Δευτέρα 5 Μαΐου 2014

Παναγίας Παραβουνιώτισσας, Παρακλητικός Κανων

ΔΕΥΤΕΡΑ ΤΟΥ ΘΩΜΑ.

(Νεκτάριος Μαμαλοῦγκος. )


Ὁ Ἱερεὺς ἄρχεται τῆς Παρακλήσεως μὲ τὴν δοξολογικήν ἐκφώνησιν:

Εὐλογητὸς ὁ Θεός ἡμῶν, πάντοτε, νῦν καὶ ἀεί καὶ εἰς τούς αἰῶνας τῶν αἰώνων.

Ὁ χορός: Ἀμήν.

Ἤ μὴ ὑπάρχοντος Ἱερέως, ἡμεῖς τό:

Δι’ εὐχῶν τῶν Ἁγίων Πατέρων ἡμῶν, Κύριε Ἰησοῦ Χριστέ ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς, Ἀμήν.


Ψαλμός ρμβ’ (142).



Καί εὐθύς ψάλλεται τετράκις ἐξ’ ὑπαμοιβῆς, μετά τῶν οἰκείων στίχων:
Θεός Κύριος καὶ ἐπέφανεν ἡμῖν, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου.

Εἶτα τὸ τροπάριον. Ἦχος δ΄. Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τοὺς προσιόντας τῇ θερμῇ Σου πρεσβείᾳ, καὶ προσκυνοῦντας τὴν σεπτήν Σου Εἰκόνα, πανευλαβῶς ἁγνὴ Παραβουνιώτισσα, πάσης ἐλευθέρωσον, ἀπειλῆς καὶ ἀνάγκης, καὶ παθῶν καὶ θλίψεων, καὶ δεινῶν νοσημάτων, καὶ εἰρηναίαν δώρησαι ζωήν, ὡς τῆς εἰρήνης, τεκοῦσα τὸν Ἄρχοντα.

Δόξα. Ἦχος πλ. α΄. Τὸν Συνάναρχον Λόγον.
Τὴν Ἁγίαν Εἰκόνα τῆς Θεομήτορος, εἰς Γαλλιμὴν εὑρεθεῖσα, ἐν τοῖς ἀρχαίοις καιροῖς, Παραβουνιώτισσα τὴν θείαν προσκυνήσωμεν, ὅτι Εὐβοίας ἡ χαρά, Ἐρετρίας τε φρουρός, ἐδείχθη ἡμῖν καὶ δόξα, καὶ εἰσακούει ταχέως, δεήσεις πάντων τῶν τιμώντων Αὐτήν.
Θεοτοκίον.
Οὐ σιωπήσομέν ποτε Θεοτόκε, τὰς δυναστείας Σου λαλεῖν οἱ ἀνάξιοι, εἰμὴ γὰρ Σὺ προΐστασο πρεσβεύουσα, τίς ἡμᾶς ἐῤῥύσατο ἐκ τοσούτων κινδύνων; Τίς δὲ διεφύλαξεν, ἕως νῦν ἐλευθέρους; Οὐκ ἀποστῶμεν Δέσποινα ἐκ Σοῦ, Σοὺς γὰρ δούλους σώζεις ἀεί, ἐκ παντοίων δεινῶν.

Ψαλμός ν’ (50).

Εἶτα ὁ Κανών, οὗ ἡ ἀκροστιχίς: Ξενοφῶν ξένως ἐμφώνησόν μοι. Ἰσιδώρας

ᾨδὴ α΄. Ἦχος πλ. Δ΄. Ὑγρὰν διοδεύσας.
Παράσχου μοι χάριν καὶ φωτισμόν, Εὐβοίας Κυρία Ἐρετρίας τε χαρμονή, ἀντάξιον ὕμνον ὅπως ψάλλω, τῆς ἱερᾶς Σου Εἰκόνος ἐνώπιον.

Ἐλεύθερον βίον πάσης ὀργῆς, καὶ πάσης ἀνάγκης καὶ ἀμέτοχον συμφορῶν, ἡμᾶς καταξίωσον ἀνύειν, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

Λαμπάδα ἀνέδειξας μυστικήν, τῆς Σῆς προμηθείας τὴν Εἰκόνα Σου τὴν σεπτήν, τοῖς ἐκδεχομένοις τὴν Σὴν χάριν, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

Ἐλέους τεκοῦσα τὸν χορηγόν, ἐλέησον Κόρην τοῖς πλουσίοις Σου οἰκτιρμοῖς, τοὺς τὴν Σὴν ἀντίληψιν αἰτοῦντας, Παραβουνιώτισσα Κόρη Πανύμνητε.
Θεοτόκιον.
Ὑμνοῦσι τὴν θείαν Σου ἀρωγήν, τῆς Σῆς προμηθείας ἡμῖν δίδου τὰς δωρεάς, καὶ σῶζε ἡμᾶς ἐκ πάσης βλάβης, Παραβουνιώτισσα Κόρη Πανάχραντε.

ᾨδὴ γ΄. Οὐρανίας ἀψῖδος.
Γυναικῶν τῶν ἀτέκνων λῦσον δεσμὰ Δέσποινα, καὶ δίδου καρπὸν τῆς κοιλίας πρὸς τεκνοποίησιν, καὶ τὰς κυήσεις αὐτῶν, διὰ τῆς Σῆς προστασίας, στερεὰς συντήρησον ὦ Μητροπάρθενε.

Ἐπιτόκοις γυναίοις ὡς συμπαθὴς βράβευε, τὴν ἐλευθερίαν Παρθένε ἡνίκα τίκτουσι, πρός Σε γὰρ σπεύδουσιν, Παραβουνιώτισσα Κόρη, τὸ σεπτόν Σου ὄνομα ἐπικαλούμεναι.

Τὰ τεκνία Παρθένε Χριστιανῶν φύλαξον, πάντα ἀσινῆ ἐκ κινδύνων καὶ περιστάσεων, καὶ σὺν αὐτοῖς τοὺς γονεῖς, Ὀρθοδοξίᾳ ἐμμένειν, καὶ τηρεῖν τὰ πάτρια πάντας ἀξίωσον.
Θεοτόκιον.
Ὠρυόμενον σφόδρα νῦν καθ’ ἡμῶν σύντριψον, τῇ Σῇ κραταιᾷ προστασίᾳ ἐχθρὸν τὸν δόλιον, Παραβουνιώτισσα, καὶ ἐν εἰρήνῃ τελείᾳ, τὴν ζωὴν κυβέρνησον ἡμῶν δεόμεθα.

Διάσωσον, Παραβουνιώτισσα Κόρη Θεογεννῆτορ, ἐκ παντοίων ὀδυνηρῶν περιστάσεων, τοὺς καταφεύγοντας πίστει τῇ χάριτί Σου.
Ἐπίβλεψον, ἐν εὐμενείᾳ πανύμνητε Θεοτόκε, ἐπὶ τὴν ἐμὴν χαλεπὴν τοῦ σώματος κάκωσιν, καὶ ἴασαι τῆς ψυχῆς μου τὸ ἄλγος.

Κάθισμα. Ἦχος β΄. Πρεσβεία θερμή.
Πρεσβείαν τὴν Σὴν ὡς ὀχυρὸν προπύργιον, πλουτοῦντες ἁγνὴ παντοίων ἐπιθέσεων, ἀεὶ ἐλευθερούμεθα, τοῦ δολίου ἐχθροῦ καὶ ἀλάστορος, καὶ εὐφροσύνης καὶ θείας χαρᾶς, πληρούμεθα μόνη παντευλόγητε.

ᾨδὴ δ΄. Εἰσακήκοα Κύριε.
Τὴν Σὴν χάριν ἀγγέλουσι, οἱ τῆς δαιμονίων οἰκτρᾶς πιέσεως, λυτρωθέντες Παραβουνιώτισσα, τῇ δυνάμει Μῆτερ τῆς Εἰκόνος Σου.

Πᾶσιν δίδου τὴν ἴασιν, τοῖς προσβεβλημένοις ποικίλαις θλίψεσι, Παραβουνιώτισσα πανάμωμε, παῤῥησία ἔχουσα πρὸς Κύριον.

Συνεχόμενοι θλίψεσι, πρὸς τὴν Σὴν ἀντίληψιν καταφεύγομεν, καὶ λυτρούμεθα πανάχραντε, τῶν κατὰ τὸν βίον περιστάσεων.

Ὀδυνῶν ἐλευθέρωσον, τῶν κατὰ ψυχὴν καὶ σῶμα πανάμωμε, ὡς ἡμῶν Παραβουνιώτισσα, τοὺς τὰ μεγαλεῖά Σου δοξάζοντας.
Θεοτόκιον.
Πάσης βλάβης ἐκλύτρωσαι, πάσης μαγγανείας πάσης φαυλότητος, Θεοτόκε Ἀειπάρθενε, τοὺς Παραβουνιώτισσα πλουτοῦντάς Σε.

ᾨδὴ ε΄. Φώτισον ἡμᾶς.
Ἄκουσον φωνῆς, δεομένων Σου πανύμνητε, καὶ τὰ σκιρτήματα παθῶν σαρκικῶν, τῇ ὑπερλόγῳ Σου ἁγνείᾳ διασκέδασον.

Σκέπασον καλῶς, τὰς οἰκίας Παραβουνιώτισσα, τῶν προστρεχόντων τῷ Ναῷ Σου ἁγνή, καὶ μετὰ πόθου ἐκζητούντων τὸ Σὸν ἔλεος.

Θεῖον θησαυρόν, τὴν Εἰκόνα Σου κατέχοντες, ἐξ αὐτῆς ἁγιασμοῦ τὰς δωρεάς, δαψιλῶς Παραβουνιώτισσα λαμβάνομεν.

Ἅπας εὐσεβής, τῷ Ναῷ Σου σπεύδει πάναγνε, καὶ λαμβάνει τὰς αἰτήσεις συμπαθῶς, Σὺ γὰρ πάντας ἐλεεῖς Παραβουνιώτισσα.
Θεοτόκιον.
Νᾶμα γλυκερόν, οὐρανίου παρακλήσεως, τοῖς ἐν θλίψεσι στενάζουσι πικρῶς, συμπαθῶς Παραβουνιώτισσα ἐπόμβρησον.

ᾨδὴ στ΄. Τὴν δέησιν.
Προσέλθετε, τῶν Εὐβοέων θρέμματα, τῷ Ναῷ Παραβουνιωτίσσης ἐν ζήλῳ, καὶ τῆς Πανάγνου Εἰκόνος τὴν θείαν, ἀπὸ καρδίας πιστοὶ προσκυνήσωμεν, λυτρούμενοι τῶν δυσχερῶν, τῶν κλυδώνων τοῦ βίου ἑκάστοτε.

Κυκλοῦντές Σου, τὴν Εἰκόνα Ἄνασσα, ἐν τῷ μέσῳ τοῦ Ναοῦ Σου ὡραίου, εὐεργεσίας ποικίλας δεχθέντες, εὐγνωμονοῦμεν καὶ ὕμνον Σοι ᾄδομεν, καὶ τῇ Εἰκόνι τῇ σεπτῇ, θυμιάματα εὔοσμα καίομεν.

Τοῖς πᾶσι, ἡ τῶν θαυμάτων φήμη Σου, Παραβουνιώτισσα ἠκούσθη ταχέως, τοῦ γὰρ καρκίνου τὴν νόσον διώκεις, καὶ γυναικῶν διαλύεις τὴν στείρωσιν, ἀλάλοις δίδεις λαλιάν, καὶ ὑγείαν χαρίζει τοῖς βρέφεσι.

Συντήρησον, Ἐκκλησίαν Δέσποιναν, καὶ ἐκδίωξον αἱρέσεων νέφη, ὅτι ὡς λύκοι κατέπεσαν πάντες, Ὀρθοδοξίας ζητοῦντες ἀλλοίωσιν, ἵνα ἐχόμενοι αὐτῆς, τῶν Πατέρων τηρῶμεν παράδοσιν.
Θεοτόκιον.
Ὀδύνης, τῆς χαλεπῶς πιεζούσης, τὴν ἀθλίαν μου ψυχὴν καὶ καρδίαν, καὶ δαπανώσης οἰκτρῶς μου τὸ σῶμα, τῇ σωστικῇ Σου θεράπευσον χάριτι, Θεοχαρίτωτε ἁγνή, καὶ δεινῆς ἀθυμίας με λύτρωσαι.

Κυριακή 9 Μαρτίου 2014

Ἡ λιτανεία τῶν ἱερῶν εἰκόνων κατὰ τὴν τάξιν τῶν Πατριαρχείων Ἀλεξανδρείας καὶ Ἰεροσολύμων


Σχηματίζεται ἱερὰ πομπὴ ὡς ἑξῆς· προπορεύονται οἱ κρατοῦντες κηρολαμπάδας, εἶτα οἱ
φέροντες τὰ λάβαρα, τοὺς φανούς, τὰ ἑξαπτέρυγα· ἀκολουθοῦν οἱ χοροὶ τῶν ψαλτῶν· εἶτα οἱ ἱερεῖς καὶ οἱ φερόντες τὰς ἱ. εἰκόνας χριστιανοί, καὶ τέλος διάκονοι μετὰ θυμιατηρίων θυμιῶντες τὸν εἰς χεῖρας τοῦ ἀρχιερέως εὑρισκόμενον τίμιον Σταυρόν (ἢ τὴν μικρὰν φορητὴν εἰκόνα τοῦ Χριστοῦ). Κατὰ τὴν ἔναρξιν τῆς λιτανείας ἵστανται πάντες εἰς τὸν σολέα.
ΕΝΑΡΞΙΣ.
 Ἐκφωνεῖ ὁ διάκονος·
 «Εὐλόγησον, δέσποτα, τὴν ἁγίαν εἴσοδον».
Ὁ ἀρχιερεὺς ἀπὸ τῶν βημοθύρων·
 «Εὐλογημένη ἡ εἴσοδος τῶν ἁγίων σου πάντοτε, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων».
Ὁ χορὸς «Ἀμήν».
Καὶ ὁ ἀρχιερεὺς ἀναγινώσκει ἀπὸ τῶν βημοθύρων τὸ προοίμιον τοῦ ὑπὲρ τῆς Ὁρθοδοξίας
συνοδικοῦ·
Ἐποφειλομένη πρὸς Θεὸν ἐτήσιος εὐχαριστία, καθ᾿ ἣν ἡμέραν ἀπελάβομεν τὴν τοῦ Θεοῦ Ἐκκλησίαν σὺν ἀποδείξει τῶν τῆς εὐσεβείας δογμάτων καὶ καταστροφῇ τῶν τῆς κακίας δυσσεβημάτων.
Προφητικαῖς ἑπόμενοι ῥήσεσιν ἀποστολικαῖς τε παραινέσεσιν εἴκοντες καὶ  εὐαγγελικαῖς ἱστορίαις στοιχειούμενοι, τῶν ἐγκαινίων τὴν ἡμέραν ἑορτάζομεν. Καὶ ταύτῃ εὐχαῖς καὶ λιτανείαις συνευφραινόμενοί τε καὶ συναγαλλόμενοι ψαλμοῖς ἐκβοῶμεν καὶ ᾄσμασιν.
Καὶ ἐκκινεῖ ἡ ἱερὰ πομπὴ πρὸς τὴν βορείαν πύλην τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου», εἰς χρόνον ἀνάλογον, ὥστε ὁ ἀρχιερεὺς νὰ φθάσῃ εἰς τὸν χῶρον τῆς ἑπομένης στάσεως.
ΣΤΑΣΙΣ ΠΡΩΤΗ.
 Ἱσταμένης τῆς πομπῆς, ἀναγινώσκει ὁ προϊστάμενος τὸ α´ ἄρθρον τοῦ συμβόλου τῆς πίστεως
Πιστεύω εἰς ἕνα Θεόν, Πατέρα, Παντοκράτορα, ποιητὴν οὐρανοῦ καὶ γῆς, ὁρατῶν τε πάντων καὶ ἀοράτων.
Ὁ ἀρχιερεὺς ἐκφώνως·
Τῶν τὴν ἔνσαρκον τοῦ Θεοῦ Λόγου παρουσίαν, λόγῳ, στόματι, καρδίᾳ καὶ νῷ, γραφῇ τε
καὶ εἰκόσιν ὁμολογούντων, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Τῶν εἰδότων τῆς τοῦ Χριστοῦ μιᾶς καὶ τῆς αὐτῆς ὑποστάσεως τὸ ἐν οὐσίαις διάφορον, καὶ ταύτης τὸ κτιστόν τε καὶ ἄκτιστον, τὸ ὁρατὸν καὶ ἀόρατον, τὸ παθητὸν καὶ ἀπαθές, τὸ περιγραπτὸν καὶ ἀπερίγραπτον, καὶ τῇ μὲν θεϊκῇ οὐσίᾳ τὸ ἄκτιστον καὶ τὰ ὅμοια προσαρμοζόντων, τῇ δὲ ἀνθρωπίνῃ φύσει τά τε ἄλλα καὶ τὸ περιγραπτὸν ἀνομολογούντων καὶ λόγῳ καὶ εἰκονίσμασιν, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Τῶν πιστευόντων καὶ διακηρυκευομένων, ἤ τοι εὐαγγελιζομένων τοὺς λόγους ἐπὶ γραμμάτων, τὰ πράγματα ἐπὶ σχημάτων, καὶ εἰς μίαν ἑκάτερον συντελεῖν ὠφέλειαν, τήν τε διὰ λόγων ἀνακήρυξιν καὶ τὴν δι᾿ εἰκόνων τῆς ἀληθείας βεβαίωσιν, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» γ´.
Καὶ ἐκκινεῖ πάλιν ἡ πομπὴ πρὸς τὴν δυτικὴν θύραν (ἤ τοι πρὸς τὰς βασιλικὰς πύλας) τοῦ ναοῦ, ἐνῷ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον).
ΣΤΑΣΙΣ ΔΕΥΤΕΡΑ.
Τοῦ ἀρχιερέως φθάσαντος πρὸ τῶν βασιλικῶν πυλῶν, ἵσταται ἡ λιτανεία· ὁ δὲ προϊστάμενος ἀναγινώσκει τὰ χριστολογικὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·
Καὶ εἰς ἕνα Κύριον Ἰησοῦν Χριστὸν, τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ, τὸν ἐκ τοῦ Πατρὸς
γεννηθέντα πρὸ πάντων τῶν αἰώνων· φῶς ἐκ φωτός, Θεὸν ἀληθινὸν ἐκ Θεοῦ ἀληθινοῦ,
γεννηθέντα, οὐ ποιηθέντα, ὁμοούσιον τῷ Πατρί, δι᾿ οὗ τὰ πάντα ἐγένετο. Τὸν δι᾿ ἡμᾶς
τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα ἐκ τῶν οὐρανῶν καὶ  σαρκωθέντα ἐκ Πνεύματος Ἁγίου καὶ Μαρίας τῆς Παρθένου καὶ ἐνανθρωπήσαντα. Σταυρωθέντα τε ὑπὲρ ἡμῶν ἐπὶ Ποντίου Πιλάτου καὶ παθόντα καὶ ταφέντα. Καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ κατὰ τὰς Γραφάς. Καὶ ἀνελθόντα εἰς τοὺς οὐρανοὺς καὶ καθεζόμενον ἐκ δεξιῶν τοῦ Πατρός. Καὶ πάλιν ἐρχόμενον μετὰ δόξης κρῖναι ζῶντας καὶ νεκρούς, οὗ τῆς βασιλείας οὐκ ἔσται τέλος.
Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως·
Οἱ προφῆται ὡς εἶδον, οἱ ἀπόστολοι ὡς ἐδίδαξαν, ἡ Ἐκκλησία ὡς παρέλαβεν, οἱ διδάσκαλοι ὡς ἐδογμάτισαν, ἡ οἰκουμένη ὡς συμπεφρόνηκεν, ἡ χάρις ὡς ἔλαμψεν, ἡ ἀλήθεια ὡς ἀποδέδεικται, τὸ ψεῦδος ὡς ἀπελήλαται, ἡ σοφία ὡς ἐπαρρησιάσατο, ὁ Χριστὸς ὡς ἐβράβευσεν· οὕτω φρονοῦμεν, οὕτω λαλοῦμεν, οὕτω κηρύσσομεν Χριστὸν τὸν ἀληθινὸν Θεὸν ἡμῶν, καὶ τοὺς αὐτοῦ ἁγίους ἐν λόγοις τιμῶντες, ἐν συγγραφαῖς, ἐν νοήμασιν, ἐν θυσίαις, ἐν ναοῖς, ἐν εἰκονίσμασι, τὸν μὲν ὡς Θεὸν καὶ δεσπότην προσκυνοῦντες καὶ σέβοντες, τοὺς δὲ διὰ τὸν κοινὸν δεσπότην ὡς αὐτοῦ γνησίους θεράποντας τιμῶντες καὶ τὴν κατὰ σχέσιν προσκύνησιν ἀπονέμοντες. Αὕτη ἡ πίστις τῶν ἀποστόλων, αὕτη ἡ πίστις τῶν πατέρων, αὕτη ἡ πίστις τῶν ὀρθοδόξων, αὕτη ἡ πίστις τὴν οἰκουμένην ἐστήριξε.
Καὶ ἐκκινεῖ ἡ ἱ. πομπὴ πρὸς τὴν μεσημβρινὴν (νοτίαν) θύραν τοῦ ναοῦ, ἐνῷ ὁ χορὸς ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον).
ΣΤΑΣΙΣ ΤΡΙΤΗ.
 Ὅταν ὁ ἀρχιερεὺς φθάσῃ εἰς τὸν ὡρισμένον τόπον, ἵσταται ἡ πομπή, καὶ ὁ
προϊστάμενος ἀναγινώσκει τὰ λοιπὰ ἄρθρα τοῦ συμβόλου τῆς πίστεως·
Καὶ εἰς τὸ Πνεῦμα τὸ ἅγιον, τὸ κύριον, τὸ ζωοποιόν, τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον, τὸ
σὺν Πατρὶ καὶ Υἱῷ συμπροσκυνούμενον καὶ συνδοξαζόμενον, τὸ λαλῆσαν διὰ τῶν προφητῶν. Εἰς μίαν, ἁγίαν, καθολικὴν καὶ ἀποστολικὴν Ἐκκλησίαν. Ὁμολογῶ ἓν βάπτισμα εἰς ἄφεσιν ἁμαρτιῶν. Προσδοκῶ ἀνάστασιν νεκρῶν. Καὶ ζωὴν τοῦ μέλλοντος αἰῶνος. Ἀμήν.
Εἶτα ὁ ἀρχιερεὺς ἐκφώνως·
Μιχαὴλ τοῦ ὀρθοδόξου βασιλέως καὶ Θεοδώρας τῆς ἁγίας αὐτοῦ μητρός, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
 «Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Βασιλείου, Κωνσταντίνου, Λέοντος, Ἀλεξάνδρου, Χριστοφόρου, Νικηφόρου, Ἀνδρονίκου,
Ἰσαακίου, Ἀλεξίου καὶ Θεοδώρου, τῶν τὴν οὐράνιον βασιλείαν τῆς ἐπιγείου ἀνταλλαξαμένων, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
«Αἰωνία ἡ μνήμη» (γ´).
Ὁ ἀρχιερεύς·
Ἰγνατίου, Φωτίου, Στεφάνου, Ἀντωνίου, Ἰωσὴφ καὶ πάντων τῶν ἁγιωτάτων πατριαρχῶν
τῶν ὑπὲρ τῆς πίστεως ἡμῶν ἀγωνισαμένων, αἰωνία ἡ μνήμη.
Ὁ χορὸς
 «Αἰωνία ἡ μνήμη» γ´.
Ὁ ἀρχιερεύς·
Τούτων τοῖς ὑπὲρ εὐσεβείας μέχρι θανάτου ἄθλοις τε καὶ ἀγωνίσμασι καὶ διδασκαλίαις
παιδαγωγεῖσθαί τε καὶ κρατύνεσθαι Θεὸν ἐκλιπαροῦντες καὶ μιμητὰς τῆς ἐνθέου αὐτῶν
πολιτείας μέχρι τέλους ἀναδείκνυσθαι ἐκδυσωποῦντες, ἀξιωθείημεν τῶν ἐξαιτουμένων,
οἰκτιρμοῖς καὶ χάριτι τοῦ μεγάλου καὶ πρώτου ἀρχιερέως Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, πρεσβείαις τῆς ὑπερενδόξου δεσποίνης ἡμῶν Θεοτόκου καὶ ἀειπαρθένου Μαρίας,
τῶν θεοειδῶν ἀγγέλων καὶ πάντων τῶν ἁγίων.
Ὁ χορὸς
«Ἀμὴν» καὶ ψάλλει τὸ ἀπολυτίκιον «Τὴν ἄχραντον εἰκόνα σου» (εἰς χρόνον ἀνάλογον) [ἢ τὸ ἀκροτελεύτιον αὐτοῦ «Χαρᾶς ἐπλήρωσας τὰ πάντα» κ.λπ.], ἐνῷ ἡ ἱ. πομπὴ
ἐπιστρέφει εἰς τὸν σολέα.
ΣΤΑΣΙΣ ΤΕΤΑΡΤΗ.
 Ὁ ἀρχιερεὺς ψάλλει ἀπὸ τῶν βημοθύρων τὸν ψαλμικὸν στίχον «Τίς Θεὸς μέγας ὡς ὁ Θεὸς ἡμῶν· σὺ εἶ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια μόνος». Τὸν αὐτὸν στίχον ἐπαναλαμβάνουν οἱ χοροὶ ἀνὰ μίαν, καὶ εἶτα τὸ «Σήμερον σωτηρία», ἢ τὸ «Εἴη τὸ ὄνομα
Κυρίου».