἵνα βιώσητε καὶ κατορθώσητε
σύνεσιν ἐν γνώσει. Ὁ παιδεύων κακούς, λήψεται ἑαυτῷ ἀτιμίαν, ἐλέγχων δὲ τὸν
ἀσεβῆ, μωμήσεται ἑαυτόν· οἱ γὰρ ἔλεγχοι τῷ ἀσεβεῖ μώλωπες αὐτῷ. Μὴ ἔλεγχε
κακούς, ἵνα μὴ μισήσωσί σε· ἔλεγχε σοφόν καὶ ἀγαπήσει σε. Δίδου σοφῷ ἀφορμήν
καὶ σοφώτερος ἔσται· γνώριζε δικαίῳ καὶ προσθήσει τοῦ δέχεσθαι. Ἀρχὴ σοφίας φόβος
Κυρίου· καὶ βουλὴ Ἁγίων σύνεσις, τὸ δὲ γνῶναι νόμον διανοίας ἐστὶν ἀγαθῆς.
Τούτῳ γὰρ τῷ τρόπῳ πολὺν ζήσεις χρόνον καὶ προστεθήσεταί σοι ἔτη ζωῆς.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1 - 9).
Δικαίων
ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα·
οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς
ἐπείρασεν αὐτούς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ· ὡς χρυσὸν ἐν χωνευτηρίῳ
ἐδοκίμασεν αὐτούς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ
ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσιν καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται·
κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας.
Οἱ πεποιθότες ἐπ’ Αὐτῷ, συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν
Αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς
Αὐτοῦ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ζ΄ 7-15).
Δίκαιος,
ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον, οὐ τὸ πολυχρόνιον,
οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως
βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν,
μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ·
βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν
ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ
ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ
νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς
Ὁσίοις Αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὐτοῦ.
Εἰς
τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α΄.
Τὸν
ἀγῶνα τὸν καλὸν ἀγωνισάμενοι, καὶ τὸν δρόμον τελέσαντες, τὴν πίστιν δι’ ἔργων
ἀγάπης, καὶ λόγων πανσόφων ἐτηρήσατε, Καππαδόκαι τρισμακάριστοι. Διὸ ἐν
οὐρανοῖς μετ’ Ἀγγέλων αὐλιζόμενοι, ἐπαξίως λαβόντες τὸ βραβεῖον τῆς ἄνω
κλήσεως, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος
β΄.
Χαῖρε
ἁγιοτρόφος Καππαδοκία, παιδαγωγὸς οὖσα ἐν Κυρίῳ, τῶν ποθούντων τὰ κρείττω, εἰς
γενεὰς γενεῶν εὐσεβοφρόνων· ἐκ σοῦ γὰρ ἀνέτειλαν, οἱ μέγιστοι τῶν Ὁσίων
Πατέρων, τὰ δοχεῖα τοῦ Πνεύματος, οἱ καὶ τὴν γραμματείαν τῆς πίστεως
πλουτήσαντες· ὧν καὶ ἡμεῖς τὴν ἀρετὴν μιμούμενοι, καὶ ταῖς τρίβοις
ἀκολουθοῦντες, αὐτῶν ἱκεσίαις ἀξιωθείημεν τῆς ἀγήρου βιώσεως.
Ἦχος
γ΄.
Ἀποσείσαντες
τῶν εἰδώλων τὴν πλάνην, καὶ ἀμυνόμενοι ὑπὲρ τῶν τῆς πίστεως δογμάτων, ὑπὲρ
χρυσίον ἐκαρποφορήσατε Καππαδόκες Μάρτυρες. Πολυειδέσι γὰρ τρόποις
ἀγωνισθέντες, ἀλλ’ ἐν μιᾷ δωρεᾷ καὶ χάριτι τοῦ Παναγίου Πνεύματος, στεφάνους
δόξης εἰλήφατε ἐκ χειρῶν τοῦ Κυρίου. Καὶ νῦν Ἀγγέλοις συνόντες, πρεσβεύσατε
ἀξιῶσαι καὶ ἡμᾶς, ὁμολογεῖν ἀσιγήτως τὸ πανάγιον Αὐτοῦ ὄνομα, ἐν ταῖς πονηραῖς
ἡμέραις ἡμῶν.
Ἦχος
δ΄.
Τῶν
θεοφόρων ἀσκητῶν τὴν καλλίτεκνον μητέρα, τὴν διὰ μονοτρόπων θαυμαστῶν,
κοσμήσασα τὴν Ἐκκλησίαν, Καππαδοκίαν τὴν καλλίπαιδα μακαρίσωμεν, Χριστὸν
δοξάζοντες καὶ λέγοντες· μέγας εἶ Κύριε, ὁ ἐν ταῖς βουλαῖς τῶν Ἁγίων Σου
ἐνδοξαζόμενος, καὶ παρέχων ἡμῖν αὐτῶν ταῖς ἐντεύξεσιν, εἰρηναῖον βίον ὁμόνοιαν
ψυχῶν, καὶ δικαίωσιν ἐν τῇ ὥρᾳ τῆς Κρίσεως.
Δόξα.Ὁ
αὐτός.
Τῶν
Καππαδόκων Ἁγίων τὴν κοινὴν μνήμην πανηγυρίζοντες, μελιχροῖς τοῖς ὕμνοις αὐτῶν
τὴν πολιτείαν εὐφημήσωμεν. Χριστῷ γὰρ εὐηρέστησαν τὴν ἀρετὴν ἀόκνως ἐργαζόμενοι,
καὶ τοῖς οἰκείοις αἵμασιν εὐθαρσῶς περιχεόμενοι. Καὶ νῦν ἀθανάτων δωρεῶν
ἀξιούμενοι, καὶ Χριστοῦ τὸ κάλλος ὁρῶντες, πρεσβεύουσιν ἀπαύστως ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἐκ
παντοίων κινδύνων τοὺς δούλους Σου φύλαττε, εὐλογημένη Θεοτόκε, ἵνα Σὲ
δοξάζομεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Εἰς
τὸν Στίχον, τὰ τοῦ ἤχου.
Δόξα.
Τῶν Ἁγίων. Ἦχος πλ. δ΄.
Κοσμήτορες
θεῖοι τῆς τοῦ Χριστοῦ Ἐκκλησίας, τῶν γεηρῶν πάντων ὑπέρτεροι ὤφθητε, ὁλικῶς
ἐνατενίζοντες τῷ Κυρίῳ, Καππαδόκες Ἅγιοι· ἐν διαφόροις γὰρ χρόνοις, ὡς λαμπροὶ
ἑωσφόροι ἐκλάμψαντες, ἑαυτοὺς ἐκδεδώκατε πρὸς ἐργασίαν τοῦ θείου θελήματος,
ἀνενδότῳ φρονήματι. Διόπερ νῦν κληρονόμοι γενόμενοι ζωῆς τῆς ἀπόνου, Πατέρων
καὶ Μητέρων συστήματα, Χριστὸν δυσωπεῖται δοθῆναι ἡμῖν, πταισμάτων διόρθωσιν.
Καὶ
νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ Ὑψίστου, Σῶν
οἰκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα καθαρισμὸν τῶν πταισμάτων,
νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Ἀπολυτίκιον.
Τὸ Ἀναστάσιμον τοῦ ἤχου.
Δόξα.Ἦχος
δ΄. Ταχὺ προκατάλαβε.
Χορὲ
θεοσύλλεκτε παρεμβολὴ ἱερά, πανεύφημοι Μάρτυρες καὶ τῶν Ὁσίων πληθύς, ἡμᾶς
διασώζοιτε, κλέη Καππαδοκίας, τοὺς ὑμᾶς εὐφημοῦντας, ῥύσασθε πολυπλόκων,
συμφορῶν καὶ κινδύνων, πρεσβείαις ὑμῶν ἀόκνοις, πρὸς τὸν Παντάνακτα.
Καὶ
νῦν. Θεοτοκίον.
Τὸ
ἀπ’ αἰῶνος ἀπόκρυφον, καὶ Ἀγγέλοις ἄγνωστον μυστήριον, διὰ Σοῦ Θεοτόκε τοῖς ἐπὶ
γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ
ἡμῶν καταδεξάμενος, δι’ οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς
ψυχὰς ἡμῶν.
Ἀπόλυσις.
ΟΡΘΡΟΣ
Μετὰ
τὴν α΄ Στιχολογίαν, Καθίσματα Ἀναστάσιμα.
Μετὰ
τὴν β΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Χορὸς
ὁ εὐκλεής, Ἀθλητῶν καὶ Ὁσίων, ἀνδρῶν καὶ γυναικῶν, τῶν ἐν χρόνοις ποικίλοις,
λαμψάντων ἀνατέταλκε, θείας χάριτος λάμψεσι, τὰ νοήματα, καὶ τὰς ψυχὰς ἡμῶν
φαίνων, τῶν βοώντων νῦν· ἡμᾶς λυτρώσασθε πόνων.
Δόξα.
Λαρίσης
τὸν κλεινόν, Ποιμενάρχην τοῖς ὕμνων, ἰάσμοις ἐν χορῷ, καταστέψωμεν πάντες, καὶ
Τρίκκης θεῖον Πρόεδρον, ἱερὸν Οἰκουμένιον, σὺν τοῖς τάγμασι, Ἱεραρχῶν θεοσόφων,
τὸ στερέωμα, τὸ νοητὸν πυρσευόντων, ἐκλάμπρως τῆς πίστεως.
Καὶ
νῦν. Θεοτοκίον.
Μαρτύρων
χαρμονή, ὡραιότης ἀζύγων, Πατέρων γλυκασμός, καὶ Μητέρων φαιδρότης, Παρθένε
Παναμώμητε, τοὺς Σοὺς δούλους ἀνάδειξον, τῆς φρονήσεως, τῆς κοσμικῆς
ὑπερτέρους, καὶ ἀξίωσον, τῆς τῶν Ἁγίων εὐκλείας,τοὺς Σὲ μακαρίζοντας.
Ἀντὶ
Ἀμώμου τὸν Πολυέλεον, μεθ’ ὃν τὰ Εὐλογητάρια. Συναπτὴ μικρά, ἡ Ὑπακοὴ τοῦ ἤχου
καὶ τὸ Κάθισμα τῶν Ἁγίων. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τῶν
ἀρετῶν οἱ παμφαεῖς λαμπαδοῦχοι, καὶ Καππαδόκων οἱ σεπτοὶ πολιοῦχοι, Μαρτύρων τὰ
συστήματα καὶ τῶν Ἀσκητῶν, τάγματα ἰσάγγελα εὐφημείσθωσαν ὕμνοις, μελιχροῖς καὶ
ᾄσμασι μυστικοῖς καὶ αἰσίοις· τῷ γὰρ Χριστῷ πρεσβεύουσιν ἀεί, διδόναι πᾶσι,
πταισμάτων συγχώρησιν.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὸν
τοῦ Παντάνακτος θεότευκτον οἶκον, καὶ ἀνακτόριον Αὐτοῦ φωτοφόρον, τὴν Παναγία
Δέσποινα πιστοὶ εὐσεβῶς, δεῦτε μεγαλύνομεν καὶ βοήσωμεν πόθῳ· πρόφθασον καὶ
λύτρωσαι, ἀπὸ πάσης ἀνάγκης, τοὺς Σοὺς ἱκέτας Μῆτερ τοῦ Θεοῦ, Εὐλογημένη, τοῦ
κόσμου διάσωσμα.
Τὰ
Ἀντίφωνα τοῦ ἤχου, τὸ Ἀναστάσιμον Προκείμενον, τὸ Ἑωθινὸν Εὐαγγέλιον καὶ τὰ
λοιπά, ὡς συνήθως, ἐν ταῖς Κυριακαῖς.
Εἶτα
οἱ Κανόνες· ὁ Ἀναστάσιμος, τῆς Θεοτόκου καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Ἀγαθαγγέλου
τιμῶν μνήμην, Καππαδόκας συνυμνῶ. Χαρ.
ᾨδὴ
α΄. Ἦχος δ΄. Ἀνοίξω τὸ στόμα μου.
Ἀξίωσον
Κύριε, εὐχαῖς ἁγίαις τοῦ Γέροντος, ἐμοῦ τοῦ βλαστήσαντος, ἐν Καππαδόκων τῇ γῇ,
ὕμνον πρέποντα, Καππάδοξι τοῖς θείοις, Ὁσίοις καὶ Μάρτυσι, πλέξαι τῆς πίστεως.
Γηθόμενοι
μέλπομεν, τὴν θεοφόρον ὁμήγυριν, τὰ ῥόδα τὰ εὔοσμα, Καππαδοκίας ᾠδαῖς,
πανευσχήμοσι, βοῶντες· ἐκ παγίδων, ἡμᾶς τοῦ ἀλάστορος, σώσατε Ἅγιοι.
Ἀρσένιε
Ὅσιε, Φαράσων λύχνε νεόφωτε, ἐλάμπρυνας ἅπαντα, ἐν τοῖς ἐσχάτοις καιροῖς, τὸν
θεόλεκτον, χορὸν εὐσεβοφρόνων, βολαῖς θαυμασίων σου, καὶ βίου κρείττονος.
Θαῤῥῶν
ὁ ἀήττητος, ἐπὶ τῇ σῇ ἀγαθότητι, ὁπλίτης Γεώργιος, ὁ Στρατηλάτης Χριστοῦ,
κατηδάφισε, ἀθέων τὰς ἐπάλξεις, καὶ νίκης περίλαμπρα, ἔστησε τρόπαια.
Θεοτοκίον.
Ἀπείρανδρον
Δέσποιναν, ὑπερφυῶς τὴν κυήσασαν, Χριστὸν τὸν Παντάνακτα, καὶ Ποιητὴν τοῦ
παντός, δεῦτε ᾄσωμεν, καὶ ἄφεσιν πταισμάτων, ἡμῶν αἰτησώμεθα, τάχος φιλέορτοι.
ᾨδὴ
γ΄. Τοὺς Σοὺς ὑμνολόγους.
Γρηγόριον
κῦδος θεολόγων, Καισάριον ἅμα εὐλαβῶς, καὶ Γοργονίαν ᾄσωμεν, τοὺς θαυμαστοὺς
ὁμαίμονας, σὺν τοῖς αὐτῶν γεννήτορσι, Νόνναν καὶ θεῖον Γρηγόριον.
Γεώργιος
ὁ Νεαπολίτης, Χριστῷ ἐν ὑστέροις τοῖς καιροῖς, ὡς Μάρτυς εὐηρέστησε, καὶ Ἱερεὺς
πανόσιος, διόπερ καὶ τὸ σκήνωμα, αὐτοῦ διέμεινεν ἄφθορον.
Εἰρήνη
Μονῆς Χρυσοβαλάντου, κυπάρισσος ἡ ὑψιτενής, πορφύραν τὴν βασίλειον, καὶ δόξαν
ἀπηρνήσατο, διὰ τὴν τοῦ Παντάνακτος, Θεοῦ τελείαν ἀγάπησιν.
Λαμπρῶς
τὴν αὐτάδελφον πεντάδα, Γρηγόριον Νύσσης τὸν φανόν, Μακρίναν τε Ναυκράτιον, καὶ
Πέτρον εὐφημήσωμεν, σὺν Βασιλείῳ ἅπαντες, τῷ Καισαρείας κοσμήτορι.
Θεοτοκίον.
Ὁ
πάντα σοφῶς οἰκονομήσας, Θεοῦ θεῖος Λόγος ἐκ τῶν Σῶν, αἱμάτων σάρκα ἔλαβε, καὶ
γένος τὸ ἀνθρώπινον, τὸ Σὲ γεραῖρον ἐθέωσε.
Τὸ
Κοντάκιον καὶ ὁ Οἶκος τῆς Κυριακῆς.
Κάθισμα
τῶν Ἁγίων. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τὸ
ἀῤῥαγέστατον, Ἁγίων σύστημα, καὶ θεοσύλλεκτον, Δικαίων σύνταγμα, Μαρτύρων
πάντιμον χορόν, καὶ ἄθροισμα μονοτρόπων, ὕμνοις καταστέψωμεν, καὶ ἀσμένως
βοήσωμεν· δῆμε θεοστήρικτε, Καππαδόκων πρεσβεύσατε, Χριστῷ ὑπὲρ ἡμῶν τῶν
ἐχόντων, βίου θερμοὺς ὑμᾶς προστάτας.
Δόξα.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν
σκοτισθεῖσάν μου, ψυχὴν καταύγασον, φωτὶ τῆς χάριτος, τοῦ θείου Τόκου Σου, ἁγνὴ
Παρθένε Μαριάμ, ἐλπὶς τῶν ἀπηλπισμένων, καὶ ἀχλὺν ἀπέλασον, τῶν ἀπείρων
πταισμάτων μου, ὅπως εὕρω ἔλεος, ἐν τῇ ὥρᾳ τῆς Κρίσεως, καὶ πόθῳ ἀσιγήτως βοῷ
Σοι· χαῖρε ἡ Κεχαριτωμένη.
ᾨδὴ
δ΄. Ὁ καθήμενος ἐν δόξῃ.
Ὕμνος
πρέπει σοι Δαλμάτων, τῆς Μονῆς Καθηγούμενε, νέε Ἱλαρίων, ὅτι ποδηγέτης
θειότατος, τῶν μονοτρόπων ἐδείχθης καὶ φανότατος, φάρος πίστεως, βροτῶν
ποθούντων τὴν θέωσιν.
Τοὺς
ἀνδρείως ἠθληκότας, τρεῖς ἐκγόνους τιμήσωμεν, Νεονίλλας θείας, Πεύσιππον
Ἐλάσιππον Μέσιππον, καὶ μακαρίζοντες τούτους μιμησώμεθα, τὴν πρὸς Κύριον, αὐτῶν
τελείαν ἀγάπησιν.
Ἰωάννην
Καππαδόκην, Βασιλίδος τὸ σέμνωμα, καὶ Ἀρχιερέων, εὐκελῶν τὸ ἔμψυχον ἄγαλμα, σὺν
Συναοῦ τῷ Ποιμένι εὐφημήσωμεν, ὕμνοις πρέπουσιν, Ἀγαπητῷ τῷ θεόφρονι.
Μάρτυς
σῶφρον Ἰουλίττα, ἐν σταδίῳ ἠρίστευσας, καὶ τοῖς Ἀθλοφόρων, ἠριθμήθης θείοις
στρατεύμασιν, ἔνθα Πορφύριος Βλάσιος Ἀκάκιος, καὶ Ἀγάπιος, οἱ γεραροὶ
συναγάλλονται.
Θεοτοκίον.
Ὡς
παράδεισον εὐώδης, Ὑπεράμωμε Δέσποινα, τῆς ζωῆς τὸ Ξύλον, τὸ ἡγιασμένον
ἐβλάστησας, Χριστὸν θανάτου τὸ κράτος τὸν πατήσαντα, καὶ ζωώσαντα, διὰ Σταυροῦ
τὸν Πρωτόπλαστον.
ᾨδὴ
ε΄. Ἐξέστη τὰ σύμπαντα.
Νεκρώσασαι
πάνσεμναι, ἐχθρὸν τὸν δολιότροπον, Μάρτυς εὐσταλὲς Καπετωλίνη, καὶ γενναιόφρον
Ἐρωτηΐς τοῦ Χριστοῦ, ἀμνάδες ἠθλήσατε στεῤῥῶς, τοῦ σαρκίου θάνατον, εἰς οὐδὲν
λογισάμεναι.
Μαρτύρων
ὑπάρχετε, ἀκρώρειαι θεσπέσιε, Γόρδιε Μακρόβιε Ὀρέστα, τῶν Εὐψυχίων θεοφιλὲς
ξυνωρίς, ἀνδρείας κρηπὶς Γορδιανέ, καὶ σοφὲ Ὑάκινθε, ἀθληταὶ καρτερώτατοι.
Νῦν
στέφομεν ᾄσμασι, φαιδροῖς σε Ἀγαθόδωρε, Μάρτυς ἀγαλλίαμα Τυάνων, καὶ σὺν
Ῥουφίνῳ καὶ Σατορνίνῳ κλεινῷ, Κοδρᾶτε καμάτων εὐαγῶν, τῶν ὑμῶν δοξάζομεν,
πλῆθος ὄντως τὸ ἄμετρον.
Ἠνίκα
τὴν κάραν σου, οἱ ἄνομοι ἀπέτεμον, τότε ἡ ψυχή σου πρὸς τὰ ὕψη, Λογγῖνε ἤρθη,
ἵνα Χριστὸν τὸν Θεόν, Ὅν εἶδες ποτὲ ἐπὶ Σταυροῦ, πάσχοντα ὡς ἄνθρωπον,
ὑπαντήσαις ὡς Κύριον.
Θεοτοκίον.
Μητράνανδρε
Δέσποινα, ὑπέρφωτον παλάτιον, πέφηνας Χριστοῦ τοῦ Ζωοδότου, Αὐτοῦ καθέδρα, καὶ
ἀλουργὶς τιμαλφής, ὡσεὶ ἐκλεκτὴ ἐκ γενεῶν· ὅθεν Σε δοξάζομεν, εἰς αἰῶνα τὸν
ἅπαντα.
ᾨδὴ
στ΄. Τὴν θείαν ταύτην.
Ἡλίου
ἤστραψας Ὅσιε, φαιδρότερον Μελέτιε πάνσοφε, ἀπείρων πόνων σου, βολαῖς καὶ
πλήθους θαυμάτων σου, δι’ ὧν Ἑλλάδος πλάτη, ἁπάσης ηὔγασας.
Ναὸς
ἀσκήσεως πάνσεπτος, καὶ φοῖνιξ ἐγκρατείας ὑψίκομος, ἐρήμου σέμνωμα, ἐπώφθης
Σάββα τρισόλβιε, Πατέρων ἀσκουμένων, ἡ ὑποτύπωσις.
Κοινῆς
ἀζύγων βιώσεως, ἀρχὴ ἐγκρατευτὰ Θεοδόσιε, τὸν πολυμήχανον, ἐν τῇ ἐρήμῳ
ἐτρόπωσας, ἐχθρὸν εὐχαῖς συντόνοις, ταῖς νυχθημέροις σου.
Ἀστὴρ
νεόφωτε πίστεως, φαιδρῶς ἐν Προκοπίῳ ἀνέτειλας, καὶ κατεφώτισας, τῆς οἰκουμένης
τὰ πέρατα, ἀκτῖσιν Ἰωάννη, τῶν θαυμασίων σου.
Θεοτοκίον.
Παρθένων
θεῖον διάδημα, λαβόντα τῆς φθορᾶς τὸ κατάκριμα, Χριστὸν τὸν Κύριον, ἀδιαφθόρως
ἐκύησας, Ὑπερευλογημένη, Θεοχαρί-ωτε.
Κοντάκιον.Ἦχος
γ΄. Ἡ Παρθένος σήμερον.
Συστοιχίαν
πάντιμον, τῶν Καππαδόκων Ἁγίων, αὐτοχθόνων μέλψωμεν, καὶ ἐπηλύδων ἐν ὕμνοις,
κράζοντες· Ὁσίων σμῆνος Πνευματοφόρον, πρέσβευε, σὺν τῇ Μαρτύρων σεπτῇ χορείᾳ,
τῷ Χριστῷ ὑπὲρ τῶν πίστει, μακαριζόντων τοὺς
θείους ἄθλους ὑμῶν.
Ὁ
Οἶκος.
Τοὺς
ἐνθεωτάτους Καππαδόκας Πατέρας καὶ Μητέρας ἡμῶν, τοὺς ἐν διαφόροις καιροῖς καὶ
πολυτρόποις ἄθλοις διαπρέψαντας, οὓς προστάτας καὶ προμηθεῖς ἐν βίῳ κεκτήμεθα,
δεῦτε πάντες ἀνυμνήσωμεν· τοὺς λογιωτάτους Ἱεράρχας, ἀνδρειοτάτους Μάρτυρας καὶ
θεοφόρους Ὁσίους, τοὺς ἀναδείξαντας τὴν χθόνα αὐτῶν πολυανθῆ παράδεισον,
κοιναῖς ταῖς μελῳδίαις καταστέψωμεν καὶ ὁμοφώνως κραυγάσωμεν· ὑπέρτιμοι Ἅγιοι,
Χριστῷ τῷ Θεῷ ἡμῶν πρεσβεύσατε, διδόναι τὴν κατ’ ἄμφω ὑγείαν καὶ εἰρήνην, ἡμῖν
τοῖς μακαρίζουσι τοὺς θείους ἄθλους ὑμῶν.
Συναξάριον.
Πρῶτον
τοῦ Μηναίου, καὶ εἷτα τὸ ἑξῆς:
Τῇ
Α΄ Κυριακῇ τοῦ μηνὸς Νοεμβρίου, μνήμην ἐπιτελοῦμεν πάντων τῶν ἐν Καππαδοκίᾳ
Ἁγίων, αὐτοχθόνων καὶ ἐπηλύδων, ἀνδρῶν καὶ γυναικῶν, γνωστῶν ἡμῖν καὶ ἀγνώστων,
ὣν Κύριος μόνον τὰ ὀνόματα γινώσκει.
Οἱ
γνώριμοι ἡμῖν εἰσὶν οἱ ἑξῆς:
Ἀπόστολοι:
Πέτρος, Παῦλος, Ἀνδρέας καὶ Ματθίας.
Ἱεράρχαι:
Βασίλειος ὁ Μέγας, Γρηγόριος ὁ Νύσσης, Πέτρος Σεβαστείας, Γρηγόριος Ναζιανζοῦ,
Γρηγόριος ὁ Θεολόγος, Ἀμφιλόχιος Ἰκονίου, Ἰωάννης Β΄ Κωνσταντινουπόλεως,
Ἀχίλλειος Λαρίσης, Οἰκουμένιος Τρίκκης, Ἀγαπητὸς Συναοῦ καὶ Φιρμιλιανὸς Καισαρείας.
Ὅσιοι:
Σάββας ὁ Ἡγιασμένος, Θεοδόσιος ὁ Κοινοβιάρχης, Μιχαὴλ ὁ Μαλεΐνός, Μελέτιος ὁ
νέος ἐν Μυουπόλει, Εἰρήνη τοῦ Χρυσοβαλάντου, Ἰωάννης ὁ Ῥώσσος, Ἀρσένιος
Φαράσων, Βασίλειος, Λουκᾶς, Ἰγνάτιος καὶ Πέτρος Ἡγουμένοι τῆς Μονῆς Βαθέος
Ῥύακος, Στέφανος ὁ κτήτωρ τῆς Μονῆς Χηνολάκκου, Εὐδόκιμος ὁ δίκαιος, Ἱλαρίων ὁ
νέος Ἡγούμενος τῆς Μονῆς Δαλμάτων, Γοργονία ἀδελφὴ Γρηγορίου τοῦ Θεολόγου,
Μακρίνα ἀδελφὴ Βασιλείου τοῦ Μεγάλου, Νόννα μήτηρ Γρηγορίου τοῦ Θεολόγου,
Ναυκράτιος μοναχὸς ἀδελφὸς Βασιλείου τοῦ Μεγάλου, Κανίδης καὶ Ἰωσὴφ ὁ νέος
Καππάδοξ.
Ἱερομάρτυρες:
Ἀλέξανδρος ἀρχιεπίσκοπος Ἱεροσολύμων, Ἀλέξανδρος, Μαρτύριος καὶ Σισίνιος οἱ
Ἱεραπόστολοι, Βλάσιος Ἐπίσκοπος Σεβαστείας, Καρτέριος καὶ Λογγῖνος ὁ
Ἑκατόνταρχος.
Μάρτυρες:
Ἀγαθόδωρος, Ἀγάπιος, Ἀνδριανὸς καὶ Εὔβουλος, Ἀκάκιος, Ἄνεκτος, Ἀντώνιος,
Γερμανός, Ζεβινᾶς καὶ Νικηφόρος, Αὐξέντιος, Εὐγένιος, Εὐστράτιος, Μαρδάριος καὶ
Ὁρέστης, Βαρλαάμ, Βλάσιος ὁ βουκόλος, Γορδιανός, Γόρδιος, Γεώργιος ὁ
Τροπαιοφόρος, Ἐλάσιππος, Μέσιππος, Παύσιππος καὶ Νεονίλλα, Ἐρωτηΐς καὶ Καπετωλίνη,
Εὐψύχιος, Εὐψύχιος ἕτερος, Θεσπέσιος, Ἱέρων καὶ Ὁρέστης οἱ Τυανεῖς, Ἰουλιανὸς
καὶ Σέλευκος, Ἰουλίττα, Κοδρᾶτος, Ῥουφῖνος καὶ Σατορνῖνος, Μάμας, Μερκούριος,
Πορφύριος ὁ ἀπὸ μίμων, Σέργιος ὁ Ὁσιομάρτυς, Στρατιῶται Δύο οἱ συναναιρεθέντες
Λογγίνῳ τῷ Ἑκατοντάρχῳ, καὶ Ὑάκινθος ὁ Κουβικουλάριος.
Νεομάρτυρες:
Γεώργιος ὁ Νεαπολίτης, Παναγιώτης ὁ Καισαρεύς καὶ Σάββας ὁ Νιγδελῆς.
Στίχοι·
Εὐσεβείας
πέλετε Ἅγιοι ἄστρα,
Καππαδόκες
γηγενεῖς καὶ ἐπήλυδες.
Σμῆνος
Ἁγίων Καππαδόκων ὑμνείσθω,
ὡς
ἀληθείας Χριστοῦ πυρφόρων.
Ταῖς
αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.
ᾨδὴ
ζ΄. Οὐκ ἐλάτρευσαν.
Πᾶσαν
ᾔσχυνας, βουλὴν τοῦ παναλάστορος, ἀθλῶν στεῤῥότατα, ὁπλῖτα θεῖε Χριστοῦ,
ἀνδρεῖε Μερκούριε· σὺ γὰρ οὐράνιον, ἔσχες Ἄγγελον, χειραγωγὸν πρὸς εὔκλειαν, τὴν
ἀρίδηλον ἐν πόλῳ.
Ἀμφιλόχιον,
τοῦ Ἰκονίου Πρόεδρον, πιστοὶ τιμήσωμεν, ὡς Ἱεράρχην σοφόν, καὶ μάχαιραν
τέμνουσαν, τοὺς αἱρετίζοντας, Μακεδόνιον, καὶ βλάσφημον Εὐνόμιον, τῇ τοῦ
Πνεύματος δυνάμει.
Δεδικαίωσαι,
παρὰ Θεοῦ Εὐδόκιμε, δικαίων πρότυπον, ὡς ἀκριβείας ζυγός, δικαίου φρονήματος,
ὀφθεὶς τοῖς πέρασι, καὶ ἀπείληφας, τὰ γέρα τῶν καμάτων σου, ἐν Ἐδὲμ τῇ
τρισολβίᾳ.
Θεοτοκίον.
Κόσμον
Δέσποινα, τὸν βρότειον λελύτρωσαι, τῆς τοῦ Προπάτορος, Ἀδὰμ τῆς πάλαι ἀρᾶς,
τεκοῦσα Πανάχραντε, τὸν Πολυεύσπλαγχνον, καὶ Φιλάνθρωπον, Θεὸν ἡμᾶς τὸν
σώσαντα, δι’ ἀγάπην ἐκ θανάτου.
ᾨδὴ
η΄. Παῖδας εὐαγεῖς.
Ἅγιοι
ὑμῶν πεφοινιγμένην, τὴν χλαῖνα ψυχὴν αἱμάτων ῥείθροις ἔχοντες, καὶ χερσὶ
βαστάζοντες, τὴν λαμπάδα τὴν ἄσβεστον, Ἀνδριανὲ τῆς πίστεως, καὶ μάκαρ Εὔβουλε,
ἐδράμετε Χριστὸν ὑπαντῆσαι, ἀνυμνολογοῦντας, Αὐτὸν εἰς τοὺς αἰῶνας.
Στῦλοι
ἀπερίτρεπτοι σοφίας, ἐπώφθητε καὶ ἀζύγων καλλωπίσματα, τῆς Βαθέος Ῥύακος,
μάνδρας Καθηγούμενοι, Ἰγνάτιε θειότατε, Λουκᾶ πανεύφημε, καὶ Πέτρε εὐλαβὲς
κεκλημένε· ὅθεν γηθοσύνως, ὑμᾶς ἀνευφημοῦμεν.
Σύναυλε
Ὁσίων καὶ Ἀγγέλων, ἐν χώρᾳ τῶν ζώντων Ζήνων ἀξιάγαστε, κάλλος τὸ ἀμήχανον,
καθορᾶς τοῦ Κτίσαντος, Χριστοῦ ἰδίοις ὄμμασιν, ὡς βίου πέλαγος, πανσόφως
διαπλεύσας καὶ πάντων, ταχυδρόμων γέρας, δειχθεὶς τῶν ἐναρέτων.
Ἴρις
νοητὴ τῆς Ἐκκλησίας, Κανίδη Ὁσίων κλέος κατεπύρσευσας, τῆς σκληραγωγίας σου,
ταῖς ἀκτῖσιν ἅπαντας· εἰς ἄντρον γὰρ ἐσκήνωσας, ὑγρὸν εὐχόμενος, ἀπαύστως
ἑβδομήκοντα τρία, ἔτη μονοτρόπων, ὀφθεὶς κλεινῶν ἀκρότης.
Θεοτοκίον.
Νύμφη
τοῦ Χριστοῦ δεδοξασμένη, ὑπέρκαλλε καὶ ἀνύμφευτε διάσωσον, τοὺς Σὲ
μακαρίζοντας, καὶ σεπταῖς δεήσεσι, τῶν Καππαδόκων ἄσπιλε, Ἁγίων τήρησον, ἡμᾶς
ἐν ὁμονοίᾳ καὶ πίστει, ἵνα τὸν Υἱόν Σου, ἀεὶ δοξολογῶμεν.
ᾨδὴ
θ΄. Ἅπας γηγενής.
Ὕμνοις
ἱεροῖς, τὸν Στέφανον ἅπαντες, ἀναδησώμεθα, τὸν σεμνὸν κοσμήτορα, τῆς Χηνολάκκου
Μονῆς καὶ κτήτορα, αὐτῆς τὸν θεοφρούρητον, βοῶντες· Ὅσιε, ὑμῶν τὰς ὑμνῳδίας
προσδέχου, ὡς πρὸς τὴν σὴν μνήμην, θυμίαμα εὐῶδες.
Μάρτυς
ἀψευδής, Χριστοῦ ἐχρημάτισας, σοφὲ Καρτέριε, Ἱερέων μέλαθρον, καὶ Ἀθλοφόρων,
χρυσοῦν διάδημα· σὺ γὰρ Χριστῷ προσήνεγκας, ὡς δῶρον πάντιμον, αἱμάτων σου τοὺς
θείους χειμάῤῥους, καὶ ψυχῆς τὴν φλόγα, τὴν ἄσβεστον θεόφρον.
Νύκτα
τῶν παθῶν, φαιδρύνας Τιμόθεε, φωτὶ καμάτων σου, ἀκτημοσύνης καὶ ταπεινώσεως,
τῆς Καισαρείας σέμνωμα, πιστοὺς ἐφώτισας, τοὺς σπεύδοντας ἀξίως ὑμνῆσαι, σοῦ τῆς
ἐγκρατείας, τοὺς ἀενάους πόνους.
Ὡς
θερμοὺς ἡμῶν, Λαρίσης Ἀχίλλειε, καὶ Οἰκουμένιε, Τρίκκης ἀντιλήπτορας,
ἀνευφημοῦμεν πιστῶς κραυγάζοντες· σὺν τῷ Συρίας θρέμματι, Ἐφραὶμ τῷ ἔμφρονι,
ἡμῖν ἀεὶ αἰτεῖσθε εἰρήνην, καὶ τῷ Νεοφύτῳ, τῷ Ἰωσὴφ τῷ θείῳ.
Χαίρετε
Χριστοῦ, Ἀπόστολοι ἔνδοξοι, Πνευματοφόρητοι, Παῦλε οὐρανόφωτε, Ἀνδρέα Πέτρε καὶ
τιμιώτατε, Ματθία οἱ κηρύξαντες, τὸν λόγον τῆς πίστεως, ἐν πάσῃ Καππαδόκων τῇ
χώρᾳ, κράζομεν ὑμνοῦντες, ὑμᾶς εἰς τοὺς αἰῶνας.
Ἄνεκτον
σοφόν, Ὀρέστην Αὐξέντιον, κλεινὸν Εὐστράτιον, ἅλκιμον Μαρδάριον, καὶ σὺν Βλασίῳ
σεμνὸν Εὐγένιον, τὸν μέγαν Νεαπόλεως, πυρσὸν Γεώργιον, τῆς Νίγδης τὸν βλαστὸν
θεῖον Σάββαν, καὶ Παναγιώτην, τιμήσωμεν τὸν νέον.
Θεοτοκίον.
Ῥῦσαι
συμφορῶν, κινδύνων καὶ θλίψεων, τοὺς μακαρίζοντας, καὶ Καππαδόκων τριάδα σέβοντας,
Σισίνιον Μαρτύριον, καὶ τὸν Ἀλέξανδρον, τοὺς θείους τοῦ Χριστοῦ μαργαρίτας, καὶ
τὰ ἐκμαγεῖα, τῶν ἱεραποστόλων.
Ἐξαποστειλάρια.
Τὸ Ἀναστάσιμον. Εἶτα τῶν Ἁγίων. Γυναῖκες ἀκουτίσθητε.
Τοὺς
θεμελίους πίστεως, λειμῶνα τὸν πανεύοσμον, τῶν Καππαδόκων Ἁγίων, Ὁσίων τε καὶ
Μαρτύρων, τοὺς εὐωδίαις πράξεων, καὶ ῥήσεων μυρίσαντας, τὴν οἰκουμένην ἅπασαν,
ὡς προμηθεῖς ἡμῶν θείους, ἀνευφημήσωμεν πόθῳ.
Θεοτοκίον.
Θεοκυῆτορ
Ἄνασσα, Χριστὸν τὸν Πολυέλεον, Ὃν ἐν γαστρὶ ἀποῤῥήτως, συνέλαβες τῇ σεπτῇ Σου,
ἀπαύστως καθικέτευε, ἡμῖν πταισμάτων ἄφεσιν, δοῦναι τοῖς Σὲ γεραίρουσι, καὶ
κατὰ χρέος τιμῶσιν, ὡς ἀειπάρθενον Κόρην.
Εἰς
τοὺς Αἴνους ἱστῶμεν στίχους η΄ καὶ ψάλλομεν Στιχηρά Ἀναστάσιμα δ΄ καὶ τῶν Ἁγίων
δ΄. Ἦχος πλ. δ΄. Ὢ τοῦ παραδόξου θαύματος.
Δῆμον
Καππαδόκων πάντιμον, Ὁσίων ἐγκρατευτῶν, καὶ Μαρτύρων τῆς πίστεως, ἐν ᾀσμάτων
μέλψωμεν, συμφωνίᾳ γηθόμενοι· οὗτοι γὰρ ῥείθροις, ἱδρώτων ἤρδευσαν, καὶ τῶν
αἱμάτων, πιστῶν τὸ πλήρωμα, τὸ ἀρυόμενον, ἐξ αὐτῶν σωτήριον, ὕδωρ ζωῆς, νῦν
τελοῦμεν τὴν πάνσεπτον, αὐτῶν πανήγυριν.
Θεῖον
Καππαδόκων ὅμιλον, τῶν ἀρετῶν διαυγεῖς, μυροθήκας τιμήσωμεν, εὐσεβῶν οἱ
σύλλογοι, ἐν σαμβύκῃ καὶ σάλπιγγι, τῆς εὐσεβείας, τοῦ Παρακλήτου, ἐνδιαιτήματα,
θεῖα κειμήλια, εὐψυχίας ἅμα τε καὶ βιοτῆς, θεαρέστου στέψωμεν, ψαλμῶν τοῖς
ἄνθεσι.
Θεία γυναικῶν
ὁμήγυρις, εἰκόνες βίου σεμνοῦ, ἐκμαγεῖα συνέσεως, Καππαδόκων πρόβολοι, εὐκλεεῖς
καὶ ὑπέρτιμοι, σὺν Ἀθληφόρων, Χριστοῦ τοῖς τάγμασι, τοῖς παναρίστοις, πιστῶς δοξάσωμεν·
νύμφαι κραυγάζοντες, τοῦ Χριστοῦ πανεύφημοι ὑπὲρ ἡμῶν, δυσωπεῖτε πάντοτε, τὸν
Πολυεύσπλαγχνον.
Στῆλαι τῶν
γραμμάτων ἔμπνοοι, ὑποτυπώσεις λαμπραί, ἐναρέτου βιώσεως, καὶ πυξία ὤφθητε,
συμπαθείας Καππάδοκες, Πατέρες ὅθεν, ὑμᾶς γεραίροντας, πρὸς ἀπαθείας, λιμένα
εὔδιον, πάντας ἰθύνατε, ἐκβοῶμεν Ὅσιοι ὡς πολικόν, ἄστρον τοὺς κατέχοντας, ὑμᾶς
χρηστότητος.
Δόξα.Ἦχος
πλ. α΄.
Τὰ
ὑπέρτιμα σκεύη τοῦ Παρακλήτου, καὶ στρατιώτας γενναίου παρατάξεως Κυρίου,
πίστει μακαρίσωμεν μιμούμενοι αὐτῶν τὰς ἀριστείας. Τοὺς τῆς Καππαδοκίας
εὐθαλεῖς γόνους καὶ ἐπήλυδας, τῆς ἀληθοῦς ζωῆς τὰ εὐωδέστατα κρίνα, Ὁσίους καὶ
Μάρτυρας εὐφημήσωμεν κράζοντας· περίβλεπτε Ἁγίων χορεία ἀρετῶν ἐκφάντορες, καὶ
ἄμωμα σφάγια Κυρίου, Αὐτῷ πρεσβεύσατε ὑπὲρ τῶν τιμώντων, ὑμῶν τὴν πανήγυριν.
Καὶ
νῦν. Θεοτοκίον.
Ὑπερδεδοξασμένη
ὑπάρχεις, Θεοτόκε Παρθένε...
Μεγαλυνάριον.
Χαίροις
τῶν Μαρτύρων ὁ ἀῤῥαγής, δῆμος καὶ Ὁσίων, στίχος ὄντως ὁ εὐκλεής, χαίροις
Καππαδόκων, Πατέρων συστοιχία, θεράποντες Κυρίου, πανιερώτατοι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου