Τετάρτη 4 Ιουλίου 2012

Ακολουθία των αγίων 222 νεομαρτύρων της Κίνας (11 Ιουνίου)




ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν τὰ κάτωθι. Ἦχος δ΄. Ὁ ἐξ Ὑψίστου κληθείς.
Χαίροις ὦ Πάτερ Μητρόφανες μεγάλως, ὡς καλῶς ποιμάνας σύ, ποίμνην Χριστοῦ ποτέ, καιρῷ εἰρήνης καὶ οὐ φυγών, ἐμφανισθέντων, λύκων καθάπερ ποιοῦσι μισθωτοί, ᾗ συμπαριστάμενος, πολλὰς συνέταξας, περὶ σὲ πρόβατα ὅτε δέ, ἄγριοι λύκοι, καὶ κατεσπάρασσον ὡς καλὸς ποιμήν, ἦρχες ἐκείνων ἑπομένων σοι, ἔνθα μία ἡ ποίμνη καὶ εἷς ποιμήν, ὁ ζωῆς αἰωνίου, δοὺς λειμῶνος τὴν ἀπόλαυσιν. (Δίς)

Ὁ παλαιὸς πάλαι δράκων Νεομάρτυς, λόγχη ἀληθείας σύ, ὃν ἐξεκέντησας, τῇ ἀπωλείᾳ ἐῤῥίφθη ὡς, οἰκεῖν τῷ σκότει, αἱρετισάμενος καὶ θαμβούμενος, σοῦ ἐκ θείας λάμψεως, καὶ γὰρ οὐκ ἔφερεν, εἰς κόσμον ὃν ὑπετόπασεν, ἴδιον κτῆμα, Σταυρὸν Χριστοῦ τε καὶ τὴν ἀλήθειαν, ἀξιωθῆναι τοῦ σεβάσματος, προσκυνῆσαι βιάζων σὲ εἴδωλα, καὶ σὲ κτείνας ἐκτάνθη, τῇ στεῤῥᾷ ὁμολογίᾳ σου. (Δίς)

Ὅτε ἀθλήσας ἐν Κίνᾳ σου τὸ αἷμα, Μάρτυς σὺ ἐξέχεας, νέα καὶ ἄφθαρτος, ἡ δυναστεία τῆς χάριτος, Χριστοῦ ἀνῆλθε, σὺ δ’ ἀνακτόροις ναίεις παντάνακτος, τοῖς ἀχειροτεύκτοις τε, χρυσῷ καὶ χρώμασι, λίθοις τιμίοις ὁ Ὕψιστος, οἷς ἐφίδρυσας, ὡς θεμελίοις ἐν οἷς τ’ ἐνώκησε, δικαιοσύνη καὶ ἀλήθεια, ὁ ἑσμὸς ἔνθα μέλπει τρισάγιον, τῶν στολὰς ἐκπλυνάντων, ἑαυτῶν Ἀμνοῦ τῷ Αἵματι.

Προσενεγκεῖν μὴ θελήσαντες εἰδώλοις, Μάρτυρες θυμίαμα, σώματα ἴδια, Χριστῷ θυσίαν εὐπρόσδεκτον, ὥσπερ εὐῶδες, ὑμεῖς θυμίαμα προσηνέγκατε, μὴ καταπτοούμενοι, πάσας τὰς ἀπειλάς, ἀξιωθέντες ᾀσμάτων τε, θείων Ἀγγέλων, μεθ’ ὧν πρεσβεύετε πρὸς τὸν Κύριον, ἐλεηθῆναι τοὺς γεραίροντας, χοϊκῇ ἡμᾶς γλώσσῃ τὴν εἴσοδον, τὴν ὑμων φωτοστέπτων, Ἀθλοφόρων εἰς παράδεισον.

Δόξα. Ἦχος γ΄.
Σκιρτῶσα αἰνεσάτω τὸν Κύριον πᾶσα ἡ γῆ, ἄσατε τῷ ἀποκαλύψαντι τὴν ἀλήθειαν Αὐτοῦ, πάντα τὰ ἔθνη. Χαῖρε ὦ γῆ τῆς Κίνας, σὺ γὰρ τὴν σωτηρίαν Αὐτοῦ ἑώρακας, ὁ χοῦς σου τῷ αἵματι, τῶν γηγενῶν Μαρτύρων σου ἐβράχη, καὶ τὸ πένθος κατεστάλη, ὑπὸ τῆς ἀληθείας τοῦ Χριστοῦ. Τὰ τέκνα σου τὰ ἄρτι, ὑπὲρ Χριστοῦ μαρτυρήσαντα, νῦν αὐλίζονται, εἰς τὰς αὐλὰς τοῦ Κυρίου, καὶ μεσιτεύουσι τῷ παντοδυνάμῳ, ὑπὲρ τοῦ κόσμου ὃν ἔπλασε.

Καὶ νῦν. Θεοτοκίον.
Πῶς μὴ θαυμάσωμεν, τὸν θεανδρικόν σου Τόκον Πανσεβάσμιε; πεῖραν γὰρ ἀνδρὸς μὴ δεξαμένη Πανάμωμε, ἔτεκες ἀπάτορα Υἱὸν ἐν σαρκί, τὸν πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθέντα ἀμήτορα, μηδαμῶς ὑπομείναντα τροπήν, ἢ φυρμόν, ἢ διαίρεσιν, ἀλλ' ἑκατέρας οὐσίας τὴν ἰδιότητα, σώαν φυλάξαντα. Διὸ Μητροπάρθενε Δέσποινα, αὐτόν ἱκέτευε σωθῆναι, τὰς ψυχὰς τῶν ὀρθοδόξως, Θεοτόκον ὁμολογούντων σε.


Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Τρίτη 3 Ιουλίου 2012

Aκολουθία Αγίου Ευθυμίου επισκόπου Ζήλων Νεομάρτυρος. (29 Μαΐου)



(Ἀρχιμ. Νικοδήμου Παυλοπούλου, ἡγουμένου Ἱ. Μ. Λειμῶνος Λέσβου, 1992)

ΕΣΠΕΡΙΝΟΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν στίχους στ΄, καὶ ψάλλομεν στιχηρὰ τῆς ἑορτῆς γ΄· καὶ τοῦ Ἁγίου γ΄. Ἦχος δ΄. Ὡς γενναῖον ἐν Μάρτυσιν.
Ὡς γενναῖον ἐν Μάρτυσιν, ἐθνομάρτυς Εὐθύμιε, πρωτοτόκων ποίμνην σε συγκατέλεξε, καὶ ἡ Μηθύμνης νῦν γάνυται, ἱερὰ Ἐπισκοπή, ὅτι σπλάγχνοις ἐβάστασε, σὲ τὸν γίγαντα, τὸν τοῦ ἔθνους καὶ πίστεως ὡσαύτως, καὶ ἐγέννησεν ἐν κόσμῳ, τῇ τῶν μακάρων ἀοίδιμε.

Αληθῶς σὲ ἐδόξασεν, ὁ Πατὴρ ὁ οὐράνιος, ὁ ἐν τοῖς Ἁγίοις ἐνδοξαζόμενος, καὶ ἐθμνομάρτυρα ἔδειξε, τοῦ γένους μακάριε, τῶν Ἑλλήνων τε κλεινόν, Ἐκκλησίας δὲ τάγμασι, συγκατέλεξε, τῶν Ἁγίων καὶ Ἱερομαρτύρων, μεθ’ ὧν πρέσβευε εν θρόνῳ, συμπαρεδρεύων ἀοίδιμε.

Οὐχ εἱρκτὴ οὐδὲ μάστιγες, οὐδὲ κόλαφοι Ἅγιε, τῆς ψυχῆς ἐσάλευσαν τὸ στερέμνιον, ἀλλ’ ἀπαράτρωτος ἔμεινας, παμμάκαρ Εὐθύμιε, προσευχόμενος Θεῷ, καὶ σαυτοῦ τὰ ἐξόδια, ψάλλων ἔδειξας, ὅτι σίτος υπάρχεις Θεοῦ Λόγου, καὶ ἠλέσθης ταῖς βασάνοις, ἵν’ ἄρτος γένη γλυκύτατος.

Δόξα. Ἦχος δ΄.
Δεῦτε Μηθυμναίων οἱ δῆμοι, καὶ ἑορτὴν συγκροτήσαντες, Ἱερομάρτυρα Νέον, Εὐθύμιον, τῶν Ζήλων ἐπίσκοπον καὶ ποιμένα, τοῖς ἐγκωμίοις νῦν στέψωμεν. Δεῦτε Παρκοίλων ὁ λαός, τῶν ἐξ ὀστέων ὑμῶν Ἀγριτέλλην τὸν ἐθνομάρτυρα, τοῖς κλάδοις ταῖς τῆς νίκης ἐπικροτήσωμεν. Οὗτος γὰρ ἐπὶ γῆς ἐπολιτεύθη, ὡς ἄμεμπτος καὶ δίκαιος, καὶ ὑπὲρ τοῦ πάντων Δεσπότου τὸ ζῆν ἐξεμέτρησε, καὶ ἐν εἱρκτῇ καὶ βασάνοις, ὡς σκεῦος ἑαυτὸν ἀνεχάλκευσε, καὶ νῦν πρεσβεύει Κυρίῳ, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νυν. Τῆς ἑορτῆς.

Εἴσοδος. Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα.(δ´ 7-15).

Ακολουθία Οσίας Σοφίας Κλεισούρας (6 Μαίου)



(Χ. Μπούσια)

ΜΙΚΡΟΣ ΕΣΠΕΡΙΝΟΣ

Μετὰ τὸν Προοιμιακόν, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστωμεν στίχους δ΄, καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια. Ἦχος α΄. Τῶν οὐρανίων ταγμάτων.
Ἀρδάσσης Πόντου τὸν γόνον, τὸν ἐνθεώτατον, καὶ τῆς Μονῆς Κλεισούρας, ἱερώτατον θρέμμα, Σοφίαν τὴν ἀσκήσει καὶ προσευχῇ, ὑπερβᾶσας ἀσθένειαν, θηλείας φύσεως μέλψωμεν ἀνδρικήν, ἐπιδείξασα εὐσθένειαν.

Δεῦτε χριστώνυμοι πάντες, καὶ φιλακόλουθοι, οἱ τὴν Μακεδονίαν, κατοικοῦντες Σοφίαν, ἀσκήτριαν Κλεισούρας τὴν θευαγῆ, εὐφημήσωμεν κράζοντες· Χαῖρε Μητέρων Ὁσίων ἡ καλλονή, καὶ χαρίτων θείου πέλαγος.

Ἐπὶ πηγὰς τῶν ὑδάτων, καθάπερ ἔλαφος, ἐπὶ τὴν δροσοβόλον, καὶ περιῤῥεομένην, ὑδάτων ὑπ’ ἀφθόνων θείαν Μονήν, τῆς Κλεισούρας πανεύφημε, ἔδραμες Μῆτερ Σοφία ἣν σοῖς σεπτοῖς, καθηγίασας παλαίσμασι.

Τὴν κατατήξασαν σάρκα, σκληραγωγήμασι, καὶ πόνοις νυχθημέροις, θεοφόρον Σοφίαν, τιμήσωμεν ἐν ὕμνοις δῆμοι πιστῶν, ὡς σεμνότητος σκήνωμα, σοφίαν κόσμου ἀρτύσασαν ἀληθῶς, τῶν αὐτῆς σκαμμάτων ἅλατι.

Δόξα. Ἦχος β΄.
Τὴν στερηθεῖσαν κρίμασιν ἃ οἶδε Κύριος, τοῦ τέκνου καὶ τοῦ αὐτῆς συνεύνου ἐν ἀκμῇ ἡλικίας, καὶ ὑπερβᾶσαν συντόνῳ ἀσκήσει τὴν ἀσθένειαν τῆς φύσεως, Σοφίαν τὴν θεόσοφον τῆς Κλεισούρας ἀσκήτριαν, εὐσχημόνως οἱ πιστοὶ μακαρίσωμεν κράζοντες· ἡ μὴ εὐμοιρήσασα τυχεῖν τῆς θύραθεν σοφίας, ἀλλὰ θείᾳ χάριτι τῆς τοῦ Θεου Σοφίας ἀναδειχθεῖσα κρήνη, σόφισον πάντας ἡμᾶς τοὺς ἀσόφως δαπανῶντας τὸν βίον, ἵνα τῆς σὺν σοὶ απολαύσωμεν ἐν πόλῳ ἀγαλλιάσεως.

Καὶ νῦν. Θεοτοκίον.
Τὴν πᾶσαν ἐλπίδα μου...

Πέμπτη 14 Ιουνίου 2012

Παρακλητικός Κανών στον Όσιο Ονούφριο τον Αιγύπτιο


(Ποίημα Μηλίτση Γεωργίου)
Ὁ Ἱερεύς: Εὐλογητός ὁ Θεός ἠμῶν πάντοτε, νῦν καί ἀεί καί εἰς τούς αἰώνας τῶν αἰώνων.
Ὁ Ἀναγνώστης: Ἀμήν.

Ψαλμός ρμβ΄ (142)
Κύριε, εἰσάκουσον τῆς προσευχῆς μου, ἐνώτισαι τήν δέησίν μου ἐν τή ἀληθεία σου, εἰσάκουσόν μου ἐν τή δικαιοσύνη σου• καί μή εἰσέλθης εἰς κρίσιν μετά τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. ὅτι κατεδίωξεν ὁ ἐχθρός τήν ψυχήν μου, ἐταπείνωσεν εἰς γῆν τήν ζωήν μου, ἐκάθισε μέ ἐν σκοτεινοῖς ὡς νεκρούς αἰῶνος καί ἠκηδίασεν ἔπ ἐμέ τό πνεῦμά μου, ἐν ἐμοί ἐταράχθη ἡ καρδία μου. Ἐμνήσθην ἡμερῶν ἀρχαίων, ἐμελέτησα ἐν πάσι τοῖς ἔργοις σου, ἐν ποιήμασι τῶν χειρῶν σου ἐμελέτων. διεπέτασα πρός σέ τάς χεῖράς μου, ἡ ψυχή μου ὡς γῆ ἄνυδρος σοί. Ταχύ εἰσάκουσόν μου, Κύριε, ἐξέλιπε τό πνεῦμά μου μή ἀποστρέψης τό πρόσωπόν σου ἄπ ἐμοῦ, καί ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον. ἀκουστόν ποίησον μοί τό πρωί τό ἔλεός σου, ὅτι ἐπί σοῖ ἤλπισα• γνώρισον μοί, Κύριε, ὁδόν, ἐν ἤ πορεύσομαι, ὅτι πρός σέ ἤρα τήν ψυχήν μου• ἐξελού μέ ἐκ τῶν ἐχθρῶν μου, Κύριε, ὅτι πρός σέ κατέφυγον. δίδαξον μέ τοῦ ποιεῖν τό θέλημά σου, ὅτι σύ εἰ ὁ Θεός μου• τό πνεῦμά σου τό ἀγαθόν ὁδηγήσει μέ ἐν γῆ εὐθεία. Ἕνεκεν τοῦ ὀνόματός σου, Κύριε, ζήσεις μέ, ἐν τή δικαιοσύνη σου ἑξάξεις ἐκ θλίψεως τήν ψυχήν μου καί ἐν τῷ ἐλέει σου ἐξολοθρεύσεις τούς ἐχθρούς μου καί ἀπολεῖς πάντας  τούς θλίβοντας τήν ψυχήν μου, ὅτι ἐγώ δοῦλός σου εἰμι.

Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος ἅ΄. Ἐξομολογεῖσθε τῷ Κυρίω, καί ἐπικαλεῖσθε τό ὄνομα τό ἅγιον αὐτοῦ.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος β΄. Πάντα τά ἔθνη ἐκύκλωσαν μέ, καί τῷ ὀνόματι Κυρίου ἠμυνάμην αὐτούς.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.
Στίχος γ΄. Παρά Κυρίου ἐγένετο αὔτη, καί ἔστι θαυμαστή ἐν ὀφθαλμοῖς ἠμῶν.
Θεός Κύριος, καί ἐπέφανεν ἠμίν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἴτα τά παρόντα Τροπάρια.
Ἦχος δ΄. Ὁ ὑψωθεῖς ἐν τῷ Σταυρῶ.

Τῷ Ὀνουφρίῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Ὅσιε βοήθησον σοὺς ἀχρείους ἱκέτας,
σπεῦσον ἀπολλύμεθα ἐκ βελῶν τοῦ Βελίαρ, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς, σὲ γὰρ προστάτην Ὀρθόδοξοι ἔχομεν.

Δευτέρα 11 Ιουνίου 2012

Ακολουθία του εν αγίοις πατρός ημών Λουκά αρχ. Συμφερουπόλεως του Ιατρού (Β΄ακολουθία)


ΤΗ ΙΑ΄ ΤΟΥ ΜΗΝΟΣ ΙΟΥΝΙΟΥ

Μνήμη τοῦ ἑν Ἁγίοις Πατρὸς ἡμῶν Λουκᾶ τοῦ ἰατροῦ καὶ ὁμολογητοῦ, Ἀρχιεπισκόπου Συμφερουπόλεως καὶ Κριμαίας τοῦ Ῥώσου.

Ποίημα Μητροπολίτου Ἐδέσσης Ἰωὴλ Φραγκάκου

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ. Εἰς τὸ Κύριε, ἐκέκραξα, ἱστῶμεν στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.

Ἦχος α'. Τῶν οὐρανίων ταγμάτων.
Τὸν ἀρχιθύτην Κυρίου, πιστὸν ἀκέστορα, Λουκᾶν τὸν θεοφόρον, τῆς Ῥωσίας τὸν γόνον, φιλάγιοι τιμήσωμεν εὐσεβῶς, ἐπαινοῦντες τοῖς ᾄσμασι, μνήμην αὐτοῦ τὴν ἁγίαν, καὶ θαυμαστήν, πολιτείαν καὶ τὰ θαύματα.

Συμφερουπόλεως ὄντως, ποιμὴν πανάριστος, καὶ πάσης τῆς Ῥωσίας, ἰατρὸς νοσημάτων, ταῖς θείαις ἐνεργείαις ἀναδειχθείς, τὸν Χριστὸν ὡμολόγησας, ἐν φυλακαῖς ἐξορίαις, καὶ τοῖς διωγμοῖς, τοῖς σοῖς λόγοις καὶ τοῖς θαύμασι.

Τῆς Ἐκκλησίας τὸ δόγμα, στερρῶς ἐκήρυξας, ἀρχιερεῦ Κυρίου, πρὸ ἀθέων βημάτων, καὶ ᾔσχυνας τὴν φάλαγγα τῶν ἐχθρῶν, ἐδαφίσας τὰ ἄπρεπα, τῆς ἀσεβείας ἐντάλματα, κραταιῶς, σοφισθεὶς τῇ θείᾳ χάριτι.

Ἦχος ὁ αὐτός. Πανεύφημοι μάρτυρες.
Εἰκόνα τὴν θείαν τῆς μητρός, τοῦ Κυρίου ἔθηκας, πρὸ ὀφθαλμῶν σου πανεύφημε, λαμβάνων δύναμιν, ἐξ αὐτῆς καὶ θάρσος, ἐν ταῖς ἐγχειρίσεσι, Λουκᾶ ἀρχιερέων τὸ κόσμημα, διο τὴν ἴασιν, ἀρωγὴ τῆς θείας χάριτος, τοῖς νοσοῦσι, παρεῖχες καὶ πάσχουσιν.

Ἐκ τόπου εἰς τόπον μεταβάς, Ἱεράρχα ἅγιε, διὰ Χριστὸν ὡς ἀνέστιος, οὐδόλως ἔπτηξας, τῶν ἀθέων δόλον, καὶ θυμὸν τὸν ἄλογον, οὐδέ τῶν ψευδαδέλφων κακότητα, ἀλλὰ στερρότατα, τὴν ὀρθόδοξον ἐστήριξας, Ἐκκλησίαν, ἐν λόγοις καὶ πράξεσι.

Τὰ σὰ θεία λείψανα Λουκά, ἐν Ῥωσίᾳ ἔνδοξε, καὶ ἐν Ἑλλάδι δωρήματα, πιστοῖς προχέουσι, καὶ ἀρρωστημάτων, παύουσιν ἀλγήματα, δαιμόνων ἀναιροῦσι τὴν δύναμιν, καὶ ὡς πολύκρουνος, πάτερ βρύσις καταρδεύουσιν, Ἐκκλησίας, Χριστοῦ τὰ πληρώματα.

Ακολουθία του εν αγίοις πατρός ημών Λουκά αρχ. Συμφερουπόλεως του Ιατρού ( Α΄ακολουθία)



Ψαλλομένη τῇ 11ῃ μηνὸς Ἰουνίου

Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ.
Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου
 ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ
 Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσι.

Ὥσπερ ἄνθος μυρίπνοον, τῆς ἐρήμου τὴν ἄφατον, εὐωδίαν κόσμῳ πάτερ τοῦ Πνεύματος, ἐκ τῆς Ῥωσσίας ἐσκόρπισας, ποτίσας τοῖς δάκρυσι, τὴν καρδίαν σου Λουκᾶ, καὶ πυρὶ τῆς ἀσκήσεως, τὰ ζιζάνια, κατακαύσας παθῶν σου ἐν ἐρήμῳ, γῇ ψυχρᾷ τε καὶ ἀβάτῳ, τῆς ἐξορίας ἀοίδιμε.

Ἐγκωμίοις καὶ ᾄσμασιν, ἐπαινεῖ τὰ συστήματα, πάτερ ὀρθοδόξων τὴν σὴν πολύαθλον, ὑπομονὴν ἐν ταῖς θλίψεσιν, ἥν ὅλως ὑπέμεινας, θαυμαστῶς ὡς ὁ Ἰώβ, χαίρων ᾅμα καὶ πᾶσαν σου, εἰς τὸν Κύριον, τὴν ἐλπίδα ἑκάστοτε ὡς δοῦλος, ἀγαθὸς Λουκᾶ τρισμάκαρ, ἀνατιθεὶς θεοτίμητε.

Σάββατο 2 Ιουνίου 2012

Sunday of the Holy Pentecost



ON SATURDAY EVENING
AT SMALL VESPERS
At Lord, I have cried we insert 4 Stichera and sing the following 3 Idiomels in Tone 1, doubling the 1st.
We celebrate Pentecost and the coming of the Spirit, the appointed time of the promise and the fulfilment of hope. How great is the mystery? Great indeed and revered! And so we cry out to you: Creator of all, Lord, glory to you! (Twice)
With tongues of foreigners, O Christ, you renewed your Disciples, that through them they might proclaim you, the immortal Word and God, who grant our souls your great mercy.
The Holy Spirit gives all things: makes prophecies flow, perfects priests, taught the unlettered wisdom, revealed fishermen to be theologians, welds together the whole institution of the Church. Advocate, consubstantial and equal in majesty with the Father and the Son, glory to you.
Glory. Both now. Tone 8.
When you sent down your Spirit, Lord, to the Apostles as they were sitting, then the children of the Hebrews saw it and were beside themselves with amazement; for they were hearing them speaking in other, strange tongues, as the Spirit gave them; for though simple men, they had been made wise; and having caught the nations for the faith, were preaching things divine; and we also cry out to you: You appeared on earth and saved us; Lord, glory to you.
Aposticha. Idiomels. Tone 2.