Δευτέρα 16 Μαρτίου 2015

Ἀκολουθία Νεομ. ΔΗΜΟΥ τοῦ ἐν Σμύρνῃ (10 Ἀπριλίου)


Ποίημα Γερασίμου Μοναχοῦ Μικραγιαννανίτου
Μερίμνῃ Πρωτοπρεσβυτέρου Δήμου Νικολάου

 Ἐν τῷ Ἑσπερινῷ.
Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε Ἐκέκραξα,ἱστῶμεν στίχους στ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.
Ἦχος α΄. Τῶν Οὐρανίων ταγμάτων.
Τὸν Νεομάρτυρα πάντες Δῆμον τιμήσωμεν, τὴν θείαν αὐτοῦ μνήμην, ἑορτάζοντες πόθῳ· οὗτος γὰρ νομίμως ὑπὲρ Χριστοῦ, ἐναθλήσας δεδόξασται, καὶ τῶν Μαρτύρων τῶν πάλαι ἐν οὐρανοῖς, ἰσοστάσιος ἐγένετο.
περιτρέπτῳ καρδίᾳ Δῆμε μακάριε, ὑπῆλθες τὸν ἀγῶνα, τῆς ἀθλήσεως χαίρων, καὶ ᾔσχυνας τὴν πλάνην τῶν δυσσεβῶν, ἀνενδότῳ ἐνστάσει σου· διὸ ἀξίως ἐδέξω παρὰ Χριστοῦ, ἀφθαρσίας τὸ διάδημα.
Οὔτε πικραὶ μαστιγώσεις, οὐκ ἄλλη βάσανος, οὔτε εἱρκτὴ ζοφώδης, οὐ δεσμὰ οὐδὲ πόνοι, κατίσχυναν ἀγάπης σὲ τοῦ Χριστοῦ ἀποστῆναι μακάριε, ἀλλὰ τὰ πάντα ἀνδρείως ὑπενεγκών, τὸν ἀγῶνα σου ἐτέλεσας.
νδεδυμένος τὴν χάριν καὶ τὴν λαμπρότητα, τῆς πίστεως τῆς θείας, Δῆμε Μάρτυς Κυρίου, ἐβόας τοῖς ἀπίστοις ἀπὸ ψυχῆς, τὸν Χριστὸν μόνον σέβομαι, δι΄ὃν καὶ θνήσκω προθύμως ἵνα ζωῆς, ἀθανάτου ὀφθῶ μέτοχος.
ποτμηθεὶς τὸν αὐχένα πάσας ἀπέτεμες, τὰς μηχανὰς τοῦ πλάνου καὶ δολίου Βελίαρ, καὶ ῥείθροις τῶν αἱμάτων τὴν τοῦ Χριστοῦ, Ἐκκλησίαν κατήρδευσας, Δῆμε Χριστοῦ νεομάρτυς τὴν ἱερὰν, ἑορτάζουσάν σου ἄθλησιν.
Τοῖς τῶν μαρτύρων συνήφθης Μάρτυς στρατεύμασι, καὶ τῶν θαυμάτων χάριν, ἐκ Θεοῦ ἐκομίσω· διὸ οἱ προσελθόντες τάφῳ τῷ σῷ, τῆς ἰάσεως ἔτυχον, ἀνευφημοῦντές σε Δῆμε ὡς τοῦ Χριστοῦ, Ἀθλοφόρον γενναιότατον.
Δόξα. Ἦχος δ΄.
Μαρτυρικὴν ἐπιδειξάμενος ἀνδρείαν, τυρρανικὴν ἐφάυλισας ἰσχύν, ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, Δῆμε νέε Ἀθλητὰ τοῦ Σωτῆρος· ὑπεραρθεὶς γὰρ τῶν χαμαὶ συρομένων, ἀνδρείως διέδραμες τὸ τῆς ἀθλήσεως στάδιον, μὴ φεισάμενος σαρκὸς φθειρομένης, μηδὲ τῶν βασάνων τὰς ἀπειλὰς πτοηθείς. Διὸ Χριστοῦ ἡ Ἐκκλησία, τοῖς σοῖς αἵμασι πορφυρωθεῖσα, τὴν σὴν Ἁγίαν ἑορτάζει μνήμην, σεμνυνομένη τῇ ἀθλήσει σου. Ἀλλ΄ ὦ μαρτύρων σύσκηνε, σὺν αὐτοῖς ὑπὲρ ἡμῶν ἱκέτευε, Νεομάρτυς ἔνδοξε.
Καὶ νῦν ὁ αὐτός.
 διὰ σὲ θεοπάτωρ Δαυῒδ μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τὰ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξε, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός· ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι· καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι· καὶ σώσῃ Θεοτόκε, τὸν κόσμον Χριστός, ὁ ἔχων τὸ μέγα καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα (Κεφ. μγ΄ 9)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τίς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τίς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγώ εἰμι. Ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ᾽ ἐμὲ οὐκ ἔσται. Ἐγώ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. γ΄ 1)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα (Κεφ. ε΄ 15΄, στ΄ 1)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, ἰδιόμελα.
Ἦχος α΄
 Νέος τοῦ Χριστοῦ Ἀθλοφόρος, Δῆμος ὁ θεῖος ἀριστεύς, τὰ ὅπλα τοῦ φωτὸς ἀναλαβών, τὸν μὲν τοῦ σκότους προστάτην καθεῖλε, τὴν δὲ Χριστώνυμον κλῆσιν, λαμπρῶς ἐδόξασε· καὶ τὸν καλὸν ἀγῶνα τελέσας, τῆς αἰωνίου ζωῆς τὸν στέφανον, παρὰ Χριστοῦ ἐδέξατο· Αὐτῷ βοήσωμεν· Νεομάρτυς παμμάκαρ, ἀδιαλείπτως πρέσβευε, σὠζεσθαι τοὺς σὲ μακαρίζοντας.
 Ἦχος β΄ .
Τὴν ἀρετὴν τῶν πάλαι Μαρτύρων ἀναζωγραφήσας ἐν σαυτῷ, τοῖς ἴχνεσιν αὐτῶν ἠκολούθησας, Νεομάρτυς Δῆμε· ἀπτοήτῳ γὰρ καρδίᾳ, Χριστὸν ὡμολόγησας, παρ΄οὐδὲν ἡγούμενος τὰς τῶν τυρράνων ἀπειλάς, καὶ μαστίγων ἐπιφοράς, καὶ αἰκισμῶν τὸ ἄλγος, ὡς ἀδάμας στερρὸς ὑπέμεινας. Ὅθεν Χριστὸς τοὺς ἄθλους σου, ὡς μύρον εὐωδίας δεξάμενος, καὶ προσφορὰν τελείαν, μαρτυρικῆς σε δόξης ἠξίωσεν, ὑπὲρ ἡμῶν αεὶ πρεσβεύοντα.
Ἦχος γ΄ .
Τοῖς ὀχετοῖς τοῦ αἵματος, τὸν παλαμναῖον ἐχθρὸν κατεπόντισας, Νεομάρτυς Δῆμε, ξίφει τμηθεὶς τὸν αὐχένα σου· καὶ ἐκ φθορᾶς πρὸς ἀφθαρσίαν διαβάς, τοὺς δερματίνους χιτῶνας ἀπεβάλου, καὶ τῆς οὐρανίου βασιλείας τὸ ἔνδυμα, ἠμφιάσω Θείῳ Πνεύματι· καὶ νῦν Μαρτύρων δήμοις συνών, καὶ τῆς ζωῆς τοῦ ξύλου κατατρυφῶν, θανατηφόρων παθῶν λύτρωσαι, τοὺς ἑορτάζοντας τὴν μνήμην σου.

Δόξα. Ἦχος δ΄.
Τὸν ἐν Μάρτυσι νέον ἀθλητήν, καὶ ἐν ἄθλοις ἀήττητον Μάρτυρα, Δῆμον τὸν πανεύφημον, μαρτυρικοῖς ἐγκωμίοις καταστέψωμεν· τῷ γὰρ Χριστῷ στρατευσάμενος, τῶν ἀντικειμένων καθεῖλε τὸ φρύαγμα, τῷ ὅπλῳ τῆς πίστεως, καὶ τῆς εὐσεβείας τὴν ὁμολογίαν τρανώσας, τῆς ἀσεβείας τὸ κράτος ἠμαύρωσε, στερρῶς ἀγωνισάμενος· καὶ θαύμασι δοξασθείς, πᾶσι παρέχει ἰάματα, αἰτούμενος ἡμῖν εἰρήνην, καὶ τὸ θεῖον ἔλεος.
Καὶ νῦν. Θεοτοκίον.
κ παντοίων κινδύνων…
Εἰς τὸν Στίχον, Στιχηρὰ προσόμοια. Ἦχος β΄ Ὅτε ἐκ τοῦ ξύλου…
τε παρρησίᾳ εὐσεβεῖ, τοῦ Χριστοῦ τὴν κλῆσιν τὴν θείαν, Δῆμε ἐκήρυξας, τότε τὸ ἀντίπαλον θράσος κατῄσχυνας, τῶν ἀπίστων καὶ ἤνεγκας, πληγὰς καὶ στρεβλώσεις, καὶ εἱρκτὴν καὶ θάνατον ἀγαλλιώμενος, ὅθεν ἀνελήλυθας Μάρτυς, πρὸς τὰς ἀθανάτους σκηνώσεις, δήμοις Ἀθλοφόρων ἀριθμούμενος.
Στίχος. Δίκαιος ὡς φοίνιξ ἀνθήσει….
είθροις τῶν αἱμάτων σου σοφέ, σαυτῷ πορφύραν ἁγίαν, φοινίξας ἔνδοξε, ταύτην ἐνδυσάμενος, ὡς Ἀθλητὴς τοῦ Χριστοῦ, Δῆμε Μάρτυς ἀήττητε, ἀνέδραμες χαίρων, πρὸς τὰ ὑπερκόσμια, θεῖα σκηνώματα, ἔνθα τοῦ Σωτῆρος τὸ κάλλος, πρόσωπον πρὸς πρόσωπον βλέπων, μέμνησο ἡμῶν τῶν εὐφημούντων σε.
Στίχος. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Χαίροις Νεομάρτυς τοῦ Χριστοῦ, Δῆμε στρατιῶτα Κυρίου, ἀξιοθαύμαστε, σὺ γὰρ οὐκ ἐπτόησαι, ἐχθρῶν τὴν δύναμιν, ἀλλ΄ἀνδρείως διήνυσας, τὸν θεῖον ἀγῶνα, καὶ θαυμάτων ἔλαβες, θεόθεν δύναμιν· παύεις πυρετῶν γὰρ φλογώσεις, καὶ παθῶν καὶ πόνων λυτροῦσαι, καὶ τὸ πηρωθὲν ὄμμα ἰάτρευσας.
Δόξα. Ἦχος πλ. δ΄.
Τὸ τῆς ἀθλήσεως στάδιον, ἀνενδότῳ ψυχῇ ὑπῆλθες, θείῳ πόθῳ τρωθείς, Δῆμε τοῦ Σωτῆρος Ἀθλητά· τῇ γὰρ ἄνωθεν ῥοπῇ τῆς οἰκείας ἀσθενείας ἠλόγησας, καὶ νίκης τρόπαιον ἤγειρας, καταγωνισάμενος τὸν ἀντίπαλον. Καὶ νῦν τῶν πόνων τὰ ἔπαθλα, ἐν τῇ ἀλήκτῳ ζωῇ καρπούμενος, καὶ θέσει θεούμενος, πρέσβευε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν. Θεοτοκίον.
Δέσποινα πρόσδεξαι...
Νῦν ἀπολύεις καὶ τὸ Τρισάγιον. Τὸ Ἀπολυτίκιον.
Ἦχος δ΄. Ταχὺ προκατάλαβε.
Χριστὸν ὡμολόγησας ἐπὶ ἀπίστων στερρῶς, καὶ πάσας κατῄσχυνας τὰς τῶν ἀνόμων βουλάς, ἰσχύϊ τῆς πίστεως· ὅθεν ταῖς τῶν Μαρτύρων ἠριθμήθης χορείαις, Δῆμε νέε ὁπλῖτα, ὡς ἀθλήσας νομίμως· μεθ΄ὧν ἀπαύστως πρέσβευε ὑπὲρ τῶν τιμώντων σε.
Θεοτοκίον.
Τὸ ἀπ΄αἰῶνος ἀπόκρυφον…
Ἀπόλυσις.
Εἰς τὸν Ὄρθρον.
Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα. Ἦχος α΄. Τὸν τάφον σου Σωτήρ.
θλήσας εὐσεβῶς, δι΄ἀγάπην Κυρίου, καθεῖλες τὸν ἐχθρόν, ἐν ὑστέροις τοῖς χρόνοις· διό σε μακαρίζομεν, ὡς Χριστοῦ νέον Μάρτυρα, Δῆμε ἅγιε, καὶ τὴν ἁγίαν σου μνήμην, ἑορτάζοντες, ἁμαρτημάτων τὴν λύσιν, εὐχαῖς σου λαμβάνομεν.
Θεοτοκίον.
τέχθη ἐκ γαστρός, τῆς ἀχράντου σου Κόρη, σαρκὶ τῇ καθ΄ἡμᾶς, ὁ Ὑπέρθεος Λόγος, καὶ μείνας ὅπερ πέφυκε, τῆς φθορᾶς ἡμᾶς ἔσωσε· διὰ τοῦτό σε, ὡς ἀφθαρσίας αἰτίαν, μεγαλύνομεν, Θεογεννῆτορ Παρθένε, ὑμνοῦντες τὴν δόξαν σου.
Μετὰ τὴν β΄ Στιχολογίαν. Κάθισμα. Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.
γωνίσω ἀνδρικῶς, μὴ πτοηθεὶς τῶν ἀσεβῶν, τὴν ὁρμὴν καὶ τὸν θυμὸν, ἔχων τὴν ἄνωθεν ῥοπήν, καὶ τοῦ δολίου καθεῖλες τὰς μεθοδίας· σὺ γὰρ Ἀθλητῶν, τῶν πάλαι ἴχνεσιν, ἐβάδισας στερρῶς, Δῆμε μακάριε, καὶ τῆς αὐτῶν εὐκλείας συμμέτοχος, ὡς ἀληθῶς ἀναδέδειξαι· μεθ΄ὧν δυσώπει, ὑπὲρ τῶν πίστει, ἀνυμνούντων τοὺς ἄθλους σου.
Θεοτοκίον.
σωμάτωσας Χριστόν, τὸν προαιώνιον Θεόν, ἀναπλάττοντα ἡμᾶς ἐκ τῆς κατάρας τοῦ Ἀδάμ, δι’εὐσπλαγχνίαν ἀμέτρητον Θεοτόκε· ὅθεν ὡς πηγήν, καὶ ῥίζαν Πάναγνε, ὑμνοῦμεν τῆς ἡμῶν ἀνακαινίσεως. Ἀλλ΄, ὦ Παρθένε, κἀμὲ ἀνακαίνισον, παλαιωθέντα τοῖς πάθεσι, καὶ φόβον θεῖον, καὶ φῶς μοι δίδου, ἐν ταῖς ὁδοῖς μου Πανύμνητε.
Μετὰ τὸν Πολυέλεον, Κάθισμα. Ἦχος δ΄ . Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
 τοῦ Σωτῆρος εὐκλεὴς Νεομάρτυς, Δῆμος ὑμνείσθω ὡς καλῶς ἐναθλήσας, καὶ καταισχύνας πλάνην τὴν παμβέβηλον· οὗτος γὰρ τὴν δύναμιν, τοῦ Χριστοῦ περιφέρων, ἤνεγκεν ὡς ἄσαρκος, τὰς ποινὰς τῶν βασάνων, καὶ νικηφόρος ὤφθη Ἀθλητής, ἡμῖν πταισμάτων, αἰτούμενος ἄφεσιν.
Θεοτοκίον.
Μὴ διαλίπῃς Θεοτόκε Παρθένε, ἀεὶ πρεσβεύειν τῷ ἐκ σοῦ σαρκωθέντι, πάσης ῥυσθῆναι πλάνης τοῦ ἀλάστορος καὶ παντοίων θλίψεων, καὶ ὀργῆς καὶ κινδύνων, πάντας τοὺς προστρέχοντας, τῇ θερμῇ σου πρεσβείᾳ· σὺ γὰρ προστάτις πέφυκας ἡμῶν, καὶ πρὸς τὸν πάντων, Δεσπότην μεσίτρια.
Τὸ α΄ Ἀντίφωνον τοῦ δ΄ἤχου.
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχος. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου…
Εὐαγγέλιον ἐν τῷ Ὄρθρῳ. Τοῦ Ἁγίου Γεωργίου.
Ὁ Ν΄.
Δόξα. Ταῖς τοῦ Ἀθλοφόρου.
Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου.
Ἰδιόμελον. Ἦχος πλ. β΄
Στίχος. Ἐλέησόν με ὁ Θεὸς κατὰ τὸ μέγα ἔλεός σου.
Τοὺς ἐν ἀθλήσει πόνους σου Μάρτυς, ἡ ἐν ὑψίστοις ἄπονος ζωή, καὶ τρυφὴ ἀδιάδοχος, Δῆμε διεδέξατο· πάντα γὰρ ἠρνήσω, ἵνα κερδήσῃς Χριστόν, δι΄ὃν προθύμως καὶ τὸ αἷμά σου κέχυκας Μάρτυς· ὡς ἔχων παρρησίαν πρὸς αὐτόν, ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Ἱερεύς. Σῶσον ὁ Θεὸς τὸν λαόν σου…
Εἶτα οἱ Κανόνες τῆς Θεοτόκου ἢ τοῦ Πάσχα καὶ τοῦ Ἁγίου ὁ ἑξῆς, φέρων τήνδε ἀκροστιχίδα. «Χαῖρε Δῆμε Χριστοῦ Νεομάρτυς». Γερασίμου.
ᾨδὴ α΄ Ἦχος α΄ ᾨδὴν ἐπινίκιον.
Χριστὸν ἐκδυσώπησον, Δῆμε θεόφρον, δοθῆναί μοι ἔλλαμψιν, καὶ λόγον Ἅγιε, ἵνα ὑμνήσω τοὺς σοὺς πόνους καὶ ἄθλους τοὺς σεπτούς, δι΄ὧν δεδόξασαι.
θλήσας στερρότατα, χρόνοις ὑστέροις, τῶν πάλαι ἰσότιμος, Μαρτύρων γέγονας, Δῆμε Χριστοῦ Ἀθλητά, μεθ΄ὧν δυσώπει ἐκτενῶς, σωθῆναι πάντας ἡμᾶς.
σχὺν τὴν οὐράνιον ἐνδεδυμένος, ἐχθρὸν τὸν ἀλάστορα κατεπολέμησας, καὶ ἠγωνίσω στερρῶς, ὑπὲρ τῆς δόξης τοῦ Χριστοῦ, Δῆμε μακάριε.
Θεοτοκίον.
οαῖς τοῦ ἐλέους σου, Θεογεννῆτορ, τοὺς ῥύπους ἀπόπλυνον τῆς διανοίας μου, ἵνα Χριστῷ τῷ Θεῷ, ἐν καθαρότητι ψυχῆς εὐαρεστήσω πιστῶς.
ᾨδὴ γ΄. Στερεωθήτω ἡ καρδία μου…
ν Σμύρνῃ Μάρτυς ἠνδραγάθησας, καὶ ἐχθροῦ τὸ θράσος συνέτριψας, Δῆμε γενναῖε Ἀθλητά, τῇ δυνάμει τῆς πίστεως· Διὰ τοῦτο ἐπαξίως σου, τὴν μνήμην γεραίρομεν.
Δήμοις Μαρτύρων συνηρίθμησαι, ὡς αὐτῶν ἐν πᾶσιν ὁμότροπος, καὶ ἐν ἀγῶσι ἱεροῖς Μάρτυς Δῆμε ἐφάμιλλος· μεθ΄ὧν πρέσβευε δεόμεθα, ὑπὲρ τῶν τιμώντων σε.
σχύνθη Μάρτυς τῇ ἀθλήσει σου, ὁ ἐχθρὸς εἰς τέλος καὶ πέπτωκε· σὺ γὰρ στερρότητι ψυχῆς τὸν ἀγῶνα διήνυσας, ἀφειδήσας τῶν τοῦ σώματος, ποινῶν καὶ στρεβλώσεων.
 Θεοτοκίον.
Μήτηρ ἐδείχθης ἀπειρόγαμος, καὶ παρθένος ἔμεινας ἄφθορος· ὁ γὰρ ἐκ σοῦ τεχθεὶς Θεός, μεγαλεῖα εἰργάσατο, ἐν σοὶ Κόρη, ὡς ηὐδόκησεν, ὁ μόνος Φιλάνθρωπος.
Κάθισμα. Ἦχος πλ. α΄ Τὸν συνάναρχον Λόγον.
Μαρτυρίου τελέσας δρόμον τὸν κάλλιστον, τῶν ἀπ΄αἰῶνος Μαρτύρων ὤφθης ἰσότιμος, Δῆμε Μάρτυς τοῦ Χριστοῦ ἀξιοθαύμαστε· μεθ΄ὧν πρέσβευε ἀεὶ, τῷ Δεσπότῃ τοῦ παντός, διδόναι πταισμάτων λύσιν, τοῖς κατὰ χρέος τιμῶσι, τὴν ἱεράν σου μνήμην Ἅγιε.
Θεοτοκίον.
Θεοτόκε Παρθένε Μαρτύρων στήριγμα, καὶ Ἁγίων ἁπάντων τὸ ἐγκαλλώπισμα, καὶ Ἀγγέλων χαρμονὴ καὶ ὑμνολόγημα, καθικέτευε ἀεί, τὸν Υἱόν σου καὶ Θεόν, πταισμάτων ἄφεσιν δοῦναι, τοῖς τοῦ φρικτοῦ τοκετοῦ σου δοξολογοῦσι τὸ μυστήριον.
ᾨδὴ δ΄.Εἰσακήκοα Κύριε τὴν άκοήν σου…
ν Χριστῷ δυναμούμενος, τῆς δυναστείας τοῦ ἀλλοτρίου,περιεγένου Ἅγιε ἀθλητικῇ ἐνστάσει σου,καὶ χαρίτων στέφανον εἴληφας.
Χυθὲν Δῆμε τὸ αἷμά σου, τῆς πλάνης ἔσβεσε πῦρ τὸ ξένον, τοῖς πιστοῖς δὲ ἀναδέδεικται, δρόσος θείας χάριτος, παύουσα φλογμὸν ἀπογνώσεως.
ῦσαι πάσης κακώσεως, καὶ ἐπηρείας τοῦ βροτοκτόνου, τῇ θερμῇ Μάρτυς πρεσβείᾳ σου, τοὺς πιστῶς γεραίροντας, Δῆμε τὴν ἁγίαν σου ἄθλησιν.
Θεοτοκίον.
λασμὸν ἡμῖν αἴτησαι, ἁμαρτημάτων παρὰ Κυρίου, καὶ παθῶν παντοίων λύτρωσαι, μόνη Παναμώμητε, τοῖς εἰλικρινῶς σε δοξάζουσι.
ᾨδὴ ε΄. Ἐκ νυκτὸς ὀρθρίζοντες…
Σώματος ἠλόγησας, βασάνοις ὁμιλῶν, τὸν δὲ νοῦν σου μετέωρον, τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν, Μάρτυς Δῆμε ὑψώσας ἀξίως δεδόξασαι.
Τοὺς ῥαβδισμοὺς ἤνεγκας ἀνδρείᾳ ψυχῇ, καὶ πᾶσαν ἀπερράπισας, τοῦ ἐχθροῦ Δῆμε τὴν δύναμιν, ὡς ἀθλήσας νομίμως ὑστέροις ἐν ἔτεσι.
Οὐδόλως ἐνάρκησας, πληγαῖς τῆς σαρκός, πρὸς κάλλος τὸ ἀμήχανον, ἀφορῶν τοῦ Παντοκράτορος, καὶ κατῄσχυνας πᾶσαν ἰσχὺν τοῦ ἀλάστορος.
Θεοτοκίον.
μνοῦμέν σε Ἄχραντε, ἀσιγήτοις ἐν φωναῖς, τὴν τὸν Θεὸν κυήσασαν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν, τὸν ῥυσάμενον κόσμον φθορᾶς καὶ κακώσεως.
ᾨδὴ στ΄. Τὸν προφήτην Ἰωνᾶν…
Νέος ὤφθης Ἀθλητής, τοῦ Παντάνακτος Χριστοῦ, Δῆμε πᾶσαν καθελών, τοῦ δολίου τὴν ἰσχύν, τοῖς ἄθλοις σου, δι’ ὧν ἀξίως, Μάρτυς δεδόξασαι.
ν εἱρκτῇ κατακλεισθείς, καὶ σφοδρῶς καταικισθείς, στρατιώτης ἀληθής, τοῦ Σωτῆρος Ἰησοῦ, σὺ γέγονας, ὑστέροις χρόνοις, Δῆμε μακάριε.
 ἀθλήσας ἀνδρικῶς, καὶ δοξάσας τὸν Χριστόν, Δῆμος ὁ πανευκλεής, ἀνυμνείσθω παρ΄ἡμῶν, ὡς ἔνθεος ἡμῶν μεσίτης, πρὸς τὸν Φιλάνθρωπον.
Θεοτοκίον.
Μητροπάρθενε Ἁγνή, τῶν Ἀγγέλων χαρμονή, πάσης βλάβης καὶ ὀργῆς, καὶ δεινῶν ἐπιφορῶν, ἀπάλλαξον, Θεοκυῆτορ, τοὺς σὲ δοξάζοντας.
Κοντάκιον Ἦχος δ΄. Ἐπεφάνης σήμερον…
θλητὴς ἀήττητος Χριστοῦ ἐδείχθης, ἐν ὑστέροις ἔτεσιν, ὡς ἐναθλήσας καρτερῶς, Δῆμε μαρτύρων ἰσότιμε· μεθ΄ ὧν δυσώπει, ὑπὲρ τῶν τιμώντων σε.
Ὁ Οἶκος
πελθὼν μαρτυρίου τὸ στάδιον, στερροτάτῃ ψυχῇ παμμακάριστε, τῆς ἀπάτης τὸ φρύαγμα ἔσβεσας, ἱεροῖς σου ἀγῶσι καὶ σκάμμασι· σὺ γὰρ ἀπαρνησάμενος σαυτόν, οὐκ ἔπτηξας τὰς τῶν τυρράνων ἀπειλάς, οὐδὲ τὸν θάνατον αὐτόν, διὰ Χριστὸν τὸν πάντων Θεόν, τὸν παρέχοντα ζωὴν αἰώνιον, καὶ γέρας ἀΐδιον, τοῖς ἀγαπήσασιν αὐτόν, καὶ ἀραμένοις τὸν Σταυρὸν αὐτοῦ· ὑπὲρ οὗ προθύμως θανών Δῆμε παναοίδιμε, μαρτυρικῆς εὐκλείας ἠξίωσαι, καὶ Μαρτύρων δήμοις συντέταξαι· μεθ΄ὧν δυσώπει ὑπὲρ τῶν τιμώντων σε.
Συναξάριον.
Τῇ ι΄(10) τοῦ αὐτοῦ μηνὸς, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Νεομάρτυρος Δήμου, ἀθλήσαντος ἐν Σμύρνῃ, ἐν ἔτει αυξγ΄(1763).
Δήμοις ἀθλητῶν μὴ φοβηθεὶς δημίους Δῆμος συνηρίθμηται ἀθλητὴς νἐος.
Δεκάτῃ γε Δῆμος χερσὶ θυμοβόροις δειροτομήθη.
Οὗτος ὁ νέος τοῦ Χριστοῦ ἀθλητὴς ὥρμητο ἔκ τινος χωρίου ἐγγὺς τῆς Ἀδριανουπόλεως, οὗ ἡ κλῆσις τουρκιστὶ Οὐρτζοὺν Κιοπροῦ. Ἐν Σμύρνῃ οἰκῶν, καὶ τὸ τοῦ ἰχθυοβόλου ἐπιτήδευμα μετερχόμενος, συκοφαντηθεὶς ὑπὸ Ἀγαρηνοῦ, βουληθέντος ὑπαγαγεῖν τοῦτον, καὶ μὴ θέλοντα, τῇ ἑαυτοῦ ἐργασίᾳ, ὡμολόγησεν ἀπτοήτῳ ψυχῇ, τὴν καλὴν τῆς εὐσεβείας ὁμολογίαν, κηρύξας τὸ ὄνομα τοῦ Χριστοῦ. Καὶ σκληρῶς μαστιγωθείς, καὶ ποικίλως αἰκισθείς, καὶ ἐν εἱρκτῇ κατακλεισθείς, τελευταῖον ἀπετμήθη τὴν κεφαλήν τῇ ι΄. Ἀπριλίου μηνός, τοῦ σωτηρίου ἔτους αυξγ΄(1763), καὶ ἐτάφη ἐν τῷ ἐκεῖσε ναῷ τοῦ Ἁγίου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου, λαβὼν παρὰ Χριστοῦ τὴν τῶν θαυμάτων χάριν. Προσελθὼν γὰρ τῷ τάφῳ αὐτοῦ ῥάπτης τις πάσχων τῆς δεξιᾶς χειρὸς τὸν μεγάλον δάκτυλον, ἔτυχεν ἰάσεως· καὶ ἡ τούτου γυνὴ θάτερον τῶν ὀφθαλμῶν πηρωθεῖσα, ἀπέλαβε τὸ φῶς καὶ σφοδρᾶς κεφαλαλγίας ἀπηλλάγη, προσπεσὼν τῷ τοῦ Μάρτυρος τάφῳ, ὁ ταύτῃ σφοδρῶς συνεχόμενος.
Ταῖς αὐτοῦ πρεσβείαις Χριστὲ ὁ Θεὸς, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
ᾨδὴ ζ΄ Τοὺς ἐν καμίνῳ…
θλητικῆς εὐκλείας καὶ τιμῆς, νομίμως ὡς ἤθλησας ἠξίωσαι λαμπρῶς, καὶ ἰαμάτων ἀναβλύζεις χάριτας, τοῖς πιστῶς προστρέχουσι, τῷ τάφῳ σου τῷ σεπτῷ, Δῆμε Χριστοῦ ἀθλητά.
είθροις αἱμάτων σου τῶν ἱερῶν τὴν κάμινον ἔσβεσας τῆς πλάνης τῆς δεινῆς, καὶ τὴν Χριστοῦ Ἐκκλησίαν ἤρδευσας, ἄνθη γεωργεῖν τῆς πίστεως. Ὅθεν τιμῶμεν πιστῶς, Μάρτυς τὴν μνήμην σου.
Τὴν κεφαλὴν σοφὲ ἀποτμηθείς, τὴν κάραν συνέτριψας ἐχθροῦ τοῦ δυσμενοῦς, καὶ κεφαλῇ τῇ πάντων Ἅγιε, ἥρμοσαι Χριστῷ τελεώτερον, εὐλογητὸς ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Πατέρων ἡμῶν μὴ παύσῃ δυσωπῶν, τὸν πάντων Δεσπόζοντα, ὦ Δῆμε Ἀθλητά, ὡς ἂν τὴν τῶν πταισμάτων συγχώρησιν, ἅμα καὶ παθῶν τὴν κάθαρσιν, λάβωμεν Μάρτυς Χριστοῦ, οἱ σὲ τιμῶντες πιστῶς.
Θεοτοκίον.
Σεσαρκωμένον τέξασα Ἁγνή,Θεὸν τὸν πανάγαθον διὰ σπλάγχνα οἰκτιρμῶν, τῆς σαρκός μου τὰς ὀδύνας ἴασαι, ἅμα καὶ τὸν νοῦν μου φώτισον, ἵνα ὑμνῶ εὐλαβῶς, σὲ τὴν πηγὴν τῶν καλῶν.
ᾨδὴ η΄ Ὃν φρίττουσιν Ἄγγελοι.
Γενναίως ἀνθέστηκας, κατὰ τῶν δυσμενῶν, καὶ πίστιν ἐκήρυξας, τὴν θείαν τοῦ Χριστοῦ, δι΄ἣν καὶ προθύμως, σφαγιάζῃ σοφέ, καὶ τῆς αἰωνίου ζωῆς κατηξιώθης.
ννόμως διήλεγξας, ἀνόμων τὴν πληθύν, καὶ νόμιμον ἤνυσας ἀγῶνα ἀνδρικῶς· διὸ καὶ στεφάνῳ ἀφθαρσίας λαμπρῶς, Δῆμε ἐκοσμήθης, ὡς Ἀθλητὴς Κυρίου.
εόντων ἠλόγησας θεόφρονι ψυχῇ, τὴν θείαν ἀγάπησιν, ἑλόμενος στερρῶς, καὶ ἤνεγκας χαίρων, τὴν τομὴν Ἀθλητά, τὸν Χριστὸν δοξάζων, τὸν σὲ ἐνισχυκότα.
θλήσεως σκάμμασι στηρίξας τοὺς πιστούς, τῆς πλάνης συνέσεισας τὰς βάσεις Ἀθλητά, καὶ πᾶσι παρέχεις, χαρὰν ἀληθῆ, ἐν τῇ εὐωδίᾳ τῶν θείων σου λειψάνων.
Θεοτοκίον.
Σαρκὸς ὁμοιώματι, ὁ Λόγος τοῦ Θεοῦ, τεχθεὶς ὡς ηὐδόκησεν, ἐκ μήτρας σου Ἁγνή, τὴν πάλαι κατάραν, ἐξῆρεν ἐκ γῆς, θείαν εὐλογίαν, παρέχων τοῖς ἀνθρώποις.
ᾨδὴ θ΄. Τὴν ζωοδόχον πηγήν…
σος τῶν πάλαι Μαρτύρων γενόμενος, ἐν τῇ ἀθλήσει σου Δῆμε μακάριε, τῆς αὐτῶν ἠξίωσαι, δόξης καὶ λαμπρότητος, καὶ κατὰ μέθεξιν θείαν ἐθεώθης, ὑπὲρ ἡμῶν δυσωπῶν τὸν Φιλάνθρωπον.
Μαρτυρικὸν μάρτυς γέρας δεξάμενος, ἐκ τῆς χειρὸς τοῦ τῶν ὅλων Δεσπόζοντος, τῶν ὑπὲρ κατάληψιν, ἀγαθῶν τετύχηκας, Δῆμε Μαρτύρων χοροῖς συναγελάζων, καὶ καθορῶν τοῦ Χριστοῦ τὴν τερπνότητα.
 Νεομάρτυς Χριστοῦ Δῆμε ἔνδοξε, ὁ ἐν φωτὶ ἀϊδίῳ σκηνούμενος, δέξαι μου τὴν αἴνεσιν, ἣν σοι προσενήνοχα, καὶ σκοτασμοῦ με παθῶν τῶν ἀκαθάρτων, τῇ φωτοφόρῳ πρεσβείᾳ σου λύτρωσαι.
Θεοτοκίον
μνοῦμεν Κόρη τὸ μέγα μυστήριον, τῆς σῆς φρικτῆς καὶ ἀσπόρου συλλήψεως· ὅτι Θεὸν τέτοκας, ἄνθρωπον γενόμενον, βροτῶν τὴν φύσιν δι΄ἔλεος θεοῦντα, ὃν ἐκδυσώπει σωθῆναί με Ἄχραντε.
Ἐξαποστειλάριον. Ὁ οὐρανὸν τοῖς ἄστροις.
 δι΄ἀγώνων ἁγίων καταβαλὼν τὸν δυσμενῆ, καὶ τὸν Χριστὸν μεγαλύνας, ἐνστάσει τῇ ἀθλητικῇ, Δῆμος ὁ νέος ὁπλίτης, τῆς εὐσεβείας ὑμνείσθω. Θεοτοκίον. Ἡ τῶν πιστῶν προστάτις, καὶ ἀληθὴς καταφυγή, Θεογεννῆτορ Παρθένε, πάσης ἀνάγκης καὶ ὀργῆς, ῥύου ἀεὶ τοὺς ὑμνοῦντας, τὰ μεγαλεῖά σου Κόρη.
Εἰς τοὺς Αἴνους.
Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς προσόμοια.
Ἦχος δ΄ Ὡς γενναῖον ἐν μάρτυσι.
ς παρέστης τῷ βήματι, τῶν ἀνόμων μακάριε, τοῦ Χριστοῦ τὸ ὄνομα τὸ σωτήριον, ἀνδρειοφρόνως ἐκήρυξας, μὴ πτήξας τὰ βάσανα, καὶ τυρράνων τὸν θυμόν, καὶ τελέσας τὸν δρόμον σου, συναρίθμησαι, τῶν Μαρτύρων τοῖς δήμοις Μάρτυς Δῆμε, τῆς ἀφράστου εὐφροσύνης, καὶ θυμηδίας πληρούμενος.
Τῶν μαστίγων τὴν ἔφοδον, καὶ πληγῶν τὸ ἐπίπονον, Μάρτυς Δῆμε ἔφερες καρτερώτατα, καὶ τῶν ποδῶν σου τὴν σύνθλιψιν, καὶ εἱρκτῆς τὴν κάκωσιν, μεγαλύνων τὸν Χριστόν, τὸν ἰσχύν σοι παρέχοντα, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
ς ἐτμήθης τὴν κάραν σου, ὀχετοῖς τῶν αἱμάτων σου, τῆς ἀπάτης ἔπνιξας τὰ ζιζάνια, καὶ νικηφόρος ἀνέδραμες, πρὸς λῆξιν οὐράνιον, ἔνθα δῆμοι Ἀθλητῶν, σὺν Ἀγγέλοις εὐφραίνονται, Δῆμε Ἅγιε, μεθ΄ὧν πρέσβευε Μάρτυς τῷ Κυρίῳ, ὑπὲρ πάντων τῶν τελούντων, τὴν ἀεισέβαστον μνήμην σου.
φθαρσίας διάδημα, Μάρτυς Δῆμε δεξάμενος, καὶ θαυμάτων εἴληφας τὴν ἐνέργειαν· ὅθεν οἱ πίστει προστρέξαντες, τὸν Δεσπότην τῶν ὅλων καὶ Σωτῆρα· ὃν ἱκέτευε δοθῆναι, ἡμῖν πταισμάτων συγχώρησιν.
Δόξα. ἦχος πλ. α΄
Τοῖς μαρτυρικοῖς σου ἄθλοις, τῆς θεϊκῆς ἀγάπης τὴν ἰσχύν, πᾶσιν ἐκφαίνεις, Νεομάρτυς Δῆμε· πάντα γὰρ ὑπερεῖδες, ἵνα Χριστὸν κερδήσῃς, τὸν ἀψευδῶς ἐπαγγειλάμενον, ζωὴν αἰωνίαν, τοῖς ἀκλινῶς ἀκολουθοῦσιν αὐτῷ· καὶ καλῶς ἀγωνισάμενος, τῆς ἐπαγγελίας τὸν καρπὸν ἐδρέψω, καὶ τοῦ πόθου εὗρες τὸ πέρας. Ἀλλ΄ὡς Χριστοῦ κληρονόμος, πρέσβευε τυχεῖν καὶ ἡμᾶς, τῆς αἰωνίου μακαριότητος.
Καὶ νῦν. Θεοτοκίον.
Μακαρίζομέν σε Θεοτόκε Παρθένε….ἢ τὸ τοῦ Πάσχα. Ἀναστάσεως ἡμέρα….
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Τὰ συνήθη. Ἀπόστολον καὶ Εὐαγγέλιον· Τοῦ Ἁγίου Δημητρίου, κστ΄ Ὀκτωβρίου.
Κοινωνικόν. Εἰς μνημόσυνον αἰώνιον.
Μεγαλυνάριον.
Χαίροις Ἀθλοφόρε τοῦ Ἰησοῦ, Δῆμε Νεομάρτυς, ὁ τοῖς δήμοις τῶν Ἀθλητῶν, καὶ κλεινῶν Μαρτύρων, ἀπαύστως συγχορεύων μεθ΄ὧν ἡμῖν ἐξαίτει, τὸ θεῖον ἔλεος.
Δίστιχον.
Δήμῳ Ἀθλητῇ τῷ νέῳ τοῦ Σωτῆρος Ὕμνον προσάδεε Γεράσιμος ἐν Ἄθῳ.

«Δόξα τῷ ἐλεήμονι Θεῷ». π. Δῆμος Νικολάου Πρωτοπρεσβύτερος

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου