Παρασκευή, 20 Νοεμβρίου 2015

Παράκλησις Ἁγίου ΙΩΣΗΦ τοῦ Μνήστορος, μ. Μελάνης


καί δευτερευόντως εἰς τούς συνωνυμοῦντας αὐτῷ Ἁγίους[1]

Ποίημα Μελάνης Μοναχῆς
Ἱερᾶς Μονῆς Κοιμήσεως Θεοτόκου Μπούρα Μεγαλοπόλεως

Εὐλογήσαντος τοῦ Ἱερέως ὁ ρνβ’ (142) Ψαλμός καί τό Θεός Κύριος μετά τῶν στίχων αὐτοῦ· εἶτα τά Τροπάρια. Ἦχος δ’. Ὁ ὑψωθείς ἐν τῷ Σταυρῷ.
Τῷ τῇ Παρθένῳ μνηστευθέντι ἀσπίλως, ἵνα φυλάσσῃ τόν Αὐτῆς θεῖον Τόκον, τῷ μυστιπόλῳ Μνήστορι σεμνῷ Ἰωσήφ, κράξωμεν προσψαύοντες τάς αὐτοῦ θείας χεῖρας, αἵ ἐνηγκαλίσαντο τόν Θεόν βρεφωθέντα, παντός κινδύνου λύπης καί φθορᾶς, τούς σέ καλοῦντας ἀπάλλαξον, Ἅγιε.[2]
Δόξα. Τό  αὐτό.
Καί νῦν. Θεοτοκίον.
Οὐ σιωπήσωμεν ποτε, Θεοτόκε…

Ὁ Ν’ Ψαλμός.
Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς:  ΘΕΙΕ ΜΝΗΣΤΩΡ ΦΥΛΑΤΤΕ ΠΑΡΘΕΝΩΝ ΜΝΗΣΤΡΑ.
Ὠδή α’. Ἦχος πλ. δ’. Ὑγράν διοδεύσας.
Θεοῦ σαρκωθέντος ἐπί τῆς γῆς, πατήρ ὡνομάσθης Ἰωσήφ οἰκονομικῶς, διό τούς υἱούς Θεοῦ γενέσθαι, ἐπιποθοῦντας ἀξίωσον Ἅγιε.
Ἐκάλεσας Πάτερ τόν Ἰωσήφ, ὅς τῆς Αἰγυπτίας μοχθηρίαν διαφυγών, ἐκλήθη ἀξίως σιτοδότης, ἵνα ἡμᾶς θείου Ἄρτου ἐμπλήσητε.
Ἰσχύν μοι παράσχου ὦ Ἰωσήφ, ἐξ ὅλης ψυχῆς μου διανοίας καί βιοτῆς, Χριστόν τόν Σωτῆρα καί Νυμφίον, καθυπουργεῖν καί λατρεύειν καί γεύεσθαι.
Θεοτοκίον.
Ἐπίβλεψον πάσαις Μῆτερ Ἁγνή, ψυχαῖς μονοτρόπων, λατρευόντων τόν Ἰωσήφ, ὅς Μνήστωρ καί φύλαξ ἀνεδείχθη, Σῆς παρθενίας Παρθένων ἡ πρόμαχος.

Ὠδή γ’. Οὐρανίας ἁψίδος.
Μεσιτείας ἁγίας τῆς σῆς τυχεῖν δέομαι, πρός τόν Ἐλεήμονα πάντη Θεόν καί Κύριον, Ὅν προσεκύνησας, μετά Ποιμένων καί Μάγων, βρέφος ἐπωλένιον Χριστόν ὁρώμενος.
Νάρδῳ σμύρνῃ ἀλόῃ ὁ Ἰωσήφ ἔδησε, λίαν εὐσχημόνως τό σῶμα τοῦ Παντευχνήμονος, τό ὑπό Μνήστορος, ἐντυλιχθέν ἐν σπαργάνοις, ὅθεν καί πλουτίζουσιν ἡμᾶς ἐν χάρισιν.
Ἡμαρτηκότα με δέξαι, ὦ Ἰωσήφ Ἅγιε, ἐκ χαμαιζηλίας τοῦ κόσμου ἐπαναστρέφοντα, καί βίον κρείτονα, ἀξίωσον με ἀνύειν, τόν πενθίμου Σχήματος τρίβους βαδίζοντα.
Θεοτοκίον.
Σωτηρίαν παράσχου, ἡ Ἰησοῦν τέξασα, πᾶσιν ἐκζητοῦσι Παρθένε πταισμάτων ἄφεσιν, καί ἀπολύτρωσιν, ἐκ τῶν δεινῶν καί κινδύνων, ἅ βίος ἐφάμαρτος ἡμῖν ἐπέφερεν.

Διάσωσον, μοναζόντων χορείας ὦ θεῖε Μνήστωρ, ὅτι πάντες πανευλαβῶς πρός σέ καταφεύγουσι, ῥυσθῆναι κινδύνων τῆς ἁμαρτίας.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπί τήν ἐμήν χαλεπήν τοῦ σώματος κάκωσιν, καί ἴασαι τῆς ψυχῆς μου τό ἄλγος.

Κάθισμα. Ἦχος β’. Πρεσβεία θερμή.
Χριστόν πατρικῶς θερμῶς ἐπροστάτευσας, Ἀγγέλου χρησμόν τόν ξένον προσδεξάμενος, Ἰωσήφ μακάριε, τῶν Παρθένων φύλαξ καί πρόμαχε, μή διαλίπῃς τοῦ σκέπειν ἡμᾶς, τῶν πλάνου παγίδων ῥυόμενος.

Ὠδή δ’. Εἰσακήκοα, Κύριε.
Τετρωμένη καρδία σου, μεσσιανικῷ τε πόθῳ ἐδέξατο, τόν Σωτῆρα πάσης κτίσεως, Ὅν οἰκεῖον τῇ ζωῇ μου ποίησον.
Ὁλοθέρμοις δεήσεσιν, Ὁμολογητά Ἰωσήφ τε στήριξον, Ὀρθοδόξων πάντων φρόνημα, τοῦ ὀρθῶς λατρεύειν Υἱόν τέκτονος.
Ῥητορεύουσα γλῶσσα μου, οὐκ ἰσχύει Ἅγιε ἀνυμνῆσαι σου, τήν ταπείνωσιν τήν ἄφατον, δι’ ἧς τούς φιλοῦντας σε ἐμπλούτισον.
Θεοτοκίον.
Φυλαχθεῖσα Πανάμωμε, ἐν τῇ σκέπῃ Ἰωσήφ τοῦ Μνήστορος, προσβολάς ἐχθρῶν διέφυγες, ὅθεν πτέρυξί Σου ἡμᾶς σκέπασον.

Ὠδήν ε’. Φώτισον ἡμᾶς.
Ὕμνους ἐκ ψυχῆς, προσδεχομένους μακάριε, Ἰωσήφ πάσης σκοτώσεως ἁχλύν, διαλύεις φωταυγίᾳ σῆς πατρότητος.
Λάμψιν φωταυγῆ, τοῦ νοός σου τῆς ἐκστάσεως, ὑμνογράφε Ἰωσήφ πᾶσιν ἡμῖν, μεταδίδεις δι’ εὐχῶν τοῦ θείου Μνήστορος.
Ἅγιον σεμνόν καί ὑπήκοον με ποίησον, Ἰωσήφ καί γάρ εἰς σέ ὁ Ἰησοῦς, σύν Μητρί παιδίον ἧν ὑποτασσόμενον.
Θεοτοκίον.
Σθένος ψυχικόν, Θεοτόκε μοι χορήγησον, ἵνα τοῦ πενθίμου Σχήματος ἰσχύν, ἐνεργόν κατέχω πάσας τάς ἡμέρας μου.

Ὠδή στ’. Τήν δέησιν.
Σωθείημεν, σαῖς πρεσβείαις Ἅγιε, ἐν τῷ πλῷ σεπτῆς νηός Ἐκκλησίας, ἐκ πειρασμῶν καθ’ ἡμέραν τοῦ βίου, καί ψυχικῶν προσβολῶν τοῦ ἀλάστορος, ὧν γνώστης ὤν ὦ Ἰωσήφ, ὡς Χριστόν καί ἡμᾶς νῦν προστάτευσον.
Εἰσάκουσον, Ἰωσήφ Ἐπίσκοπε, Ὀρθοδόξων ἐκ ψυχῆς ἀγωνίαν, ὅτι καί νῦν κινδυνεύει ἡ πίστις, ἐκ προσβολῶν δεινοτάτων αἱρέσεων, καί λύτρωσαι πάντας ἡμᾶς, δυσωπῶν Ἰησοῦν σύν τῷ Μνήστορι.
Παγκάκιστον, Ἰωσήφ κατάργησον, τόν δεινόν συκοφαντίας σπορέα, ὅτι ὡραίους καρπούς καταστρέφει, τῶν ἀρετῶν ὅταν ὦσι περκάζουσαι· καί γάρ γνωρίζεις ἀληθῶς, τῶν βροτῶν καί δαιμόνων κακόνοιαν.
Θεοτοκίον.
Ἁγίασον, τούς ὑμνοῦντας Δέσποινα, ἑκτενῶς Σήν κραταιάν προστασίαν, καί τόν Σταυρόν Σοῦ Υἱοῦ ἁραμένους, ἀκολουθοῦντας Αὐτοῦ τοῖς προστάγμασι· τούς ζῶντας Εὐαγγελικῶς, ἐραστάς τῶν ἠθῶν βίου κρείττονος.

Διάσωσον, ἀπό κινδύνων ὦ Ἰωσήφ τούς σούς φίλους, ὅτι πάντες ὡς πατέρα Χριστοῦ καταφεύγομεν, τόν ἔχοντα σύν Μητρί παρρησίαν.
Ἄχραντε, ἡ διά λόγου τόν Λόγον ἀνερμηνεύτως, ἐπ’ ἐσχάτων τῶν ἡμερῶν τεκοῦσα δυσώπησον, ὡς ἔχουσα μητρικήν παρρησίαν.

Κοντάκιον. Ἦχος β’. Τοῖς τῶν αἱμάτων σου.
Τήν προστασίαν Μαρίας ἀνέλαβες, παραλαβών ἐκ Ναοῦ Ταύτην Διίκαιε, ἐκπληρῶν τοῦ Θεοῦ σου τό θέλημα, εἰς Βηθλεέμ Ναζαρέτ τε καί Αἴγυπτον· διό καί ἡμᾶς νῦν προστάτευσον.
Προκείμενον. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καί ὡσεί κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ Αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐαγγέλιον ἐκ τοῦ κατά Ματθαῖον (κεφ. α’ 18 – 25).
Δόξα. Ταῖς τοῦ Σοῦ Δικαίου πρεσβείαις, Ἐλεῆμον…
Καί νῦν. Ταῖς τῆς Θεοτόκου πρεσβείαις, Ἐλεῆμον…
Προσόμοιον. Ἦχος πλ. β’. Ὅλην ἀποθέμενοι. Στ. Ἐλέησόν με, ὁ Θεός…
Ἰωσήφ μακάριε, τῆς Θεοτόκου ὁ Μνήστωρ, Ἰωσήφ συγκάλεσον, πάντων ὁμωνύμων σου τήν ὁμήγυριν· Ἰωσήφ Πάγκαλον, Ἰωσήφ ψάλλοντα, Ἰωσήφ τε τόν Εὐσχήμονα, σύν δύο Μάρτυσι καί τόν Ἰωσήφ Καλικέλαδον, μετά τοῦ Ἀρχιποίμενος, Ὁμολογητήν τόν Στουδίτην δέ, σύν Ἡγιασμένῳ, τόν νέον Σπηλαιώτην Ιωσήφ, ἵνα ποιήσητε δέησιν, Ἰωσήφ φιλάνθρωποι.

Ὠδή ζ’. Οἱ ἐκ τῆς Ἰουδαίας.
Ῥυπαρότητα βίου, ἀποκάθαρον πάτερ Χριστοῦ ἐπίγειε, ὅς εὗρες ἐν σπηλαίῳ, τήν φάτνην τοῦ δεχθῆναι, Βασιλέα τῆς κτίσεως, τήν τόν Μεσσίαν Χριστόν, ἀποκαραδοκούσης.
Θησαυρόν Ἐκκλησίας, καί πηγήν ἰαμάτων σόν θεῖον σκήνωμα, ἡ Ζάκυνθος κατέχει, σεπτέ Ἡγιασμένε, Ἰωσήφ ἀξιάγαστε, ὅς συμπρεσβεύεις Χριστῷ, ὁμοῦ Δικαίῳ Μύστῃ.
Ἐλεήμονα γνοῦσα, ὦ ψυχή μου Κυρίου σεπτόν θεράποντα, τήν χάριν τοῦ ἐλέους, λαμβάνεις θαυμασίως, ἐν ἀνάγκαις κραυγάζουσα· ὦ Ἰωσήφ θαυμαστέ, ἡμῶν μή ἐπιλάθου.
Θεοτοκίον.
Ναυσιπλόως ἱθύνεις, τό πηδάλιον βίου ἐμοῦ Πανάμωμε, ὁμοῦ καί τό ἱστίον, πρός αὔρας οὐρανίους, ἵνα πίστει κραγάζω Σοι· κυβέρνησόν μου Ἁγνή, ψυχήν τρικυνιῶσαν.

Ὠδή η’. Τόν Βασιλέα.
Ὦ πρεσβειῶν σου, τό δαψιλές ἐπιχέεις, Ἰωσήφ Παρθένου ὁ θεράπων, ἵνα σέ ὑμνοῦμεν, οἱ πάντες εὐγνωμόνως.
Νενεκρωμένος, τῇ διαθέσει ὁ τάλας, ὦ Ἀναχωρητά ἱκετεύω, ἵνα ὥσπερ κύκνος, συμψάλλω σοι ἐν τέλει.
Μεμισημένος, ἐκ κατηγόρων μου πλήθους, ὑπομένων διάγω τόν βίον· ὅθεν Ἰωσήφ σε, βοηθόν ἐπικαλοῦμαι.
Θεοτοκίον.
Νυμφαγωγῆσαι, νύμφας Υἱοῦ Σου ὦ Νύμφη, πρός Αὐτοῦ ἀκήρατον νυμφῶνα, κράζομεν Σοι πόθῳ, ὡς Ἀνυμφεύτῳ Νύμφῃ.

Ὠδή θ’. Κυρίως Θεοτόκον.
Ἠοῦς ῥοδοδακτύλου, ἡμῶν σωτηρίας, τῆς Μαριάμ ὤφθης τεῖχος ἀκράδαντον, ὅθεν αὐγᾶσαι καρδίας μου ζόφον δέομαι.
Στηρίξατε τούς πάντας, πρός τήν ὁμολογίαν, Ἰωσηφίως ἀμφότεροι Μάρτυρες, τοῦ μαρτυρεῖν καθ’ἑκάστην στερρῶς τόν Κύριον.
Τακείς ἐν ἐρημίαις, εὐχή τε καί ἀσκήσει, ὦ Ἰωσήφ Σπηλαιώτα τοῦ Ἄθωνος, ὑπέρ σῶν φίλων πρεσβεύεις ὁμοῦ τῷ Μνήστορι.
Ῥημάτων ἱκεσίων, οἱ ὁμωνυμοῦντες, τῷ Ἰωσήφ ἐνδεκάριθμοι Ἅγιοι, ἀκουτισθέντες Κυρίῳ, θερμῶς προσάγετε.
Θεοτοκίον.
Ἁγίων Παναγία, ὦ Θεογεννῆτορ, τούς ὑμνητάς Ἰωσήφ καταξίωσον, τῆς Οὐρανῶν Βασιλείας, τοῦ Παντοκράτορος.

Μεγαλυνάρια.
Ἄξιον  ἐστιν ὡς ἀληθῶς, μακαρίζειν  Σε  τήν  Θεοτόκον, τήν  ἀειμακάριστον  καί παναμώμητον  καί  μητέρα  τοῦ  Θεοῦ  ἡμῶν.  Τήν  τιμιωτέραν  τῶν  Χερουβείμ  καί ἐνδοξοτέραν  ἀσυγκρίτως  τῶν  Σεραφείμ, τήν  ἀδιαφθόρως  Θεόν  Λόγον  τεκοῦσαν, τήν ὄντως  Θεοτόκον  Σέ  μεγαλύνομεν.
Ὕδωρ τό ἀθάνατον πεπωκώς, πηγήν ζωαρχίας, ψηλαφίσας ὦ Ἰωσήφ, πρῶτος τε λαμβάνεις Θεοῦ υἱοθεσίαν, ὑπό Χριστοῦ ὡς βρέφος, Ὅν υἱοθέτησας.
Δός μοι δεομαί σου ὦ Ἰωσήφ, τήν δοξολογίαν καθ’ ἑκάστην τοῦ Ἰησοῦ, ἥν καί ἠκουτίσθης ἐν τῷ σπηλαίῳ πρῶτος, Ἀγγέλων ἀνυμνούντων ξένον μυστήριον.
Φεύγοντά με στήριξον Ἰωσήφ, παθῶν ἐξ Αἰγύπτου καί Ἠρώδου σαρκός θυμοῦ, ὥσπερ καθωράθης ὡς φύλαξ φυγαδεύων, Μαρίαν τήν Παρθένον καί θεῖον νήπιον.
Ἀμφιάσαι δέομαι Ἰωσήφ, χάριν ἐν ἀσκήσει καί εὐπρέπειαν ἀρετῶν, πάντας  τούς τιμῶντας τήν σήν ἁγίαν μνήμην, τούς στίγματα Χριστοῦ σου, χαρᾷ βαστάζοντας.
Θέλοντά με πόθῳ ἀπό τοῦ νῦν, βίον σταυροφόρον, τοῦ ἐλέσθαι ὦ Ἰωσήφ, γενοῦ μοι Κυρηναῖος εἰς δρόμον τόν ἁνάντη, ῥυόμενος κινδύνων, ψυχῆς καί σώματος.
Δέξαι με τόν πόθον ὦ Ἰωσήφ, ὅπως τοῦ ὀλίσθου, ἁμαρτίας διαφυγών, ῥύπον ἀποπλύνω ἀμέτρων μου πταισμάτων, πηγαῖς τε τῶν δακρύων καί δρόσῳ χάριτος.
 Πᾶσαι  τῶν  Ἀγγέλων  αἱ  στρατιαί, Πρόδρομε  Κυρίου, Ἀποστόλων  ἡ  δωδεκάς, οἱ Ἅγιοι  Πάντες  μετά  τῆς  Θεοτόκου, ποιήσατε  πρεσβείαν  εἰς  τό  σωθῆναι  ἡμᾶς.

Τό  Τρισάγιον  καί  τά  Τροπάρια  ταῦτα.
Ἦχος  πλ. β΄.
          Ἐλέησον  ἡμᾶς,* Κύριε,  ἐλέησον  ἡμᾶς,* πάσης  γάρ  ἀπολογίας  ἀποροῦντες,* ταύτην  Σοι  τήν  ἱκεσίαν,* ὡς  Δεσπότῃ, οἱ  ἁμαρτωλοί  προσφέρομεν,* ἐλέησον  ἡμᾶς.
Δόξα.
          Κύριε  ἐλέησον  ἡμᾶς, ἐπί  Σοί  γάρ  πεποίθαμεν. Μή  ὀργισθῆς  ἡμῖν  σφόδρα, μηδέ μνησθῆς  τῶν  ἀνομιῶ  ἡμῶν. Ἀλλ’ ἐπίβλεψον  καί  νῦν  ὡς  εὔσπλαχνος  καί  λύτρωσαι ἡμᾶς ἐκ  τῶν  ἐχθρῶν  ἡμῶν. Σύ  γάρ  εἶ  Θεός  ἡμῶν  καί  ἡμεῖς  λαός  Σου, πάντες  ἔργα χειρῶν  Σου  καί  τό  ὄνομά  Σου  ἐπικεκλήμεθα.
Καί  νῦν.
          Τῆς εὐσπλαχνίας  τήν  πύλην  ἄνοιξον  ἡμῖν, εὐλογημένη  Θεοτόκε, ἐλπίζοντες  εἰς Σέ  μή  ἀστοχήσωμεν, ῥυσθείημεν  διά  Σοῦ  τῶν  περιστάσεων· Σύ  γάρ  ἡ  σωτηρία  τοῦ γένους  τῶν  Χριστιανῶν.

Ὑπό  τοῦ  Ἱερέως  Ἀπόλυσις. Καί  τῶν  Χριστιανῶν  ἀσπαζομένων  τήν  Εἰκόνα  τῆς Ὑπεραγίας Θεοτόκου  καί  χριομένων  δι’ ἁγίου  ἐλαίου, ψάλλονται  τά  παρόντα Τροπάρια. Ἦχος β’. Ὅτε  ἐκ  τοῦ  ξύλου.
Ἵθυνον εὐθέως Ἰωσήφ, σκάφος μου ζωῆς πρός πορείαν, τῶν θελημάτων Χριστοῦ, θείῳ στηριζόμενα τά τε ἱστία Σταυρῷ· ταῖς δέ αὔραις τοῦ Πνεύματος, ἀεί πρός τά πρόσω, πυρσῷ φωτιζόμενος, σεπτοῦ ἰθύνοντος· ἵνα πρός λιμένα Ἁγίων, ἐγκαθορμιζόμενος ψάλλω, δόξα τῷ Θεῷ μου πάντων ἕνεκεν.
Ἦχος  πλ. δ’.
          Δέσποινα  πρόσδεξαι  τάς  δεήσεις  τῶν  δούλων  Σου  καί  λύτρωσαι  ἡμᾶς  ἀπό πάσης  ἀνάγκης  καί  θλίψεως.
Ἦχος  β’.
          Τήν  πᾶσαν  ἐλπίδα  μου  εἰς  Σέ  ἀνατίθημι, Μῆτερ  τοῦ  Θεοῦ, φύλαξόν  με  ὑπό τήν  σκέπην  Σου.

Ἀπολυτίκιον. Ἦχος α’. Τῆς  ἐρήμου  πολίτης.
Τῆς ἁγίας Παρθένου θεοφόρον φυλάκτορα, βρέφους Ἰησοῦ τόν πατέρα, ἐπί τῆς γῆς ἀνυμνήσωμεν· τόν κρυφιομύστην Ἰωσήφ, σκεπάσαντα σεμνῶς τήν Μαριάμ, ἀπορίαν ξένου τόκου ὑπερφυοῦς, ἐν θάμβει αὐτῷ βοῶντες· δόξα τοῖς μυστηρίοις Σου Σοφέ, δόξα τῇ εὐσπλαχνίᾳ Σου, δόξα τῷ φυλάσσοντι παντί, Παρθένων τό εὔοδον.

Στίχοι·
Ἰωσήφ ὦ Μνήστωρ, Παρθένου θεράπον,
Μελάνης δέησιν ἱκέσιον δέχου.
Ἰωσήφ θειώτατε, Παρθένων φύλαξ,
δέξαι Μελάνης ὑπέρ Ἰωσηφίνης ἱκέτην.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου