Τρίτη, 3 Ιουλίου 2012

Aκολουθία Αγίου Ευθυμίου επισκόπου Ζήλων Νεομάρτυρος. (29 Μαΐου)



(Ἀρχιμ. Νικοδήμου Παυλοπούλου, ἡγουμένου Ἱ. Μ. Λειμῶνος Λέσβου, 1992)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς γ΄· καὶ τοῦ Ἁγίου γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἐθνομάρτυς Εὐθύμιε, πρωτοτόκων ποίμνην σε συγκατέλεξε, καὶ ἡ Μηθύμνης νῦν γάνυται, ἱερὰ Ἐπισκοπή, ὅτι σπλάγχνοις ἐβάστασε, σὲ τὸν γίγαντα, τὸν τοῦ ἔθνους καὶ πίστεως ὡσαύτως, καὶ ἐγέννησεν ἐν κόσμῳ, τῇ τῶν μακάρων ἀοίδιμε.

Αληθῶς σὲ ἐδόξασεν, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ ἐν τοῖς Ἁγίοις ἐνδοξαζόμενος, καὶ ἐθμνομάρτυρα ἔδειξε, τοῦ γένους μακάριε, τῶν Ἑλλήνων τε κλεινόν, Ἐκκλησίας δὲ τάγμασι, συγκατέλεξε, τῶν Ἁγίων καὶ Ἱερομαρτύρων, μεθ’ ὧν πρέσβευε εν θρόνῳ, συμπαρεδρεύων ἀοίδιμε.

Οὐχ εἱρκτὴ οὐδὲ μάστιγες, οὐδὲ κόλαφοι Ἅγιε, τῆς ψυχῆς ἐσάλευσαν τὸ στερέμνιον, ἀλλ’ ἀπαράτρωτος ἔμεινας, παμμάκαρ Εὐθύμιε, προσευχόμενος Θεῷ, καὶ σαυτοῦ τὰ ἐξόδια, ψάλλων ἔδειξας, ὅτι σίτος υπάρχεις Θεοῦ Λόγου, καὶ ἠλέσθης ταῖς βασάνοις, ἵν’ ἄρτος γένη γλυκύτατος.

Δόξα. Ἦχος δ΄.
Δεῦτε Μηθυμναίων οἱ δῆμοι, καὶ ἑορτὴν συγκροτήσαντες, Ἱερομάρτυρα Νέον, Εὐθύμιον, τῶν Ζήλων ἐπίσκοπον καὶ ποιμένα, τοῖς ἐγκωμίοις νῦν στέψωμεν. Δεῦτε Παρκοίλων ὁ λαός, τῶν ἐξ ὀστέων ὑμῶν Ἀγριτέλλην τὸν ἐθνομάρτυρα, τοῖς κλάδοις ταῖς τῆς νίκης ἐπικροτήσωμεν. Οὗτος γὰρ ἐπὶ γῆς ἐπολιτεύθη, ὡς ἄμεμπτος καὶ δίκαιος, καὶ ὑπὲρ τοῦ πάντων Δεσπότου τὸ ζῆν ἐξεμέτρησε, καὶ ἐν εἱρκτῇ καὶ βασάνοις, ὡς σκεῦος ἑαυτὸν ἀνεχάλκευσε, καὶ νῦν πρεσβεύει Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νυν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).
Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι, φρόνησις ἀνθρώποις, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος. Εὐάρεστος Θεῷ γενόμενος, ἠγαπήθη· καὶ ζῶν μεταξὺ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ, ἢ δόλος ἀπατήσῃ ψυχὴν αὐτοῦ. Βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλά, καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχὴ αὐτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοὶ ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
                         
Παροιμιῶν τὸ Ἀνάγνωσμα.(ι´ 7, γ´ 13-16, ἐκλογή).
Μνήμη δικαίου μετ᾿ ἐγκωμίων, καὶ εὐλογία Κυρίου ἐπὶ κεφαλὴν αὐτοῦ. Μακάριος ἄνθρωπος, ὃς εὗρε σοφίαν, καὶ θνητός, ὃς εἶδε φρόνησιν. Κρεῖσσον γὰρ αὐτὴν ἐμπορεύεσθαι, ἢ χρυσίου καὶ ἀργυρίου θησαυρούς. Τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν· πᾶν δὲ τίμιον, οὐκ ἄξιον αὐτῆς ἐστιν. Ἐκ γὰρ τοῦ στόματος αὐτῆς ἐκπορεύεται δικαιοσύνη, νόμον δὲ καὶ ἔλεον ἐπὶ γλώσσης φορεῖ. Τοιγαροῦν ἀκούσατέ μου, ὦ τέκνα, σεμνὰ γὰρ ἐρῶ· καὶ μακάριος ἄνθρωπος, ὃς τὰς ἐμὰς ὁδοὺς φυλάξει. Αἱ γὰρ ἔξοδοί μου, ἔξοδοι ζωῆς, καὶ ἑτοιμάζεται θέλησις παρὰ Κυρίου. Διὰ τοῦτο παρακαλῶ ὑμᾶς, καὶ προΐεμαι ἐμὴν φωνὴν υἱοῖς ἀνθρώπων. Ὅτι ἐγὼ ἡ Σοφία κατεσκεύασα βουλὴν καὶ γνῶσιν καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ, οἱ δὲ ἐμὲ ζητοῦντες, εὑρήσουσι χάριν. Νοήσατε τοίνυν ἄκακοι πανουργίαν, οἱ δὲ ἀπαίδευτοι ἔνθεσθε καρδίαν. Εἰσακούσατέ μου καὶ πάλιν, σεμνὰ γὰρ ἐρῶ, καὶ ἀνοίγω ἀπὸ χειλέων ὀρθά. Ὅτι ἀλήθειαν μελετήσει ὁ λάρυγξ μου, ἐβδελυγμένα δὲ ἐναντίον ἐμοῦ χείλη ψευδῆ. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν αὐτοῖς σκολιόν, οὐδὲ στραγγαλιῶδες. Πάντα εὐθέα ἐστὶ τοῖς νοοῦσι, καὶ ὀρθὰ τοῖς εὑρίσκουσι γνῶσιν. Διδάσκω γὰρ ὑμῖν ἀληθῆ, ἵνα γένηται ἐν Κυρίῳ ἡ ἐλπὶς ὑμῶν, καὶ πλησθήσεσθε Πνεύματος.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 14, Παροιμ. ι´ 31).
Στόμα δικαίου ἀποστάζει σοφίαν, χείλη δὲ ἀνδρῶν ἐπίστανται χάριτας. Στόμα σοφῶν μελετᾷ σοφίαν· δικαιοσύνη δὲ ῥύεται αὐτοὺς ἐκ θανάτου. Τελευτήσαντος ἀνδρὸς δικαίου, οὐκ ὄλλυται ἐλπίς· υἱὸς γὰρ δίκαιος γεννᾶται εἰς ζωήν· καὶ ἐν ἀγαθοῖς αὐτοῦ καρπὸν δικαιοσύνης τρυγήσει. Φῶς δικαίοις διαπαντός, καὶ παρὰ Κυρίου εὑρήσουσι χάριν καὶ δόξαν. Γλῶσσα σοφῶν καλὰ ἐπίσταται, καὶ ἐν καρδίᾳ αὐτῶν ἀναπαύσεται σοφία. Ἀγαπᾷ Κύριος ὁσίας καρδίας· δεκτοὶ δὲ αὐτῷ πάντες ἄμωμοι ἐν ὁδῷ· Σοφία Κυρίου φωτιεῖ πρόσωπον συνετοῦ· φθάνει γὰρ τοὺς ἐπιθυμοῦντας αὐτήν, πρὸ τοῦ γνωσθῆναι, καὶ εὐχερῶς θεωρεῖται ὑπὸ τῶν ἀγαπώντων αὐτήν. Ὁ ὀρθρίσας πρὸς αὐτὴν οὐ κοπιάσει· καὶ ὁ ἀγρυπνήσας δι᾿ αὐτήν, ταχέως ἀμέριμνος ἔσται. Ὅτι τοὺς ἀξίους αὐτῆς αὐτὴ περιέρχεται ζητοῦσα, καὶ ἐν ταῖς τρίβοις φαντάζεται αὐτοῖς εὐμενῶς. Σοφίας οὐ κατισχύσει ποτὲ κακία. Διὰ ταῦτα καὶ ἐραστὴς ἐγενόμην τοῦ κάλλους αὐτῆς, καὶ ἐφίλησα ταύτην, καὶ ἐξεζήτησα ἐκ νεότητός μου, καὶ ἐζήτησα νύμφην ἀγαγέσθαι ἐμαυτῷ. Ὅτι ὁ πάντων Δεσπότης ἠγάπησεν αὐτήν. Μύστις γάρ ἐστι τῆς τοῦ Θεοῦ ἐπιστήμης, καὶ αἱρέτις τῶν ἔργων αὐτοῦ. Οἱ πόνοι αὐτῆς εἰσιν ἀρεταί· σωφροσύνην δὲ καὶ φρόνησιν αὕτη διδάσκει· δικαιοσύνην καὶ ἀνδρείαν, ὧν χρησιμώτερον οὐδέν ἐστιν ἐν βίῳ ἀνθρώποις· Εἰ δὲ καὶ πολυπειρίαν ποθεῖ τις, οἶδε τὰ ἀρχαῖα καὶ τὰ μέλλοντα εἰκάζειν· ἐπίσταται στροφὰς λόγων, καὶ λύσεις αἰνιγμάτων· σημεῖα καὶ τέρατα προγινώσκει, καὶ ἐκβάσεις καιρῶν καὶ χρόνων· καὶ πᾶσι σύμβουλός ἐστιν ἀγαθή. Ὅτι ἀθανασία ἐστὶν ἐν αὐτῇ, καὶ εὔκλεια ἐν κοινωνίᾳ λόγων αὐτῆς. Διὰ τοῦτο ἐνέτυχον τῷ Κυρίῳ, καὶ ἐδεήθην αὐτοῦ, καὶ εἶπον ἐξ ὅλης μου τῆς καρδίας· Θεὲ Πατέρων, καὶ Κύριε τοῦ ἐλέους, ὁ ποιήσας τὰ πάντα ἐν λόγῳ σου, καὶ τῇ σοφίᾳ σου κατασκευάσας τὸν ἄνθρωπον, ἵνα δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ δικαιοσύνῃ· δός μοι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν, καὶ μή με ἀποδοκιμάσῃς ἐκ παίδων σου· ὅτι ἐγὼ δοῦλος σός, καὶ υἱὸς τῆς παιδίσκης σου. Ἐξαπόστειλον αὐτὴν ἐξ ἁγίου κατοικητηρίου σου, καὶ ἀπὸ θρόνου δόξης σου, ἵνα συμπαροῦσά μοι διδάξῃ με, τί εὐάρεστόν ἐστιν παρὰ σοί. Καὶ ὁδηγήσῃ με ἐν γνώσει, καὶ φυλάξῃ με ἐν τῇ δόξῃ αὐτῆς. Λογισμοὶ γὰρ θνητῶν πάντες δειλοί, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι αὐτῶν.


Εἰς τὴν Λιτήν, Ἰδιόμελα. Ἦχος α´.
Τὸν Ἱερομάρτυρα Εὐθύμιον, δεῦτε οἱ πιστοὶ ἅπαντες τιμήσωμεν, αὐτὸς γὰρ κατηγλάϊσε τὴν Ἐκκλησίαν, καὶ τὸ ἔθνος ὑπερήσπισεν, ἀντιταξάμενος τοῖς Τούρκοις καὶ τοῖς τῆς Ἄγαρ τέκνοις, ἄλλος τε στύλος καὶ ἑδραίωμα ἀποβᾶς τῆς πίστεως.

Ἦχος β΄.
Τοῦ Εὐθυμία τὰ ἔκγονα, τὰ Ἀγριτέλλης τοὔνομα φέροντα, δεῦτε καὶ συνέλθετε ἐν τῇ Μονῇ τῆς μετανοίας, τοῦ περικλείτου συγγενοῦς ὑμῶν, καὶ ἐπάρθητε εἰς ὕψος τῶν ἀρετῶν, τοῦ μεγάλου Ἱεράρχου καὶ Ἱερομάρτυρος, ἀντλοῦντες ἀπ’ αὐτοῦ εὐλογίαν καὶ χάριν, πίστιν καὶ τὸ μέγα ἔλεος.

Ἦχος γ΄.
Χαῖρε καὶ εὐφραίνου ἡ Μηθυμναίων ποίμνη ἅπασα, τέρπου καὶ ἀγάλλου τὸν Ἀγριτέλλην ἡ γεννήσασα, Παρακοίλων μυροβόλος ἐνορία, καὶ Λειμῶνος ἡ ἁγία συνοδία, καὶ δοξάσατε Θεόν, Τὸν ἐν εσχάτοις χρόνοις, εθνοϊερομάρτυρα τῇ Ἐκκλησίᾳ χαρισάμενον.

Δόξα. Ἦχος δ΄.
Τὸν τῆς πίστεως γενναῖον ἀθλητήν, καὶ ποιμνίου τὸν σοφὸν ποδηγέτην, ἀρχιθύτην τὸν Εὐθύμιον, δεῦτε πάντες οἱ πιστοί, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, καταστέψωμεν λέγοντες· χαίροις, Παρακοίλων ὁ βλαστός· χαίροις, τῆς Μηθύμνης ὁ καρπός· χαίροις, τοῦ Λειμῶνος ἡ χαρά· χαίροις, Ἀμασείας ἡ φρουρά· χαίροις, τῶν γραμμάτων ἀριστεῦ· χαίροις, ὦ Εὐθύμιε κλεινέ. Ὅθεν καὶ νῦν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Εἰς τὰ ἀπόστιχα. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Δεῦτε νῦν πάντες ἐκθύμως ὕμνοις τιμήσωμεν, Εὐθύμιον τὸν νεόν, ἐθνομάρτυρα θεῖον, τῆς πίστεως γὰρ οὗτος καὶ τῶν πιστῶν, ἀνεδείχθη ὑπέρμαχος, καὶ τῆς Ἄγαρ κατήσχυνε δολερούς, γόνους ἅμα καὶ ἐκόλασε.

Στ.: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Τὸν ἀριστέα τῆς Χάλκης Λειμωνιάδος κλεινόν, Εὐθύμιον σχολάρχην, εὐφημήσωμεν πάντες, αὐτὸς γὰρ τοῦ Λειμῶνος ὑπῆρξε σοφός, ἀδελφὸς καὶ διδάσκαλος, καὶ τὰς τῶν νέων ἐξέθρεψε γενεάς, δαψιλείας τῶν αὐτοῦ διδαχῶν.

Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμενῃ.
Τῶν Παρακοίλων προστάτην καὶ τοῦ Λειμῶνος σαφῶς, καὶ τῆς Μηθύμνης πάσης, ἐγκαλλώπισμα θεῖον, Εὐθύμιον τιμήσωμεν τὸν σοφόν, Ἱεράρχην καὶ ἔνδοξον, Ἱερομάρτυρα γένους Ζήλων κλεινόν, ποιμενάρχην τὸν Εὐθύμιον.


Δόξα. Ἦχος πλ. α΄.
Ἐν τῇ πρὸς Θεὸν ἐκδημία σου Εὐθύμιε κράτιστε, ἀθυμίας νέφος σῷ στήθει κἂν τῇ εἱρκτῇ σου ἐπέπεσε, καὶ προαισθανόμενος τὸ τέλος σου, τῷ Πανοικτίρμονι ἔψαλλες Πάτερ ἡμῶν Ἅγιε· μνήσθητι ὅτι χοῦς ἐσμέν, καὶ οὐδεὶς καθαρὸς εὑρεθήσεται, κἂν μία ἡμέρα ἡ ζωὴ αὐτοῦ ἡ ἐπὶ τῆς γῆς· καὶ τὰ ἑξῆς νεκρωσίμου ἐξόδια ἐνταφιάζων σεαυτόν, ὡσεὶ τῷ Ποιητῇ σου ἀνέφερες, καὶ τοῖς λοιποῖς συγκρατουμένοις σοι, τὸν σπαραγμὸν τῆς ψυχῆς ἐγκατέσπειρες. Οἷς καὶ ἡμεις, οἵα παρόντες, ἅπαντες σὲ κηδεύομεν Πατήρ, καὶ αἰτοῦμεν τῷ Θεῷ, μετὰ Ἁγίων συναριθμήσαι καὶ ἐλεήσαι καὶ σῶσαι, ἡμᾶς τοὺς τιμῶντάς σε.

Καὶ νῦν. Τῆς ἑορτῆς.

Νῦν ἀπολύεις. Τρισάγιον.

Ἀπολυτίκιον. Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Εὐθύμιον ἅπαντες τὸν Ἱεράρχην πιστοί, τῶν Ζήλων ἐπίσκοπον, τῶν Μηθυμναίων λαοί, ὑμνήσωμεν ἅπαντες, οὗτος γὰρ ἐπ’ ἐσχάτων, ὡς Χριστοῦ στρατιώτης, ἤθλησεν ἀριστεύσας, καὶ νομίμως ἐστέφθη, καὶ νῦν τοῖς προσκυνοῦσιν αὐτῷ, βρύει ἰάματα.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.


ΟΡΘΡΟΣ

Μετὰ τὴν α΄ στιχολογίαν, κάθισμα. Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.
Εὐθύμιον πιστοί, Ἀγριτέλλην ἐκθύμως, ὑμνήσωμεν θερμῶς, τὴν αὐτοῦ ἐκζητοῦντες, πρεσβεῖαν τὴν ἄμαχον, ἵνα λάβωμεν ἔλεος, καὶ βοήθειαν, καὶ ἀρωγὴν ἐν ἀνάγκαις, τούτῳ κράζοντες· Ἱερομάρτυς ἐκθύμως, μεσίτης γενοῦ ἡμῖν.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὴν β΄ στιχολογίαν, κάθισμα. Ἦχος γ΄. Μέγαν εὕρατο.
Θεῖον βλάστημα, τῶν Παρακοίλων, τὸν Εὐθύμιον, πιστοὶ ἐκθύμως, ἀνυμνήσωμεν καὶ τούτῳ βοήσωμεν· τὸν Πανοικτίρμονα νῦν καθικέτευε, Ἱερομάρτυς Μηθύμνης καὶ πρέσβευε, ὅπως ἵλεως τοῖς καθ’ ἑκάστην προσπταίουσι, καὶ σῶμα καταμολύνουσι, εὐίλατός τε τάχιστα γένηται.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Μετὰ τὸν πολυέλεον, κάθισμα. Ἦχος πλ. δ΄. Τὸ προσταχθὲν μυστικῶς.
Τὸν Ἀμασείας καὶ τὸν Ζήλων Ἀρχιθύτην, τὸν Ἱεράρχην τὸν Εὐθύμιον Μηθύμνης, ἐκβλαστήσαντα ὄντως, καὶ ψυχὴν τυθέντα, τοὺς Ἄγαρ ἐκπολεμήσαντα εὐθαρσῶς, καὶ πόλον νῦν κατοικοῦντα νικητικῶς, κατὰ χρέος τιμήσωμεν, χαίροις, βοῶντες αὐτῷ· Εὐθύμιε πανάριστε, Μηθυμναίων μνημόνευε.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου.
Προκείμενον: Δίκαιος ὡς φοίνιξ ἀνθήσει, καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ.: Ἀκούσατε ταῦτα πάντα τὰ ἔθνη, ἐνωτίσασθε πάντες οἱ κατοικοῦντες τῇ οἰκουμενῃ.
Εὐαγγέλιον, τοῦ Ἁγίου Ἐλευθερίου.
Ὁ Ν΄ ψαλμός.
Δόξα: Ταῖς τοῦ Ἱεραρχου πρεσβείαις...
Καὶ νῦν: Ταῖς τῆς Θεοτόκου πρεσβείαις...
Ἰδιόμελον. Ἦχος πλ. β΄. Στ.: Ἐλεῆμον, ἐλέησόν με ὁ Θεός.
Ἱεράρχα τοῦ Χριστοῦ Εὐθύμιε, ὁ συγκαλέσας ἡμᾶς εἰς πανδαισίαν πνευματικὴν τῶν καμάτων σου, πρόστηθι καὶ ἡμῶν τῇ προσευχῇ σου, ἵνα ὑπ’ αὐτῆς βοηθούμενοι, τὰς ἀρετὰς τοῦ Χριστοῦ καρπωθῶμεν, καὶ τὴν σωτηρίαν πατρίδος διὰ πρεσβειῶν σου, ἐν τοῖς λόγοις τε καὶ ἔργοις διώκωμεν.

Εἶτα οἱ κανόνες· τῆς ἑορτῆς· καὶ τοῦ Ἁγίου, οὗ ἡ ἀκροστιχίς: Εὐθύμιον ἀνυμνῶν, Μηθυμναῖος φανήσομαι.

ᾨδὴ α΄. Ἦχος πλ. δ΄. Ὑγρὰν διοδεύσας.
Εὐθύμιον Ζήλων τὸν ἱερόν, ποιμένα καὶ θύτην ἀνυμνήσωμεν εὐλαβῶς, καὶ τούτῳ προσείπωμεν ἐν πίστει, Ἱερομάρτυς πατρίδος μνημόνευε.
Ὑμνήσωμεν πάντες θεοπρεπῶς, Εὐθύμιον νέον Παρακοίλων τὸν ἐκλεκτόν, βλαστὸν καὶ μεσίτην καὶ προστάτην, καὶ τὰς αὐτοῦ ἀρετὰς ἐπαινέσωμεν.
Θεὸν τὸν δοξάσαντα θαυμαστῶς, ποιμένα καὶ θύτην καὶ οἰκεῖον Αὐτοῦ πιστόν, Εὐθύμιον Ζήλων Ἀγριτέλλην, νυν ἐκ ψυχῆς Μηθυμναῖοι δοξάσωμεν.
Θεοτοκίον.
Ὑμνοῦμέν Σε Μῆτερ ἀνελλιπως, ἡμῖν γὰρ ἀρήγεις χεῖρας θείας Σου ἐν καιρῷ, τῷ νῦν καὶ τῷ μέλλοντι καὶ πάντας, σὺν Εὐθυμίῳ λυτροῦσαι πρεσβείαις Σου.
ᾨδὴ γ΄. Οὐρανίας ἀψίδος.
Μηθυμναίων οἱ δῆμοι πανευλαβῶς ἀνυμνοῦμέν σε, κράτιστε Εὐθύμιε Ζήλων καὶ προσκυνοῦμέν σε, σὺ γὰρ ἐκλέϊσας, τὴν Ἐκκλησίαν Μηθύμνης, καὶ σ’ Αὐτὸν παρέστησας Κυρίῳ ἄμεμπτον.
Ἱλαρὸν ὥσπερ δότην ζωῆς τῆς σῆς παμμακάριστε, Πάτερ Παρακοίλων καὶ Πόντου καὶ τῆς Ἑλλάδος τε, νῦν ἀνυμνοῦμέν σε, καὶ εὐλαβῶς προσκυνοῦμεν, καὶ Θεὸν δοξάζομεν, τὸν σὲ δοξάσαντα.
Ὁλοτρόπως παρέσχες ζωὴν σ’ Αὐτοῦ τύπον ἄριστον, τοῖς ἐκμιμούμενοις σὸν βίον καὶ τὴν εὐάρεστον, πρὸς τὸν Θεόν σου σαρκός, θυσίαν ὄντως μεγίστην, καὶ τοῖς πᾶσι γέγονας, τύπος καὶ ἴνδαλμα.
Θεοτοκίον.
Νοῦν καὶ ψυχὴν καὶ καρδίαν καὶ τὴν ζωὴν πᾶσαν Δέσποινα, Σοὶ αφιερῶ Παναγία καὶ τὴν κατήφειαν, ἐμῆς ψυχῆς ταπεινῆς, καθικετεύω ἀμβλύναι, καὶ χαρὰν δοθῆναί μοι τὴν Σοὶ ἑδρεύουσαν.

Κάθισμα. Ἦχος δ΄. Ἐπεφάνης σήμερον.
Σελαγίζει σήμερον, τῇ Ἐκκλησίᾳ, τῆς Μηθύμνης Ἅγιος, καὶ ἀκροθίνιος καρπός, Ἱερομάρτυς Εὐθύμιος, Λειμωνιάτης, Θεῷ παριστάμενος.
Δόξα. Καὶ νῦν. Τῆς ἑορτῆς.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Ἅπερ ἤδη ἐξήμαρτον, καὶ Θεοῦ τὸν Λόγον νῦν παρηνόχλησα, σὺ Εὐθύμιε ἀφάνισον, καὶ ἐσμὸν πταισμάτων μου ἐξάλειψον.
Ναίων Πάτερ Εὐθύμιε, ἐν πελάγει βίου καὶ βυθιζόμενος, σήν μοι χεῖρα θείαν ὄρεξον, καὶ βυθοῦ πταισμάτων μὲ ἀνάγαγε.
Ὕμνος ἅπας νῦν ἤττηται, σοῦ ταῖς ἀριστείαις συνεκτεινόμενος, ὅθεν σπεύδων ἱκετεύων σε, τὴν προαίρεσίν μου δέχου τέλεον.
Θεοτοκίον.
Μῆτερ πάντων πανύμνητε, Μυρσινιώτισσά μου καὶ παντευλόγητε, Εὐθυμίου ταῖς δεήσεσι, ἐξελοῦ κινδύνων τοὺς ὑμνοῦντάς Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Νοῦν τε καὶ ψυχήν, καὶ καρδίαν σὺ ἐξάγνισον, σαῖς ἱκεσίαις Πάτερ θερμαῖς, καὶ τὴν σὴν εἰρήνην, νῦν μοι βράβευσον.
Ὤ τῶν ὑπὲρ νοῦν, παλαισμάτων σου ἀοίδιμε, δι’ὧν ανέτλεις μαστίγων πληγάς, καὶ εἱρκτὴ τὸ πνεῦμά σου παρέδωκας.
Νῦν τε καὶ ἀεί, τῶν τεκνίων σου μνημόνευε, ἐν τῷ πόλῳ ενθα ζῆς μετὰ Θεοῦ, καὶ ἀναπαύης, μετ’ Ἁγίων ὦ Εὐθύμιε.
Θεοτοκίον.
Μόνη Σὺ ἁγνή, παρθενίαν θείαν κέκτησαι, ἐν γυναιξὶ καὶ πρεσβεύεις Θεῷ, Εὐθυμίου τὰς λιτὰς ἀεὶ προσδέχεσθαι.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Ἠμίθνητος, εἰμὶ ἤδη ὁ τάλας, καὶ λιμώττω καὶ πενθῶ καὶ στενάζω, βαρεὶ ἐμῶν ἀπεχθῶν ἐγκλημάτων, καὶ ὑστεροῦμαι ἀνέσεως Ἅγιε, Εὐθύμιε ἱερουργέ, τῆς Μηθύμνης ἀγλάϊσμα, Πόντου τε.
Θαυμάτων σου, καὶ τρανῶν παλαισμάτων, ἐννεῶς τίς ἀκούων νῦν μένει; Δι’ ὧνπερ σὺ τοὺς ἀνθρώπους ἐθάμβεις, καὶ τοὺς Ἀγγέλους συγχαίρειν ἠνάγκαζες, Εὐθύμιε Πάτερ κλεινέ, μέγας ὥσπερ τυγχάνεις ἐν θαύμασι.

Ὑμνοῦμέν σε, Ἱεράρχα Κυρίου, καὶ τῶν Ζήλων νῦν Ἐπίσκοπε θείε, ὅτι καλῶς, ἐναθλήσας ἐγένου, Ἱερομάρτυς καὶ Γένους σὺ πρόμαχος, καὶ δέησίν σου ἀναζητεῖν, νῦν ἐπίτρεψον Πάτερ ἀοίδιμε.
Θεοτοκίον.
Μητέρα Σε, τοῦ Θεοῦ Σὲ νοοῦμεν, καὶ κηρύττομεν Ἁγία Παρθένε, ὅτι ἐν γῇ, Σὺ τὸν Λόγον τεκοῦσα, τὴν παρθενίαν ἐφύλαξας ἄτρωτον, δι’ ἧς ἀξίωσον ἡμᾶς, Εὐθυμίου λιταῖς ἀγωνίζεσθαι.

Κοντάκιον. Ἦχος γ΄. Ἐν τοῖς ῥείθροις.
Ἐν Μηθύμνῃ σήμερον τῆς νήσου Λέσβου, ὁ λαός Σου Κύριε, τῷ Εὐθυμίῳ ἐκβοᾶ· μὴ ἐπιλάθη ἀοίδιμε, τοῦ σοῦ ποιμνίου, ἀλλὰ καὶ μνημόνευε.
Ὁ Οἶκος.
Προσέλθωμεν πάντες, αὐτόχθονες καὶ παρεπίδημοι, καὶ καταδίδωμεν τοῦ Ζήλων τὰ ἄθλα, ἅπερ ἐν γῇ τῇ πατρίδι θητεύων, ὥσπερ θῦμα ἑαυτὸν ἀνεχάλκευε, τῇ δὲ Μητρὶ Ἐκκλησία προσφέρων, ὥσπερ θυμίαμα θεῖον ἀνήρχετο, εἰς θρόνον τὸν τοῦ Οὐρανοῦ, συγχορεύειν Ἀγγέλοις ἀείποτε.

Συναξάριον.
Τῇ 29ῃ τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου Νέου Ἱερομάρτυρος Εὐθυμίου, Ἐπισκόπου Ζήλων, τοῦ ἐκ Παρακοίλων τῆς Λέσβου ὁρμωμένου, καὶ ἐν Ἀμασείᾳ τοῦ Πόντου, ὑπὸ τῶν Ἀγαρηνῶν ἐν βαρυτάτῃ εἱρκτῇ ἐκλεισθέντος, μαρτυρικῶς τελειωθέντος, ἐν ἔτει 1921ῳ.
Ὁ Εὐθύμιος ἐν εἱρκτῇ μαρτυρήσας,
Προσετέθη χορείᾳ Μαρτύρων.
Εἰκάδι εἰκοστῆ ἐννάτη, Ἀγριττέλης ἐκδύνει.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδοσίας, τῆς Τυρίας.
Πνίγει θαλάσσης Θεοδοσίαν ὕδωρ,
Τρέφει δὲ Χριστὸς εἰς ἀναψυχῆς ὕδωρ.
Αὕτη ἡ ἱερὰ καὶ Ἁγία κόρη, Τυρία ἧν τὸ γένος. Ὀκτωκαιδέκατον δὲ ἄγουσα τῆς ἡλικίας ἔτος, συλλαμβάνεται ὑπὸ τῶν εἰδωλολατρῶν, καὶ δεσμεῖται, μέλλουσα δίκας διδόναι, ὡς ὁμολογοῦσα τὸν Θεόν. Ἄρτι γὰρ προκαθεζομένων τῶν δικαστῶν, ἤχθη Οὐρβανῷ τῷ ἄρχοντι, ὁ δὲ θύειν τοῖς εἰδώλοις αὐτῇ προστάττει. Ἐπεὶ δὲ οὐκ ἐπείσθη, δεινὰς κατὰ τῶν πλευρῶν, καὶ κατὰ τῶν μαζῶν ἐπιθεὶς αὐτῇ βασάνους, μέχρις ὀστέων αὐτῶν τε ἤδη καὶ τῶν ἔσω σπλάγχνων ὁ ἀνήλεως ἐχώρει, ἐπιμόνως τὴν παῖδα ὁρων τιμωρουμένην, καὶ σιγῇ τὰς βασάνους δεχομένην. Ἔτι δὲ αυτὴν ἐμπνεύουσαν, ἠρώτα θύειν παρακελευόμενος. Ἡ δέ, διάρασα τὸ στόμα, καὶ τοις ὀφθαλμοῖς ατενίσασα, ἐπιμειδιῶντι τῷ προσώπῳ: Τί δὴ πλανᾶσαι, φησίν, ἄνθρωπε; Οὐκ οἶδας, ὅτι τῆς τοῦ Θεοῦ μαρτυρίας κοινωνίας τυχεῖν ἠξιώθην; Ὁ δέ, ἐπει συνεῖδεν ἑαυτὸν γελώμενον ὑπὸ τῆς κόρης, μείζοσιν ἤ πρῶτον αἰκίζεται ταῖς βασάνοις. Εἶθ’ οὕτω τοῖς θαλαττίοις ἀκοντίζει ῥεύμασιν, ἐν οἷς τὸ μακάριον τέλος ἐδέξατο.

Τῇ αὐτῇ ἡμέρα, μνήμη τῆς Ἀγίας Ὁσιομάρτυρος Θεοδοσίας, τῆς Κωνσταντινουπολιτίσσης.
Κέρας κριοῦ κτεῖνάν σε, Θεοδοσία,
Ὤφθη νέον σοι τῆς Ἀμαλθείας κέρας.
Οὗτη, κατήγετο ἀπὸ γονεῖς περιβοήτους εἰς τὴν εὐσέβειαν, πλουσίους κατὰ πολύ. Ὅθεν καὶ ἡ Ἁγία, ἀπὸ μικρᾶς ἡλικίας ἐπαιδεύθη ἐν εὐσεβείᾳ καὶ ἐν πάσῃ ἀρετῇ. Εἰς ἡλικίαν ἑπτὰ ἐτῶν ἐστερήθη τὸν πατέρα της, ἡ μήτηρ της τὴν ἔκαμε καλογραίαν εἰς Μοναστήριόν τι τῆς Κωνσταντινουπόλεως. Δὲν παρῆλθε πολὺς καιρός, καὶ ἀπέθανε καὶ ἠ μήτηρ της. Ἡ δὲ Θεοδοσία τότε, ἐμοίρασεν ὅλα τὰ πλούτη εἰς τοὺς πτωχούς. Κατὰ τὴν ἐποχὴν τῆς αἱρέσεως τῶν εἰκονομάχων, ἡ Ἁγία Θεοδοσία ἦτο ἡγουμένη τοῦ Μοναστηρίου της. Βλέπουσα τὸν διωγμὸν κατὰ τῶν ἱερῶν Εἰκόνων καὶ αυτὴ ἡ ἰδία ὑπερεμάχει τῆς Ὀρθοδόξου πίστεως ως πρὸς τὸν σεβασμὸν τῶν ἱερῶν Εἰκόνων, καὶ τὰς ἄλλας καλογραίας ἐνεθάῤῥυνεν εἰς τοῦτο. Κάποτε, ὁ σπαθάριος τοῦ εἰκονομάχου βασιλέως Λέοντος τοῦ Ἰσαῦρου, ἀνέβη εἰς κλίμακα ἵνα καταῤῥιψῃ τὴν περίφημον εἰκονα Χριστοῦ τοῦ Ἀντιφωνητοῦ, ἀνηρτημένην εἰς τὴν Χάλκην Πύλην. Ἡ Αγία, ἀφοῦ παρέλαβε μεθ’ ἑαυτῆς καὶ ἄλλας μοναχάς, ἀφήρεσαν ἀτρόμητοι τὴν κλίμακα καὶ ὁ ὑβριστὴς τῶν ἱερῶν Εἰκόνων, καταπεσών, ἐφονεύθη. Τὸ ἱερὸν τοῦτο ἀνδραγάθημα, ἔφερεν αὐτὰς καὶ εἰς τὸ Μαρτυριον. Αἱ μοναχαί, ἀπεκεφαλίσθησαν ἀμέσως. Ἡ δὲ Ἁγία Θεοδοσία, ὑποστᾶσα δεινὰ βασανιστήρια, ἐπνίγη μὲ ἕν κέρατον κριοῦ, τὸ ὁποῖον της ἔχωσαν εἰς τὸ στόμα της.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ὀλβιανοῦ, Ἐπισκόπου πόλεως Ἀνέου καὶ τῶν μαθητῶν αὐτοῦ.
Τὸν Ὀλβιανὸν μάλα ὄλβιον λέγω,
Ὑπὲρ Θεοῦ θανόντα τοῦ πανολβίου.
Ὃς ἦν ἐπὶ τῆς βασιλείας Μαξιμιανοῦ, ἐν ὑπατείᾳ Ἀλεξάνδρου καὶ Μαξίμου, καὶ ἤχθη ἐπὶ Ἰουλίου καὶ Αἰλιανοῦ, ἡγεμόνων τῆς Ἀσίας. Ὑπὸ τούτων δὲ ἐρωτώμενος, καὶ μὴ πειθόμενος θῦσαι, γυμνοῦται τῶν ἱματίων, καὶ ὀβελίσκοις πεπυρακτωμένοις τὰ σπλάγχνα διαπείρεται καὶ κατακαίεται, εἶται φρουρεῖται. Καὶ εἰς δευτέραν ἐρώτησιν ἀχθείς, καὶ μὴ ἐνδούς, γυμνοῦται, καὶ τὰς σάρκας ξέεται σφοδρῶς. Πυρᾶς δὲ ἐξαφθείσης μεγίστης, καὶ εἰς ὕψος ἀρθείσης ἐπὶ πολύ, ἐν αὐτῇ ἀκοντίζεται, καὶ ἐν αὐτῇ τὸ πνεῦμα τῷ Θεῷ παρατίθεται.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἀλεξάνδρου Πάπα Ἀλεξανδρείας.
Σεπτὴν τελευτὴν τὴν Ἀλεξάνδρου σέβω,
ὃν οἶδα σεπτὸν τῆς Ἀλεξάνδρου Πάπαν.
Οὗτος, ἦτο κατὰ τοὺς χρόνους Κωνσταντίνου τοῦ μεγάλου, ἐν ἔτει τκ΄ (320), πρὸ τῆς οἰκουμενικῆς πρώτης Συνόδου. Ἔγινε δὲ Πατριάρχης Ἀλεξανδρείας μετὰ τὸν Ἀχιλλᾶν. Οὗτος καὶ τὸν δυσσεβῆ καὶ κακόφρονα Ἄρειον ἐδίωξε καὶ ἀπέβαλεν ἀπὸ τὴν Ἐκκλησίαν τοῦ Θεοῦ. Διαλάμψας δὲ εἰς τὸν θρόνον χρόνους εἰκοσιτρεῖς, ἀφηκε διάδοχόν του τὸν Μέγα Ἀθανάσιον.

Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Μάρτυρες· Ἀνὴρ καὶ ἡ τούτου Σύζυγος, ξύλοις τὰ ὀστᾶ συντριβέντες, τελειοῦνται.
Τοῖς ἀνδρὸς ὀστοῖς συγκατεθλάσθης, γύναι,
Κἀγὼ σὸν ὀστοῦν, πρὸς τὸν ἄνδρα φαμένη.

Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Νεομάρτυς Νάννος, ἤτοι Ἰωάννης, ὁ Θεσαλονικεύς, ὁ ἐν Σμύρνῃ μαρτυρήσας ἐν ἔτει ᾳωβ΄ (1802), ξίφει τελειοῦται.
Καὶ ὁ Νάννος ὤφθη χαριτώνυμος νέος,
Μάρτυς Κυρίου, ὦ ἄκρας εὐδοξίας.

Τῇ αὐτῇ ἡμέρᾳ, ἀνάμνησις τῆς θλιβερῆς ἁλώσεως τῆς Βασιλίδος τῶν Πόλεων, ἤτοι τῆς Κωνσταντινουπόλεως.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Νεομάρτυρος Ἀνδρέου τοῦ Ἀργέντη, τοῦ ἐκ Χίου καὶ ἐν Κωνσταντινουπόλει μαρτυρήσαντος ἐν ἔτει 1465 μ. Χ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰωάννου τοῦ διὰ Χριστὸν σαλλοῦ, τοῦ Ῥώσσου.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἐθελμπέρτου (Ethelbert) τοῦ βασιλέως.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ὁσίου Ἰερεμίου τοῦ Δαμασκηνοῦ.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων Μαρτύρων· Σισινίου τοῦ διακόνου, Μαρτυρίου καὶ Ἀλεξάνδρου, τῶν μαρτυρησάντων ἐν ἔτει 397 μ.Χ., ἐν τῷ Μεδιολάνῳ τῆς Ἰταλίας.

Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Μαξιμίνου, ἐπισκόπου Τρεβήρων, πολεμίου τοῦ ἀρειανισμοῦ, καὶ περιθάλψαντος κατὰ τὸν διωγμὸ αὐτοῦ τὸν Μέγα Ἀθανάσιο.

Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου, τῆς Ἐγγύησης τῶν Ἀμαρτωλῶν, ἐν τῇ Ῥωσσίᾳ
Ταῖς αὐτῶν Ἁγιαις πρεσβείαις Χριστὲ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς.

ᾨδὴ ζ΄. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ναὸς Θεὸς ἐγένου παμμάκαρ Ζήλων Ἐπίσκοπε, ἐξένισας δὲ λόγον, Θεοῦ ἐν σῇ καρδίᾳ καὶ κατεῖδες πανάριστε, τὴν δόξαν τὴν ἐν τῷ Θαβώρ, ἥνπερ πρόκριτοι εἶδον Ἀπόστολοι.
Ἀείποτε ἠγάπας Θεὸν ἐν σῇ καρδιᾳ Μηθυμναῖε Εὐθύμιε, καὶ πνεύματί σου ζέων, ἐκήρυττες τὴν τούτου, βασιλείαν καὶ εὔκλειαν, καὶ γεγονὰς πυρπολητής, τῶν ψυχῶν ὑποδούλων ἁπάντων τε.
Ἰδεῖν κατηξιώθης Ἱεράρχα τοῦ Πόντου Ζήλων Εὐθύμιε, ἀγῶνας δικαιοῦσθαι, καὶ σοὺς λόγους ἐμπνέει, λαὸν ποιμνίον σου, διέψευσε δὲ μυσαρός, ὁ τοῦ ψεύδους πατὴρ προσδοκίας σου.
Θεοτοκίον.
Ὁμόνοιαν ἀγάπην ἐλπίδα τε καὶ πιστιν ἡμῖν δίδου πανύμνητε, ὦ Μήτερ καὶ Παρθένε, Μαρία Θεοτόκε, Εὐθυμίου δεήσεσι, καὶ δίδου πᾶσιν ἀγαπᾶν, τὴν πατρίδα καὶ πίστιν ἀμώμητον.

ᾨδὴ η΄. Τὸν Βασιλέα.
Σὲ ἀριστέα, καὶ Μαρτύρων ἀλείπτην, ἐκγινώσκομεν Εὐθύμιε Ζήλων, σὺ γὰρ ὡς ἀμνός τε, ἐπὶ σφαγὴν προσήχθης.
Φῶς καὶ ζωὴ σύ, τοῦ Πόντου ἐγένου, ἐν ᾧ ἔθηκας ψυχήν σου προθύμως, ὑπὲρ σῶν προβάτων, καλὸς ὥσπερ ποιμὴν σύ.
Ἀγριανόντων, ὥσπερ λύκων τῶν Τούρκων, σὺ ἀπτόητος παρέμεινες Πάτερ, καὶ εἱρκτὴ ῥιφθεὶς σύ, ἐκήρυττες ἀφόβως.
Θεοτοκίον.
Νέον πατέρα, ἡμῖν δέδωκας Μήτερ, σαῖς δεήσεσι Εὐθύμιον ζήλων, ὅσπερ προσετέθη, τοῖς τάγμασι Ἁγίων.




ᾨδὴ θ΄. Κυρίως Θεοτόκον.
Ἡμᾶς τοὺς δεομένους, Εὐθύμιε παμμάκαρ, σὺν Ἰγνατίῳ δυσώπει Χριστῷ τῷ Θεῷ, καὶ Θεοκτίστη Ὁσία τοῦ συγχωρεῖν θερμῶς.
Σὰ τέκνα θεοφόρε, τὲ ἐκ Παρακοίλων, καὶ ἐκ Μηθύμνης καὶ Πόντου ἀεὶ εὐλογῶν, ταῖς τοῦ Κυρίου σου δίδου αὐλαῖς ξενίζεσθαι.
Ὁμοῦ σὺν Ἀλεξάνδρῳ, Θεοκτίστη Ὁσία, Ἰγνατίῳ Μηθύμνης καὶ πέντε ὁμοῦ, καλλιπαρθένοις Πτεροῦντος Θεὸν ἱκέτευε.
Μνημόνευε παμμάκαρ, ὦ Εὐθύμιε Ζήλων, τῶν σῶν τεκνίων καὶ πάντων ὁμοῦ, καὶ παραδείσου σὺ δίδου τὸ καταθύμιον.
Ἀοίδιμε σχολάρχα, Λειμωνιάδος θεῖε, τῆς δὲ Μονῆς Ἰγνατίου ἡμῶν πεπλήρωται, καὶ νῦν ὑγείαν ψυχῆς μου ἐκ σοῦ ἐκδέχομαι.

Ἐξαποστειλάριον. Ἦχος δ΄. Γυναῖκες ἀκουτίσθητε.
Εὐθύμιον τιμήσωμεν, τὸν Ἀγριτέλλην ἅπαντες, οὗτος γὰρ ζήλῳ τῷ θείῳ, πυρποληθεὶς τῷ Κυρίῳ, αὐτὸν θυσίαν δέδωκε, καὶ τὴν ψυχὴν κατέθυσεν, ὑπὲρ ποιμνίου τοῦ Πόντου, ζηλῶν ζηλώσας Ἁγίους, Ἱερομάρτυρας θείους.
Καὶ τῆς ἑορτῆς.

Εἰς τοὺς Αἴνους. Ἦχος α΄. Τῶν Οὐρανίων.
Παράκοιλά τε καὶ Πόντος νῦν ἑορτάζουσι, τὴν πάμφωτόν σου μνήμην, Ἱεράρχα Κυρίου, Εὐθύμιε τρισμάκαρ Ζήλων κλεινέ, ὦ Ἐπίσκοπε κράτιστε, καὶ ἐκθειάζουσι μώλωπας τοὺς ἐν σοί, καὶ ἀλύσσεις μαρτυρίου σου.

Εὐθύμιόν σε τὸν νέον νῦν ἐκδεχόμεθα, πατέρα καὶ ποιμένα, ἐθνομάρτυρα μέγαν, τυθέντα τὴν ψυχήν σου ὑπὲρ λαοῦ, τοῦ Κυρίου σου Ἅγιε, καὶ ἐκμετρήσαντα βίον σου ἱερόν, ἐν εἱρκτῇ τε καὶ βασάνοις τε.

Ζήλων ἐπίσκοπον θεῖον ἀνευφημήσωμεν, τῆς Ἀμασείας Πόντου, τὸν Εὐθύμιον δήπου, αὐτὸς γὰρ τῆς πατρίδος φροντίδα λαβών, ἑαυτὸν ἀνεχάλκευσε, καὶ ὥσπερ σίτον τὸ σῶμα τὸ ἰερόν, ἀληθόμενον παρέδωκε.

Μήθυμνα πᾶσα ἀγάλλου τέρπου καὶ χόρευε, ἐκ σῶν γὰρ σπλάγχνων ἤκει, Εὐθύμιος ὁ Ζήλων, πᾶσιν βοήθειαν θείαν τοῦ παρασχεῖν, Ἐκκλησίας τε εὔκλειαν, καὶ προασπίσαι πατρίδα τὴν θαυμαστήν, Μακκαβαῖοι ὥσπερ ἔπραξαν.

Δόξα. Ἦχος πλ. α΄.
Δεῦτε φιλομάρτυρες πάντες καὶ τῶν Ἁγίων ἐρασταί, δεῦτε καὶ κατίδωμεν θαῦμα ἐν Ἀμασείᾳ τελεσθέν, Εὐθύμιος γὰρ ἐκ Παρακοίλων τῆς Λέσβου ὥσπερ λέων ὁρμώμενος, ἐν τῇ τῶν λύκων ἀγέλη τῶν ἐκ τῆς Ἄγαρ, τοξεύσας τοὺς μύδρους καὶ τοὺς κεραυνοὺς τῶν ἱερῶν αὐτοῦ λόγων, κατέτρωσε τοὺς μιαροὺς καὶ τῷ Κεμὰλ προσπαλαίσας, οἰμώζων παρέδωκε τὸ ἑαυτοῦ πρότριτα τῷ Κυρίῳ, πνεῦμα τὸ τίμιον μαρτυρικώτατον σῶμα δοὺς ἐν τῇ γῇ ὥσπερ χοῦν,

Καὶ νῦν. Τῆς ἑορτῆς.

Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.


Μεγαλυνάριον.
Τὸν ἐκ Παρακοίλων θεῖον βλαστόν, καὶ τὸν ἐκ Μηθύμνης ἐξορμώμενον γεραρόν, ποιμένα τὸν μέγαν, Εὐθύμιον τὸν Ζήλων, βοήσωμεν ἐκθύμως ὑμνοῦντες συμπάντες.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου