18 Ιουλίου
ΕΣΠΕΡΙΝΟΣ
Ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ προσόμοια. Ἦχος πλ. δ΄. Ὦ τοῦ παραδόξου θαύματος.
Ἐλισάβετ
Μάρτυς πανσέβαστε, Χριστὸν
εὑροῦσα,
λιμένα εὔδιον καὶ τὸν
Σταυρόν σου ἐπ’ ὤμων αἴρουσα, μέχρις τελείας ἀγάπης, ὑπήκοος γέγονας ἔκραζες λέγουσα· οὐδὲν
χωρίσει με τῆς τοῦ Θεοῦ, τελείας θελήσεως, ὦ τῆς
δυνάμεως τούτου, καὶ
τῆς χάριτος ἥτις ὑμῖν
φέρει, θείαν λύτρωσιν καὶ
μέγα ἔλεος. (Δίς)
Μάρτυς
Βαρβάρα πανθαύμαστε, τὰ
ἐν τῷ κόσμῳ τερπνά, σκύβαλα πάντα ἠγήσω μένοντα, Χριστὸν προθύμως κατηκολούθησας, καὶ μέχρις τέλους τῇ πίστει μείνασα, τοὺς ἀφορήτους
πόνους ὐπέμεινας, θείᾳ δυνάμει ἀντιπαλαίουσα, ὦ τῶν
ἀγώνων σου, Ἀθλοφόρε πάνσοφε, σκέπε ἡμᾶς
καὶ διαφύλαττε, ταῖς ἱκεσίαις
σου. (Δίς)
Ἕτερο. Ὁ αὐτός. Τί ἠμᾶς καλέσωμεν.
Μάρτυρες
Χριστοῦ γενναιότατοι,
στρατευσάμενοι προθύμως, στρατιᾷ πνευματικῇ, τὸν κόσμον διὰ Κύριον ἠρνήσασθε, τὸν δρόμον τῆς θυσίας διεδράμετε, περιχαρῶς ἀγαλλόμενοι,
πρεσβεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν. (Δίς)
Δόξα. Ἦχος α΄.
Τοῖς εὐκλεέσιν ἀγῶσιν
ὑμῶν
καλλίνικοι Μάρτυρες· Ἐλισάβετ
Βαρβάρα καὶ ἕτεροι τῆς Ἀλάσκας
φωτολαμπεῖς ἀστέρες, πίστεως αἰτία γεγόνατε, ὅτι τοὺς ἀθέους
εἰς Κύριον φέροντες, κατηξιώθητε
μαρτυρικοῖς στεφάνοις
δέξασθαι, καὶ οὐρανίων θαλάμων οἴκιστα φανέντες ἄριστοι διαλάμπετε τῷ κόσμῳ παντί. Διὸ τὴν
στεῤῥὰν ἄθλησιν ὑμῶν
αἰνοῦντες,
δεόμεθα δυσωπεῖτε δωρηθῆναι, παρὰ τοῦ Παντάνακτος Θεοῦ, ὁμόνοιαν
καὶ εἰρήνην σταθηράν, καὶ μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν
ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν,
τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον, τῶν Ἀσωμάτων τὸ
ᾆσμα, καὶ τῶν πιστῶν
τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη
οὐρανός, καὶ ναὸς τῆς
Θεότητος· αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα,
εἰρήνην ἀντεισῆξε, καὶ
τὸ Βασίλειον ἠνέῳξε. Ταύτην οὖν
κατέχοντες, τῆς πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον
ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον. Θαρσείτω τοίνυν,
θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ
γάρ αὐτός πολεμήσει
τοὺς ἐχθρούς, ὡς παντοδύναμος.
Εἴσοδος· Φῶς ἱλαρόν· Προκείμενον τῆς ἡμέρας· καὶ τὰ Ἀναγνώσματα.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(μγ´ 9-14).
Τάδε λέγει Κύριος. Πάντα τὰ ἔθνη
συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν.
Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς;
ἢ τὰ
ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ὑμῖν;
Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν
καὶ δικαιωθήτωσαν,
καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ
παῖς, ὃν ἐξελεξάμην·
ἵνα γνῶτε, καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο
ἄλλος Θεός, καὶ μετ᾿ ἐμὲ οὐκ
ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ
ἔστι πάρεξ ἐμοῦ
ὁ σῴζων.
Ἐγὼ
ἀνήγγειλα καὶ ἔσωσα,
ὠνείδισα, καὶ οὐκ
ἦν ἐν
ὑμῖν
ἀλλότριος. Ὑμεῖς
ἐμοὶ
μάρτυρες, καὶ ἐγὼ
Κύριος ὁ Θεός· ὅτι ἀπ᾿
ἀρχῆς
ἐγώ εἰμι, καὶ οὐκ
ἔστιν ὁ ἐκ
τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς,
ὁ Ἅγιος
Ἰσραήλ.
Σοφίας
Σολομῶντος τὸ Ἀνάγνωσμα.
(γ´ 1-9).
Δικαίων ψυχαὶ ἐν
χειρὶ Θεοῦ, καὶ οὐ
μὴ ἅψηται
αὐτῶν
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων
τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
αὐτῶν,
καὶ ἡ ἀφ᾿ ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ
ἐν ὄψει
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν
ἀθανασίας πλήρης. Καὶ ὀλίγα
παιδευθέντες, μεγάλα εὐεργετηθήσονται·
ὅτι ὁ Θεὸς ἐπείρασεν
αὐτούς, καὶ εὗρεν
αὐτοὺς
ἀξίους ἑαυτοῦ. Ὡς
χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν
αὐτούς, καὶ ὡς
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν
καιρῷ ἐπισκοπῆς αὐτῶν
ἀναλάμψουσι, καὶ ὡς
σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν, καὶ βασιλεύσει αὐτῶν
Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ᾿
αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ
πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ·
ὅτι χάρις καὶ ἔλεος
ἐν τοῖς ὁσίοις
αὐτοῦ,
καὶ ἐπισκοπὴ ἐν
τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. λα᾿ 10- 26)
Γυναῖκα ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δὲ ἐστι
λίθων πολυτελῶν ἡ τοιαύτη. Μηρυομένη ἔρια καὶ λίνον, ἐποίησεν εὔχρηστον ταῖς χερσὶν αὐτῆς.
Ἐγένετο ὡσεὶ
ναῦς ἐμπορευόμενη μακρόθεν, συνάγει δὲ αὕτη
τὸν βίον. Καὶ ἀνίσταται
ἐκ νυκτῶν, καὶ ἔδωκε
βρώματα τῷ οἴκῳ,
καὶ ἐργατάις θεραπαίναις. Θεωρήσασα γεώργιον
ἐπρίατο, ἀπὸ
δὲ καρπῶν χειρῶν αὐτῆς,
κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς,
ἤρεισε τοὺς βραχίονας αὐτῆς
εἰς ἔργον.
Ἐγεύσατο, ὅτι καλὸν ἐστι
τὸ ἐργάζεσθαι,
καὶ οὐκ ἀποσβέννυται
ὅλην τὴν νύκτα ὁ λύχνος αὐτῆς.
Τὰς χεῖρας αὐτῆς
ἐκτείνει ἐπὶ
τὰ συμφέροντα, τοὺς δὲ πήχεις αὐτῆς
ἐρείδει εἰς ἄτρακτον.
Χεῖρας δὲ αὐτῆς διήνοιξε πένητι, καρπὸν δὲ ἐξέτεινε
πτωχῷ. Ἰσχὺν
καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη
ἐν ἡμέραις
ἐσχάταις.
Λιτή. Ἦχος α΄.
Εὐφραίνεσθαι ἐν Κυρίῳ στέπαι τῆς Ἀλάσκας,
καὶ δικαίως
σκιρτήσατε ἀγαλλόμεναι, ὅτι τῇ ἐπιπνοίᾳ τοῦ Χριστοῦ, σήμερον γυναῖκες ἀνδρεῖαι, τὸν θεόμαχον τύραννον μὴ πτοούμεναι ἀικισμῶν καὶ μαστίγων, καὶ πάσης ἄλλης κακώσεως, πεῖραν λαβοῦσαι, ἐδέξαντο ἐξ οὐρανοῦ τὸν
τοῦ μαρτυρίου ἀμαράντινον στέφανον, μιμούμεναι τὸν ἐπὶ ξύλου τανυθέντα πρὸς σωτηρίαν παντὸς τοῦ κόσμου καὶ εἰρήνης
καὶ γαλήνης τῶν ψυχῶν ἡμῶν.
Ἦχος β΄.
Τοὺς πανενδόξους τοῦ Κυρίου Ἀθλητὰς καὶ Μάρτυρας, πάντες οἱ πιστοὶ εὐφημήσωμεν,
Ἐλισάβετ, Βαρβάραν, Ἰωάννην καὶ Σέργιον καὶ τοὺς λοιπούς οὗτοι γὰρ ἐν
μέσῳ τῶν ἀθέων
ὄντες καὶ τὸν
Χριστὸν κηρύττοντες,
βορὰ τοῖς ἀνόμοις
ἐγένοντο, ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ τῆς
προσκαίρου ζωῆς καταφρονοῦντες ἑαυτοὺς θυσίαν ἄμωμον τῷ Θεῷ προσήγαγον, αἰτούμενοι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.
Ἦχος γ΄.
Προθύμως
τῷ Κυρίῳ ὑπείκοντες
Ἅγιοι Μάρτυρες, ἐν Βοῤῥᾷ φωτολαμπεὶς ἀστέρες
δὲ γεγονότες, καὶ Ἀποστόλων
μιμηταί, στεφάνους μαρτυρικοὺς
ἐν δόξῃ ἀπελάβετε.
Δέξασθαι καὶ ἡμῶν
δεήσεις καὶ ἱκεσίας ταπεινάς, ἀξίους γεννηθῆναι ἅπαντας ταῖς διδαχαῖς ὑμῶν ἐργάτας,
καὶ φθάσαι τῷ θρόνῳ τοῦ πάντων Θεοῦ, ὁμονοοῦντας καὶ προσκυνοῦντας τῷ Βασιλεῖ τῶν
αἰώνων, καὶ Σωτῆρι τῶν ψυχῶν ἡμῶν.
Ἦχος δ΄.
Δεῦτε πάντων φιλεόρτων τὸ σύστημα, καὶ πνευματικὴν χορείαν στησάμενοι, τας νεοφανεῖς Ἀθλητρίας
τοῦ Χριστοῦ εἰς
Ἀλάσκαν τιμήσωμεν. Αὕται γὰρ ἐξ
απαλῶν ὀνύχων, τοῦ Κυρίου τοῖς λόγοις ὑπείκουσαι, καὶ τοῖς ἀθέοις
συναναστραφεῖσαι ἐφανέρωσαν τοῦ Θεοῦ τὴν
ἀλήθειαν, μὴ φεισθεῖσαι κόπων, πόνων τε καὶ θλίψεων, καὶ πάσης ἄλλης ἀνάγκης. Στεφθεῖσαι δὲ ἐπαξίως
μαρτυρικοῖς στεφάνοις ἐν οὐρανοῖς δυσωποῦσι τὴν Ἁγίαν
Τριάδα, αἰτούμεναι δοθῆναι πᾶσι τοῖς πιστοῖς, ἱλασμὸν καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος α΄.
Εὐκλεεῖς τοῦ Σωτῆρος Ἅγιοι Μάρτυρες τῆς Ἀλάσκας.
Οὐρανῶν Βασιλείας κληρονόμοι γεγόνατε, τῇ γὰρ
πίστει ὁδηγούμενοι, ἐν τῷ κόσμῳ ὄντες,
ἐν μέσῳ τῶν
ἀγρίων, Θεὸν τῶν ὅλων
εὐθαρσῶς ἐκηρύξατε,
θέλοντες πλείστους τούτων ἐκ
πλάνης ἐπιστρέψαι καὶ φωτίσατε τῷ ἀνεσπέρῳ φωτί, τῆς σωστικῆς ἀγαπῆς τοῦ Χριστοῦ, καὶ νῦν
τὰ γέρα τῶν κόπων ὑμῶν
κομισάμενοι, ἐν οὐρανοῖς ἀγάλλεσθε.
Δεόμεθα οὖν καὶ ἡμεῖς πάντοτε, πρεσβεύειν τῷ Κυρίῳ, εἰρηνεῦσαι τὸν κόσμον καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον. Πανεύφημοι Μάρτυρες.
Παρθένε
Πανύμνητε Μωσῆς, τὸ ἐν
Σοὶ μυστήριον,
προφητικοῖς εἶδον ὄμμασι, Βάτον τὴν ἄφλεκτον,
εἶπερ καιομένην, πῦρ γὰρ τῆς θεότητος, τὴν μήτραν Σου ἁγνὴ
οὐ κατέφλεξαν, διὸ αἰτοῦμέν Σε, ὡς Μητέρα τοῦ Θεοῦ ἡμῶν, τὴν εἰρήνην τῷ κόσμω Σου δώρησαι.
Εἰς τὸν Στίχον. Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν ἀληθῶς.
Χαίροις,
Νεομαρτύρων χορός, Θεοῦ
τοῦ ζῶντος γενναιότατοι ἥρωες, την πλάνην καταβαλόντες, ἀπίστων ἐν τῷ Βοῤῥᾷ, καὶ Χριστὸν ἀνδρείως
φανερώσαντες, τὰ ἄνθη τὰ πνέοντα, εὐωδίαν τῆς πίστεως, νέοι ὁπλῖται,
Ἐκκλησίας ἀγλάϊσμα, οἱ στολίσαντες, καὶ τὴν
γῆν οὐρανώσαντες, ἄνεμοι ζωηρότατοι, πιστοὺς οἱ δροσίζοντες, λιποθυμοῦντας καθ’ ὥραν, ταῖς τῶν βασάνων κακώσεσιν, Χριστὸν δυσωπεῖτε, τὸν παρέχοντα τῷ κόσμῳ τὸ
μέγα ἔλεος.
Στ.: Θαυμαστὸς ὁ
Θεὸς ἐν τοῖς Ἁγίοις
Αὐτοῦ.
Χαίρετε
τῆς Ἀλάσκας
φρουροί, Ὀρθοδοξίας τὰ μεγάλα προπύργια, οἱ θεῖοι Χριστοῦ ὁπλῖται, καὶ φωτισταὶ τοῦ Βοῤῥᾶ, ἀξιοχρέως
νῦν τιμῶμεν ὑμᾶς,
αἱ νέαι θυσίαι, καὶ Κυρίου εὐπρόσδεκτοι, οἱ τὰς
ὀδύνας, γενναίως ὑπομείναντες, ὄμβροι οἱ ἐπουράνιοι,
αἱμάτων ταῖς χύσεσιν, πλάνην βυθίσαντες νέαν, καὶ παντελῶς ἀφανίσαντες,
Χριστὸν νῦν αἰτεῖσθε,
δωρηθῆναι ἡμῖν
πᾶσιν, τὸ μέγα ἔλεος.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ
Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Χαίροις,
Νεομαρτύρων πληθύς, πιστῶν
ἡ δόξα καὶ χαρὰ καὶ καλλώπισμα, οἱ πάντων τε τῶν ἀθέων,
ὑπογραμμὸς θαυμαστός, ἀθληταὶ Κυρίου ἐνδοξότατοι, ἐντεῦθεν οἰκήτορες, οὐρανῶν οἱ γενόμενοι, ἠξιώθητε, ἀποῤῥήτου
λαμπρότητος, σήμερον οὖν
γεραίροντες, τὴν μνήμην τὴν πάνσεπτον, ὕμνοις ἐνθέοις κροτοῦντες, ἀναβοῶμεν καὶ λέγομεν, Θεὸν δυσωπεῖτε δωρηθῆναι ἡμῖν
πάσιν, χάριν καὶ μέγα ἔλεος.
Δόξα. Ἦχος πλ. δ΄
Ἔχει
μὲν ἡ
Οὐράνιος Ἱερουσαλήμ, ὑμᾶς
ἀξίους οἰκήτορας πανεύφημοι Μάρτυρες, ἔχει δὲ καὶ ἡ
χώρα τῆς Ἀλάσκας, πνευματικοὺς φωστῆρας τοὺς νεοφανεῖς Ἁγίους·
Ἐλισάβετ, Βαρβάραν, Σέργιον καὶ τοὺς σὺν αὐτοῖς.
Οὗτοι γὰρ πάντες τοῦ Κυρίου τοῖς λόγοις ὑπείκοντες, καὶ Θεὸν ἐν
μέσῳ τῶν ἀπίστων
φανεροῦντες, μαρτυρίου τὴν ὁδὸν διήνυσαν, ἐν λάκκῳ βληθέντες, ἐπαξίως ἐστέφθησαν, καταλείψαντες ἐν τῇ γῇ
τὰ ἱερὰ τούτων λείψανα, σὺν τοῖς αὐτῶν
θείοις λόγοις ὑπογραμμὸν ἡμῖν φανεροῦντες. Διὸ καὶ πάντες ἡμεῖς
σήμερον τούτους γεραίροντες, βοῶμεν
καὶ λέγομεν· χαίρετε
ἀθλοφόροι Χριστοῦ ἐνδοξότατοι,
στῦλοι ἀῤῥαγεῖς τῆς Ὀρθοδόξου
Ἐκκλησίας, καὶ λύχνοι ἀείφωτοι, πάντας τοὺς ἐν
σκότει φωτίζοντες· χαίρετε τοῦ
Βοῤῥᾶ οἱ φωτισταὶ καὶ Θεῷ ἱκανώτατοι
πρεσβευταί, ἀναξίοις χείλεσιν
αἰτούμενοι εὔχεσθε καὶ ὑπὲρ πάντων ἡμῶν
ὅπως ἀξιωθῶμεν τοῦ θείου ελέους ἐν τῇ ἡμέρᾳ τῆς
Κρίσεως
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα
πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων Σου, καὶ λύτρωσαι ἡμᾶς,
ἀπὸ
πάσης ἀνάγκης καὶ θλίψεως.
Νῦν ἀπολύεις. Τρισάγιον.
Ἀπολυτίκιον. Ἦχος δ΄.
Ὀρθοδόξων
τὸ καύχημα καὶ εὐωδία
Χριστοῦ, ἀνδρείως ἐδράμετε, τὴν μαρτυρίου ὁδόν, γενναιότατοι Μάρτυρες, πριγκίπισσα
Ἐλισάβετ, καὶ Ὁσία
Βαρβάρα, πίστεως προμαχοῦντες,
ἀνεδείχθητε ὄντως, μιμηταὶ Ἀποστόλων
πλείστους ἐν τῇ Ὁσίᾳ φωτιοῦσαι ἀπίστους, διὸ ἐν
παῤῥησίᾳ Θεῷ, πρεσβεύετε σωθῆναι ἡμᾶς.
ΟΡΘΡΟΣ
Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Μαρτύρων
εὐκλεῶν, ἐν Ῥωσσίᾳ ὀφθέντων,
Ἁγίαν ὁμήγυριν, οἱ πιστοὶ νῦν
τιμήσωμεν, τοὺς κηρύξαντας,
Χριστὸν ἐν μέσῳ ἀθέων,
καὶ ἀθλήσαντας, καὶ σαλπιθείσας καρδίας, Θεῷ ὁδηγήσαντας.
Δόξα.
Ὡς
φίλους τοῦ Χριστοῦ, καὶ θεράποντας θείους, καὶ Μάρτυρας στεῤῥούς, καὶ λαμπροὺς ἀριστούχους,
ἀξίως τιμήσωμεν, τοὺς ἀθλήσαντας,
ἐν τῇ Ῥωσσίᾳ τῇ
χώρᾳ, καὶ φωτίζοντας, πεπλανημένας καρδίας,
δυνάμει τοῦ Πνεύματος.
Καὶ νῦν. Θεοτοκίον.
Μαρία τὸ σεπτόν, τοῦ Δεσπότου δοχεῖον, ἀνάστησον ἡμᾶς, πεπτωκότας εἰς χάος, δεινῆς ἀπογνώσεως, καὶ
πταισμάτων καὶ θλίψεων. Σὺ γὰρ πέφυκας, ἁμαρτωλῶν σωτηρία, καὶ βοήθεια, καὶ κραταιὰ προστασία, καὶ σῴζεις τοὺς
δούλους σου.
Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος β΄. Κατεπλάγη Ἰωσήφ.
Κατεπλάγη
ἀληθῶς, ἅπας ἀθέων ὁ λαός, ὅτε τὸν τύραννον ἐχθρόν, καταβαλόντες ζωηρῶς, μετ’ εὐφροσύνης ἐψαλλετε ἐν παῤῥησίᾳ πολλῇ, οὐδεὶς
ἡμᾶς
δυνήσεται χωρίσει ἀπὸ ἀγάπης
καὶ πίστεως τῷ παντεπόπτῃ Χριστῷ, πρεσβείαις τούτων Κύριε ἐλέησον καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν.
Δόξα.
Ἀθλοφόροι
τοῦ Χριστοῦ, καὶ ἀσεβῶν οἱ φωτισταῖ, τῆς Ῥωσσίας
οἱ φρουροί, καὶ Ὀρθοδόξων
στηριγμοί, ὦ θεηγόροι ὁπλῖται
μακάριοι, Βαρβάρα Ἐλισάβετ
καὶ Σέργιε σὺν τοῖς λοιποῖς συνάθλοις ὑμῶν,
ἀνευφημοῦντες ὕμνοις ἐπαξίοις γεραίρομεν, καὶ λέγομεν· δόξα Σοι Κύριε Παντοκράτωρ, τῷ ἀναδείξαντι
ἐν Βοῤῥᾷ, τοιούτους θείους Μάρτυρας.
Καὶ νῦν. Θεοτοκίον.
Παρεστῶσα τῷ Σταυρῷ,
ἡ Παναμώμητος ἀμνάς, τοῦ
ἀμνοῦ καὶ λυτρωτοῦ,
θρήνοις ἐκόπτετο δεινοῖς,
καὶ ἀτενίζουσα ἔλεγεν
ἐκπληττομένη. Τί τοῦτο τὸ καινόν,
καὶ ξένον θέαμα;
γλυκύτατε Υἱέ,
πῶς φέρεις ταῦτα ἑκών,
ὑπομένεις σταύρωσιν, πῶς ἑκούσιον,
καὶ τὸν ἐπώδυνον
θάνατον; Δοξολογῶ σου, τὴν ὑπὲρ
λόγον, πλαστουργὲ συγκατάβασιν.
Μετὰ τὸν Πολυέλεον, κάθισμα. Ἦχος γ΄. Τὴν ὡραιότητα.
Τοὺς Νεομάρτυρας, πιστοὶ τιμήσωμεν, τοὺς διαλύσαντας, ἀπίστων εἴδωλα, καὶ τὸν
Θεὸν ἐν οὐρανοῖς κηρύξαντας ὑπάρχοντα, πρὸς αὐτοὺς
κραυγάζοντες, ἀπὸ πάσης θλίψεως, ἡμᾶς
ἀπαλλάξατε, πάντας τοὺς πόθῳ γεραίροντας, ὑμῶν
τὴν πάμφωτον μνήμην, ἐν ἱεραῖς ὑμνωδίαις.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Θείας πίστεως.
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους
ὑπεράρασα, τὸν ὑπὲρ
πάντας ἐμὲ οὖν
γενόμενον ῥερυπωμένον, σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν
σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ
τὸ μέγα ἔλεος.
Οἱ Ἀναβαθμοί· τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον:
Θαυμαστὸς ὁ Θεὸς ἐν
τοῖς Ἁγίοις Αὐτοῦ.
Στ.: Τοῖς Ἁγίοις
τοῖς ἐν τῇ γῇ
Αὐτοῦ,
ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον, ζήτει τῆς ἑορτῆς τοῦ Ἁγίου Παντελεήμονος (Λουκᾶ κα΄, 12-19): Προσέρχετε ἀπὸ τῶν ἀνθρώπων....
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τῶν Ἀθλοφόρων...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου...
Ἰδιόμελον. Ἦχος β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός...
Τὰ παρόντα δεινά, γενναίως φέροντες, οἱ Ἅγιοι
Μάρτυρες ἐν Βοῤῥᾷ, καὶ εἰς
οὐρανὸν ἀτενίζοντες,
τῷ ἄρχοντι
τῶν ἀθέων
ἔλεγον ἡμεῖς,
Θεὸν κηρύξαντες καὶ τον παλαιὸν ἄνθρωπον
ἀποθέντες, θανατουμέθα μιμούμενοι τὸ πάθος Χριστοῦ τοῦ πάντων Δεσπότου, ὧν ταῖς πρεσβείαις Κύριε ἐλέησον καὶ σῶσον
τὰς ψυχὰς ἡμῶν.
Εἶτα οἱ κανόνες· τῆς Θεοτόκου· καὶ τῶν Ἁγίων, οὗ ἡ ἀκροστιχίς: Δόξα κροτείσθω Χριστός, τῶν Μαρτύρων.
ᾨδὴ α΄. Ἦχος β΄. Δεῦτε λαοί.
Δεῦτε πιστοὶ ἅπαντες,
χεῖρας κροτήσωμεν,
καὶ θεοφθόγγοις ᾄσμασιν πανηγυρίσωμεν, τῶν Μαρτύρων τοὺς ἄθλους,
Χριστὸν δοξολογοῦντες, ὅτι δεδόξασται.
Ὅπλον
ἡμῖν,
θεῖον ἐδείχθη καὶ καύχημα, τὸ τοῦ Σωτῆρος τρόπαιον, ἡ ἀκαθαίρετος,
τοῦ Σταυροῦ πανοπλία, δι’ ἧς οἱ νικηφόροι, ἐστεφάνωθησαν.
Ξῖφος καὶ πῦρ,
βόθρον Σταυρόν τε καὶ
θάνατον, τοῖς ἀοιδίμοις Μάρτυσιν ἐπανετείνοντο, οἱ τοῦ Θεοῦ διῶκται, ζωὴν πρὸς τὴν ἀμείνω,
αὐτοὺς
ἐλαύνοντες.
Θεοτοκίον.
Ἄρτον
ζωῆς τέτοκας τὸν ἐπουράνιον,
σεσαρκωμένον Πάναγνε τὸν
ἐνυπόστατον, τοῦ Γεννήτορος Λόγον, διό Σε τῶν Μαρτύρων, δόξαν δοξάζουσιν.
ᾨδὴ γ΄. Τῆς πίστεως ἐν πέτρᾳ.
Καθεῖλον οἱ καλλίνικοι στρατιῶται, τῷ πάθει Σου τῷ θείῳ δυναμωθέντες, τῆς πλάνης τὴν πολύθεον ἀθεΐαν, ἐν πίστει κράζοντες· Σὺ εἶ
ὁ Θεὸς ἡμῶν, καὶ οὐκ
ἔστιν Ἅγιος, ὅτι πλήν Σου Κύριε.
Ῥανῖσι θείου Αἵματος ῥαντισθέντες, θυσίαις οὐκ ἐκλήθητε
δαιμονίων, θυσία προσηνέχθητε τῷ
Κυρίῳ ὁλοκαυτούμενοι, καὶ πίστει κράζοντες· ὡς οὐκ ἔστιν
Ἅγιος, ὅτι πλήν Σου Κύριε.
Ὅλον
Σε κεκτημένοι οἱ Ἀθλοφόροι, ταῖς ἑαυτῶν καρδίαις εἰσωκισθέντα, τρανοῦντες τὴν εὐσέβειαν ἀνεβόων· οὐκ ἔστιν
Ἅγιος, ὡς ὁ
Θεὸς ἡμῶν,
καὶ οὐκ ἔστιν
δίκαιος, πλήν Σου Κύριε.
Θεοτοκίον.
Τὴν μόνην παρθενεύουσαν μετὰ τόκον, πρὸς πίστει τῆς Θεότητος τοῦ τεχθέντος, τιμῶμέν Σε κραυγάζοντες τῷ Υἱῷ
Σου· οὐκ ἔστιν Ἅγιος, ὡς ὁ
Θεὸς ἡμῶν,
καὶ οὐκ ἔστιν
δίκαιος, πλήν Σου Κύριε.
Κάθισμα. Ἦχος δ΄. Ὀ Ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ στρατιῶται τοῦ Χριστοῦ οἱ
γενναῖοι, ἀγωνισάμενοι καλῶς τὸν βελίαρ, ὁλοτελῶς ἐβύθισαν
αἱμάτων ταῖς ῥοαῖς, λίθοις γὰρ συνθλώμενοι, καὶ τεμνόμενοις ξίφει, καὶ πυρὶ καιόμενοι, καὶ ἐν
λάκκῳ βληθέντες,
στεφανηφόροι ὤφθησαν σαφῶς, ὅθεν τιμῶνται, καὶ ἀξίως
δοξάζονται.
Δόξα. Καὶ νῦν. Θεοτοκίον. Τῇ Θεοτόκῳ ἐκτενῶς.
Ἡ
Παναμώμητος ἀμνὰς καὶ Παρθένος, Ὃν
ἀπεκύησεν Υἱὸν ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν
ὀδύναις τὴν ψυχήν, κατετρύχετο, καὶ ἐβόα συντόνως· ποῦ Σοῦ τέκνον φίλτατον, δωρεῶν
καὶ θαυμάτων,
μνήμην οὖν ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος,
ἀλλ’ εἰς τὸ σῶσαι
γένος τῶν βροτῶν, ταῦτα νῦν
πάσχεις, ὐμνῶ Σου το εὔσπλαγχνον.
ᾨδὴν δ΄. Εἰσακήκοα Κύριε.
Ἐμιμήσαντο
πάθος Σου, τοῦ ἀπαθοῦς, προθύμως τῷ θανάτῳ, ἑαυτοὺς ἐκδόντες
οἱ Ἀθλοφόροι
Σου.
Ἱκετεύοντες
πρόσδεξαι, τοὺς Ἀθλητὰς καὶ λύσιν τῶν πταισμάτων, πειρασμῶν τε δίδου, ἡμῖν
πρεσβείαις αὐτῶν.
Ἐσιώπηται
ἅπασα, πλάνην δαιμόνων Χριστέ, Θεὸν γάρ Σε, τὸν ὄντως
ἀληθῆ, οἱ Μάρτυρες ἀνεκήρυξαν.
Θεοτοκίον.
Θεοτόκον
Σε ἔσεβον, οἱ Ἀθληταὶ Θεὸν σεσαρκωμένον, τὸν Υἱόν Σου Δέσποινα καταγγέλοντες.
ᾨδὴ ε΄. Ὀ τοῦ φωτὸς χορηγός.
Ὡραιοτάτην
στολήν, πεφοινιγμένη εὐσεβῶς αἵματι, μαρτυρικῷ καὶ ἐξυφασμένην,
τῇ χάριτι τῇ Σῇ,
οἱ Ἀθλοφόροι
Χριστὲ ἠμφιάσαντο.
Χάρις
καὶ ἔλεος τοῦ Παντοκράτορος, Θεοῦ στέφουσιν τοὺς Ἀθλητὰς τῷ πόθῳ κατάλληλον, νέμοντος ἰσχύν, δι’ ἧς νικηφόροι ἐδείχθησαν Μάρτυρες.
Ῥάβδον
δυνάμεως τοῖς Ἀθλοφόροις, τὸν Σταυρὸν δέδωκας, καὶ τῶν
ἐχθρῶν κατακυριεύεις ἐποίησας τούτους, διὸ Σοῦ ὑμνοῦμεν Χριστὲ τὴν
θεότητα.
Θεοτοκίον.
Ἱερουργὸν ἐκ
Δαβίδ, καταγομένη τὸν
Χριστὸν τέτοκας, ὅθεν ἁγνή, τῆς ἱερωσύνης
μετατιθεμένης, ἀνάγκης καὶ νόμου μετάθεσιν γίνεσθαι.
ᾨδὴ στ΄. Ἄβυσσος ἁμαρτιῶν.
Σάλπιγγος
ἠχὴ
κροτείτω, πνευματικὴ
ἐπαξίως, λογικῶν χειλέων καρδία ὕμνον ἐκπέμπουσα, καὶ μέλπουσα, τῶν Μαρτύρων τοὺς ἄθλους.
Τέτρωνται
τῶν ἀσεβούντων,
καὶ δυσμενῶν αἰ καρδίαι, Χριστὸς γὰρ ἐκτείνας
τὸν Σταυρόν, ὡς τόξον ἀπέστειλε τοὺς Μάρτυρας, βέλη ἠκονημένα.
Ὅπλοις
τῆς δικαιοσύνης, καὶ πίστεως οἱ γενναῖοι, ἑαυτοὺς πρὸς πάλην ἐχθρῶν, ἀσάρκων καθώπλισαν, καὶ τέλος ἐξηφάνισαν αὐτούς.
Θεοτοκίον.
Διάσωσον
ἀπὸ
κινδύνων, τοὺς δούλους Σου
Θεοτόκε, ὅτι πάντες μετὰ Θεόν, εἰς Σὲ καταφεύγομεν, ὡς ἄῤῥηκτον
τεῖχος καὶ προστασία.
Κοντάκιον. Ἦχος πλ. β΄. Τὰ ἄνω ζητῶν.
Τῷ πόθῳ Χριστοῦ τρωθέντες οἱ μακάριοι, καὶ ἐπὶ γῆς
ἀπίστους Κυρίῳ ὁδηγοῦντες, Ἐλισάβετ Βαρβάρα καὶ Σέργιος, πανένδοξοι Μάρτυρες τοῦ Βοῤῥᾶ, στεφάνους ἀφθάρτους ἐκόμισαν, σὺν τοῖς λοιποῖς ἐν
Ῥωσσίᾳ ἀθλήσαντας,
ἐπαξίως νῦν δοξάζονται, πρεσβεύοντες ἀπαύστως ὑπὲρ
πάντων ἡμῶν.
Ὀ Οἶκος.
Ἐν
Ῥωσσίᾳ ὀφθέντες
καὶ εἰς τὸν Βοῤῥᾶν διδάξαντες οἱ ὀνομαστοῖ τοῦ Κυρίου Νεομάρτυρες, ἀθλητικοῖς ἀγῶσιν τῷ Θεῷ εὐηρέστησαν,
μὴ φοβούμενοι ὕβρεις, ἀπειλὰς καὶ βίαιος θάνατον, ἐν δὲ τῷ
σταδίῳ τὸν Χριστὸν κηρύττοντες, τῷ δικαστῇ ἐβόων·
οὐ πτοούμεθα μηχανὰς τοῦ ἀλάστορος,
καὶ προθύμως τῇ στρατιᾷ τοῦ πάντων Δεσπότου συστοιχούμεθα. Καὶ νῦν
ἐπὶ
τῆς γῆς δοξάζονται πρεσβεύοντες ἀπαύστως ὑπὲρ
πάντων ἡμῶν.
Συναξάριον.
Τῇ ΙΗ´
τοῦ
αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων
Ἐλισάβετ
Μεγάλης Δουκίσσης τῆς
Ῥωσσίας,
Βαρβάρας, Σεργίου καὶ
ἑτέρων
σὺν
αὐτῶν Μαρτύρων.
Βασάνοις
ποικίλοις ἀθλοῦσιν ἐν Ῥωσσίᾳ,
Ἐλισάβετ,
Βαρβάρα, Σέργιος σὺν
τοῖς ἄλλοις.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Μάρτυρος Αἰμιλιανοῦ.
Αἰμιλιανὸς εἰς πυρὰν βεβλημένος,
Χριστῷ παραστὰς τέρπεται σὺν Ἀγγέλοις.
Οὗτος ὑπῆρχεν
ἐκ Δοροστόλου, πόλεως Μοισίας, δοῦλος ὑπάρχων Ἕλληνός τινος, κατὰ τοὺς χρόνους Ἰουλιανοῦ τοῦ παραβάτου καὶ Καπετολίνου Βικαρίου. Σεβόμενος δὲ τὸν
Χριστὸν καὶ τὰ
εἴδωλα μυσαττόμενος, εὑρὼν
ἐπιτήδειον ἡσυχίας καιρόν, λαβὼν σφῦραν, εἰσῆλθεν
εἰς τὸν ναὸν τῶν εἰδώλων καὶ συνέτριψε πάντα τὰ εἴδωλα
καὶ τὰς θυσίας διεσκόρπισεν. Ἀγομένων δὲ ἑτέρων
διὰ τοῦτο καὶ αἰκιζομένων,
ἑαυτὸν ἀπελθὼν προσαγγέλλει, καὶ τύπτεται βουνεύροις· καὶ εἰς
κάμινον πυρὸς βληθεὶς καὶ ἄφλεκτος
διαμείνας, τῷ Θεῷ τὸ
πνεῦμα παρέδωκεν.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
Μαρτύρων Παύλου, Θεῆς
καὶ
Οὐαλεντίνης.
Αἰγυπτιάζεις, Παῦλε, γλώττῃ τοῦ γένους,
Οὐ μήν γε πίστει· τοιγαροῦν κτείνῃ ξίφει.
Οὐαλεντῖναν καὶ Θεὴν ἠρτημένας,
Ἐχθροὶ Θεοῦ ξαίνουσιν ὡς ἐχθρὰς πλάνης.
Οὗτοι ἀδελφοὶ ὑπῆρχον, Αἰγύπτιοι μὲν τῷ γένει· ἐπὶ
δὲ τὴν
πόλιν Διοκαισάρειαν ἀχθέντες,
παρέστησαν Φιρμιλιανῷ
τῷ ἄρχοντι,
καὶ τοὺς λαιοὺς τῶν ποδῶν καυτῆρσιν ἀχρειοῦνται, καὶ τοὺς δεξιοὺς ἐξορύττονται
ὀφθαλμούς. Καὶ ἡ
μὲν Ἁγία
Οὐαλεντῖνα καὶ ἡ
Θεή, ἐπὶ ξύλου ταθεῖσαι, ξέονται ἀφειδῶς καὶ θανατοῦνται. Παῦλος δὲ ἀχθεὶς καὶ βασανισθεὶς πρότερον, εἶτα ἐπευξάμενος πᾶσι μεγάλῃ τῇ
φωνῇ ὑπὲρ
χριστιανῶν, ὑπὲρ
Ἰουδαίων καὶ Σαμαρειτῶν, καὶ τοῦ παυθῆναι τὸν διωγμόν, εἰς οἶκτον πάντας ἐκίνησε. Καὶ οὕτως
ἐτμήθη τὴν κεφαλήν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ἅγιος
Μάρτυς Μάρκελλος, ἐν
κραββάτῳ
πυρακτωθέντι ἁπλωθείς,
τελειοῦται.
Ἀνακλιθεὶς Μάρκελλος εἰς πυρὸς κλίνην,
Ὕπνωσεν
ὕπνον τὸν μακάριον πάνυ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Μάρτυρος Ὑακίνθου
τοῦ
ἐν
Ἀμάστριδι.
Ὡς
ὀσφράδιον ὑακίνθιον, Λόγε,
Δέξαι
τὸν Ὑάκινθον
αὐτοῖς
καλάμοις.
Οὗτος ὁ Ἅγιος
ἐγεννήθη ἀπὸ
γονεῖς εὐσεβεῖς Θεόκλητον καὶ Θεονίλλην καλουμένους, κατὰ τοὺς χρόνους τοῦ ἐπισκόπου
Ἡρακλείδου, ὅστις ἐπεσκόπευεν εἰς τὴν Ἀμάστριδα
τὴν παραθαλασσίαν, τὴν εὑρισκομένην εἰς την Μαύρην θάλασσαν. Ἔλαβε δὲ ὁ
Ἅγιος οὗτος τὸ ὄνομα
Ὑάκινθος, ἀπὸ
ἐπιφανείαν θείου Ἀγγέλου, ὅτε δὲ ἔγινε
τριῶν χρονῶν, ἀνέστησεν ἕνα νεκρὸν παιδίον, μὲ την ἐπίκλησιν τοῦ ὀνόματος
τοῦ Χριστοῦ. Ὅσῳ δὲ
ηὔξανε κατὰ τὴν
ἡλικίαν τοῦ σώματος, τόσον ηὔξανε καὶ κατὰ τὴν
πνευματικὴν ἡλικίαν τῆς αρετῆς καὶ ἐποίησε
πολλὰ θαύματα ὁ μακάριος, ἕως οὗ ἔφθασε
εἰς τὸ γηρατεῖον. Βλέπων δὲ τοὺς εἰδωλολάτρας ἕλληνας, ὅτι ἐπροσκύνουν ἕν δένδρον τῆς καλουμένης Πτελαίας, τὸ ὁποῖον ἦτο τρυπημένον καὶ κούφιον, ζήλῳ θείῳ κινηθεὶς ὁ
ἀοίδιμος, ὑπῆγε
καὶ ἔκοψεν αὐτό, ὅθεν πιασθεὶς ἐφέρθη
εἰς τὸν ἡγεμόνα
Καστρίνσιον ὀνόματι καὶ εἰς
τοὺς ἅρχοντας τῆς πόλεως, καὶ ἐδάρη
δυνατά. Εἶτα, ἐξεῤῥίζωσαν
τὰ ὀδόντιά
του, καὶ μετὰ ταῦτα δέσαντες αὐτὸν
μὲ σχοινία, τον ἔσυραν ἔξω τῆς πόλεως, καὶ τὸν
ἐπλήγωσαν μὲ ὀξέα
καλάμια, ὕστερον ἔβαλον αὐτὸν
εἰς φυλακήν, καὶ ἐκεῖ παρέδωκε τὴν ἁγίαν
ψυχήν του εἰς χεῖρας Θεοῦ. Λέγεται δὲ ὅτι
εἰς τὴν μνήμην του γίνεται ἕν τοιοῦτον θαυμάσιον. Ὁ τάφος τοῦ Ἁγίου
εἶναι ὑποκάτω εἰς τὴν γῆν, ὅπου εὑρίσκεται τὸ τίμιον αὐτοῦ
λείψανον· ὅταν λοιπὸν οἱ χριστιανοὶ συναχθῶσιν εἰς τὴν ἡμέραν
τῆς ἑορτῆς του, καὶ ἀρχίσωσι
νὰ ψάλλωσι, τότε ἀναβρύει ἀποκάτω τοῦ τάφου χῶμα, τὸ ὁποῖον συνάζων ὁ ἐπίσκοπος
εἰς ἕν
ἀγγεῖον ἱερόν, διαμοιράζει αὐτὸ
εἰς τοὺς χριστιανούς, καὶ δι’ αὐτοῦ
ἰατρεύονται τὰ πάθη τῆς ψυχῆς καὶ τοῦ σώματος.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι
Μάρτυρες Δάσιος καὶ Μάρων
ξίφει τελειοῦνται.
Ἡ
τῆς κεφαλῆς ἐκτομὴ τοῦ Δασίου
Τέλους
ὁμοίου σοι, Μάρων, δᾳδουχία.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ
Ὅσιος
Παμβὼ
ἐν
εἰρήνῃ τελειοῦται.
Ἑαυτὸν ἐσταύρωσε
Παμβὼ τῷ βίῳ,
Καὶ σοὶ παρέστη, Σῶτερ ἐσταυρωμένε.
Ἡ
Λαυσαϊκὴ Ἰστορία γράφει: Τούτου τοῦ ὄρους
(τῆς Νιτρίας) γέγονε
καὶ ὁ μακάριος Παμβώ, διδάσκαλος Διοσκόρου
τοῦ ἐπισκόπου καὶ Ἀμμωνίου
καὶ Εὐσεβίου καὶ Εὐθυμίου
τῶν ἀδελφῶν, καὶ Ὠριγένους
τοῦ ἀδελφιδοῦ Δρακοντίου ἀνδρὸς θαυμαστοῦ. Ὃς
Παμβὼ εἶχε μὲν ἀνδραγαθήματα
καὶ προτερήματα πλεῖστα, ἐν οἷς δὲ καὶ τοῦτο· τοσοῦτον ἦν ὑπερόπτης
χρυσοῦ καὶ ἀργύρου,
ὡς ἀπαιτεῖ ὁ
λόγος. Διηγεῖτο γάρ μοι ἡ μακαρία Μελάνη ὅτι «Ἐν ἀρχαῖς παραγενομένη εἰς Ἀλεξάνδρειαν
ἀπὸ
τῆς Ῥώμης,
καὶ ἀκούσασα περὶ τῆς
τούτου ἀρετῆς, Ἰσιδώρου μοι τοῦ μακαρίου διηγησαμένου καὶ ὁδηγήσαντος
πρὸς αὐτὸν
εἰς τὴν ἔρημον,
ὅτι προσήνεγκα αὐτῷ
ἀργενταρίαν τριακοσίων λιτρῶν ἀργυρίου,
παρακαλοῦσα αὐτὸν
ἐκ τῶν πραγμάτων μου μετασχεῖν. Ὁ δὲ
καθεζόμενος καὶ πλέκων θαλλοὺς εὐλόγησέ με φωνῇ μόνῃ καὶ εἶπεν·
«Ὁ Θεὸς δῴη σοι τὸν μισθόν». Καὶ λέγει τῷ οἰκονόμῳ αὐτοῦ Ὠριγένει·
«Δέξαι καὶ οἰκονόμησον αὐτὸ
πάσῃ τῇ κατὰ Λιβύην καὶ τὰς
νήσους ἀδελφότητι· ταῦτα γὰρ τὰ μοναστήρια πένεται πλέον»· παραγγείλας
αὐτῷ
μηδενὶ τῶν ἐν
Αἰγύπτῳ δοῦναι, διὰ τὸ
εὐπορωτέραν εἶναι τὴν χώραν. Ἐγὼ
δέ, φησίν, ἑστῶσα καὶ ἐκδεχομένη
τιμηθῆναι ἢ δοξασθῆναι ὑπ᾿
αὐτοῦ
ἐπὶ
τῇ δόσει, μηδὲν παρ᾿ αὐτοῦ ἀκούσασα,
εἶπον αὐτῷ·
«Ἵνα οἶδας, κύριε, πόσον ἐστί, τριακόσιαι λίτραι εἰσίν».
Ὁ
δὲ μηδὲ ὅλως
ἀνανεύσας ἀπεκρίνατό μοι· «ᾯ ἤνεγκας
αὐτά, τέκνον, σταθμοῦ χρείαν οὐκ ἔχει.
Ὁ γὰρ
τὰ ὄρη
σταθμίζων πολλῷ μᾶλλον ἐπίσταται τὴν ποσότητα τοῦ ἀργυρίου.
Εἰ μὲν
γὰρ ἐμοὶ αὐτὸ ἐδίδως,
καλῶς ἔλεγες· εἰ δὲ
θεῷ, τῷ τοὺς δύο ὀβολοὺς μὴ παριδόντι, σιώπα». Οὕτως ᾠκονόμησε, φησίν, ὁ κύριος ἐν τῷ εἰσελθεῖν με εἰς τὸ ὄρος.
Μετ᾿ ὀλίγον χρόνον κοιμᾶται ὁ ἄνθρωπος
τοῦ θεοῦ ἀπύρεκτος,
μὴ νοσήσας, ἀλλὰ
τὴν σπυρίδα καταράπτων, ἐτῶν
ὢν ἑβδομήκοντα·
ὃς μεταστειλάμενός με, καὶ τοῦ τελευταίου κεντήματος πρὸς ἀπαρτισμὸν ὄντος,
μέλλων ἐκλείπειν λέγει
μοι· «Δέξαι ταύτην τὴν
σπυρίδα ἐκ τῶν ἐμῶν χειρῶν, ἵνα μέμνησαί μου· ἄλλο γάρ σοι οὐκ ἔχω
τί καταλείψω». Ὃν ἐνταφιάσασα καὶ ὀθονίοις
τὸ σῶμα
ἑλίξασα κατέθετο· καὶ οὕτως
ἀνεχώρησε τῆς ἐρήμου,
ἕως θανάτου τὴν σπυρίδα ἔχουσα μεθ᾿ ἑαυτῆς.
Οὗτος ὁ Παμβὼ τελευτῶν, κατ’ αὐτὴν
τὴν ὥραν
τοῦ ἐκλιμπάνειν παρεστῶσι Ὠριγένει τῷ πρεσβυτέρῳ καὶ οἰκονόμῳ καὶ Ἀμμωνίῳ, ἀνδράσι
περιβοήτοις, καὶ λοιποῖς ἀδελφοῖς, τοῦτο λέγεται εἰρηκέναι, ὅτι «Ἀφ᾿
οὗ ἦλθον
εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου
καὶ ᾠκοδόμησά μου τὴν κέλλαν καὶ ᾤκησα,
ἐκτὸς
τῶν χειρῶν μου οὐ μέμνημαι «δωρεὰν ἄρτον»
φαγών· οὐ μεταμεμέλημαι ἐπὶ
λόγῳ ᾧ ἐλάλησα
ἕως τῆς ἄρτι
ὥρας· καὶ οὕτως
ἀπέρχομαι πρὸς τὸν θεὸν ὡς
μηδὲ ἀρξάμενος θεοσεβεῖν».
Προσεμαρτύρουν
δὲ αὐτῷ ἀφηγούμενοι
ἡμῖν
Ὠριγένης τε καὶ Ἀμμώνιος
ὅτι «Οὐδέποτε ἐρωτηθεὶς λόγον γραφικὸν ἢ
ἄλλον τινὰ πραγματικὸν παραυτὰ ἀπεκρίνατο,
ἀλλ᾿
ἔλεγεν· «Οὐδέπω εὕρηκα». Πολλάκις δὲ παρῆλθε καὶ τρίμηνον καὶ ἀπόκρισιν
οὐκ ἐδίδου,
λέγων μὴ κατειληφέναι. Οὕτω μέντοι τὰς ἀποφάσεις
αὐτοῦ
ἐδέχοντο, γινομένας περιεσκεμμένως κατὰ θεόν, ὡς ἀπὸ θεοῦ. Ταύτην γὰρ τὴν ἀρετὴν ἐλέγετο
καὶ ὑπὲρ
τὸν μέγαν Ἀντώνιον καὶ ὑπὲρ πάντας ἐσχηκέναι, τὴν εἰς τὸ ἀκριβὲς τοῦ λόγου».
Φέρεται
δὲ τοιαύτη πρᾶξις τοῦ Παμβώ, ὅτι Πίωρ ὁ ἀσκητὴς παραβαλὼν αὐτῷ
ἴδιον ἀπήνεγκεν ἄρτον, καὶ ἐγκληθεὶς παρ᾿ αὐτοῦ· «Τίνος ἕνεκεν τοῦτο πεποίηκας;» ἀπεκρίνατο· «Ἵνα σε μὴ βαρήσω», φησίν. Ὃν σιγῇ ῥητῶς ἐπαίδευσε·
μετὰ χρόνον γὰρ παραβαλὼν αὐτῷ,
βρέξας τὸν ἄρτον ἐβάσταζε, καὶ ἐπερωτηθεὶς εἶπεν· «Ἵνα μή σε βαρήσω καὶ ἔβρεξα».
Ἠνωχλήθη
δέ ποτε ὁ Ὅσιος οὗτος ἀπὸ
τὸν δαίμονα τῆς βλασφημίας καὶ παρεκάλει ὑπὲρ
τούτου τὸν Θεόν, ἤκουσε δὲ φωνὴν ἄνωθεν
λέγουσαν αὐτῷ: Παμβώ, Παμβώ, μὴ ἀθύμει
ἐπὶ
ἀλλοτρίᾳ ἁμαρτίᾳ, ἀλλὰ περὶ τῶν
σῶν φρόντισον πράξεων, τὰς δε τοῦ πονηροῦ βλασφημίας, ἐπ’ αὐτὸν
κατέλιπε.
Ὁ
μέγας οὗτος Παμβώ, τρεῖς χρόνους παρεκάλει τὸν Θεόν, λέγων: Μὴ μὲ
δοξάσης εἰς τὴν γῆν. Ὅθεν διὰ τὴν
ταπείνωσίν του ταύτην, τόσον ἐδόξασεν
αὐτὸν
ὁ Θεός, ὥστε δὲν ἐδύνατό
τις νὰ ἴδῃ
εἰς τὸ πρόσωπόν του ἀπὸ
τὴν δόξαν καὶ λαμπρότητα ἧν εἶχε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἐν
Ἁγίοις
Πατέρων ἡμῶν Στεφάνου Πατριάρχου
Κωνσταντινουπόλεως, τοῦ
ἐξ
Ἀμασείας
μετατεθέντος, καὶ
Ἰωάννου
Μητροπολίτου Χαλκηδόνος, τοῦ
ὁμολογητοῦ.
Λυθέντες
ἐκ γῆς οἱ δύο Ἐπίσκοποι,
Πάρεισιν
ἤδη τῷ Νόων Ἐπισκόπῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, τὰ
ἐγκαίνια
τοῦ
Ναοῦ
τῆς
Ὑπεραγίας
Θεοτόκου ἐν
τοῖς
Καλλιστράτου.
Ναὸς Θεοῦ πέλουσα, Ἁγνὴ
Παρθένε,
Ναὸν σὸν ἡγίασας
τῇ χάριτί σου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Μεγαλομάρτυρος Ἀθανασίου
τοῦ
Ῥωμαίου,
τοῦ
Συγκλητικοῦ,
τοῦ
ἐν
τῷ
Κλύσματι.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Βαρλαὰμ
τοῦ
ἀναχωρητοῦ, τοῦ
ἐν
Ἀντιοχείᾳ
Τῇ αὐτῇ ἡμέρᾳ, ἐπέτειος
τῆς
ἀνακομιδὴς τῶν
λειψάνων τοῦ
Ὁσίου
Πατρὸς
ἡμῶν Λαζάρου τοῦ Γαλησιώτου
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων
Ἀλαμάνων
τῆς
Κύπρου Ὀνησιφόρου,
Παμμεγίστου, Παμφοδίτου, Παφνουτίου, Πήγωνος, Πολεμίου, Σωζομένου, Σωτηρίχου καὶ Φωτίου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Ἰωάννου
τοῦ
Πολυτλᾶ
τοῦ
ἐγκλείστου
τοῦ
ἐν
Κιέβῳ
Σπηλαίου τοῦ
Ῥώσσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου
Παμβῶ
τοῦ
Ὀμολογητοῦ τοῦ
Ἐγκλείστου
τοῦ
Ῥώσου.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου
Ἰωάννου
τοῦ
Θ΄ Πατριάρχου Κωνσταντινουπόλεως.
Ταῖς αὐτῶν ἁγίαις
πρεσβείαις, ὁ
Θεός, ἐλέησον
ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄. Εἰκόνος χρυσῆς
Σαρκῶν Δανιήλ, οὐ κατίσχυσαν ποτὲ λεόντων στόματα, ἀλλ’ οὐδὲ
θάνατος τῶν Μαρτύρων Σου, ἐν τῇ χειρί Σου γὰρ Κύριε, ζῶσιν αἱ ψυχαὶ τῶν
δικαίων, ἀγαλλιῶνται καὶ ψάλλουσαι· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἡ
φλὸξ τοῖς τρισίν, ἐδροσίζετο παισὶν ἐν
Βαβυλῶνι ποτέ, τοῖς Ἀθλοφόροις
δὲ ἡ
πολύθεος, κατεμαραίνετο κάμινος, ὅθεν
τὴν ἀπάτην
ὁρῶντες,
τεφρουμένην ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τῷ πόθῳ Χριστέ, ἐξιστάμενος τῷ Σῷ
οἱ Ἀθλοφόροι
Σου, ὥσπερ ἀνάλωτον περικείμενοι, τὸ τῆς
σαρκὶς περιβόλαιον,
βασάνων ἀλγεινῶν κατεφρόνουν, Σοὶ ἐντρυφῶντες καὶ λέγοντες· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς
εὔπλοκος τανῦν καὶ ὡραῖος ὁ χορὸς τῶν Ἀθλοφόρων
Σου, ἡ πολυτίμητος καὶ θεόλεκτος, τῶν ἐκλεκτῶν Σου ὁμήγυρις, πνεύματι τῷ Σῷ
κροτουμένη, καὶ εὐρύθμως χορεύουσα· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Τριαδικόν.
Νομίμως
τῆς Σῆς ὁμολογίας,
εὐσεβῶς ὑπερήθλησαν
οἱ Ἀθλοφόροι
Σου αἰκιζόμενοι, καὶ θεοπνεύστῳ χάριτι, μίαν τρισυπόστατον φύσιν,
θεολογοῦντες ἐκραύγαζον· Εὐλογητὸς εἶ ὁ
Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
ᾨδὴ η΄. Τὸν ἀῤῤήτῳ σοφίᾳ.
Μεμηνότων
τυράννων, τὴν δυσκάθεκτον
μανίαν, οἱ Ἀθλοφόροι Σου κατέβαλον, διαπρυσίως
μελωδοῦντες· Εὐλογεῖτε τὰ ἔργα
Κυρίου, τὸν Κύριον.
Ἀνανήψατε
πλάνοι, καὶ ἐπίγνωτε τὸν Κύριον ὄντως, οἱ ἔνδοξοι
Ἀθλοφόροι ἀνεβόων· Εὐλογεῖτε τὰ ἔργα
Κυρίου, τὸν Κύριον.
Ῥητοτεύειν
μηδόλως, μελετήσαντες οἱ
Χριστοῦ Ἀθλοφόροι, Πνεύματος θείου πλησθέντες ἐβόων· Εὐλογεῖτε τὰ ἔργα
Κυρίου, τὸν Κύριον.
Τῶν γενναῖων Μαρτύρων, ὡραιώθησαν ἐν χάριτι οἱ πόδες, τρισυπόστατον φύσιν εὐαγγελιζομένων· Εὐλογεῖτε τὰ ἔργα
Κυρίου, τὸν Κύριον.
ᾨδὴ θ΄. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον.
Ὑλομανήσασαν
πάλαι, τῶν εἰδώλων τὴν πλάνην, Χριστὲ ἐν
ταῖς καρδίαις τῶν βροτῶν, σὺν τῷ πυρὶ τῆς
πίστεως κατέφλεξας, Μαρτύρων τῆς
εὐσεβείας ἤθροισας χορούς, ἐπαξίως Σὲ ὕμνοις,
ἀπαύστως μεγαλύνοντας.
Ῥευστὴν οἱ Μάρτυρες δόξαν, καὶ τὸν
ἄστατον πλοῦτον Χριστὲ καταλιπόντες ἐπὶ
τῆς γῆς, Σὲ τὸ
τῆς δόξης ἀπαύγασμα, ἀναφαίρετον πλοῦτον, εὑρόντες αἰωνίων ἀγαθῶν κληρονόμοι ἀξίως, ἐν οὐρανοῖς ἐγένοντο.
Ὡς
ἐν ἑσπέρᾳ ἡ
φύσις, τῶν ἀνθρώπων ἡ πάλαι, τῆς πλάνης ὑποκύψασα ζυγοῖς, Σοῦ ὑπὲρ φύσιν τεκούσης Ἁγνὴ,
τὸν ἀπάντων
Δεσπότην, ὡς ἐπιγείους κήρυκας σαφῶς, τῆς Αὐτοῦ
δεσποτείας, τοὺς Μάρτυρας
προβάλλεται
Θεοτοκίον.
Νύμφη
καὶ Μήτηρ Παρθένε, τῶν Ἁγίων
τοὺς δήμους τὸν Θεὸν καθικετεύοντας Υἱόν, δέξαι ἡ μόνη ἐλπὶς
τῶν πιστῶν καὶ εἰρήνην
τῷ κόσμῳ, νίκας τοῖς φιλοχρίστοις ἄρχουσιν, καὶ ἡμῖν σωτηρίαν τοῖς Σὲ ὑμνοῦσιν βράβευσον.
Ἐξαποστειλάριον. Γυναῖκες ἀκουτίσθητε.
Ῥωσσίας
τὸ ἀγλάϊσμα,
Βοῤῥᾶ τε τὰ προπύργια, οἱ Ἀθληταὶ τοῦ Κυρίου, καθεῖλον χάριτι θείᾳ, βελίαρ τὸν ἀλάστορα,
θανάτου μὴ πτοήσαντες, καὶ πρὸς αὐτοὺς
κραυγάζομεν· ἀπὸ παντοίας ῥύσασθε, ἀνάγκης τε καὶ θλίψεως, καὶ ἐχθρῶν ἡμῶν πολεμούντων.
Θεοτοκίον.
Μαρία
πάντων ἄνασσα, καὶ τῶν
Μαρτύρων καύχημα, καὶ
σκήνωμα τῶν Ὁσίων, καὶ ὡραιότης
τῶν πιστῶν, βασάνους τε καὶ ὀδύνας,
τῇ χάριτί Σου παῦσον, καὶ πάντας τοὺς ὑμνοῦντάς Σε, ἀξίωσον, τῶν οὐρανίων θαλάμων, Πάναγνε Μῆτερ Κυρίου.
Αἶνοι. Ἦχος α΄. Πανεύφημοι Μάρτυρες.
Ἐλισάβετ
Μάρτυς τοῦ Χριστοῦ, καὶ Βαρβάρα πάνσεμνε, σὺν τῷ Σεργίῳ ἀθλήσαντες,
ἐν τῇ Ῥωσσίᾳ χώρᾳ, τὸν Βοῤῥᾶν φωτίσαντες, καὶ νῦν
εἰς οὐρανοὺς διαμένοντες, ἐπὶ
τῆς γῆς δοξάζεσθε, αἰτούμενοι ἀδιαλείπτως θεόσοφοι, συνεχῆ εἰρήνην
καὶ τὸ μέγα ἔλεος.
Δεῦτε πάντες οἱ πιστοὶ ἐν
Ῥωσσίᾳ δράμετε, τοῦ Βοῤῥᾶ δὲ
τόποις, μετὰ δέους βλέψατε, ἐκεῖ
γὰρ Νεομάρτυρες ἔνδοξοι, ἀνδρείως μέχρι τέλους ἀθλήσαντες, Θεὸν εἰς τοὺς απίστους ἐκήρυξαν, καὶ λαβόντες νίκης τρόπαια, Χριστῷ πρεσβεύουσι δωρηθῆναι ἡμῖν,
πᾶσιν τὸ θεῖον ἔλεος.
Ἐλισάβετ
ἔνδοξε ὁδὸν
μαρτυρίου ἔδραμες, ἀνδρειωτάτου φρονήματι, ἐπλατύνθη γάρ σου τῆς ψυχῆς καὶ σώματος, τὰ ἴχνη
καὶ ἀγάπη πρὸς Κύριον, διὸ καὶ γενομένη ἀνδρεία, ὁδηγὸς τῶν συνάθλων σου, Θεὸν τῶν ἁπάντων
ἱκέτευε, οὐρανῶν ἀξιῶσαι ἡμᾶς,
τοὺς ὑμνούντας σε.
Μάρτυρες
Χριστοῦ οἱ θαυμαστοί, Ἐλισάβετ Σέργιος Βαρβάρα καὶ ἄλλοι
μακάριοι, τοῦ Βοῤῥᾶ ἐν
χώρᾳ, Θεὸν εἰς τοὺς ἀπίστους
ἐκήρυξαν, οὐδόλως τῶν κινδύνων πτοούμενοι, καὶ στεφανωθέντες μαρτυρίου αἵμασιν, πρὸς τρυφὴν οὐράνιον μετέβησαν, καὶ πρὸς δόξαν τὴν μὴ διαπίπτουσα.
Δόξα. Ἦχος πλ. β΄.
Ἀθλοφόροι
Κυρίου ἀξιάγαστοι, Ῥωσσίας τὰ βλαστήματα, καὶ τοῦ Βοῤῥᾶ ἀστέρες
ὑπέρλαμπροι, Ἐλισάβετ, Βαρβάρα, Σέργιε καὶ λοιποὶ τῶν
Μαρτύρων χορεία, ἐν
μέσῳ γὰρ ἀγρίων
τε καὶ ἀθέων Χριστὸν τὸν Θεὸν τῶν ἁπάντων,
ὑμνολογοῦντες καὶ μὴ
δειλιάσαντες, παντοίαις κακώσεσιν, καὶ
βασάνοις, τῷ δυσσεβῇ ἄρχοντι
καὶ λάτρῃ τῆς
ἀνομίας εὐφθαρσῶς παρέστητε. Διὸ μαρτυρικοῖς αἵμασιν φοινιχθέντες, καὶ εἰς
οὐρανίους σκηνὰς ἐνοικοῦντες, πρεσβεύετε δεόμεθα διηνεκῶς ὑπὲρ πάντων τῶν τελούντων τὴν ἀεισέβαστον
καὶ θείαν μνήμην ὑμῶν
καὶ αἰτουμένων ἱλασμὸν καὶ τὸ
μέγα ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
Ἀνύμφευτε
Παρθένε Θεοτόκε Μαρία, πάντων τῶν
χριστιανῶν ἡ ἐλπίς,
Σὲ δυσωποῦμεν ἀγαθη, δυσώπει τὸν Σὸν Υἱὸν καὶ Κύριον τῶν πάντων, δοῦναι πᾶσιν ἡμῖν
ἄφεσιν πταισμάτων καὶ ἵλεως
γέννηται παντὶ τῷ κόσμῳ, ἐν
τῇ ἡμέρᾳ τῆς
κρίσεως.
Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ τυπικά, οἰ μακαρισμοί, καὶ ἐκ τοῦ κανόνος τῶν Ἁγίων ἡ γ΄ καὶ στ΄ ᾠδή.
Ἀπόστολος, πρὸς Ῥωμαίους η΄ 28-39: Ἀδελφοί, οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν Θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν...
Εὐαγγέλιον, κατὰ Ματθαῖον, κεφ. ι΄, 16-22: Εἶπεν ὁ Κύριος· Ἰδοὺ ἐγὼ ἀποστέλλω ὐμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων...
Κοινωνικόν: Εἰς μνημόσυνον αἰώνον ἔσται δίκαιος. Ἀλληλούϊα.
Μεγαλυνάριον.
Δεῦτε εὐφημήσωμεν οἱ πιστοί, Ἐλισάβετ θείαν καὶ Βαρβάραν τὴν θαυμαστήν, Σέργιον καὶ ἄλλους,
φωστῆρας ἐν Ῥωσσίᾳ, καὶ τοῦ Βοῤῥᾶ τοὺς τόπους, Θεὸν κηρύξαντες.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου