Σάββατο, 20 Αυγούστου 2011

Παρακλητικός κανών εις τον Άγιον Κοσμάν τον Αιτωλόν Ιερομάρτυρα και Ισαπόστολον (24η Αυγούστου)

Ευλογήσαντος του ιερέως λέγομεν τον Ψαλμόν ΡΜΒ΄ (142)

Κύριε εισάκουσον της προσευχής μου, ενώτισαι την δέησίν μου εν τη αληθεία σου, εισάκουσόν μου εν τη δικαιοσύνη σου.

Και μη εισέλθεις εις κρίσιν μετά του δούλου σου, ότι ου δικαιωθήσεται ενώπιόν σου πας ζων.

Ότι κατεδίωξεν ο εχθρός την ψυχήν μου. εταπείνωσεν εις γην την ζωήν μου.

Εκάθισέ με εν σκοτεινοίς, ως νεκρούς αιώνος. Και ηκηδίασεν επ’ εμέ το πνεύμα μου, εν εμοί εταράχθη η καρδία μου.

Εμνήσθην ημερών αρχαίων, εμελέτησα εν πάσι τοις έργοις σου, εν ποιήμασι των χειρών σου εμελέτων. Διεπέτασα προς σε τα χείρας μου. η ψυχή μου ως γη άνυδρός σοι.

Ταχύ εισάκουσόν μου, Κύριε, εξέλιπε το πνεύμα μου.

Μη αποστρέψεις το πρόσωπόν σου απ’ εμού, και ομοιωθήσομαι τοις καταβαίνουσιν εις λάκκον.

Ακουστόν ποίησον μοι το πρωί το έλεός σου, ότι επί σοι ήλπισα.

Γνώρισόν μοι, Κύριε, οδόν, εν η πορεύσομαι, ότι προς σε ήρα την ψυχήν μου

Εξελού με εκ των εχθρών μου, Κύριε. προς σε κατέφυγον, δίδαξόν με του ποιείν το θέλημά σου, ότι συ ει ο Θεός μου.

Το Πνεύμα σου το αγαθόν οδηγήσει με εν γη ευθεία. ένεκεν του ονόματός σου, Κύριε, ζήσεις με.

Εν τη δικαιοσύνη σου εξάξεις εκ θλίψεως την ψυχήν μου, και εν τω ελέει σου εξολοθρεύσεις τους εχθρούς μου. και απολείς πάντας τους θλίβοντας την ψυχήν μου, ότι εγώ δούλός σού ειμί.

Ήχος δ΄

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. α΄. Εξομολογείσθε τω Κυρίω, και επικαλείσθε το όνομα το άγιον αυτού.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. β΄. Πάντα τα έθνη εκύκλωσάν με και τω ονόματι Κυρίου ημυνάμην αυτούς.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Στιχ. γ΄. Παρά Κυρίου εγένετο αύτη, και έστι θαυμαστή εν οφθαλμοίς ημών.

Θεός Κύριος και επέφανεν ημίν. ευλογημένος ο ερχόμενος εν ονόματι Κυρίου.

Ήχος δ΄. Ο υψωθείς εν τω Σταυρώ.

Ως ζηλωτής των ιερών Αποστόλων, τον φωτισμόν του Παρακλήτου εδέξω, και ευσεβείας κήρυξ ώφθης ένθεος· όθεν ημάς στήριξον, θεμελίω τω θείω, Ορθοδόξου πίστεως, καί δογμάτων αγίων, Ιερομάρτυς ένδοξε Κοσμά, πταισμάτων λύσιν, ημίν εξαιτούμενος.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ως ζηλωτής των ιερών Αποστόλων, τον φωτισμόν του Παρακλήτου εδέξω, και ευσεβείας κήρυξ ώφθης ένθεος· όθεν ημάς στήριξον, θεμελίω τω θείω, Ορθοδόξου πίστεως, καί δογμάτων αγίων, Ιερομάρτυς ένδοξε Κοσμά, πταισμάτων λύσιν, ημίν εξαιτούμενος.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Ου σιωπήσωμεν ποτε, Θεοτόκε, τας δυναστείας σου λαλείν οι ανάξιοι. ειμή γαρ συ προΐστασο πρεσβεύουσα, τις ημάς ερρύσατο, εκ τοσούτων κινδύνων; τις δε διεφύλαξεν, έως νυν ελευθέρους; Ουκ αποστώμεν Δέσποινα εκ σου. σους γαρ δούλους σώζεις αεί εκ παντοίων δεινών.

Ο Ν΄ (50) ΨΑΛΜΟΣ

Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου, και κατά το πλήθος των οικτιρμών σου, εξάλειψον το ανόμημά μου.

Επί πλείον πλύνον με από της ανομίας μου, και από της αμαρτίας μου καθάρισόν με.

Ότι την ανομίαν μου εγώ γινώσκω και η αμαρτία μου ενώπιόν μού εστί δια παντός.

Σοι μόνω ήμαρτον, και το πονηρόν ενώπιόν σου εποίησα. όπως αν δικαιωθείς εν τοις λόγοις σου, και νικήσεις εν τω κρίνεσθαί σε.

Ιδού γαρ εν ανομίαις συνελήφθην, και εν αμαρτίαις εκίσσησέ με η μήτηρ μου.

Ιδού γαρ αλήθεια ηγάπησας. τα άδηλα και τα κρύφια της σοφίας σου εδήλωσάς μοι.

Ραντιείς με υσσώπω, και καθαρισθήσομαι. πλυνείς με και υπέρ χιόνα λευκανθήσομαι.

Ακουτιείς μοι αγαλλίασιν και ευφροσύνην. αγαλλιάσονται οστέα τεταπεινωμένα.

Απόστρεψον το πρόσωπόν σουαπό των αμαρτιών μου, και πάσας τας ανομίας μου εξάλειψον.

Καρδίαν καθαράν κτίσον εν εμοί ο Θεός, και πνεύμα ευθές εγκαίνισον εν τοις εγκάτοις μου.

Μη απορρίψεις με από του προσώπου σου, και το Πνεύμα σου το άγιον μη αντανέλεις απ’ εμού.

Απόδος μοι την αγαλλίασιν του σωτηρίου σου, και πνεύματι ηγεμονικώ στήριξόν με.

Διδάξω ανόμους τας οδούς σου, και ασεβείς επί σε επιστρέψουσι.

Ρύσαι με εξ αιμάτων ο Θεός, ο Θεός της σωτηρίας μου. αγαλλιάσεται η γλώσσα μου την δικαιοσύνην σου.

Κύριε, τα χείλη μου ανοίξεις, και το στόμα μου αναγγελεί την αίνεσίν σου.

Ότι, ει ηθέλησας θυσίαν, έδωκα αν. ολοκαυτώματα ουκ ευδοκήσεις.

Θυσία τω Θεώ πνεύμα συντετριμμένον. καρδία συντετριμμένην και τεταπεινωμένην, ο Θεός, ουκ εξουδενώσει.

Αγάθυνον, Κύριε, εν τη ευδοκία σου την Σιών, και οικοδομηθήτω τα τείχη Ιερουσαλήμ.

Τότε ευδοκήσεις θυσίαν δικαιοσύνης, αναφοράν και ολοκαυτώματα. τότε ανοίσουσιν επί το θυσιαστήριόν σου μόσχους.

Ωδή α΄. Ήχος πλ. δ΄. Υγράν διοδεύσας.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Κοσμήσας ταις θείαις σου διδαχαίς, πιστών τας καρδίας, Ισαπόστολε θαυμαστέ, ημάς των παθών της ακοσμίας, ταις προς Θεόν ικεσίαις σου λύτρωσαι.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Ο λόγω αγίω διδακτικώ, πιστών τας καρδίας, οδηγήσας προς τον Χριστόν, ίθυνον ημάς Κοσμά θεόφρον, προς αρετής την τελείαν επίδοσιν.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Σοφία εκλάμπων πνευματική, του Ευαγγελίου, κήρυξ ώφθης θεοειδής, εν ω πολιτεύεσθαι αξίως, Πάτερ Κοσμά ημάς πάντας συνέτισον.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Μη φλέξας νηδύν σου την καθαράν, Θεός σωματούται, εξ αιμάτων σου των αγνών· ω πρέσβευε μόνη Θεοτόκε, κατοικτειρήσαι τούς σε μακαρίζοντας.

Ωδή ζ'. Ουρανίας αψίδος...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Αποστόλων τον ζήλον, πεπλουτηκώς Όσιε· όθεν εκκαθαίρεις καρδίας, θείω κηρύγματι· και νυν εκρίζωσον, της του Χριστού Εκκλησίας, πάντα τα ζιζάνια, ταις ικεσίαις σου.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Κοσμηθείς εν τω Άθω, ταις νουν λάμψεσι, πάση τη Ελλάδι εκλάμπεις, το φως της πίστεως, δι' ου απέλασον, αιρετικών σκοτομήνη, απειλούσαν Άγιε, ημίν τον όλεθρον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ο δυνάμει του λόγου, και διδαχών χάρισι, πλείστους εκ βυθού αφαρπάσας, της ματαιότητος, ημάς εξάρπασον, ως Ισαπόστολος μέγας, Πάτερ εκ του φάρυγγος, δεινών δοκήσεων.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Σαρκοφόρον τεκούσα, τον του πατρός αίτιον Κόρη εν μιά υποστάσει, δυσί δε φύσεσιν, αυτόν ικέτευε, τα της σαρκός ημών πάθη, θανατώσαι Άχραντε, πλούτω χρηστότητος.

Διάσωσον Ιερομάρτυς εκ πάσης ημάς ανάγκης, τους τιμώντας ως Ισαπόστολον θείόν σε, Κοσμά παμμάκαρ λιταίς σου προς τον Σωτήρα.

Επίβλεψον εν ευμενεία πανύμνητε θεοτόκε, επί την εμήν χαλεπήν του σώματος κάκωσιν, και ίασαι της ψυχής μου το άλγος.

Αίτησις και το Κάθισμα.

Ήχος β'. Πρεσβεία θερμή...

Ο λόγος ο σος, ως δρόσος επουράνιος, αυχμώσαις ψυχαίς εδείχθη Θείω Πνεύματι· αλλ' ω Κοσμά θεόσοφε, τας καρδίας ημών καταδρόσισον, τη επομβρία των σων διδαχών, παθών φλεγομένας εν τοις άνθραξι.

Ωδή δ'. Εισακήκοα Κύριε...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Μαθητής ως θεόσοφος, του Ευαγγελίου Πάτερ της χάριτος, τας ψυχάς ημών χαρίτωσον, τη διδασκαλία των χειλέων σου.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Εκ κίνδυνων και θλίψεων, και πολυειδών ημάς περιστάσεων, Ισαπόστολε μακάριε, ταις σαις προστασίαις ελευθέρωσον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ιλασμόν ημίν αίτησαι, και παραπτωμάτων την λύσιν Άγιε, και ειρήνην και ομόνοιαν, τοις ειλικρινώς σε μακαρίζουσι.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Η Θεόν σωματώσασα, και μετά τον τόκον άφθορος μείνασα, ως προ τόκου Αειπάρθενε, εκ φθοράς απάσης ημάς λύτρωσαι.

Ωδή ε'. Φώτισον ημάς...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Μέγας αληθώς, ως διδάσκαλος της . πίστεως, από πάσης φληναφίας και στροφής, των δεινών δοκησισόφων ημάς λύτρωσαι.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

νωθεν αεί, Ισαπόστολε περίσκεπε, εξ αιρέσεων δεινών και χαλεπών, του Χριστού την Εκκλησίαν ταις πρεσβείαις σου.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Στόμα του Θεού, γεγονώς Κοσμά μακάριε, μελετάν ημάς τα λόγια Θεού, δίδου σύνεσιν και φρόνησιν του σώζεσθαι.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Θρόνος του Θεού, ανεδείχθης Μητροπάρθενε, ώσπερ βρέφος τούτον φέρουσα χερσίν, ον δυσώπει ελεήσαι τας ψυχάς ημών.

Ωδή στ'. Την δέησιν...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Εις άπασαν, την Ελλάδα εξήλθεν, ο σωτήριός σου λόγος τρισμάκαρ, Ευαγγελίου γαρ σάλπιγξ εδείχθης· όθεν ωσί των ψυχών ημών σάλπισον, Κοσμά τον φόβον του Θεού, ως αν βίον θεάρεστον ζήσωμεν.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Ιάσεις, και ζων τελών θεηγόρε, και μετά το σον μακάριον τέλος· όθεν ημών την νοσούσαν καρδίαν, και τα του σώματος άλγη ιάτρευσον, Κοσμά Απόστολε Χριστού, τη δοθείση σοι άνωθεν χάριτι.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ως έχων, προς τον Χριστόν παρρησίαν, Ισαπόστολε Κοσμά θεοφόρε, μη διαλίπης απαύστως πρεσβεύειν, καινοφανέσι διδάγμασιν Όσιε, μη προσανέχεις τους πιστούς, αλλ' εκ τούτων ταχέως μακρύνεσθαι.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

υχνία, χρυσοειδής ανεδείχθης, το απαύγασμα Πατρός ως τεκούσα, εν ομοιώματι Κόρη ανθρώπων, την ανθρωπίνην ουσίαν ρυόμενον, εκ της κατάρας του Αδάμ- δια τούτο υμνούμέν σε Δέσποινα.

Διάσωσον Ιερομάρτυς εκ πάσης ημάς ανάγκης, τους τιμώντας ως Ισαπόστολον θείόν σε, Κοσμά παμμάκαρ λιταίς σου προς τον Σωτήρα.

Άχραντε, η διά λόγου τον Λόγον ανερμηνεύτως επ' εσχάτων των ημερών τεκούσα, δυσώπησον, ως έχουσα μητρικήν παρρησίαν.

Αίτησις και το Κοντάκιον.

Ήχος β'. Τοις των αιμάτων σου...

Ιεροκήρυξ Κοσμά Ισαπόστολε, της Εκκλησίας θεμέλιε άρρηκτε, τη πέτρα της πίστεως στήριξον, σαλευομένας καρδίας ταις θλίψεσιν, αιτούμενος πάσι θείον έλεος.

Προκείμενον.

Τίμιος εναντίον Κυρίου ο θάνατος του Οσίου αυτού...

Στίχ. Θαυμαστός ο Θεός εν τοις Αγίοις αυτού...

Ευαγγέλιον. Εκ του κατά Ματθαίον. (ι' 1, 5-8)

Τω καιρώ εκείνω, προσκαλεσάμενος ο Ιησούς τους δώδεκα μαθητάς αυτού, έδωκεν αυτοίς εξουσίαν κατά πνευμάτων ακαθάρτων, ώστε εκβάλλειν αυτά, και θεραπεύειν πάσαν νόσον και πάσαν μαλακίαν. Τούτους απέστειλεν ο Ιησούς παραγγείλας αυτοίς λέγων· Εις οδόν εθνών μη απέλθητε και εις πόλιν Σαμαρειτών μη εισέλθητε· πορεύεσθε δε μάλλον προς τα πρόβατα τα απολωλότα οίκου Ισραήλ. Πορευόμενοι δε κηρύσσετε λέγοντες ότι ήγγικεν η βασιλεία των ουρανών. Ασθενούντας θεραπεύετε, λεπρούς καθαρίζετε, νεκρούς εγείρετε, δαιμόνια εκβάλλετε· δωρεάν ελάβατε, δωρεάν δότε.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ταις του σου Οσίου πρεσβείαις, Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Ταις της Θεοτόκου πρεσβείαις Ελεήμον, εξάλειψον τα πλήθη των εμών εγκλημάτων.

Προσόμοιον. Ήχος πλ. β'. Όλην αποθεμένοι...

Στίχ. Ελέησόν με ο Θεός κατά το μέγα έλεός σου...

Κόσμος ενθεώτατος, της Εκκλησίας εδείχθης, Κοσμά Ισαπόστολε, και ταύτην εκόσμησας θείω λόγω σου· ω και νυν φώτισον, ημών τας καρδίας, εναρέτως πολιτεύεσθαι, και άπαν σκάνδαλον, εκ του πονηρού αποτρέπεσθαι, εμμένειν ασαλεύτους δε, θείαις και σεπταίς παραδόσεσι, ταις των θεηγόρων, Πατέρων ίνα εύρωμεν ζωήν, την αιωνίζουσαν Άγιε, θείαις ικεσίαις σου.

Σώσον, ο Θεός, τον λαόν σου...

Ωδή ζ'. Οι εκ της Ιουδαίας...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Ουρανόθεν την κλήσιν, δεδεγμένος κηρύττεις το Ευαγγέλιον· αυτού τας θείας ρήσεις, και την διδασκαλίαν, εκπληρούν ενδυνάμωσον, των ευσεβών τας ψυχάς, Κοσμά Πνευματοφόρε.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Γεωργήσας πανσόφως, τω αρότρω του λόγου ψυχών την άρουραν, βλαστάνειν τας καρδίας, ημών τον θείον φόβον, καταξίωσον Άγιε, τη γεωργία Κοσμά, των θείων διδαχών σου.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ώσπερ τρόπαιον θείον, τον Σταυρόν του Κυρίου ίδρυες Όσιε· διό σταυρούν την σάρκα, και ζην ζωήν αγίαν, εν Χριστώ ενδυνάμωσον, ταις προς Θεόν σου ευχαίς, ημάς Κοσμά τρισμάκαρ.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Γνώμην έμφρονα δίδου, και κατάνυξιν Κόρη και νουν θεόφρονα, τοις πίστει αφορώσι, προς την σεπτήν σου σκέπην, Θεοτόκε Πανάμωμε, και των πταισμάτων Αγνή, την λύσιν ημίν αίτει.

Ωδή η'. Τον Βασιλέα...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Εύρέ σε Πάτερ, η του Χριστού Εκκλησία, θείον στήριγμα εν χρόνοις της δουλείας, ψυχάς της δουλείας, λυτρούμενον της πλάνης.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Ρύπων κακίας, και μολυσμών αμαρτίας, αποκάθαρον των πρεσβειών σου ρείθροις, Κοσμά θεηγόρε, ημών τας διανοίας.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Αιρετιζόντων, καινοφανών την απάτην, εξαφάνισον την απειλούσαν Πάτερ, πάσαν κατακλύζειν, Χριστού την Εκκλησίαν.

Και νυν και αεί και εις τους αιώνας των αιώνων. Θεοτόκιον.

Σκέπη υπάρχεις, και καταφύγιον μέγα, Αειπάρθενε Χριστιανών του γένους· όθεν ημάς σκέπε, εκ πάσης επηρείας.

Ωδή θ'. Κυρίως Θεοτόκον...

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Ισχύν ημίν παράσχου, κατά πάσης πλάνης, και αμαρτίας Κοσμά Ισαπόστολε, και πειρασμών πολυτρόπων την απολύτρωσιν.

Άγιε Ισαπόστολε, πρέσβευε υπέρ ημών.

Μαρτύρων τω στεφάνω, ως Ιερομάρτυς, κεκοσμημένος Κοσμά Ισαπόστολε, των αρετών ταις ιδέαις ημάς στεφάνωσον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Ο νέος Εκκλησίας, λύχνος τε και στύλος, Ορθοδοξίας τη βάσει εδραίωσον, των ευσεβών τας καρδίας Κοσμά μακάριε.

Και νυν και αεί... Θεοτοκίον.

Υπέραγνε Μαρία, μόνη Θεοτόκε, την εν εμοί αθυμίαν απέλασον, και ευφροσύνης της θείας με Κόρη πλήρωσον.

Άξιον εστιν ως αληθώς μακαρίζειν Σε την Θεοτόκον, την αειμακάριστον και παναμώμητον και μητέρα του Θεού ημών.

Την τιμιωτέραν των Χερουβίμ, και ενδοξοτέραν ασυγκρίτως των Σερουφείμ, την αδιαφθόρως, Θεόν Λόγον τεκούσαν. την όντως Θεοτόκον, Σε μεγαλύνομεν.

Και τα Μεγαλυνάρια.

Χαίροις Αποστόλων ο μιμητής, και Ευαγγελίου, θεηγόρος υφηγητής· χαίροις σεμνού βίου, διδάσκαλος ο θείος, Κοσμά Πνευματοφόρε, στόμα της χάριτος.

Όργανον του Πνεύματος γεγονώς, σεαυτόν καθάρας, δι' ασκήσεως ιεράς, εν Όρει του Άθω, εξήλθες θεία νεύσει, και χάριτος τον λόγον πάσιν εκήρυξας.

Ως Παύλος Πάτερ περιελθών, πόλεις και χωρία, ταις καρδίαις των ευσεβών, πίστεως την φλόγα, ανήψας τας αγίας, και έφλεξας της πλάνης, άπαν ζιζάνιον.

Χαίροις Αιτωλίας Θείος βλαστός, Άθωνος ο φοίνιξ, ο κατάκαρπος και σεπτός· χαίροις ευσεβείας, ο θείος υποφήτης, εν έργω τε και λόγω, Κοσμά μακάριε.

Ήνυσας τους δρόμους τους συνεχείς, υπέρ σωτηρίας, του πλησίον Πάτερ Κοσμά, και το δι' αγχόνης, στερρώς ενέγκας τέλος, μαρτυρικάς ευκλείας λαμπρώς ηξίωσαι.

Πάσης επηρείας οδυνηράς, και κενοφωνίας, εν τη πίστει ψυχοβλαβούς, άτρωτον συντηρεί, Χριστού την Εκκλησίαν, Κοσμά ταις σαις πρεσβείαις προς τον Φιλάνθρωπον.

Πάσαι των Αγγέλων αι στρατιαί, Πρόδρομε Κυρίου Αποστόων η δωδεκάς, οι Άγιοι Πάντες μετά της Θεοτόκου, ποιήσατε πρεσβείαν εις το σωθήναι ημάς.

Άγιος ο Θεός, άγιος Ισχυρός, άγιος Αθάνατος ελέησον ημάς (γ΄).

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι, και νύν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Παναγία Τριάς, ελέησον ημάς. Κύριε, ιλάσθητι ταις αμαρτίαις ημών. Δέσποτα, συγχώρησον τας ανομίας ημίν. Άγιε, επίσκεψαι και ίασαι τας ασθενείας ημών ένεκεν του ονόματός σου. Κύριε, ελέησον. Κύριε ελήσον. Κύριε ελέησον.

Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.

Πάτερ ημών ο εν τοις ουρανοίς αγιασθήτω το όνομά σου . Ελθέτω η βασιλεία σου. Γεννηθήτω το θέλημά σου, ως εν ουρανώ και επίτης γης. Τον άρτον ημών τον επιούσιον δος ημίν σήμερον. Και άφες ημίν τα οφειλήματα ημών ως και ημείς αφίεμεν τοις οφειλέταις ημών. Και μη εισενέγκης ημάς εις πειρασμόν, αλλά ρύσαι ημάς από του πονηρού.

Ο Ιερεύς.

Ότι σου εστιν η βασιλεία και η δύναμις και η δόξα του Πατρός και του Υιού και του Αγίου Πνεύματος , νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.

Κατόπιν τα τροπάρια.
Ήχος πλ. β΄.
Ελέησον ημάς, Κύριε, ελέησον ημάς. πάσης γαρ απολογίας απορούντες, ταύτην σοι την ικεσίαν, ως Δεσπότη, οι αμαρτωλοί προσφέρομεν. Ελέησον ημάς.
Δόξα Πατρί και Υιώ και Αγίω Πνεύματι.
Κύριε ελέησον ημάς, επί σοι γαρ πεποίθαμεν. μη οργισθής ημίν σφόδρα, μηδέ μνησθής των ανομιών ημών. αλλ’ επίβλεψον και νυν ως εύσπλαχνος, και λύτρωσαι ημάς εκ των εχθρών ημών. συ γαρ ει Θεός ημών, και ημείς λαός σου, πάντες έργα χειρών σου, και το όνομά σου επικεκλήμεθα.
Και νυν και αεί και εις τους αιώνας των αιώνων. Αμήν.
Της ευσπλαχνίας την πύλην άνοιξον ημίν, ευλογημένη Θεοτόκε. ελπίζοντες εις σε, μη αστοχήσωμεν. ρυσθείημεν δια σου των περιστάσεων. συ γαρ ει η σωτηρία του γένους των χριστιανών.

ΑΠΟΛΥΤΙΚΙΟΝ Α'.

Ήχος δ'. Ταχύ προκατάλαβε...

Ωδαίς ευφημήσωμεν, τον ευκλεώς τοις χοροίς, Μαρτύρων εμπρέψαντα, θυτών τε και ασκητών, Κοσμάν τον αοίδιμον, σήμερον συνελθόντες τη σεπτή αυτού μνήμη· νέμει γάρ τας ιάσεις, τοις πιστώς προσιούσιν, ως έχων παρρησίαν προς Χριστόν, ως Ισαπόστολος.

ΑΠΟΛΥΤΙΚΙΟΝ Β'.

Ήχος β'. Θείας πίστεως...

Θείας πίστεως, διδασκαλία, κατεκόσμησας, την Εκκλησίαν, ζηλωτής των Αποστόλων γενόμενος· και κατασπείρας τα θεία διδάγματα, μαρτυρικώς τον αγώνα ετέλεσας. Κοσμά ένδοξε, Χριστόν τον Θεόν ικέτευε, δωρήσασθαι ημίν το μέγα έλεος.

Εκτενής και απόλυσις, μεθ' ην ψάλλομεν το εξής:

Ήχος β'. Ότε εκ του ξύλου...

Πάντας τους προστρέχοντας πιστώς, τη ση προς Χριστόν μεσιτεία, Κοσμά μακάριε, πάσης απολύτρωσαι, οργής και θλίψεως, και πταισμάτων συγχώρησιν, δοθήναι δυσώπει, και βίου διόρθωσιν, και θείον έλεος, όπως εναρέτοις εν έργοις, ζήσαντες ζωής της αλήκτου, μετά τέλος μέτοιχοι γενώμεθα.

Δέσποινα, πρόσδεξαι τας δεήσεις των δούλων σου και λύτρωσαι ημάς από πάσης ανάγκης και θλίψεως.

Την πάσαν ελπίδα μου εις σε ανατίθημι, Μήτερ του Θεού, φύλαξόν με υπό την σκέπην σου.

Πηγή

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου