(Ποίημα Ἡγουμένης Εὐπραξίας Δοκοῦ, Ἱ. Μ. Ἁγ. Εὐπραξίας Δοκοῦ Ὕδρας, 1874.)
ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους δ΄. Ἦχος β΄. Ὅτε ἐκ τοῦ ξύλου.
Ὅτε, ἐπινεύσει θεϊκῇ, κόσμου τὴν τερπνότητα μῆτερ, χαίρουσα ἔλιπες, τότε προετίμησας, τῆς εὐρυχώρου ὁδοῦ, τὴν στενὴν καὶ ἐπώδυνον, καὶ λίαν τραχεῖαν, ὅθεν φροντιστήριον ψυχῶν κατέλαβες, σχῆμα, ἐνεδύθης το θεῖον, τῇ ἀποφυγῇ καὶ γυμνώσει, πάντων τῶν παθῶν θεομακάριστε.
Λόγου, τοῦ φανέντος ἐπὶ γῆς, νύμφη ἐκλεκτὴ ἀνεδείχθης, ἐκ βρέφους μῆτερ σεμνή, κάλλει διαλάμπουσα ἐνθέων πράξεων, καὶ τῆς θείας ἀσκήσεως, φαιδραῖς ἀγλαΐαις, ὅθεν τὸν οὐράνιον θάλαμον ᾤκησας, ἔνθα, ὡς Παρθένος Ὁσία, πάντοτε χορεύουσα πάντων, τῶν μνημονευόντων σε μνημόνευε
Δόξαν, παριδοῦσα τὴν φθαρτήν, δόξης τῆς ἀφθάρτου καὶ θείας, κατηξιώθης σεμνή, πᾶσαν γὰρ ἐπάτησας, βίου τερπνότητα, τὸν τῷ ὄντι τερπνότατον, Χριστὸν Εὐπραξία, ἄγαν ἐπεπόθησας τὸν σὲ λυτρώσαντα, κόσμου, τρικυμίας καὶ ζάλης, καὶ τῷ γαληνῷ καὶ φωσφόρῳ, βίῳ καθορμίσαντά σε πάνσεμνε.
Κλῆσιν, τὴν φερώνυμον πλουτεῖς, ἐκ τῆς τοῦ Θεοῦ προμηθείας, ταύτην ταῖς πράξεσιν, μῆτερ ἐπεσφράγισας, καὶ ἐβεβαίωσας διὰ γὰρ τῆς ἀσκήσεως, τὴν λίαν τραχεῖαν, τρίβον σὺ ἐβάδισας, διὸ καὶ ἔφθασας πρὸς τὰς οὐρανίους σκηνώσεις, ἔνθα, τῶν Ὁσίω χορεῖαι, καὶ χαρὰ ὑπάρχει ἡ ἀνέκφραστος.
Δόξα. Ἦχος β΄.
Τῶν ἐν τῷ βίῳ πραγμάτων, καταφρονήσασα μῆτερ Εὐπραξία, ὅτε τὴν ἄνω πολιτείαν ἐπεπόθησας, πλοῦτον ἐβδελύξω, ἐνδυσαμένη ταπείνωσιν τρυφὴν ἐμίσησας, καὶ ἐπεσπάσω τὴν ἐγκράτειαν, τοῦ δὲ παρόντος βίου τὸ ἄστατον, πέλαγος σοφῶς διαπεράσασα, εἰς εὔδιον λιμένα κατήντησας, Χριστὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς. Ἦχος δ΄.
Δεῦτε ἅπαντες πιστοί, τὴν τῶν δικαίων μνήμην φαιδρῶς ἑορτάσωμεν, Ἰωακεὶμ καὶ Ἄννης τῶν προπατόρων σήμερον, ὅτι ἔτεκες ἡμῖν τὴν Μητέρα τοῦ Σωτῆρος, Μαρίαν τὴν ἀμώμητον, ὅθεν πρὸς αὐτοὺς ἀνακράξωμεν· ζεῦγος ἁγιόλεκτον, ξυνωρίς ἁγία καὶ θεοτίμητε, τὸν ἐκ τῆς ὀσφύος ὑμῶν ἀνατείλαντα Χριστὸν τὸν Θεόν, Αὐτὸν ἱκετεύσατε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν στίχον. Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.
Παρθενίαν ἀκήρατον, ἐμμελῶς ἐξασκήσασα, ἐνυμφεύθης χαίρουσα τῷ ποιήσαντι, ἀρνησαμένη τὴν πρόσκαιρον, ἀπόλαυσιν ἔνδοξε, καὶ ἀσκήσασα στεῤῥῶς, καὶ τὸν δρόμον τελέσασα, κατηξίωσαι, οὐρανίου παστάδος Εὐπραξία, τοῖς τιμῶσί σε δυσώπει, χάριν δοθῆναι καὶ ἔλεος.
Στ.: Ὑπομένων, ὑπεμεινα τὸν Κύριον, καὶ προσέσχες μοι, καὶ εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου.
Τὸ ὡραῖον τοῦ σώματος, εἰς τὸ πρῶτον ἀξίωμα, Εὐπραξία ἔνδοξε μετεῤῥύθμισας, κόσμον λιποῦσα τὸν πρόσκαιρον, ἀρετῶν φαιδρότησι, κατεκάλλυνας σαυτήν, καὶ τοῦ Κτίστου ἐνδέδυσαι, καταγώγιον, καὶ τερπνὴ θυμηδία τοῦ Κυρίου, ἀνυμνοῦμέν σε Ὁσία, πνευματικοῖς μελωδήμασι.
Στ.: Καὶ ἔστησεν ἐπὶ πέτρα τοὺς πόδας μου, καὶ κατεύθυνε τὰ διαβήματά μου.
Ἐγκρατείᾳ τὸ σῶμά σου, Εὐπραξία νεκρώσασα, τὴν ψυχὴν ἐκόσμησας καὶ ἡτοίμασας, καὶ οἰκητήριον Πνεύματος, σαυτὴν ἀπετέλεσας, καὶ συνήφθης μυστικῶς, τῷ Νυμφίῳ καὶ Κτίστῃ σου, Ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Δόξα. Ἦχος β΄.
Ὁσία μῆτερ, ἐκ βρέφους τὴν ἀρετήν, ἐπιμελῶς ἀσκήσασα, ὄργανον γέγονας τοῦ Ἁγίου Πνεύματος. Καὶ παρ’ Αὐτοῦ λαβοῦσα, τῶν θαυμάτων τὴν ἐνέργειαν, Εὐπραξία παμμακάριστε. Νῦν δὲ τῷ θείῳ φωτί, καθαρώτερον ἐλλαμπομένη, φώτισον καὶ ἡμῶν τὰς διανοίας, Ὁσία Μῆτερ ἡμῶν.
Καὶ νῦν. Τῆς ἑορτῆς.
Τίς ὁ δῆμος τῶν συναθροισθέντων παραγίνεται, ἐν τῷ πανσέπτῳ ναῷ τῶν Προπατόρων, εὐλαβῶς συγχάρητε κραυγάζοντες, μερόπων γένος σήμερον, ὅτι ἡ Ἄννα ἀπὸ γῆς μεθίσταται πρὸς Κύριον, Αὐτῷ παρεστῶσα, καὶ ἡμῖν αἰτοῦσα, τοῦ δοθῆναι ἱλασμόν, τοῖς πίστει τελοῦσι ταύτης τὴν κοίμησιν.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Τῆς Ὁσίας Ἦχος δ'. Ταχὺ προκατάλαβε
Ἐκ βρέφους ποθήσασα τὸν σὸν Νυμφίον Χριστόν, τὸν κόσμον κατέλιπες, καὶ τα τοῦ κόσμου τερπνά, καὶ ἤσκησας ἄριστα, ἄΰλον γὰρ ἐν ὕλῃ, ἐπιδείξασα βίον, εἴληφας Εὐπραξία, οὐρανῶν βασιλειαν, ἐν ᾗ νῦν αὐλιζομένη, μνήσθητι τῶν τιμώντων σε.
Δόξα. Καὶ νῦν. Τῶν Προπατόρων. Ὅμοιον